ΑΠΡΙΛΙΟΣ Η΄!!
ΙΩΑΝΝΗΣ ΝΕΟΜΑΡΤΥΣ ΝΑΥΚΛΗΡΟΣ ΕΝ Κῼ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἡ Κῶς ἐπαγάλλου πανδημεί, μνήμην τὴν ἐτήσιον πανηγυρίζουσα σήμερον, τοῦ ἐκ σοῦ λάμψαντος νέου Ἀθλοφόρου, πρὸς αὐτὸν κραυγάζουσα· χαρᾶς μοι ἀληθοῦς ὤφθης πρόξενος, ἐν τῇ ἀθλήσει σου, Ἰωάννη Μάρτυς ἔνδοξε, διὰ τοῦτο ὑμνῶ τοὺς ἀγῶνάς σου.
Ταὸ πῦρ ὃ βαλεῖν ἐπὶ τῆς γῆς, ὁ Χριστὸς ἐλήλυθεν, ἐν τῇ ψυχῇ σου δεξάμενος, ἄνθραξ οὐράνιος, ἔρωτος τοῦ θείου, Μάρτυς ἀναδέδειξαι, καὶ χαίρων ἀπτοήτῳ φρονήματι, τὴν ἀναφθεῖσάν σοι, Ἰωάννη φλόγα ἤνεγκας, καὶ πρὸς θείαν, δόξαν ἀνελήλυθας.
Ἀθλήσας στεῤῥῶς ὑπὲρ Χριστοῦ, τὴν βουλὴν τοῦ ὄφεως, τὴν κατὰ σοῦ Μάρτυς ᾔσχυνας, καὶ ὁλοκαύτωμα, θεῖον καὶ τελεία, προσφορὰ καὶ ἄμωμος, πυρὶ τακεὶς ἐνύλῳ τὰς σάρκας σου, προσήχθης ἔνδοξε, τῷ τῶν ὅλων βασιλεύοντι, Ἰωάννη· ἐντεῦθεν δεδόξασαι.
Προσόμοια ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἀνδρείῳ φρονήματι, συμπλακεὶς τῷ ἀλάστορι, τοῦτον κατηκόντισας τῇ ἐνστάσει σου, καὶ μαρτυρίου τὸ στάδιον, νομίμως διήνυσας, ὡς στοιχήσας ἀκλινῶς, τῶν Μαρτύρων τοῖς ἴχνεσιν, ὧν καὶ μέτοχος, τῆς εὐκλείας καὶ χάριτος ἐγένου, Ἰωάννη Νεομάρτυς, Κώων φαιδρὸν σεμνολόγημα.
Τῇ ἀθλήσει σου ἔνδοξε, ἡ βλαστήσασα νῆσός σε, κατ’ ἀξίαν γάννυται καὶ σεμνύνεται, καὶ χαρμοσύνως κραυγάζει σοι· Σύ μου θεῖον καύχημα, καὶ διάδημα λαμπρόν, καὶ προστάτης καὶ ἔφορος, καὶ πρὸς Κύριον, πρεσβευτὴς καὶ θερμότατος μεσίτης, Ἰωάννη Νεομάρτυς, τῶν ἀθλητῶν ἰσοστάσιε.
Δωδεκάνησος σκίρτησον, κοσμουμένη ταῖς χάρισι, τῶν ἐν σοὶ λαμψάντων Ἁγίων χαίρουσα· ὅτι ἡ Ῥόδος Φανούριον, τὸν μέγαν προβάλλεται, Κωνσταντῖνόν τε ὁμοῦ· ἡ δὲ Πάτμος Χριστόδουλον, τὸν θεόληπτον· καὶ Νικήταν ἡ Νίσυρος· ἡ Κῶς δε, Ἰωάννην τὸν γενναῖον, οὗ τὴν πανήγυριν ἄγομεν.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ὡς ἔαρ νοητὸν ἐπέφανεν, ἡ ἁγία μνήμη Ἰωάννη Ἀθλητά, καὶ πρὸς εὐφροσύνην συγκαλεῖται θείαν, φιλομαρτύρων συστήματα· ὅθεν καὶ ἡμεῖς συνελθόντες, πνευματικῶς ἑορτάζομεν καὶ ἐν χαρᾷ βοῶμέν σοι· Χαίροις, ὁ τὴν κατὰ σοῦ ἐπιβουλὴν τοῦ Βελίαρ, τῇ σῇ φρονήσει ἀκυρώσας, καὶ μαρτυρικῶς τοῦτον τροπωσάμενος· χαίροις, τῶν πάλαι ἀθλητῶν χαρακτὴρ καὶ ἰσότιμος, ὡς τὴν αὐτῶν ἀνδρείαν ἔργῳ μιμησάμενος· χαίροις, τῆς νήσου Κῶ τὸ ἐντρύφημα, Δωδεκανήσου τὸ κλέος, καὶ παντὸς ὀρθοδόξου ἀγαλλίαμα. Μὴ παύσῃ πρεσβεύων Χριστῷ ὑπὲρ τῶν σε τιμώντων, ἵνα εὕρωμεν χάριν καὶ ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α'.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ νῆσος Κῶς καὶ τέρπου, ὡς μήτηρ καλλίτεκνος, κατά Δαβὶδ τὸν θεῖον· ἰδοὺ γὰρ ἐν σοὶ ἐξήνθησεν ὡς ἄνθος εὐωδέστατον, Ἰωάννης ὁ χαριτώνυμος, καὶ τὴν ὀσμὴν τῆς θείας Χάριτος, ἀθλητικῶς τῇ Ἐκκλησίᾳ διαπνέει· τὸν γὰρ καλὸν ἀγωνισάμενος ἀγῶνα, τὸν ὑπὲρ Χριστοῦ θάνατον, οἷα ζωὴν ἡδεῖαν, διὰ πυρὸς ἐδέξατο. Ὢ τοῦ θαύματος! πῶς ἀπτοήτῳ εἰσέδραμε, τὴν ἄστεκτον φλόγα, καὶ ἐν αὐτῇ ἀκατάπληκτος ἔστη; Ἀλλὰ δόξα Κύριε τῷ κράτει Σου, ὅτι ἐν τοῖς Ἁγίοις Σου Μάρτυσι θαυμαστὰ ἐργάζῃ καὶ ξένα· ὧν ταῖς πρεσβείαις δυσωπούμενος, δώρησαι τῷ λαῷ Σου, εἰρήνην καὶ μέγα ἔλεος.
Ἦχος β΄.
Ἀθλητικὴν ἐπιδειξάμενος ἀνδρείαν, τῶν δυσσεβῶν κατέπληξας τὰς φρένας, Ἰωάννη καρτερόψυχε. Σὺ γὰρ θείῳ φλεγόμενος πόθῳ, τοὺς ὅρους ὑπερέβης τῆς φύσεως, καὶ τοῦ ἐν πυρὶ θανάτου, θαυμασίως κατετόλμησας· διὸ λαμπρῶς δεδόξασαι παρὰ Χριστοῦ, Μάρτυς ἀήττητε.
Ἦχος γ΄.
Τοὺς ἐν ἀθλήσει ἀγῶνάς σου, ἐπαξίως γεραίρομεν, Ἰωάννη Ἀθλητὰ μακάριε. Σὺ γὰρ τοῖς ὅπλοις τοῦ φωτὸς φραξάμενος, τὸν τοῦ σκότους προστάτην καταβαλὼν ἐθριάμβευσας. Οὐ γὰρ ἐκάμφθης ἔνδοξε, ταῖς τῶν τυράννων ἀπειλαῖς, οὐκ ἐπτοήθης οὐδόλως, τὴν τοῦ πυρὸς κατάφλεξιν, ἀλλ’ ὡς ὁμοδούλῳ ἐπέβης αὐτῷ, Χριστιανός εἰμι κράζων, καὶ τῷ Χριστῷ μου προσάγομαι, ὡς ἱερεῖον τέλειον. ᾯ σὺν Ἀθλοφόροις παριστάμενος, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ΄.
Τὴν τοῦ ἐχθροῦ ἐπιβουλήν, νοΐ διεγνωκὼς σώφρονι μετανοῶν ἧς ἀοίδιμε, ἐφ’ οἷς ἄκων ἐσφάλης· ἀλλὰ Χριστὸς τὴν σὴν πρόθεσιν ὁρῶν, πρὸς μαρτυρικούς σε ἄθλους ἐκαλέσατο, καὶ τῆς ὑπὲρ λόγον δόξης καὶ τιμῆς, ὡς ὑπὲρ Αὐτοῦ πεπονθότα, ἐνδίκως σε ἠξίωσεν. Οὕτω γὰρ οἶδε δοξάζειν, ὁ τῶν ἀγώνων βραβευτής, τοὺς Αὐτὸν ἀντιδοξάζοντας. Αὐτῷ μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῆς ἐνεγκαμένης σε νήσου, καὶ πάντων τῶν εὐσεβῶς τιμώντων σε Ἰωάννη ἀξιΰμνητε, Νεομαρτύρων ὡράϊσμα.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, τῶν Ἀθλητῶν συγκοινωνὸς καὶ ἐφάμιλλος· αὐτῶν γὰρ τὰς ἀριστείας, ἰχνηλατήσας στεῤῥῶς, τῆς εὐκλείας τούτοις ἴσος πέφηνας· σαρκὸς ἀλογήσας γάρ, εὐθαρσῶς ὡμολόγησας, καὶ ἀπίστων, τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ κατήσχυνας, καὶ ἀσεβείας τὴν πλάνησιν· ὅθεν πληγὰς καὶ μάστιγας, εὐτόνως ὑπέμεινας, καὶ τοῦ πυρὸς τὴν ὀδύνην, ἀκαταπλήκτῳ φρονήματι· Χριστὸν ἐκδυσώπει, Ἰωάννη ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, τῆς Κῶ πυρσὸς φαεινός, ὁ σελαγίζων νοητοῖς ἀπαυγάσμασι, Σποράδας νήσους νοτίους, καὶ τῷ φωτὶ τοῦ Χριστοῦ, τοὺς ἐσκοτισμένους ἀναθέμενος· ἀστὴρ ὁ νεόφωτος, εὐσεβείας καὶ χάριτος, λύχνος ὁ νέος, ὁ ἀγώνων ταῖς λάμψεσι, λύων ἅπασαν, τῶν παθῶν ἀμαυρότητα, χάριτος ὁ ἐπώνυμος, ὁ χάριν καὶ ἔλεος, Θεοῦ πρυτανεύων, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου, ἀεὶ ὁ πρεσβεύων, Ἰωάννη ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ὁ κοινωνὸς ἀληθῶς, τῆς οὐρανίου Ἀθλοφόρε λαμπρότητος, θεάμων καὶ κληρονόμος, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, τῶν κλεινῶν Μαρτύρων ἰσοστάσιος· μεθ’ ὧν καθικέτευε, Ἰωάννη μακάριε, πάσης ἀνάγκης καὶ στενώσεως ῥύεσθαι, τοὺς τὴν μνήμην σου, τὴν σεπτὴν ἑορτάζοντας, τρόπον δὲ κατ’ ἐξαίρετον, διάσωζε Ἅγιε, τήν σε ἀνθήσασαν νῆσον, καὶ καυχωμένην τῇ δόξῃ σου, καὶ ταύτῃ χορήγει, τῆς θερμῆς σου προστασίας, Μάρτυς τὰς χάριτας.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ πυρὶ τῆς ἀθλήσεως, τὴν φρυγανώδη πλάνην, ὡς ἀληθῶς κατενέπρησας, Ἰωάννη ἀθλητὰ μακάριε· ὡς γὰρ ἄνθραξ νοητὸς ἀναφθεὶς τῷ Πνεύματι, τῶν μὲν πιστῶν τὰς ψυχὰς ἐθέρμανας, τῇ εὐσεβεῖ ὁμολογίᾳ σου· τὸν δὲ κάλλιστον ἄθλον, δια πυρὸς διήνυσας, καὶ ὡς θῦμα καθαρόν, τῷ Χριστῷ προσενήνεξαι. Καὶ νῦν τὰ θεῖα δεχόμενος γέρα ἀπαύστως καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Κῶ ὑπάρχων, ταύτην εὔφρανας, τῇ σῇ ἀθλήσει, Ἰωάννη Ναύκληρε πανεύφημε· τῶν Ἀθλητῶν γὰρ ζηλώσας τὰ σκάμματα, διὰ πυρὸς τὸν ἀγῶνα ἐτέλεσας· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐξέλαμψε λαμπρῶς, ἡ ἁγία σου μνήμη, εὐφραίνουσα ἡμᾶς, τῇ στεῤῥᾷ σου ἀθλήσει, δι’ ἧς Χριστὸν ἐδόξασας, καὶ ἐχθρὸν καταβέβληκας, ἐν ᾗ ἅπαντες, ὑμνολογοῦμέν σε Μάρτυς, καὶ βοῶμέν σοι· Μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς θρόνος ὑψηλός, καὶ περίβλεπτος Κόρη, βαστάζεις ἐν χερσί, τὸν βαστάζοντα πάντα, ἐκ Σοῦ σάρκα γενόμενον, διὰ πλοῦτον χρηστότητος· ὅθεν λάλησον, ὑπὲρ ἡμῶν οἷα Μήτηρ, τούτῳ Δέσποινα, ἵνα ἡμᾶς οἰκτειρήσῃ, καὶ σώσῃ ὡς εὔσπλαγχνος.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μαρτύρων στεῤῥότητα ἀναλαβὼν Ἀθλητά, τὸν φθόνῳ σκελίσαι σε ἐκπειραθέντα ἐχθρόν, ἀθλήσας κατέβαλες· ἤνεγκας ἀνενδότως, τοῦ πυρὸς τὴν ὀδύνην, θῦμα δὲ προσηνέχθης, λογικὸν τῷ Κυρίῳ· ᾯ πρέσβευε Ἰωάννη ὑπὲρ τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ χάρις Σου ἄχραντε ὑπὲρ ἡλίου αὐγάς, ἀστράπτουσα ἅπασι, φωταγωγεῖ τὰς ψυχάς, τῶν πόθῳ τιμώντων Σε· Σῦ γὰρ τοῦ ὑπερφώτου, φωτὸς ὤφθης ταμεῖον, νέμουσα τοῖς ἀξίοις, μυστικὰς διαδόσεις, ἐξ ὧν καὶ ἡμῖν μετάδος, τοῖς πίστει ἀφορῶσί Σοι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοῦ Παρακλήτου δεδεγμένος τὴν θέρμην, τὴν ἀναφθεῖσάν σοι οὐκ ἔδεισας φλόγα, ἀλλ’ ἐν αὐτῇ ἀπτόητος εἰσέδραμες, καὶ τῇ καρτερίᾳ σου, τοῦ ἐχθροῦ τὴν μανίαν, ἔφλεξας καὶ ἔλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ· καὶ νῦν ἀξίως Μάρτυς δοξασθείς, τῶν σὲ τιμώντων, ἀπαύστως προΐστασο.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν ὑπερούσιον Θεὸν τετοκυῖα, μετὰ σαρκὸς ὑπερφυοῦς Παναγία, τὴν τοῦ Ἀδὰμ οὐσίαν ἐθεούργησας, πάντων ἀνωτέρα δε, ἀνεδείχθης Παρθένε, καὶ Ἀγγέλων Ἄνασσα, καὶ βροτῶν σωτηρία, τῆς δὲ ψυχῆς μου φῶς καὶ στηριγμός, καὶ θυμηδία, ἁγνὴ ἐν ταῖς θλίψεσι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς… (Ζήτει τῇ Τετάρτῃ τῆς Γ’ Ἐβδομάδος Ματθαίου)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον ἡ νῆσος Κῶ πανηγυρίζει, ἐν τῇ πανσέπτῳ μνήμῃ, Ἰωάννη Νεομάρτυς Χριστοῦ, καὶ ἡ Ἐκκλησία γεραίρει, τοὺς ἱεροὺς ἀγῶνάς σου, δι’ ὧν ὡς ἀστὴρ φαεινὸς ἔλαμψας, ἐν τῇ τῆς δουλείας νυκτί. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, μὴ παύσῃ πρεσβεύων δεόμεθα, πάσης βλάβης ἡμᾶς λυτροῦσθαι, καὶ ἐπικειμένων ἀναγκῶν, καὶ τῆς μελλούσης τυχεῖν ἐλλάμψεως, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννην Μάρτυρα Κῷον κυδαίνω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Ἰσχύν μοι χορήγησον, παρὰ Κυρίου, καὶ λόγον μοι δώρησαι, ταῖς ἱκεσίαις σου ὡς ἂν ὑμνήσω φαιδρῶς, ὦ Ἰωάννη Ἀθλητά, τὰς ἀριστείας σου.
Ὡς ἔαρ εὐφρόσυνον τοῖς Κώοις ὤφθη, ἡ ἔνθεος μνήμη σου, Μάρτυς ἀήττητε, καὶ κατευφραίνει ἡμᾶς, τοῖς ἄνθεσι τοῖς νοητοῖς, τῆς σῆς ἀθλήσεως.
Ἀθλήσεως σκάμμασιν ἀνδραγαθήσας, Χριστὸν ἐμεγάλυνας, οἰκείοις μέλεσι· διὸ μεγίστης τιμής, ἐδείχθης Μάρτυς κοινωνός, οἷα στεῤῥὸς Ἀθλητής.
Θεοτοκίον.
Νεκρόν με εἰργάσατο, πάλαι ὁ ὄφις, ζωὴν δὲ κυήσασα, τὴν ἐνυπόστατον, Χριστὸν τὸν πάντων Θεόν, Σύ με ἐζώωσας ἁγνὴ Θεογεννήτρια.
ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Νόμῳ τῷ θείῳ κρατυνόμενος, τῶν ἀνόμων Μάρτυς τὸ φρύαγμα, οὐδόλως ἔπληξας σοφέ, ἀλλ’ εὐτόνως ἐκραύγαζες· τοῦ Χριστοῦ μοι δοῦλος πέφυκας, σύνετε ἄφρονες.
Ἠσχύνθη Μάρτυς καὶ συντέτριπται, ταῖς ἀθλητικαῖς σου ἐνστάσεσιν, ὁ ἐπελθών σοι δολερῶς, καὶ συλῆσαι ἐλπίσας σε· στρατιώτην γὰρ ἀήττητος, Χριστοῦ ἀναδέδειξαι.
Ναμάτων θείων ὢν ἀνάπλεως, πῦρ τὸ ἀναφθέν σοι εἰσέδραμες, γενναιοτάτῳ λογισμῷ Ἰωάννη πανεύφημε, καὶ Κυρίῳ προσήνεξαι, θυσία εὐπρόσδεκτος.
Θεοτοκίον.
Μηδόλως φλέξας Σε πανάμωμε, πῦρ καὶ φῶς ὑπάρχων ὁ Κύριος διπλοῦς γεγένηται ἐκ Σοῦ Θεός, ἅμα καὶ ἄνθρωπος, καὶ παρθένον Σε ἐτήρησε, καὶ κόσμον διέσωσε.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὦ τῆς ἀνδρείας σου, καὶ τῆς στεῤῥότητος, Μάρτυς ἀήττητε, πῶς καθυπέμεινας, τὴν τοῦ πυρὸς ὀδυνηράν, κατάφλεξιν Ἰωάννη; ἀλλ’ ἢ θείῳ ἔρωτι, τὴν ψυχὴν πυρπολούμενος· ὅθεν καὶ τηκόμενος, τῇ φλογὶ ὡς θυμίαμα, εὐῶδες τῷ Χριστῷ προσηνέχθης· ἔνθεν λαμπρῶς ἐθαυμαστώθης.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὢ τῶν μεγίστων Σου, χαρίτων Δέσποινα, Μήτηρ γὰρ γέγονας, τοῦ Παντοκράτορος, ὡς Πλατυτέρα οὐρανῶν, ἡλίου δὲ λαμπροτέρα. Τίς τὰ μεγαλεῖά Σου, ἀνυμνήσει ὡς ἔνεστι; Σὺ πρὸ τῶν αἰώνων γάρ, τῷ Κυρίῳ προώρισαι· ἀλλὰ κἀμὲ τῇ Σῇ ἀγλαΐᾳ, λάμπρυνον κεχαριτωμένη.
ᾨδὴ δ’. Ἐν Πνεύματι προβλέπων.
Ἀγάπῃ τετρωμένος τῇ σῇ Ἀθλητά, τὰ τοῦ κόσμου ἅπαντα ἠρνήσω νουνεχῶς, καὶ τὴν στενὴν καὶ τεθλιμμένην Μάρτυς τρίβον, διὰ βασάνων μαρτυρίου διανύσας, δόξης οὐρανίου ἠξίωσαι.
Ῥημάτων ἀλογήσας τυράννων ἀπηνῶν, Χριστιανὸς ἐκραύγαζές εἰμι ὦ ἀσεβεῖς· ὢ μακαρίας σου φωνῆς καὶ θεοφθόγγου· δι’ ἧς ἐμβρόντητος καὶ ἄφωνος ἐδείχθη, ὁ τῇ Εὔᾳ πάλαι λαλήσας ἐχθρός.
Τὴν σὴν ἁγίαν μνήμην τελεῖ χαρμονικῶς, ἡ πατρίς σου ἔνδοξε καὶ τέρπεται ἐν σοί· διὰ γὰρ σοῦ κλέος ἐκτήσατο καὶ γέρας, καὶ μακαρία ἐν ταῖς νήσοις ἀνεδείχθη, ἥνπερ Ἰωάννη περίεπε.
Ὑπῆλθες μαρτυρίου τὸ στάδιον καλῶς, καὶ τοῦ ἐχθροῦ ἐστένωσας σοφὲ τὰς μηχανάς, καὶ ἀνελήλυθας ὡς Μάρτυς νικηφόρος, πρὸς πλάτον θεῖον οὐρανίου Βασιλείας, δήμοις Ἀθλητῶν ἀριθμούμενος.
Θεοτοκίον.
Ῥανῖσι τοῦ ἐλέους τοῦ Σοῦ ὡ ἀγαθή, τὰ ἕλκη ἀποκάθαρον ψυχῆς μου τὰ δεινά, καὶ μετανοίας τοῖς ἱδρῶσιν ἔκπλυνόν με, ὡς ἂν λευκὸς ὑπὲρ χιόνα τῷ Κυρίῳ, Κόρη μετὰ τέλος ὀφθήσομαι.
ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἀνενδότῳ καρτερίᾳ τῶν μαστίγων τὴν ἔφοδον, Ἰωάννη καρτερήσας τὸν ἐχθρὸν ἐμαστίγωσας, τῇ ὑπομονῇ σου τῇ στεῤῥᾷ, καὶ τῶν πιστῶν τὰς φρένας, τῇ εὐσεβείᾳ ἑδραίωσας.
Καταπλήξας Ἰωάννη τῶν τυράννων τὸ φρόνημα, τῇ λαμπρᾷ ὁμολογίᾳ, καὶ τῷ παραστήματι, ἔβης πρὸς τὴν πάμβορον πυράν, ψυχῇ ἀκαταπλήκτῳ καὶ πρὸς Χριστὸν ἐξεδήμησας.
Ὡς θυσίαν πανευώδη καὶ σεπτὸν ὁλοκαύτωμα, δέξαι ὦ Ζωοδότα, τῷ σῷ πόθῳ φλεγόμενον, τῷ Χριστῷν ἐβόας μυστικῶς, παμμάκαρ Ἰωάννη, ἐν τῇ φλογὶ τελειούμενος.
Θεοτοκίον.
Ὄρος πῖον ἀνεδείχθης καὶ κατάσκιον ἄχραντε, ὥς φασι τῶν θεηγόρων, αἱ φωναὶ ἐμφανέστατα· ἐκ Σοῦ γὰρ ἡμῖν μετὰ σαρκὸς ἐπέφανεν ὁ Λόγος, καὶ τὴν κατάραν ἠφάνισε.
ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Νέος ὤφθης Ἀθλητής, ἐν ὑστέροις τοῖς καιροῖς, δι’ ἀγάπην τοῦ Χριστοῦ, ἐναθλήσας ἀνδρικῶς· ἐντεῦθέν σοι ὦ Ἰωάννη, πιστοὶ γεραίρομεν.
Κῶς ἡ νῆσος Ἀθλητά, ἑορτάζει ἐν χαρᾷ, μνήμην τὴν ἱεράν, καὶ τὸ Χαῖρέ σοι βοᾷ, ἀγλάϊσμα ἐμὸν καὶ στέφος, ὦ Ἰωάννη στεῤῥέ.
Ὑφαπτόμενος πυρί, τῆς ἀγάπης τοῦ Χριστοῦ, κατετόλμησας πυρός, ὑλικοῦ ὡς ἀληθῶς καὶ εἴληφας, παρὰ Κυρίου, νίκης τὸν στέφανον.
Θεοτοκίον.
Δόξης σκήνωμα Θεοῦ, καὶ παλάτιον τερπνόν, δεδειγμένη Μαριάμ, τὴν ψυχήν μου ἀγαθή, ἀνάδειξον εὔχρηστον σκεῦος, τοῦ θείου Πνεύματος.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Μαρτυρίου ἤνυσας, ἀνδρειοφρόνως τὸν δρόμον, καὶ ὡς θῦμα τέθυσαι, διὰ πυρὸς τῷ Σωτῆρι· ὅθεν σε, ὁ ἀθλοθέτης τῆς ἄνω δόξης, μέτοχον, καὶ κληρονόμον ἔδειξε Μάρτυς· Ὃν δυσώπει Ἰωάννη, ἡμῖν δοθῆναι, πταισμάτων ἄφεσιν.
Ὁ Οἶκος.
Ὁρῶν ὁ βάσκανος ἐχθρός, σωφρόνως σε βιοῦντα, καὶ εὐσεβείας ἐν ὁδοῖς, καλῶς περιπατοῦντα, δολίως μάκαρ κατὰ σοῦ κεκίνηται, καὶ τοῦ Χριστοῦ χωρίσαι σε βεβούλευται. Ἀλλὰ διαγνοὺς τὸν δόλον, ἠκύρωσας αὐτοῦ τὴν βουλήν, συνέσει τῇ πνευματικῇ, καὶ γνώσει θειοτέρᾳ, καὶ τὸ ὑπὲρ Χριστοῦ μαρτύριον νομίμως ἀνεδέξω· δι’ οὗ τὸν πονηρὸν κοσμοκράτορα καθελών, ᾔσχυνας τοὺς ἐκ τῆς Ἄγαρ· ὑφ’ ὧν ἐν πυρὶ φλογερῷ ἀποῤῥιφείς, ὡς ἱερεῖον ὁλόκληρον, καὶ προσφορὰ εὐωδεστάτη, τῷ Ζωοδότῃ Λόγῳ προσηνέχθης· Ὃν ἐκδυσώπει Ἰωάννη, ἡμῖν δοθῆναι, πταισμάτων ἄφεσιν.
Συναξάριον.
Τῇ Η' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Ναύκληρος, ἐν Κῷ μαρτυρήσας ἐν ἔτει 1669ῳ, πυρὶ τελειοῦται.
Πλεύσας
θάλασσαν ἐν πυρὶ τὴν τοῦ βίου,
ναύκληρ’ ἔφθασας εἰς γαληνοὺς λιμένας.
Ὀγδοάτῃ πυρὶ Ἰωάννην φλεγέθουσι
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ο΄· Ἡρῳδίωνος, Ἀγάβου, Ῥούφου, Φλέγοντος, Ἀσυγκρίτου καὶ Ἑρμοῦ.
Εὐαγγελίου τὸν καλὸν δραμὼν δρόμον,
Ἡρῳδίων κάλλιστον ἤρατο στέφος.
Ψυχὴν Ἀγάβου τοῦ Προφηταποστόλου,
ὁ ψυχοσώστης προσκαλεῖται Δεσπότης.
Σβέσας πλάνης φλέγουσαν ὁ Φλέγων φλόγα,
οὓς Δαυῒδ εἶπε, πῦρ φλέγον, βλέπει Νόας.
Παῦλος καλεῖ σε, Ῥοῦφ', Ἀπόστολος μέγας,
ἐκλεκτὸν ὄντως· ὢ ἐπαίνου ἀξίου!
Ἀσύγκριτον δὲ πᾶς ἐπαινέσει μάλα,
τοῦτον γὰρ ἠσπάσατο Παύλου τὸ στόμα.
Ἑρμῇ θανόντι τῷ μαθητῇ Κυρίου,
Ἑρμῷον ἔμπνουν ἐκ λόγων ἀναγλύφῳ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Κελεστίνου Πάπα Ῥώμης
Τὸ χάσμα καὶ σὲ παμμάκαρ, Κελεστῖνε,
χοροῦ διιστᾷ μὴ μεμακαρισμένου.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Παυσίλυπος, ἐν εἰρήνῃ τελειοῦται
Ὁ Παυσίλυπος γῆς λιπὼν παροικίαν,
εἰς παυσίλυπον ἔρχεται κατοικίαν.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἀμάνδος, επίσκοπος Κόμο Ἰταλίας, ἐν ἔτει 440ῳ, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Ἀφρικῇ· Ἰανουαρίου, Μαξίμης καὶ Μακαρίας.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Περπέτουος, επίσκοπος Τουρώνης, ἐν ἔτει 490ῳ, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ Κουλικά, μαρτυρήσαντος ἐν ἔτει 1564ῳ
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Γενναδίου τοῦ Διονυσιάτου.
Τμηθεὶς ὁ Γεννάδιος τὴν Κάραν ξίφει,
δήμοις Ὁσίων, καὶ Ἀθλητῶν συνήφθη.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Νήφωνος τοῦ Ῥώσσου του θαυματουργοῦ
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ῥούφου, τοῦ ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἀσκήσαντος
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Ἀνθήσας ὥσπερ ῥόδον ἡδύπνευστον, Μαρτύρων εὐωδίαν διέπνευσας, χειμῶνι τῷ νοητῷ, ὦ Ἀθλητὰ τοῖς πιστοῖς.
Ἰσότιμος τοῖς πάλαι ἀθλήσασιν, ἐγένου τῇ ἀθλήσει σου Ἅγιε· μεθ’ ὧν δυσώπει Χριστόν, ὑπὲρ ἡμῶν ἐκτενῶς.
Νοσοῦσι τὴν ὑγείαν πρυτάνευσον, καὶ πάσχουσι παθῶν ἀπολύτρωσιν, εἰρήνην δὲ καὶ χαράν, τοῖς συμπολίταις τοῖς σοῖς.
Θεοτοκίον.
Ὡραία καὶ ψυχῇ τῷ σώματι, ὑπάρχουσα ἐκύησας ἄχραντε, τὸν παρὰ πάντας βροτούς, ὡραῖον κατὰ Δαυΐδ.
ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Γενναίως ἠγώνισαι, κατὰ τοῦ δυσμενοῦς, ῥωννύμενος ἄνωθεν, δυνάμει τοῦ Χριστοῦ, καὶ νίκης τὸ στέφος, Ἰωάννη λαβών, θέσει ἐθεώθης, ὡς Μάρτυς νικηφόρος.
Εὐφραίνεται σήμερον ἡ Κῶς σὴ πατρίς, τελοῦσα τὴν μνήμην τὴν θείαν ἀθλητά, καὶ ἐν τῷ σεπτῷ σου συνελθόντες ναῷ, ἀνυμνοῦμεν τὸν σὲ ἐνισχύοντα.
Ῥυσθῆναι ἱκέτευε, παντοίων δυσχερῶν, τῶν πόθῳ σοι ἔνδοξε, πανίερον ναόν, σοφὸν Ἀρχιθύτην ἀναθέμενον ἤδη, καὶ τὴν σεπτήν σου μνήμην, ἐπιτελοῦντα Μάρτυς.
Θεοτοκίον.
Ἁγία Θεόνυμφε Παρθένε Μαριάμ, τὸν νοῦν μου ἁγίασον, τῇ Σῇ ἐπισκοπῇ, καὶ τῆς τοῦ Βελίαρ με ἀπάλλαξον ῥώμης, καὶ ποικιλοτρόπου μανίας καὶ ἀπάτης.
ᾨδὴ θ΄. Τὴν ζωοδόχον πηγήν.
Σῶμα τὸ σὸν τῷ πυρὶ ἀναλώσαντες, τοῦ αἰωνίου πυρὸς οἱ ἀνάξιοι, τὴν ψυχήν σου Ἅγιε, Ἄγγελοι καὶ Μάρτυρες, ἐν τόπῳ δόξης ὡδήγησαν τῆς θείας, ἔνθα κομίζῃ τῶν ἄθλων τὰ ἔπαθλα.
Μαρτυρικαῖς διαλάμπων φαιδρότησιν, ἴδε ἡμῶν Ἰωάννη τὴν πρόθεσιν, καὶ ἐν τῷ τεμένει σου, ἀοράτως Ἅγιε, παραγενοῦ ἀνταμείβου κατ’ ἀξίαν, τὴν περὶ σὲ ἡμῶν μάκαρ προαίρεσιν.
Ὁλολαμπὴς καὶ ὁλόφωτος ἔνδοξε, τῷ τρισηλίῳ φωτὶ παριστάμενος, λῦσον τὴν σκοτόμαιναν τῆς ψυχῆς μου δέομαι, καὶ εὐμενῶς τὴν παροῦσαν ὑμνῳδίαν, ἥνπερ ἐξύφανα πρόσδεξαι Ἅγιε.
Θεοτοκίον.
Ὑπερφυῶς συλλαβοῦσα ἐκύησας, δίχα φθορᾶς τὸν τῶν ὅλων δεσπόζοντα· ὅθεν νοημάτων με φθοροποιῶν λύτρωσαι, ὑπεραγία Παρθένε Θεοτόκε, καὶ τῷ φωτὶ τῆς σῆς δόξης με λάμπρυνον.
Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας.
Σαρκός σου Μάρτυς ἐνεγκών, ἀνδρείως τὴν κατάφλεξιν κατέφλεξας· τοῦ Βελίαρ τὰς πολυπλόκους μηχανάς, καὶ νικηφόρος ἔδραμες, πρὸς δόξαν ἀφθαρσίας, Ἰωάννη ἀοίδιμε.
Θεοτοκίον.
Σάρκα ἐκ Σοῦ ἀναλαβών, ἔννουν ἁγνὴ καὶ ἔμψυχον, ὁ ἐν μορφῇ ὢν τῇ θείᾳ, ἀόρατον καὶ ἀναφής, ὡράθη μετὰ σώματος, καὶ ἔσωσε τὸν γενάρχην, τοῦ πάλαι συντρίμματος.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀριστέα Κυρίου καὶ Νεομάρτυρα, τιμήσωμεν προφρόνως, Ἰωάννην τὸν θεῖον, οὗτος γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ἐναθλήσας κατέβαλε τυραννικὴν δυναστείαν, καὶ τὴν ὀφρύν, τοῦ δολίου κοσμοκράτορος.
Σήμερον Κῶς ἡ πατρίς σου χαίρει μακάριε, τὴν σὴν ἁγίαν μνήμην, ἱερῶς ἐκτελοῦσα, καὶ πόθῳ ἀνελθοῦσα τῷ σῷ ναῷ, γηθομένη κραυγάζει σοι· σύ μου φαιδρὸν ἀγαλλίαμα καὶ φρουρός, Ἰωάννη χαριτώνυμε.
Ἀγαλλιῶνται συμφώνως σὺν ἡμῖν σήμερον, τῆς σῆς χαρᾶς θεόφρον, μυστικῶς κοινωνοῦντες, οἱ ἐν Δωδεκανήσῳ ἀθλητικῶς καὶ ὁσίως ἐμπρέψαντες· μεθ’ ὧν δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, Ἰωάννη τῶν τιμώντων σε.
Ἀγαλλιῶνται συμφώνως σὺν ἡμῖν σήμερον, τῆς σῆς χαρᾶς θεόφρον, μυστικῶς κοινωνοῦντες οἱ ἐν Δωδεκανήσῳ ἀθλητικῶς καὶ ὁσίως ἐμπρέψαντες· μεθ’ ὧν δυσώπει ἀπαύστως δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν Ἰωάννη, τῶν τιμώντων σε.
Δόξα. Ἦχος πλ. α’.
Τῇ μαρτυρικῇ σου στεῤῥότητι ὁ τοῦ σκότους ἄρχων, ὁ κατὰ σοῦ μελετήσας, κενὰ κατεβλήθη καὶ πέπτωκε. Σὺ γὰρ τῇ πέτρᾳ τῆς πίστεως, ἀκλινῶς ἐρηρεισμένος, οὐδόλως σεσάλευσαι, ταῖς ἀντιπνοίαις τοῦ χείρονος, ἀλλ’ ἱλαρῷ προσώπῳ, τὴν ἐξαφθεῖσάν σοι φλόγα ὑπῆλθες, καὶ πρὸς τὸ φῶς ἐξεδήμησας, τῆς οὐρανίου μακαριότητος. Ἀλλ’ ὦ Ἰωάννη Μάρτυς κλεινέ, τῷ Ζωοδότῃ Λόγῳ πρέσβευε, ὑπὲρ τῶν τελούντων τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, τῆς Κῶ θεῖος γόνος, καὶ μεσίτης πρὸς τὸν Θεόν, Ναύκληρε Ἰωάννη, ὁ θάνατος ἀνδρείως· διὰ πυρὸς ἐνέγκας ὑπὲρ τοῦ Κτίστου σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου