Τρίτη 16 Ιουνίου 2020

ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΝΥΚΤΕΡΙΝΟΥ ΜΑΘΗΤΟΥΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΚΥΡΙΑΚΗ Γ΄ ΤΟΥ ΠΑΣΧΑ

ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ,

ΙΩΣΗΦ ΤΟΥ ΑΡΙΜΑΘΑΙΑΣ

& ΝΙΚΟΔΗΜΟΥ ΝΥΚΤΕΡΙΝΟΥ ΜΑΘΗΤΟΥ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια Ἀναστάσιμα β΄. Ἦχος β΄. Ὁ ἐξ ὑψίστου κληθείς

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον, ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε· προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

 

Καὶ β’ τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὸν μαθητὴν τῆς ἀγάπης ᾠδαῖς ὑμνήσωμεν, Νικόδημον τὸν θεῖον, τῆς θυσίας τὸν τύπον, τόλμης θαυμασίας ἐν μαθηταῖς, δειλιῶσιν ἀκρότητα, καὶ Θεανθρώπου Κυρίου τὸν κηδευτήν, καὶ Αὐτοῦ γνήσιον κήρυκα.

 

Τῆς Ἐκκλησίας τὸν κόσμον ἐγκωμιάσωμεν, Νικόδημον Κυρίου, μαθητὴν κεκρυμμένον, θείας εὐτολμίας τὴν κορυφήν, καὶ θυσίας ἐκφάντορα, ἀληθειῶν τῆς Τριάδος μυσταγωγόν, καὶ πιστῶν τὸ ἐγκαλλώπισμα.

 

Δόξα... Ἦχος β΄. Τοῦ Κουμουλᾶ

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τὸν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

 

 

 

 

 

Καὶ νῦν... Ἦχος β΄. Θεοτοκίον, τὸ πρῶτον Δογματικὸν

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τὸν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

 

Εἰς τὸν Στίχον, Ἀναστάσιμον ἕν. Ἦχος β΄

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

 

Καὶ τοῦ Ἁγίου. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Δεῦτε πανευλαβῶς, τιμήσωμεν ἐν ὕμνοις, τοῦ φόβου καθαιρέτην, Νικόδημον τὸν θεῖον, τῆς τόλμης τὸ ὑπόδειγμα.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Πάντες τὸν θαυμαστόν, Νικόδημον ἐμφρόνως, τὸν τῆς ἀγάπης τύπον, ἐν λόγοις ἐγκωμίων, λαμπρῶς ἀνευφημήσωμεν.

 

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.

Χαίρει θεῖος χορός, ἁπάντων τῶν Ἁγίων, ἐν Νικοδήμου μνήμῃ, ὁρῶν αὐτοῦ τὴν δόξαν, ἐν οὐρανίοις δώμασιν.

 

Δόξα. Τοῦ Ἁγίου. Ἦχος β΄.

Δεῦτε ἡ τῶν φιλεόρτων σύναξις, τὸν τοῦ Κυρίου νυκτερινὸν μαθητὴν Νικόδημον, ἐν ᾠδαῖς καὶ ὕμνοις πνευματικῶς ἐγκωμιάσωμεν. Οὗτος γάρ, τῇ τοῦ Θεανθρώπου διδασκαλίᾳ μυσταγωγηθείς, καὶ τὰ τοῦ κόσμου ἅπαντα ἀπαρνησάμενος, σὺν Ἰωσὴφ ἐτόλμησε τὸ τοῦ Κυρίου πανάχραντον Σῶμα ἐκ τοῦ ξύλου καθελεῖν, καὶ θεοπρεπῶς κηδεῦσαι. Αὐτοῦ ταῖς πρεσβείαις σῶσον Κύριε, τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Ἦχος β΄

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος β'

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἀπολυτίκιον. Νικοδήμου Μυροφόρου. Ἦχος γ’. Θείας πίστεως

Δεῦτε στέψωμεν, ἐν ἐγκωμίοις, τὸν Νικόδημον, πιστῶν προστάτην, τὸν κηδεύσαντα Χριστὸν τὸν Θεάνθρωπον, σὺν Ἰωσὴφ ἐν καινῷ αὐτοῦ μνήματι, μετὰ τιμῆς ἀρωμάτων ὡς ἔπρεπε. Ἁγιώτατε Χριστοῦ μαθητὰ θεόληπτε, περίσκεπε ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε.

Δόξα. Ἰωσὴφ τοῦ Ἀριμαθαίας. Ἦχος β'

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῶν Μυροφόρων Γυναικῶν. Ἦχος β'

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ α’ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς δὲ το· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι΄, καὶ ψάλλομεν γ’ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος β΄

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Καὶ ἓν Ἀνατολικόν. - Ὀκτώηχος. Ἦχος β'

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

 

Εἶτα γ’ τῶν Μυροφόρων, Στιχηρὰ Ἰδιόμελα. Ἦχος β'.

Αἱ Μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τὸν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

 

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

 

Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὸν μαθητὴν τοῦ Κυρίου πιστοὶ Νικόδημον, τιμήσωμεν ἐν ὕμνοις, συναχθέντες ἐνθέως· οὗτος γὰρ προσῆλθε νυκτὸς Χριστῷ, μετὰ ζήλου καὶ πίστεως, περὶ γεννήσεως θείας ἐκδιδαχθείς, τῆς ἐξ ὕδατος καὶ Πνεύματος.

 

Τὸν ἀριστέα τῆς τόλμης λαμπρῶς δοξάσωμεν, Νικόδημον Κυρίου, ἐκζητήσαντα πόθῳ, Σῶμα θεόφρον σὺν Ἰωσήφ, τοῦ κηδεύσαι ἐν μνήματι, μετὰ τιμῶν ἀρωμάτων θεοπρεπῶς, καὶ ἀῤῥήτου κατανύξεως.

 

 

Τὸν ἀρνηθέντα ἐμφρόνως τῆς γῆς τὰ πρόσκαιρα, ζωὴν αὐτοῦ τὴν δόξαν, εὐφημήσωμεν ὕμνοις, Νικόδημον εὐσχήμονα μαθητήν, τὸν σφοδρῶς ἀγαπήσαντα, τὸν ἑκουσίως παθόντα ὑπὲρ βροτῶν, Ἰησοῦν Ὃν καὶ ἐκήδευσεν.

Δόξα. Ἦχος πλ. β'.

Αἱ Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά σου, ὀδυρόμεναι, μετὰ σπουδῆς ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν τὴν ἐλπίδα; τίς εἴληφε νεκρόν, γυμνόν, ἑσμυρνισμένον, τῆς Μητρὸς μόνον παραμύθιον; ὤ! πῶς ὁ νεκροὺς ζωώσας τεθανάτωται; ὁ τὸν ᾍδην σκυλεύσας, πῶς τέθαπται; ἀλλ' ἀνάστηθι Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος β'

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομώντος τὸ Ἀνάγνωσμα.

Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστῆ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε. Ἀρχὴ γὰρ αύτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ’ ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἔστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερὸν, ἅγιον ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν· φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβαις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν, ἀυτοῖς ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ λοὐ μὴ κατισχύσῃ ποτὲ κακίας σοφίας· οὐδ’ οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦνται τοῖς ἔργοις ἡμῶν, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων. Ἴδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει ἀυτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτὸν, ἴνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπῃ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν, ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἷ ὁ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν, καὶ σώζων ἐκ καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ· ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

Εἰς τὴν Λιτὴ. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α'

Μυροφόροι γυναῖκες, τῷ τάφῳ τί προσήλθετε; τί ζητεῖτε τὸν ζῶντα ἐν νεκροῖς; Ἀνέστη ὁ Κύριος, θαρσεῖτε, βοᾷ ὁ Ἄγγελος.

 

Μετὰ φόβου ἦλθον αἱ Γυναῖκες, ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι, διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν· ἀλλ΄ ἐπέστη αὐταῖς Ἄγγελος, καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦλθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη, καθὼς εἶπεν· ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε, πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Φαιδρὰ πανήγυρις καὶ ἑορτὴ πανευφρόσυνος, τοῖς Ὀρθοδόξοις ἀνέτειλε σήμερον. Ὁ γὰρ τῶν Ἰουδαίων ἄρχων Νικόδημος, ὁ τοῦ Κυρίου νυκτερινὸς μαθητής, ὡς ἑστιάτωρ πνευματικός, τὰς ἑαυτοῦ ἀρετάς, πίστιν, ἀγάπην, τόλμην καὶ θυσίαν, ἡμῖν παρατίθησιν. Τοῦτον κατ’ ἀξίαν πανευφροσύνως τιμήσωμεν, τὸν τοῦ Θεανθρώπου κηδευτήν, καὶ τὸν δι’ ἡμᾶς σταυρωθέντα, ταφέντα καὶ Ἀναστάντα Χριστὸν τὸν Θεόν, ἐν ἀγαλλιάσει δοξάσωμεν.

 

Δόξα... Ἦχος πλ. β'

Ἡ τῶν πιστῶν χορεία, τὰ τῆς ἀληθείας νάματα διδαχθῆναι ζητοῦσα, καὶ τῷ Θεανθρώπῳ Χριστῷ πιστῶς ἀκολουθῆσαι ποθοῦσα, τὴν τοῦ Ἁγίου Νικοδήμου, τοῦ νυκτερινοῦ τοῦ Κυρίου μαθητοῦ, ἀγαλλιώσῃ καρδίᾳ πανήγυριν ἐπιτελεῖ σήμερον. Τοῦτον ἐν χαρᾷ τιμῶντες, τὰς αὐτοῦ ἀρετάς, ἀγάπην, τόλμην καὶ θυσίαν μιμησώμεθα, ἵνα καὶ ἡμεῖς ἀξιωθῶμεν, εὐσχημόνως τῷ Κυρίῳ, διακονῆσαι, τῷ τῆς Ἐκκλησίας Δομήτορι.

 

Καὶ νῦν... Θεοτοκίον ὁ αὐτός

Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως· τὸ Χαῖρε τοῦ Ἀγγέλου, Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὸν Ἀναστάσιμον. Ἦχος β'

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Τοῦ Ἁγίου γ΄. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, τῶν εὐσχημόνων πρωτεύς, τῆς εὐλαβεία θεοδώρητον πρότυπον, φωστὴρ μαθητευομένων, ἐν μυστηρίοις Θεοῦ, ἐραστῶν Κυρίου τὸ ὑπόδειγμα· ἀρχόντων ἀγλάϊσμα, εὐτολμούντων κραταίωμα, τῶν ἱερέων, ὑπερκόσμιον ἄγαλμα, τῆς θυσίας δε, θεοτύπωτος ἔκφρασις. Πόθῳ θεοχαρίτωτε, παμμάκαρ Νικόδημε, πάντες ὑμνοῦμεν ἐμφρόνως, τὴν θεοδόξαστον μνήμην σου, αἰτοῦντες λιταῖς σου, πρὸς Χριστὸν διαφυλάττειν, τοὺς σὲ γεραίροντας.

 

 

 

 

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, τῆς εὐτολμίας κανών, ἀγάπης θείας θαυμαστὸν ἀκροθίνιον, θυσίας ὑπερκοσμίου, ὑπογραμμὸς ἀψευδής, τῆς εὐσχημοσύνης τὸ ὑπόδειγμα· τῆς πίστεως ἔρεισμα, ταπεινώσεως πρότυπον, τῶν διδασκάλων, ἀσφαλὲς καταφύγιον, καὶ τὸ στήριγμα, μαθητῶν τῶν τῆς πίστεως. Πόθῳ οὖν ἱερώτατε, Νικόδημε ἔνδοξε, ὕμνοις τιμῶμέν σε πάντες, καὶ μεγαλύνομεν πάντιμε, τὸ σὸν θεῖον ἔργον, τὸ κηδεῦσαι εὐσχημόνως, Χριστὸν τὸν Κύριον.

 

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.

Χαίροις, νυκτερινὲ μαθητά, τοῦ αἰωνίου Διδασκάλου μυστήρια, ἀξίως σὺ ἐδιδάχθης, καὶ αἰωνίου ζωῆς, τὴν ὁδὸν κατεῖδες θείῳ Πνεύματι· διὸ τὰ ἐπίκηρα, ἀπηρνήσω πανένδοξε, καὶ οὐρανίων, ἐπεπόθησας ἄῤῥητα, καὶ ἠξίωσαι, τοῦ κηδεῦσαι τὸν Κύριον· ὅθεν πιστῶν ὁ σύλλογος, εὐσχῆμον Νικόδημε, πόθῳ γεραίρει σὴν μνήμην, καὶ μεγαλύνει τὸ ἔργον σου. Χριστὸν οὖν δυσώπει, ἐλεῆσαι καὶ φωτίσαι, τοὺς ἀνυμνοῦντάς σε

 

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.  Ἦχος πλ. α'

Στίχ. Ἀναστήτω Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

 

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

 

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

 

Στίχ. Αὕτη ἡμέρα, ἣν ἐποίησεν Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

 

Δόξα. Ἦχος πλ. α'

Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς, ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι! γλυκύτατε Ἰησοῦ, ὃν πρὸ μικροῦ Ἥλιος ἐν σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλετο, καὶ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα; ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.

Καὶ νῦν. Ἦχος πλ. α'

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος β'

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἀπολυτίκιον. Νικοδήμου Μυροφόρου. Ἦχος γ’. Θείας πίστεως

Δεῦτε στέψωμεν, ἐν ἐγκωμίοις, τὸν Νικόδημον, πιστῶν προστάτην, τὸν κηδεύσαντα Χριστὸν τὸν Θεάνθρωπον, σὺν Ἰωσὴφ ἐν καινῷ αὐτοῦ μνήματι, μετὰ τιμῆς ἀρωμάτων ὡς ἔπρεπε. Ἁγιώτατε Χριστοῦ μαθητὰ θεόληπτε, περίσκεπε ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε.

Δόξα. Ἰωσὴφ τοῦ Ἀριμαθαίας. Ἦχος β'

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῶν Μυροφόρων Γυναικῶν. Ἦχος β'

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα. Ἦχος β'

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς Πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

Δόξα... Ἦχος β'

Τὸν κόλπον τὸν ἄχραντον, ἐν ὑψίστοις μὴ κενώσας ταφὴν καὶ ἀνάστασιν, ὑπὲρ πάντων κατεδέξω, Κύριε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα. Ἦχος β'

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμα κενὸν θεασάμεναι, τοῖς Ἀποστόλοις ἔλεγον· τὴν φθορὰν καθεῖλεν ὁ κραταιός, καὶ τοὺς ἐν ᾍδῃ ἥρπασε τῶν δεσμῶν, κηρύξατε παῤῥησίᾳ. Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος β'

Τὰ μύρα τῆς ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, τῶν Ἰουδαίων δειλιῶσαι τὴν αὐθάδειαν καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν· ἀλλὰ φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθὴς τῷ Θεῷ εὐηρέστησε· προσφόρως οὖν ἐκραύγαζον· Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός σου.

Καὶ νῦν... Θεοτοκίον

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾍδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

 

 

 

Ἡ Ὑπακοή

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Οἱ Ἀναβαθμοί, Ἦχος β΄

Ἀντίφωνον Α΄

Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

Δόξα... Καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β΄

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῷος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.

Δόξα... Καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ΄

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

Δόξα... Καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

 

Προκείμενον: Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με.

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Πάσχα, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α' Ἦχος α' Εἱρμός

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καὶ, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

 

Ὁ Κανὼν τῶν Μυροφόρων.

ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός Τὴν Μωσέως ᾠδήν

Ὀθονίοις εἱλήσας, Ἰωσὴφ τὸ σῶμά σου Χριστέ, ἐν μνημείῳ τῷ καινῷ, κατέθετό σε τὴν σωτηρίαν, νεκροὺς δὲ ὡς Θεὸς ἐξανέστησας.

Προλαβοῦσαι τὸν ὄρθρον, αἱ Γυναῖκες εἶδον τὸν Χριστόν, καὶ τοῖς θείοις Μαθηταῖς, ἐβόων· Ὄντως Χριστὸς ἀνέστη, δεῦτε σὺν ἡμῖν ἀνυμνεῖτε αὐτόν.

Τριαδικόν.

Παναγία Τριάς, μία Θεότης, ἄναρχε μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ θεῖον Πνεῦμα, σῷζε τὸν κόσμον. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Θεοτοκίον

Τὴν ἀρχαίαν ἀράν, ἐν γαστρί σου λύσασα σεμνή, ἀνεβλάστησας ἡμῖν, τὴν εὐλογίαν, βρέφος τεκοῦσα· οὗτος γὰρ Θεός, εἰ καὶ σάρκα φορεῖ.

 

Καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νυκτερινὸν μαθητήν, ὕμνοις εὐφημῶν. Νικ(οδήμου).

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Νικόδημον ὕμνοις ἐπιποθῶν, τιμῆσαι ἀξίως, τὸν κηδεύσαντα τὸν Χριστόν, ὁδήγησον Πνεῦμα τὴν ψυχήν μου, τὴν σκοτισθεῖσαν πταισμάτων τοῖς πλήθεσιν.

Ὑψώθης Νικόδημε θαυμαστῶς, ῥήμασι τοῦ Λόγου, ἐν ἐκείνῃ τῇ θεϊκῇ, νυκτὸς φωτισθείσῃ παραδόξως, μυσταγωγίᾳ Θεοῦ πρὸς τὸν ἄνθρωπον.

Καθάρας ψυχήν σου λόγῳ Χριστοῦ, καὶ χάριτος πλήρης, ἐπορεύθης ζήλῳ θερμῷ, κηδεῦσαι τοῦ μόνου Θεανθρώπου, τὸ πανακήρατον σῶμα Νικόδημε.

Θεοτοκίον

Τετίμησαι Μῆτερ παρὰ Χριστοῦ, ὡς τέξασα Τοῦτον, καὶ θηλάσασα μητρικῶς· ἱκέτευε ὅθεν ὑπὲρ πάντων, τῶν Σὲ τιμώντων ἁγνὴ Μητροπάρθενε.

Καταβασία

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

 

ᾨδὴ γ' Τοῦ Πάσχα.  Ὁ Εἱρμός

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

 

Τῶν Μυροφόρων. Ὁ Εἱρμός Στειρωθέντα μου τὸν νοῦν

Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ' ἡμῶν. Ἀνέστη κράζων, Ἰησοῦς ὁ λυτρωτής, ὁ ἐγείρας τὸν Ἀδάμ, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

Εὐφραινέσθω σὺν ἡμῖν, Μαθητῶν ἡ δωδεκάς, σὺν Μυροφόροις γυναιξί, καὶ Ἰωσήφ, καὶ τοῖς ἄλλοις Μαθηταῖς, καὶ Μαθητρίαις Χριστοῦ.

Τριαδικόν.

Σὺν Πατρὶ καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν μίαν φύσιν, προσκυνῶ καὶ ἀνυμνῶ, τοῖς προσώποις διαιρῶν, καὶ τῇ οὐσίᾳ ἑνῶν.

Θεοτοκίον

Μακαρία εἶ σεμνή, ἡ ἐκ ῥίζης Ἱεσσαί, ἐξ ἧς ἡ ῥάβδος, καὶ τὸ ἄνθος ὁ Χριστός, κατὰ σάρκα δι' ἡμᾶς, ἀναβλαστήσασα.

 

Τοῦ Ἁγίου. Οὐρανίας ἁψῖδος.

Εὐτολμήσας πορεύῃ σὺν Ἰωσὴφ ἔνθεε, ἀποκαθηλῶσαι ἐκ ξύλου, Σῶμα τοῦ Κτίσαντος, καὶ ἐν μνημείῳ καινῷ, σὺν τοῖς ἀρώμασι θεῖναι, Ἰησοῦν τὸν σώζοντα, ἅπαντα ἄνθρωπον.

Ῥωμαλέος τῇ γνώμῃ καὶ τῇ ψυχῇ ἔνδοξε, φόβον τῶν ἀρχόντων ἐκβάλλεις, ποθῶν τοῦ Κτίστου σου, σὺν ὀθονίοις σεπτῶς, ἐν Ἰωσὴφ τῷ μνημείῳ, Σῶμα θεῖναι ἅγιον, καὶ πανακήρατον.

Ἰησοῦν σὺ δεικνύεις Λόγον Πατρὸς ἔνδοξε, ἵνα μορφωθῇ ἐν καρδίαις, πάντων ἐν χάριτι, ὡς Λυτρωτὴς καὶ Θεός, τῶν ἐφετῶν ἡ ἀκρότης. Τοῦτον ἐκδυσώπησον, θεῖε Νικόδημε.

Θεοτοκίον

Νεανίδων τὸ κλέος καὶ μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον, Μῆτερ τοῦ Κτίστου Σου.

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

 

Κάθισμα. Τοῦ Ἁγίου. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Νικόδημον μέλψωμεν ἐν ἐγκωμίων ᾠδαῖς, καὶ λόγοις τιμήσωμεν, νυκτερινὸν μαθητήν, Χριστοῦ ἀφομοίωμα. Οὗτος γὰρ ἀνεδείχθη, εὐτολμίας ὁ στῦλος, Σῶμα ἐνταφιάσας, μετὰ τόλμης ἐνθέου, Χριστοῦ τοῦ Θεανθρώπου, ὁ θεοδόξαστος.

Δόξα. Τῶν Μυροφόρων. Ἦχος β'. Τὰ ἄνω ζητῶν

Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτήρ, Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεόν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· Ὄντως ἀνέστη ἐκ τάφου ἡ πάντων ζωή.

Δόξα... Καὶ νῦν... Ἦχος ὁ αὐτός

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν βοῶμέν σοι· Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ' Τοῦ Πάσχα.  Ὁ Εἱρμός

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

 

Τῶν Μυροφόρων. Ὁ Εἱρμός Τὴν ἐκ Παρθένου σου γέννησιν

Ὁ Μυροφόροις τό, Χαίρετε, ἀναστὰς ἐκ τοῦ τάφου, προσφωνήσας ἀγαθέ, καὶ Ἀποστόλοις, κηρύξατε τὴν Ἔγερσίν μου, λῦσόν μου τὰ δεσμά, τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

Ἰωσὴφ τὸν εὐσχήμονα, ζηλωτὴν εὐσεβείας, βουλευτὴν καὶ μαθητήν, σὺν Μυροφόροις τιμήσωμεν καὶ Ἀποστόλοις, κράζοντες σὺν αὐτοῖς, καὶ πιστῶς ἀνυμνοῦντες τοῦ Σωτῆρος τὴν Ἀνάστασιν φαιδρῶς.

Τριαδικόν.

Ὑπερουσίου Θεότητος, τὴν ἀμέριστον δόξαν, τίς ἰσχύσει ἐξειπεῖν· ἓν γὰρ τῇ φύσει ὑπάρχουσα, Τριὰς ὑμνεῖται, ἄναρχος, συμφυής, ὡς μονὰς ἐν Τριάδι ὑμνουμένη, ὑποστάσεσιν ἁπλαῖς

Θεοτοκίον

Τὸν ἐν γαστρί σου σκηνώσαντα, ἀλοχεύτως τεκοῦσα, Μητροπάρθενε ἁγνή, ἀκαταπαύστως ἱκέτευε, ὡς Θεοτόκος, λῦσαί μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις βοηθεῖν.

 

Τοῦ Ἁγίου. Εἰσακήκοα Κύριε.

Οὐχ ἡττήθης Νικόδημε, τῷ ἐκ τῆς δειλίας φόβῳ πανάριστε, ἀνυψῶν σου τὴν διάνοιαν, πρὸς τὸν παντοδύναμον Θεάνθρωπον.

Νουνεχῶς πεπολίτευσαι, θείᾳ εὐτολμίᾳ· σὺ γὰρ ἐκήδευσας, τοῦ Χριστοῦ Σῶμα Νικόδημε, καὶ τοῦ Παραδείσου ἀπολαύεις νῦν.

Μαχητὴς ἀναδέδειξαι, κατὰ τῶν ὀργάνων τοῦ πολεμήτορος, καθελὼν ταὸ πανακήρατον, ἐκ τοῦ ξύλου Σῶμα τοῦ Κυρίου σου

Θεοτοκίον

Ἀπειρόγαμε φύλαττε, ἐκ τῆς κατακρίσεως τοὺς τιμῶντάς Σε, Θεὸν Λόγον ἡ κυήσασα, τῶν πιστῶν Σωτῆρά τε καὶ Κύριον.

Καταβασία

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

 

ᾨδὴ ε' Τοῦ Πάσχα.  Ὁ Εἱρμός

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

 

Τῶν Μυροφόρων. Ὁ Εἱρμός Τὴν ἀχλὺν τῆς ψυχῆς μου

Αἱ Μυροφόροι γυναῖκες, τὸ μνῆμα καταλαβοῦσαι, τοῦ ζωώσαντος τοὺς κάτω, φωνῆς ἤκουον λεγούσης· Ἐξανέστη ὁ Χριστός.

Τῶν εὐσεβῶν Μυροφόρων, τὴν μνήμην ἐπιτελοῦντες, καὶ πάντων τῶν Μαθητῶν σου, ἐν τῇ φαιδρᾷ σου Ἐγέρσει, ἀνυμνοῦμέν σε Χριστέ.

Τὸν εὐσχήμονα πάντες, τιμήσωμεν ἐπαξίως, ὃς τὸ σῶμα τοῦ Κυρίου, ἀπὸ τοῦ ξύλου καθεῖλε, καὶ ἐκήδευσε πιστῶς.

Τριαδικόν.

Σὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσκυνῶ τρεῖς ὑποστάσεις καὶ ἓν τὰ τρία πιστεύω, οὐσιότητι μιᾷ.

Θεοτοκίον

Σὲ τὴν ἀσπόρῳ κυήσει, γεννήσασαν ὑπὲρ φύσιν, τὸν καινίσαντα τὴν φύσιν, Χριστὸν τὸν μόνον Δεσπότην, ἀνυμνοῦμεν οἱ πιστοί.

Τοῦ Ἁγίου. Φώτισον ἡμᾶς.

Θάνατος Χριστοῦ, θεοδόχον σὲ ἀνέδειξε, ἐν μαθηταῖς Νικόδημε θαυμαστέ, τὸν διδαχθέντα, ἐν νυκτὶ τὰ ἐπουράνια.

Ἥλιος Χριστός, τῷ φωτὶ Αὐτοῦ κατηύγασε, σὲ ὦ Νικόδημε σὺν τῷ Ἰωσήφ, ὁ καταυγάζων, δαψιλῶς τὴν κτίσιν ἅπασαν.

Τόλμην μαθητοῦ, Νικοδήμου κατευλόγησας, τὴν ὑπεράνθρωπον Ἄναξ οὐρανοῦ, καὶ κατεδέξω, Ἰωσὴφ οἰκῆσαι μνήματι.

Θεοτοκίον

Ἦλθεν ἐπὶ Σε, Παρακλήτου χάρις Δέσποινα, ἀναδεικνύουσά Σε πηγὴν ζωῆς· διὸ βοῶμεν, Παρθένε πιστοὺς διάσωσον.

Καταβασία

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

 

ᾨδὴ ς' Τοῦ Πάσχα.  Ὁ Εἱρμός

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

 

Τῶν Μυροφόρων. Ὁ Εἱρμός Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί

Σινδόνι σε εἱλήσας, κατέθετο Χριστέ, Ἰωσὴφ ὁ εὐσχήμων ἐν μνήματι, μυρίσας δὲ τὸν λυθέντα σου ναόν, τοῦ σώματος, προσεκύλισε, λίθον μέγαν τῇ σορῷ.

Γυναῖκες Μυροφόροι, τί σπεύδετε λοιπόν, τί δὲ τὰ μύρα τῷ ζῶντι κομίζετε; ἀνέστη καθὼς προεῖπεν ὁ Χριστός, παυσάσθω ὑμῶν τὰ δάκρυα, μετελθόντα εἰς χαράν.

Τριαδικόν.

Τριάδα ἐν μονάδι ὑμνήσωμεν πιστοί, σὺν τῷ Υἱῷ τὸν Πατέρα δοξάζοντες, καὶ Πνεῦμα τὸ ὁμοούσιον Υἱῷ, καὶ ὃν ἐν Πατρὶ συνάναρχον, καὶ ἀΐδιον Θεόν.

Θεοτοκίον

Γαστρὶ ἀγεωργήτως συνέλαβες Ἁγνή, τῆς ἀφθαρσίας τὸν βότρυν ὡς ἄμπελος, ἐξ οὗ τῆς ἀθανασίας οἱ κρουνοί, ὡς οἶνον ἡμῖν πηγάζουσι, τὴν αἰώνιον ζωήν.

 

 

Τοῦ Ἁγίου. Τὴν δέησιν.

Νικόδημε, τῆς χαρᾶς μετάδος μοι, ἧς ἐγεύσω καθελὼν θεῖον Σῶμα, ὅτι ἐχθρός, ἐν ψυχῇ μου ἐνσπείρει, θανατηφόρῳ κακίας ζιζάνια, καὶ τύψεις καὶ καταφοράς, συνειδήσεως ἔλεγχον ἄπαυστον.

Ὑμνήσωμεν, εὐλαβῆ Νικόδημον, εὐπρεπίσαντα ταφὴν τοῦ Κυρίου· ὅτι αὐτόν, κατηξίωσε Σῶμα, σὺν Ἰωσὴφ τοῦ κηδεῦσαι ὡς ἔπρεπεν· Ὃ καὶ ἐτίμησαν σεπτῶς, ἐν ἀρώμασι θείοις τε ᾄσμασιν.

Μακάριε, οὐρανὸν ἐπόθησας, μυηθεὶς θεοπρεπῶς ἐκ τοῦ Λόγου, καὶ ἐν χαρᾷ, εὐτολμίᾳ καὶ θάρσει, ἀποκαθήλωσας Σῶμα τοῦ Κτίσαντος, καὶ ἔθηκας Αὐτὸ κλεινέ, ἐν μνημείῳ καινῷ σὺν ἀρώμασιν.

Θεοτοκίον

Νενίκηκας, τοῦ Σατᾶν τὴν δύναμιν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.

Καταβασία

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

 

Κοντάκιον. Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Ἐκκλησίας τὸν φωστῆρα τὸν θεόσδοτον, ἱεροκήρυκα τῆς πίστεως ὑπέρμαχον, εὐφημήσωμεν ἐν ὕμνοις καὶ ἐγκωμίοις· ἀσεβῶν γὰρ καταλύσας ἀθεότητα, σταυρωτῶν τῶν τοῦ Χριστοῦ τὴν πλάνην ἔλυσεν. Τούτῳ κράξωμεν· Χαίροις θεῖε Νικόδημε.

Κοντάκιον. Τῶν Μυροφόρων. Ἦχος β'. Αὐτόμελον

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Ὁ Οἶκος

Ἐπὶ τὸν τάφον σου Σωτήρ, αἱ Μυροφόροι πορευόμεναι, πρὸς ἑαυτὰς διηπόρουν τῷ νοΐ, καὶ ἐφθέγγοντο. Τίς ἡμῖν τὸν λίθον ἀποκυλίσει τοῦ μνήματος; Καὶ ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται, τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦντο, συνείχοντο δὲ τρόμῳ, καὶ φεύγειν ἐνόμιζον, καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε. Μὴ φοβεῖσθε ὑμεῖς, ὃν ζητεῖτε, ἀνέστη, δεῦτε, ἴδετε τὸν τόπον, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ταχὺ πορευθεῖσαι, ἀπαγγείλατε τοῖς Μαθηταῖς· ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

 

 

 

 

 

 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, Μνήμη τῶν Ἁγίων Γυναικῶν Μυροφόρων· ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὃς ἦν μαθητὴς κεκρυμμένος· πρὸς δέ, καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου.

Χριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα,

ἐγὼ δὲ ταύταις ὕμνον, ὡς μύρον, φέρω.

Χριστοῦ κηδεύεις, ὦ Νικόδημε Σῶμα,

ὁμοῦ Ἰωσήφ, τῷ ἐξ Ἀριμαθαίας

Ταῖς τῶν ἁγίων Μυροφόρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Τοῦ Πάσχα.  Ὁ Εἱρμός

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

 

Τῶν Μυροφόρων. Ὁ Εἱρμός Τὰ Χερουβὶμ μιμούμενοι

Οἱ νεκρωθέντες φύλακες, νῦν λεγέτωσαν, ὅπως ἐκλάπη ὃν οὐκ εἶδον, οἱ ἀγνώμονες παντί. Εἰ γὰρ ἐξαναστάντα οὐκ εἶδον, οὐκ ᾔσθοντο, πῶς κλαπέντα οὕτω νοῆσαι εἶχόν ποτε: Πεισάτωσαν ὑμᾶς, κἂν ὁ λίθος οὗτος, καὶ τὰ ἐντάφια Χριστοῦ.

Τί ὡς νεκρὸν φυλάττετε; τί σφραγῖδας τῷ λίθῳ τεθήκατε; Ἑβραῖοι, φόβον φοβούμενοι κλοπῆς, ἰδοὺ ἐν ἀληθείᾳ ὁ τάφος ἐσφράγισται, πῶς οὖν ἐξανέστη, εἰ μὴ Θεός ἦν ὁ Χριστός; Πεισάτωσαν ὑμᾶς οἱ ἐξαναστάντες, καὶ ὁραθέντες τοῖς πολλοῖς.

Τριαδικόν.

Σὺν τῷ Πατρὶ δοξάζομεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, βοῶντες, ἀκαταπαύστῳ τῇ φωνῇ· Τριὰς μοναδικὴ οὐσία, ἐλέησον, σῶσον πάντας, ἡ ἐν τρισὶ προσώποις μονάς, οἰκτείρησον ἡμᾶς, ὁ δεδοξασμένος Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἐν τῇ γαστρί σου Ἄχραντε, πῶς ἐχώρησας βρέφος, ὃν τρέμουσι δυνάμεις, αἱ τῶν Ἀγγέλων ὡς Θεόν; εἰ μὴ ὡς ἠβουλήθη, ὡς οἶδεν, ἐσκήνωσε, πάντας θέλων, σῶσαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς, λύσας τὸν Ἀδὰμ τῆς ἀρᾶς ἐκείνης, τῆς διὰ βρώσεως πικρᾶς.

 

Τοῦ Ἁγίου. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὁ ἄρχων Ἰουδαίων, κατεφρόνησε δόξης, καὶ τῶν ματαίων τῆς γῆς, καὶ εἴληφεν ἀξίως, ὡς δῶρον θεῖον Σῶμα, Θεανθρώπου ᾧ ἔψαλλεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰχνηλατοῦντες ζήλῳ, Νικοδήμου πορείαν, πάντες εἰς ἄνω Σιών, εἰσέλθωμεν ἐλέει, Χριστοῦ τοῦ Θεανθρώπου, πρὸς Ὃν χαίροντες ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σεμνῶς ἀνευφημεῖ σε, καὶ τιμᾷ ὦ τρισμάκαρ, τῆς Ἐκκλησίας λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν Ὀρθοδόξων, τῶν βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἐλέησον καὶ σῶσον, ἐκ παθῶν ἀτιμίας, πιστῶν καρδίας ἁγνή, τῶν πόθῳ ἀνυμνούντων, τὸν Τόκον Σου Παρθένε, καὶ βοώντων τῷ Κτίσαντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καταβασία

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

ᾨδὴ η' Τοῦ Πάσχα.  Ὁ Εἱρμός

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Τῶν Μυροφόρων. Ὁ Εἱρμός Τὸν ἐν τῇ βάτῳ Μωσεῖ

Κράζει ὁ λίθος αὐτός, αἱ σφραγῖδες βοῶσιν, ἃς ὑμεῖς ἐπιθέντες, κατεστήσατε φρουροὺς φυλάσσοντας τὸ μνῆμα. Ὄντως ἀνέστη Χριστός, καὶ ζῇ εἰς τοὺς αἰῶνας.

Ὄντως ἀνέστη Χριστός, ἐσκυλεύθη ὁ ᾍδης, ἐνεκρώθη ὁ ὄφις, ἐλυτρώθη ὁ Ἀδάμ, ἐσώθησαν οἱ κάτω. Τί ἀπιστεῖτε λοιπόν, ἐχθροὶ καὶ παραβάται;

Τριαδικόν.

Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, δοξάζομεν βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἐν τῇ γαστρί σου Ἁγνή, τὸν ἀείζωον ἄρτον, φυραθέντα ἀφύρτως, ἐν φυράματι ἡμῶν, ἐγέννησας ἀτρέπτως, ἕνα Χριστὸν τὸν Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις.

 

Τοῦ Ἁγίου. Τὸν Βασιλέα.

Ὕμνοις ἁγίοις, τὸ τοῦ Χριστοῦ θεῖον Σῶμα, Ἰωσὴφ σὺν Νικοδήμῳ κηδεύει, καὶ Αὐτὸν γεραίρει, ἀεὶ εἰς τοὺς αἰῶνας.

Φῶς τοῦ Κυρίου, σὲ καταλάμπει ἐν δόξῃ, ἐν Σιὼν ὦ Νικόδημε θεῖε, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἡ Ἐκκλησία, ἐπαξίως τιμᾷ σε, ὡς Χριστοῦ κηδευτὴν θεοφόρε, ἀνυμνολογοῦσα, Αὐτοῦ τὴν θείαν δόξαν.

Θεοτοκίον

Μῆτερ ἁγία, κατηξιώθης χωρῆσαι, ἐν γαστρὶ τὸν ἀχώρητον Λόγον, Ὃν δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τοῦ Πάσχα.  Ὁ Εἱρμός.

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ Ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν Ζωοδότην.

Φωτίζου, φωτίζου...

Τροπάρια.

Χριστὸς τὸ καινόν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων, τὴν ἁμαρτίαν κόσμου...

Ω῍ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γὰρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ Ἅιδης ἐσκυλεύθη.

Ω῍ θείας, ὢ φίλης...

Μαγδαληνὴ Μαρία, προσέδραμε τῷ τάφῳ, καὶ τὸν Χριστὸν ἰδοῦσα, ὡς κηπουρὸν ἠρώτα.

Ω῏ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ! ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ, τῆς Βασιλείας σου.

Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε Εὐλογημένη, χαῖρε Δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.

Ω῏ Πάσχα τὸ μέγα...

 

Τῶν Μυροφόρων. Ὁ Εἱρμός Τὴν ὑπερφυῶς σαρκὶ συλλαβοῦσαν

Ὁ εὐσχήμων βουλευτής, ἀνυμνείσθω Ἰωσήφ, μετὰ τῶν Μυροφόρων, καὶ τῶν θείων Μαθητῶν, ὡς κήρυξ ὢν καὶ οὗτος, τῆς Ἐγέρσεως Χριστοῦ.

Ἰωσὴφ τὸν θαυμαστόν, εὐφημήσωμεν πιστοί, συνάμα Νικοδήμῳ, καὶ πισταῖς Μυροφόροις, ὁ Κύριος ἀνέστη, ἐκβοῶντες ἀληθῶς.

Τριαδικόν.

Ἄναρχος εἶ ὁ Πατήρ, ἄκτιστος εἶ ὁ Υἱός, σύνθρονον καὶ τὸ Πνεῦμα, ἓν τὰ τρία τῇ φύσει, καὶ τρία τοῖς προσώποις, εἷς Θεὸς ἀληθινός.

Θεοτοκίον

Εὐφραινέσθω Ἰεσσαί, χορευέτω καὶ Δαυΐδ· ἰδοὺ γὰρ ἡ Παρθένος, ἡ θεόφυτος ῥάβδος, ἐβλάστησε τὸ ἄνθος, τὸν ἀείζωον Χριστόν.

 

Τοῦ Ἁγίου. Κυρίως Θεοτόκον.

Ὡς κηδευτὴν Κυρίου, Νικόδημε θεῖε, μετ’ ἐγκωμίων καὶ ὕμνων, ὁ θεῖος λαός, πανευκλεῶς σὲ δοξάζει, ἀεὶ μακάριε.

Νενίκηκας τὸν κόσμον, καὶ πλάνου ἀπάτας, ἐπιποθῶν ἐγκαρδίως κηδεῦσαι Χριστόν, Ὃν Ἀσωμάτων χορεῖαι, ἀεί γεραίρουσιν.

Ἱκάνωσον λιταῖς σου, σεπτῶς εὐφημῆσαι, τὸν λαὸν τῆς Ἐκκλησίας, ὦ Πάτερ σεπτέ, ἐν σῇ ἐνδόξῳ εἰσόδῳ, εἰς θεῖα δώματα.

Θεοτοκίον

Κυρία Θεοτόκε, πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων, τῷ πάντων Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, ἡμᾶς ἐκ θλίψεων.

Καταβασία

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

 

 

 

 

 

 

 

 

Ἐξαποστειλάριον τοῦ Πάσχα. Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τοῦ Ἁγίου. Γυναῖκες ἀκουτίσθητε.

Νικόδημον ὑμνήσωμεν, τοῦ Ἰσραὴλ τὸ βλάστημα, τῆς Ἐκκλησίας τὸ κλέος, ἀγάπης θείας τὸν τύπον· Κύριον γὰρ ἐκήδευσε, σὺν Ἰωσὴφ εὐσχήμονι· πιστοὶ αὐτοὺς θαυμάζουσι, Χριστὸς δὲ ἀντιδοξάζει, ἐν τῇ Σιὼν αἰωνίως.

Ἕτερον. Τῆς Ἑορτῆς. Ἦχος β'. Αὐτόμελον

Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον ᾍδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια· βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη. (Δίς)

 

Αἶνοι. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος β΄

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

 

Καὶ τοῦ Ἁγίου δ’. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε εὐφημήσωμεν, τῶν μαθητῶν τὸν φωστῆρα, καὶ ἐγκωμιάσωμεν, θαυμαστὸν Νικόδημον τὸν θεόφρονα· τοῦ Χριστοῦ ἔλαβε, τὸ ἄχραντον Σῶμα, καὶ ἐν μνήματι κατέθηκεν, Αὐτὸ ἀρώμασι, σὺν τῷ Ἰωσὴφ τῷ εὐσχήμονι· καὶ γέγονεν ὑπόδειγμα, τῆς ἁγίας τόλμης ὁ ἔνθεος· ὅθεν ἐπαξίως, ἐστέφθη ὁ σεπτὸς παρὰ Χριστοῦ, καὶ πρεσβευτὴς πάντων ἔστηκε, πρὸ τοῦ θείου Βήματος. (Δίς)

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Δεῦτε οἱ φιλόθεοι, τῆς Ἰουδαίας τὸν γόνον, τοῖς λαοῖς κηρύξωμεν, ἀγαστὸν Νικόδημον τὸν θεόφρονα· ἀρετῆς πρότυπον, τῆς θυσίας τύπον, Ἰουδαίων τὸν διδάσκαλον, Χριστοῦ τοῦ Σώματος, ἐνταφιαστὴν εὐσεβέστατον· πιστῶν λαμπρὸν ὑπέρμαχον, καὶ τῆς Ἐκκλησίας τὸ κλέϊσμα. Πάντες γεγηθότες, βοήσωμεν αὐτῷ θεοπρεπῶς· χαῖρε Σιὼν ἐγκαλλώπισμα, καὶ πιστῶν ἀγλάϊσμα.

 

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.

Ὕμνοις μεγαλύνωμεν, τὸν κηδευτὴν τοῦ Κυρίου, καὶ ἐγκωμιάσωμεν, εὐλαβῶς Νικόδημον τὸν φιλόχριστον· τῶν πιστῶν καύχημα, εὐσεβῶν πρόμαχον, εὐσχημόνων τὸ ἀγλάϊσμα, θερμὸν τῆς πίστεως, εὐαγγελιστὴν ἐν τοῖς πέρασι· Σιὼν τὸ θεῖον βλάστημα, καὶ Χριστοῦ ταφῆς τὸν διάκονον. Οὗτος ἐπαξίως, εἰς δώματα εἰσῆλθεν οὐρανοῦ, καὶ σὺν Ἁγίοις ἀγάλλεται, καὶ Ἀγγέλων τάγμασιν.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.  Ἦχος πλ. α'

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

 

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

 

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

 

 

Στίχ. Αὕτη ἡμέρα, ἣν ἐποίησεν Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

 

Δόξα.  Ἐωθινὸν Β'. Ἦχος β'

Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τὴν Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γάρ φησιν, Ἰησοῦς Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α'

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Μεγάλη Δοξολογία

 

Μεγαλυνάριον.

Χαίροις ὦ Νικόδημε θαυμαστέ, Ἑβραίων ὁ γόνος, Θεανθρώπου ὁ κηδευτής· χαίροις εὐτολμίας, διδάσκαλε ἐν ἔργοις, πιστῶν τῆς Ἐκκλησίας, πρότυπον ἔνθεον.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ Θεανθρώπου μαθητὴν κεκρυμμένον, ἐν ἐγκωμίων εὐφημήσωμεν ὕμνοις, τὸν θαυμαστὸν Νικόδημον, τῆς τόλμης πυρσόν, μέγιστον ἱεροκήρυκα, τοῦ Χριστοῦ ἐν τοῖς πέρασι, πίστεως διδάσκαλον, καὶ θυσίας τὸν τύπον· ὃς καὶ δειχθεὶς τοῦ θαῤῥους ἀριστεύς, δόξῃ ἐστέφθη, ἀξίως ὁ ἔνθεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νυκτερινὸν μαθητήν, ὕμνοις εὐφημῶν. Νικ(οδήμου).

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Νικόδημον ὕμνοις ἐπιποθῶν, τιμῆσαι ἀξίως, τὸν κηδεύσαντα τὸν Χριστόν, ὁδήγησον Πνεῦμα τὴν ψυχήν μου, τὴν σκοτισθεῖσαν πταισμάτων τοῖς πλήθεσιν.

Ὑψώθης Νικόδημε θαυμαστῶς, ῥήμασι τοῦ Λόγου, ἐν ἐκείνῃ τῇ θεϊκῇ, νυκτὸς φωτισθείσῃ παραδόξως, μυσταγωγίᾳ Θεοῦ πρὸς τὸν ἄνθρωπον.

Καθάρας ψυχήν σου λόγῳ Χριστοῦ, καὶ χάριτος πλήρης, ἐπορεύθης ζήλῳ θερμῷ, κηδεῦσαι τοῦ μόνου Θεανθρώπου, τὸ πανακήρατον σῶμα Νικόδημε.

Θεοτοκίον

Τετίμησαι Μῆτερ παρὰ Χριστοῦ, ὡς τέξασα Τοῦτον, καὶ θηλάσασα μητρικῶς· ἱκέτευε ὅθεν ὑπὲρ πάντων, τῶν Σὲ τιμώντων ἁγνὴ Μητροπάρθενε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Εὐτολμήσας πορεύῃ σὺν Ἰωσὴφ ἔνθεε, ἀποκαθηλῶσαι ἐκ ξύλου, Σῶμα τοῦ Κτίσαντος, καὶ ἐν μνημείῳ καινῷ, σὺν τοῖς ἀρώμασι θεῖναι, Ἰησοῦν τὸν σώζοντα, ἅπαντα ἄνθρωπον.

Ῥωμαλέος τῇ γνώμῃ καὶ τῇ ψυχῇ ἔνδοξε, φόβον τῶν ἀρχόντων ἐκβάλλεις, ποθῶν τοῦ Κτίστου σου, σὺν ὀθονίοις σεπτῶς, ἐν Ἰωσὴφ τῷ μνημείῳ, Σῶμα θεῖναι ἅγιον, καὶ πανακήρατον.

Ἰησοῦν σὺ δεικνύεις Λόγον Πατρὸς ἔνδοξε, ἵνα μορφωθῇ ἐν καρδίαις, πάντων ἐν χάριτι, ὡς Λυτρωτὴς καὶ Θεός, τῶν ἐφετῶν ἡ ἀκρότης. Τοῦτον ἐκδυσώπησον, θεῖε Νικόδημε.

Θεοτοκίον

Νεανίδων τὸ κλέος καὶ μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον, Μῆτερ τοῦ Κτίστου Σου.

 

Περίσωζε, ἡμᾶς λιταῖς σου Νικόδημε θεοφόρε, ὅτι δειλίᾳ δι’ ἀπίστιαν ἀφρόνως πεπτώκαμεν, καὶ πλήθεσι παθῶν παναθλίων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν τὸν Θεὸν ἠγάπησας Νικόδημε, καὶ Σῶμα ἀκήρατον ἀποκαθήλωσας, ἐκ Σταυροῦ ὡς γνήσιος, μαθητὴς καὶ φίλος Αὐτοῦ· διὸ εἰς ἄνω Σιὼν εἰσελθών, πρεσβεύεις ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Οὐχ ἡττήθης Νικόδημε, τῷ ἐκ τῆς δειλίας φόβῳ πανάριστε, ἀνυψῶν σου τὴν διάνοιαν, πρὸς τὸν παντοδύναμον Θεάνθρωπον.

Νουνεχῶς πεπολίτευσαι, θείᾳ εὐτολμίᾳ· σὺ γὰρ ἐκήδευσας, τοῦ Χριστοῦ Σῶμα Νικόδημε, καὶ τοῦ Παραδείσου ἀπολαύεις νῦν.

Μαχητὴς ἀναδέδειξαι, κατὰ τῶν ὀργάνων τοῦ πολεμήτορος, καθελὼν ταὸ πανακήρατον, ἐκ τοῦ ξύλου Σῶμα τοῦ Κυρίου σου

Θεοτοκίον

Ἀπειρόγαμε φύλαττε, ἐκ τῆς κατακρίσεως τοὺς τιμῶντάς Σε, Θεὸν Λόγον ἡ κυήσασα, τῶν πιστῶν Σωτῆρά τε καὶ Κύριον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Θάνατος Χριστοῦ, θεοδόχον σὲ ἀνέδειξε, ἐν μαθηταῖς Νικόδημε θαυμαστέ, τὸν διδαχθέντα, ἐν νυκτὶ τὰ ἐπουράνια.

Ἥλιος Χριστός, τῷ φωτὶ Αὐτοῦ κατηύγασε, σὲ ὦ Νικόδημε σὺν τῷ Ἰωσήφ, ὁ καταυγάζων, δαψιλῶς τὴν κτίσιν ἅπασαν.

Τόλμην μαθητοῦ, Νικοδήμου κατευλόγησας, τὴν ὑπεράνθρωπον Ἄναξ οὐρανοῦ, καὶ κατεδέξω, Ἰωσὴφ οἰκῆσαι μνήματι.

Θεοτοκίον

Ἦλθεν ἐπὶ Σε, Παρακλήτου χάρις Δέσποινα, ἀναδεικνύουσά Σε πηγὴν ζωῆς· διὸ βοῶμεν, Παρθένε πιστοὺς διάσωσον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Νικόδημε, τῆς χαρᾶς μετάδος μοι, ἧς ἐγεύσω καθελὼν θεῖον Σῶμα, ὅτι ἐχθρός, ἐν ψυχῇ μου ἐνσπείρει, θανατηφόρῳ κακίας ζιζάνια, καὶ τύψεις καὶ καταφοράς, συνειδήσεως ἔλεγχον ἄπαυστον.

Ὑμνήσωμεν, εὐλαβῆ Νικόδημον, εὐπρεπίσαντα ταφὴν τοῦ Κυρίου· ὅτι αὐτόν, κατηξίωσε Σῶμα, σὺν Ἰωσὴφ τοῦ κηδεῦσαι ὡς ἔπρεπεν· Ὃ καὶ ἐτίμησαν σεπτῶς, ἐν ἀρώμασι θείοις τε ᾄσμασιν.

Μακάριε, οὐρανὸν ἐπόθησας, μυηθεὶς θεοπρεπῶς ἐκ τοῦ Λόγου, καὶ ἐν χαρᾷ, εὐτολμίᾳ καὶ θάρσει, ἀποκαθήλωσας Σῶμα τοῦ Κτίσαντος, καὶ ἔθηκας Αὐτὸ κλεινέ, ἐν μνημείῳ καινῷ σὺν ἀρώμασιν.

Θεοτοκίον

Νενίκηκας, τοῦ Σατᾶν τὴν δύναμιν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.

Περίσωζε, ἡμᾶς λιταῖς σου Νικόδημε θεοφόρε, ὅτι δειλίᾳ δι’ ἀπίστιαν ἀφρόνως πεπτώκαμεν, καὶ πλήθεσι παθῶν παναθλίων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Κεκρυμμένος μαθητὴς ὑπάρχων Νικόδημε, ἀνεδείχθης πάντων μαθητῶν εὐτολμότερος· ταὸν Χριστὸν γὰρ σὺν Ἰωσὴφ ἐκήδευσας τολμῶν· διὸ πρέσβευε ἐν οὐρανοῖς, πρὸς τὸν φιλάνθρωπον Θεόν, λυτρωθῆναι ἐκ πτώσεων, πάντας πιστοὺς δειλία, ἀρνήσεως ἀπιστίας, καὶ ἀθεΐας σκοτασμοῦ, συμφορῶν καὶ περιστάσεων.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. Κεφ. ΙΘ΄· 38-42

Τῷ καιρῷ ἐκείνῳ, ἠρώτησε τὸν Πιλᾶτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη· Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Δόξα: Ταῖς τοῦ Νικοδήμου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δεῦτε εὐφημήσωμεν, τῶν μαθητῶν τὸν φωστῆρα, καὶ ἐγκωμιάσωμεν, θαυμαστὸν Νικόδημον τὸν θεόφρονα. Τοῦ Χριστοῦ ἔλαβε, τὸ ἄχραντον Σῶμα, καὶ ἐν μνήματι κατέθηκεν, Αὐτὸ ἀρώμασι, σὺν τῷ Ἰωσὴφ τῷ εὐσχήμονι. Καὶ γέγονεν ὑπόδειγμα, τῆς ἁγίας τόλμης ὁ ἔνθεος· ὅθεν ἐπαξίω, ἐστέφθη ὁ σεπτὸς παρὰ Χριστοῦ, καὶ πρεσβευτὴς πάντων ἕστηκε, πρὸ τοῦ θείου Βήματος.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὁ ἄρχων Ἰουδαίων, κατεφρόνησε δόξης, καὶ τῶν ματαίων τῆς γῆς, καὶ εἴληφεν ἀξίως, ὡς δῶρον θεῖον Σῶμα, Θεανθρώπου ᾧ ἔψαλλεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰχνηλατοῦντες ζήλῳ, Νικοδήμου πορείαν, πάντες εἰς ἄνω Σιών, εἰσέλθωμεν ἐλέει, Χριστοῦ τοῦ Θεανθρώπου, πρὸς Ὃν χαίροντες ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σεμνῶς ἀνευφημεῖ σε, καὶ τιμᾷ ὦ τρισμάκαρ, τῆς Ἐκκλησίας λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν Ὀρθοδόξων, τῶν βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἐλέησον καὶ σῶσον, ἐκ παθῶν ἀτιμίας, πιστῶν καρδίας ἁγνή, τῶν πόθῳ ἀνυμνούντων, τὸν Τόκον Σου Παρθένε, καὶ βοώντων τῷ Κτίσαντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὕμνοις ἁγίοις, τὸ τοῦ Χριστοῦ θεῖον Σῶμα, Ἰωσὴφ σὺν Νικοδήμῳ κηδεύει, καὶ Αὐτὸν γεραίρει, ἀεὶ εἰς τοὺς αἰῶνας.

Φῶς τοῦ Κυρίου, σὲ καταλάμπει ἐν δόξῃ, ἐν Σιὼν ὦ Νικόδημε θεῖε, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἡ Ἐκκλησία, ἐπαξίως τιμᾷ σε, ὡς Χριστοῦ κηδευτὴν θεοφόρε, ἀνυμνολογοῦσα, Αὐτοῦ τὴν θείαν δόξαν.

Θεοτοκίον

Μῆτερ ἁγία, κατηξιώθης χωρῆσαι, ἐν γαστρὶ τὸν ἀχώρητον Λόγον, Ὃν δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὡς κηδευτὴν Κυρίου, Νικόδημε θεῖε, μετ’ ἐγκωμίων καὶ ὕμνων, ὁ θεῖος λαός, πανευκλεῶς σὲ δοξάζει, ἀεὶ μακάριε.

Νενίκηκας τὸν κόσμον, καὶ πλάνου ἀπάτας, ἐπιποθῶν ἐγκαρδίως κηδεῦσαι Χριστόν, Ὃν Ἀσωμάτων χορεῖαι, ἀεί γεραίρουσιν.

Ἱκάνωσον λιταῖς σου, σεπτῶς εὐφημῆσαι, τὸν λαὸν τῆς Ἐκκλησίας, ὦ Πάτερ σεπτέ, ἐν σῇ ἐνδόξῳ εἰσόδῳ, εἰς θεῖα δώματα.

Θεοτοκίον

Κυρία Θεοτόκε, πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων, τῷ πάντων Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, ἡμᾶς ἐκ θλίψεων.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε τὸν Νικόδημον εὐλαβῶς, τιμήσωμεν ὕμνοις, ὡς κηδεύσαντα τὸν Χριστόν, ἐν τόλμῃ καὶ θάῤῥει, σὺν Ἰωσὴφ τῷ θείῳ, τοῖς ὀθονίοις δήσας, σμύρνῃ ἀλόῃ τε.

Χαίροις ὦ Νικόδημε θαυμαστέ, Ἑβραίων ὁ γόνος, Θεανθρώπου ὁ κηδευτής· χαίροις εὐτολμίας, διδάσκαλε ἐν ἔργοις, πιστῶν τῆς Ἐκκλησίας, πρότυπον ἔνθεον.

Φύλαττε Νικόδημε τοὺς πιστούς, καὶ σκέπε ἐκ πάσης, διαβόλου ἐπιβουλής, δειλίας καὶ φόβου, παθῶν καὶ δυσσεβεία, καὶ δώρησαι εἰρήνην, καὶ φῶς τῆς χάριτος.

Τὸν σεπτῶς κηδεύσαντα τὸν Χριστόν, Νικόδημον πάντες, εὐφημήσωμεν ἐν ᾠδαῖς, τὸν τῆς εὐτολμίας, κανόνα καὶ θυσίας, ἀγάπης τε ἁγίας, σοφὸν διδάσκαλον.

Δεῦτε Νικοδήμου τὰς ἀρετάς, ἀγάπην πρὸς Λόγον, καὶ θυσίαν τὴν σταυρικήν, τόλμην ἀφοβίαν, πρὸς ἄρχοντας ἀθέους, ὑμνήσωμεν ἀξίως καὶ μιμησώμεθα.

Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, σῇ χάριτι σῷζε, ἐκ τοῦ φόβου τῶν πειρασμῶν, καὶ πάσης παγίδος, δειλίας ἀτολμίας, ὡς ἔχων παῤῥησίαν, θεῖε Νικόδημε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Ἐκκλησίας φρυκτωρός, τὸν κλεινὸν Νικόδημον ὕμνοις, καὶ ἐγκωμίων ᾠδαῖς, πάντες ἀγαλλόμενοι, ἀνευφημήσωμεν· τοῦ Χριστοῦ γὰρ ἐκήδευσε, θαῤῥῶν καὶ τολμήσας, Σῶμα τὸ ἀκήρατον, ἐν πόθῳ ζέοντι· ὅθεν, ἐν Σιὼν σαββατίζων, πίστει τοὺς προστρέχοντας σώζει, ταῖς λιταῖς αὐτοῦ ἐκ παραπτώσεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου