Κυριακή 7 Ιουνίου 2020

ΟΚΤΩΒΡΙΟΣ 16. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ ΤΟΥΡΚΟΛΕΚΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΟΚΤΩΒΡΙΟΣ ΙΣΤ΄.

ΙΩΑΝΝΗΣ ΤΟΥΡΚΟΛΕΚΑΣ ΝΕΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὸν Ἰωάννην τὸν νέον λαμπρῶς τιμήσωμεν, τὸν γόνον Τουρκολέκα, κλέος Μονεμβασίας· πίστιν γὰρ Θεανθρώπου πρὸ δυσσεβῶν, μετὰ τόλμης ἐκήρυξε· διὸ ἐτύθη ὡς πρόβατον ὑπ’ αὐτῶν, δοξασθεὶς ὡς Μάρτυς ἐνθεος.

 

Τοῦ Τουρκολέκα τὸ βλάστημα και καλλώπισμα, ὑμνήσωμεν ἐμφρόνως, ἐν ᾠδαῖς ἐγκωμίων· λόγῳ καὶ θυσίᾳ τὸν Ἰησοῦν, ὡς Θεὸν ὡμολόγησε, καὶ καθυπέμεινε πόθῳ σφαγιασμόν, μιμηθεὶς τὸν θεῖον Πρόδρομον.

 

Τοῦ Ἰωάννου τὴν μνήμην τοῦ Νεομάρτυρος, δοξάσωμεν ἐν πίστει, ἑορτάζοντες ὕμνοις· ἐσφαγιάσθη γὰρ οὗτος ὑπὲρ Χριστοῦ, καὶ ἐστέφθης ἐν χάριτι, ὡς ἀδελφὸς Πρωτοτόκων ἐν οὐρανοῖς, αἰωνίως ἀγαλλόμενος

 

Ἐν εὐφροσύνῃ ὑμνήσωμεν Παιδομάρτυρα, νεότητος προστάτην, Τουρκολέκα τὴν δόξαν, νέων ἀθλουμένων τὸν ὁδηγόν, καὶ πιστῶν ἀντιλήπτορα, ὁμολογούντων πανθαύμαστον ἀρωγόν, καὶ Μαρτύρων θεῖον πρότυπον.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε φιλομάρτυρες, ἐν ἐγκωμίων ἄνθεσι, τὸν τοῦ Κυρίου καλλίνικον παιδομάρτυρα, Ἰωάννην τὸν ἐκ Τουρκολέκα, εὐφραινόμενοι εὐφημήσωμεν. Οὗτος γὰρ τὴν τῶν Ἀγαρηνῶν ἀθέων ἄθεσμον συμβουλὴν ἀποῤῥίψας, εὐθαρσῶς τὴν ὀρθόδοξον πίστιν ὡμολόγησεν· ὁθεν γενναιοφρόνως ἐν Μονεμβασίᾳ σφαγιασθείς, τὸν Αὐτὸν ἀντιδοξάσαντα, Χριστὸν τὸν Θεάνθρωπον ἐδόξασεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε πάντες πιστοί, τὸν Μάρτυρα Κυρίου, παιδίον Ἰωάννην, τιμήσωμεν ἐνθέως, τυθέντα ὥσπερ σφάγιον.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Παῖδα τὸν θαυμαστόν, καὶ κλέος Τουρκολέκα, τὸν Ἰωάννην ὕμνοις, καὶ ἐγκωμίων λόγοις, λαμπρῶς ἀνευφημήσωμεν.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Δεῦτε προσκυνηταί, τὸ ἄνθος τῶν Μαρτύρων, παιδίον Ἰωάννην, ᾠδαῖς καὶ εὐφημίαις, ἐμφρόνως ἀνυμνήσωμεν.

 

Δόξα. Τριαδικόν

Δόξα Σοι παντουργέ, Τριὰς ὑπεραγία, ἡ Τουρκολέκα γόνον, ἐν τῇ ὁμολογίᾳ, πανθαυμαστῶς στηρίξασα.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάναγνε Μαριάμ, μεσίτρια τοῦ κόσμου, τοὺς θεῖον Ἰωάννην, τιμῶντας εὐφροσύνως, περίσκεπε καὶ φύλαττε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μέγαν Μάρτυρα, τῆς Ἀρκαδίας, εὐφημήσωμεν, τὸν Ἰωάννην, ἀνυμνοῦντες αὐτοῦ θείαν ἄθλησιν· καταβαλὼν γὰρ ἀπίστων φρυάγματα, ὁμολογίᾳ Χριστοῦ στέφος εἴληφεν· ὅθεν Κύριε, λιταῖς σοῦ ἐνδόξου Μάρτυρος, χαρίτωσον πιστοὺς τοὺς προσκυνοῦντάς σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Μάρτυρα καλλίνικον, Χριστοῦ καὶ γόνον τὸν ἔνδοξον, Τουρκολέκα ἐν ᾄσμασιν, Μαρτύρων ἀγλάϊσμα, Ἰωάννην θεῖον, τὸν τῶν Ὀρθοδόξων, στῦλον τῆς πίστεως στεῤῥόν, νεανιῶν τε φρουρὸν πανάριστον, Μυστρᾶ τὸ ἐγκαλλώπισμα, καὶ Ἐκκλησίας τὸ καύχημα, τὸν στεῤῥὸν παιδομάρτυρα, εὐφημήσωμεν ἅπαντες.

 

Μάρτυρα τῆς πίστεως, τέκνον ἡρώων καὶ καύχημα, εὐφροσύνως γεραίρομεν, λαμπρῶς ταπεινώσαντα, τὴν βουλὴν ἀθέων, εὐθαρσῶς τυθέντα, ὑπὲρ Χριστοῦ τοῦ Λυτρωτοῦ, ὡς παιδομάρτυρα γενναιόφρονα· διὸ ὡς Νεομάρτυρα, Χριστὸς ἀξίως ἐτίμησεν, Ἰωάννην τὸν ἔνθεον, οὐρανίοις ἐν δώμασιν.

 

Ὕμνοις ἐπαινέσωμεν, τὸν νεανίαν τὸν ἔνδοξον, τῶν Μαρτύρων τὸ πρότυπον, Μυστρᾶ θεῖον καύχημα, καὶ πιστῶν τὸ κλέος, τῶν Νεομαρτύρων, τὸν ἀκραιφνῆ ὑπογραμμόν, καὶ μαρτυρίας λαμπρὸν ὑπόδειγμα, νεότητος τὸ στήριγμα, καὶ Ὀρθοδόξων τὸ ἔρεισμα, τῶν πιστῶν καταφύγιον, Ἰωάννην τὸν ἔνθεον.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, οἱ τῆς Ἀρκαδίας καὶ Μονεμβασίας πιστοὶ συνελθόντες, ἐν ὕμνοις ἐνθεαστικοῖς, τὴν τοῦ Νεομάρτυρος Ἰωάννου τοῦ ἐκ Τουρκολέκα, μαρτυρικὴν τελείωσιν, πανηγυρικῶς ἑορτάζοντες βοῶμεν πρὸς αὐτόν· Χαίροις, ὁ τῶν νεανιῶν εὐκλεὴς ἐκπρόσωπος, καὶ τῆς πίστεως θαυμαστὸν ἐγκαλλώπισμα· χαίροις, τῆς Χριστοῦ ὁμολογίας ἀληθὴς ὑπογραμμός, καὶ τῶν παιδομαρτύρων ὁ ὁδηγός. Μάρτυς τοῦ Χριστοῦ, Ἰωάννη πανεύφημε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Φαιδρὰν πανήγυριν, καὶ ἑορτὴν πνευματικήν, ἐπὶ τῇ μνήμῃ τοῦ Νεομάρτυρος Ἰωάννου, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, εὐφροσύνως ἐπιτελεῖ σήμερον. Οὗτος γὰρ ἐκ τῆς κώμης Τουρκολέκα ὁρμώμενος, ἐν τῷ Μυστρᾷ, διὰ τὴν τοῦ Χριστοῦ πίστιν καὶ ὁμολογίαν, τὴν τιμίαν αὐτοῦ κεφαλὴν ἀνηλεῶς ὑπὸ τῶν Ἀγαρηνῶν ἀπετμήθη· ὅθεν στεφηφορῶν, ἐν τοῖς οὐρανίοις δώμασι κατέπαυσεν, ἐν σαββατισμῷ παναληθεῖ, αἰωνίως τοῖς Πρωτοτόκοις Μάρτυσιν συναγαλλόμενος.

 

Ἦχος β΄.

Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς εὐφρανθρῶμεν, ὑπὸ τοῦ νεανίου Μάρτυρος Ἰωάννου κεκλημένοι, ἐν τῇ πανηγυρικῇ ἐπετείῳ τῆς μνήμης αὐτοῦ. Οὗτος γὰρ τοὺς ἀπίστους Ἀγαρηνοὺς οὐ πτήξας, οὐδὲ τὴν νεότητα λογισάμενος, ἀλλὰ τὸν Χριστὸν ἐν παῤῥησίᾳ ὁμολογήσας, ἐν Μυστρᾷ ὡς σφάγιον ὑπὲρ Χριστοῦ ἐτύθη. Αὐτοῦ πρεσβείαις, ἐν ταῇ πίστει ἀκλινεῖς ἡμᾶς Κύριε φὐλαττε, ὡς Θεὸς πολυέλεος.

 

Ἦχος γ΄.

Ἀγαλλιῶντες ἐν πνεύματι ἀδελφοί, δεῦτε σεπτῶς τὴν τοῦ παιδομάρτυρος Ἰωάννου μνήμην τιμήσωμεν. Οὗτος γὰρ διὰ θαυμαστῆς ὁμολογίας καὶ μαρτυρίου θεοτιμήτου, πρότυπον χριστιανοῦ νεανίου τοῖς πιστοῖς ἀνεδείχθη. Αὐτοῦ τὴν μανικὴν ἀγάπην, τὴν ζῶσαν πίστιν, καὶ τὴν θεόφιλον ὁμολογίαν μιμησώμεθα, ἵνα σὺν αὐτῷ τῆς οὐρανίου Βασιλείας καταξιωθῶμεν.

 

Ἦχος δ΄.

Αἱ τῆς Ἀρκαδίας καὶ τῆς Μονεμβασίας Ἐκκλησίαι, συναγάλλονται σήμερον τῇ ἐπουρανίῳ, ἐπὶ τῇ τοῦ Νεομάρτυρος Ἰωάννου μνήμη· ἡ τῆς Ἀρκαδίας μέν, ὡς ἐξ αὐτῆς τεχθέντος· ἡ τῆς Μονεμβασίας δε, ὡς ἐν ταύτῃ μαρτυρήσαντος· καὶ ἡ ἐπουράνιος τῶν Πρωτοτόκων Ἐκκλησία, ὡς ἔχουσα ἐν τῷ Παραδείσῳ αὐτῆς τὸ εὐωδέστατον τῶν Νεομαρτύρων ἄνθος· ὅθεν καὶ ἡμεῖς συνευφρανθῶμεν, τοιοῦτον πρότυπον πίστεως, ὁμολογίας καὶ θυσίας κεκτημένοι, ἅμα δὲ προστάτην καὶ πρεσβευτὴν ἀκοίμητον, πρὸς τὸν Σωτῆρα Κύριον.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε τῶν Νεομαρτύρων ἐγκωμιασταί, νοερῶς εἰς Μυστρᾶν μεταβῶμεν καὶ κατίδωμεν θαῦμα μέγα καὶ ἐξαίσιον. Ὁ ἐκ τῆς κώμης Τουρκολέκα νεανίας Ἰωάννης, μετὰ παῤῥησίας τὸν Χριστὸν ὁμολογήσας, τὴν κεφαλὴν ἀπετμήθη, διὰ δὲ τοῦ ἁγνοτάτου αὐτοῦ αἵματος, ἐπὶ τῆς γῆς ὁ τοῦ τιμίου Σταυροῦ τύπος θαυμαστῶς ἐσχηματίσθη· ὅθεν καὶ ἡμεῖς ἐν πνευματικῇ ἀνατάσει, τὰς αὐτοῦ πρεσβείαις, πρὸς τὸν φιλάνθρωπον Θεὸν αἰτησώμεθα, ὅπως καὶ ἐξ ἡμῶν ἄξιοι τοῦ Κυρίου μαθηταὶ ἀναδειχθῶσιν, καὶ τοῦ παναγίου Αὐτοῦ Ὀνόματος ὁμολογηταὶ θεόφιλοι.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, τοῦ Τουρκολέκα βλαστός, Μονεμβασίας θεοδώρητον κόσμημα, Μαρτύρων Χριστοῦ ἡ δόξα, τῆς παῤῥησίας κανών, τῶν Νεομαρτύρων ἐγκαλλώπισμα· νεότητος καύχημα, τοῦ Μυστρᾶ μέγα κλέϊσμα, ὁμολογούντων, θαυμαστὸν ἀκροθίνιον, καὶ πανάριστον, τῆς θυσίας ἀγλάϊσμα. Πίστει τὴν θείαν μνήμην σου, τιμῶντες ἐν ᾄσμασιν, ὦ Ἰωάννη Κυρίου, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, σῶν γεννητόρων τιμή, τοῦ Τουρκολέκα ὁ καρπὸς ὁ πανεύγευστος, τῆς χάριτος τὸ δοχεῖον, Νεομαρτύρων φωστήρ, καὶ τῶν Ὀρθοδόξων στῦλος πίστεως· τῆς πλάνης κατίσχυσις, ἀσεβεία κατάπτωσις, τῆς ἀνομίας, ἀρνητὴς θεοδόξαστος, καὶ ἀρνήσεως, τοῦ Χριστοῦ ὁ πολέμιος. Πίστει τὸ σὸν μαρτύριον, τιμῶντες ἐν ᾄσμασιν, ὦ Ἰωάννη τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, κόσμος Μαρτύρων Χριστοῦ, ἁγνῆς νεότητος ἡ στήλη ἡ ἕμψυχος, τῆς πίστεως ὁ κοσμήτωρ, τῆς εὐλαβείας κανών, καὶ τῆς παῤῥησίας τὸ ἀγλάϊσμα· θυσίας τὸ ἄγαλμα, τῶν Μαρτύρων ὑπόδειγμα, ἀγάπῃ θείᾳ, σὴν ψυχὴν κατεκόσμησας, καὶ οὐράνιον, πολιτείαν ἠγάπησας. Πίστει ὁμολογίαν σου, κηρύττοντες ἅπασιν, ὦ Ἰωάννη τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄

Σήμερον, ἡ τὸν Χριστὸν ἀγαπῶσα νεότης, Ἰωάννην τὸν νεανίαν Νεομάρτυρα, τὸν τῇ θεοδωρήτῳ πίστει, ὑπερκάλλῳ ἁγνότητι, εὐλαβείᾳ ἁγιοπατερικῇ, ἀξιοθαυμάστῳ ὁμολογίᾳ καὶ θεαρέστῳ θυσίᾳ κεκοσμημένον, εὐφήμοις ᾠδαῖς ἑορτίως ἐγκωμιάζει λέγουσα· χαίροις, γνήσιε φίλε τοῦ Χριστοῦ, καὶ τῶν δυσσεβῶν Ἀγαρηνῶν πολέμιε· χαίροις, τῆς ἀρετῆς ἐραστά, καὶ τῶν Νεομαρτύρων μιμητά· ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, Αὐτὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τοῦ διαφυλαχθῆναι ἡμᾶς, ἐκ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μέγαν Μάρτυρα, τῆς Ἀρκαδίας, εὐφημήσωμεν, τὸν Ἰωάννην, ἀνυμνοῦντες αὐτοῦ θείαν ἄθλησιν· καταβαλὼν γὰρ ἀπίστων φρυάγματα, ὁμολογίᾳ Χριστοῦ στέφος εἴληφεν· ὅθεν Κύριε, λιταῖς σοῦ ἐνδόξου Μάρτυρος, χαρίτωσον πιστοὺς τοὺς προσκυνοῦντάς σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Ἀρκαδίας τὸν γόνον, Μυστρᾶ τὸ κόσμημα, καὶ Τουρκολέκα τῆς κώμης θεοφιλῆ ἀσκητήν, Ἰωάννην ἀδελφοὶ ἀνευφημήσωμεν· ὅτι ἐτύθη ὡς ἀμνός, ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς, νικήσας τοὺς ἀλλοθρήσκους, συναγείρων τοὺς Ὀρθοδόξους, τοῦ ἀνυμνεῖν τὸν ἐν Τριάδι Θεόν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ· χαῖρε, ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὸν νέον ἀθλητήν, τὸν κλεινὸν Ἰωάννην, ὑμνήσωμεν σεπτῶς, ἐν ᾠδαῖς ἐγκωμίων· Χριστὸν γὰρ ἠγάπησεν, ὡς Θεὸν πολυεύσπλαγχνον, καὶ ὑπέμεινε, τοῦ μαρτυρίου τὸ πάθος· ὅθεν ἔλαβε, παρὰ τοῦ μόνου Δεσπότου, τὸ στέφος τὸ ἄφθιτον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἀληθῶς, τῶν ὑποδούλων ἡ ψυχή, κατιδοῦσα ἐν χαρᾷ, τοῦ Νεομάρτυρος Χριστοῦ, ὁμολογίαν θυσίαν καὶ παῤῥησίαν· πίστιν ἀληθῆ, καὶ εὐλάβειαν, σχῆμα τοῦ Σταυροῦ, ἐκ τοῦ αἵματος· καὶ μαρτυροῦσα πᾶσιν ἀνεκήρυττε, τὸ μεγαλεῖον τῆς πίστεως, τοῦ Ἰωάννου, Μάρτυρος νέου, ἐκ Θεοῦ δοξασθέντος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχήν, ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι· καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Δεῦτε ὁ τῶν φιλομαρτύρων χορός, ἐπὶ τῇ ἐν οὐρανοῖς γεννήσει, τοῦ Νεομάρτυρος Ἰωάννου, ἱεροπρεπῶς πανηγυρίσωμεν. Σήμερον, ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία, ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει τοῦ ἐκ Τουρκολέκα παιδομάρτυρος τιμᾷ τὰ γενέθλια. Σήμερον, ἡ ἐν οὐρανοῖς θριαμβεύουσα Ἐκκλησία, σὺν τῷ ἐνδόξῳ Μάρτυρι Ἰωάννῃ, γηθοσύνως τὸν Τρισυπόστατον Θεὸν προσκυνοῦσα, σὺν τοῖς Ἀγγέλοις ἀνυμνεῖ. Δεῦτε οὖν καὶ ἡμεῖς, σὺν πάσῃ τῇ τοῦ Χριστοῦ ποίμνῃ βοήσωμεν· Κύριε, πρεσβείαις τοῦ Μάρτυρός Σου, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

Ὁ Κανὼν τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Μέλπω, Ἰωάννου Τουρκολέκα, σφαγήν. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Μαρτύρων ὑμνῆσαι ἐπιποθῶν, νέον στεφανίτην, ἱκετεύω Σε παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχὴν καὶ διάνοιαν.

Ἐδέχθης τὴν χάριν παρὰ Χριστοῦ, κλεινὲ Ἰωάννη, μαρτυρῆσαι διὰ σφαγῆς, καὶ αἷμα τὸ σὸν ἐπισφραγίσαι, διὰ Σταυροῦ τὴν σὴν δόξαν καὶ εὔκλειαν.

Λατρεύων ἐκ πόθου τῷ Ἰησοῦ, ὡς Καλῷ Ποιμένι, ἠκολούθεις ἀπὸ παιδός· διό σοι ἐδόθη Ἰωάννη, τοῦ μαρτυρίου τὸ στέφος τὸ ἄφθαρτον

Θεοτοκίον.

Παράσχου μοι Μῆτερ τοῦ Ἰησοῦ, βίον τῆς ἁγνείας, καὶ εἰρήνην τοῦ Σοῦ Υἱοῦ, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὦ παιδίον Κυρίου πρὸς τὸν Χριστὸν πρέσβευε, ὑπὲρ Ἐκκλησίας καὶ πάντων, τῶν ἀνυμνούντων σε, ἵνα ἐν πίστει ὀρθῇ, τὸν τῆς ζωῆς ἡμῶν χρόνον, ἐξαγοραζόμενοι, λάβωμεν ἔλεος.

Ἰησοῦν ἀγαπήσας καὶ Ἀθλητῶν εὔκλειαν, χάριν τῶν Μαρτύρων λαμβάνεις, καὶ στέφος ἄφθαρτον, καὶ Παραδείσου τρυφήν, καὶ Ἀθλητῶν θείαν δόξαν, καὶ ζωῆς ἀπόλαυσιν, ὦ μάκαρ κρείττονος.

Ὦ πανένδοξε Μάρτυς ταῖς σαῖς λιταῖς στήριξον, μέλη Ἐκκλησίας ἐν πίστει, καὶ ἀγωνίσμασι, καὶ ἐν ἀγάπῃ Χριστοῦ, καὶ προσφορᾷ καὶ θυσίᾳ, καὶ ζωῇ τῆς χάριτος, καὶ ἁγιότητος.

Θεοτοκίον.

Ἀνυμνεῖν Θεοτόκε ἀντιβολῶ δώρησαι, χάριν ὑμνολόγων ἀξίως, τὰ μεγαλεῖά Σου, καὶ τοῦ Υἱοῦ Σου ἁγνή, οἰκονομίαν τελείαν, εἰς ταὸ σώζειν ἅπαντας, ἐκ τοῦ ἀλάστορος.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐν ὕμνοις τιμήσωμεν τὸν Ἰωάννην σεπτῶς, νεότητος κλέϊσμα, καὶ Τουρκολέκα καρπόν, Μυστρᾶ δὲ τὸ κόσμημα· οὗτος γὰρ δυσσεβούντων, ἐκφυγὼν τὰς ἐνέδρας, Λόγον καθωμολόγει, ὡς Θεὸν καὶ Σωτῆρα· λιταῖς Αὐτοῦ Θεάνθρωπε, σῶσον τὸν κόσμον σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ Τόκῳ Σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ· στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.

 

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Νεανίαν ἠξίωσε, χάρις ἡ τοῦ Πνεύματος τῆς ἀθλήσεως, Ἰωάννην τὸν πανένδοξον, καὶ τῆς Παραδείσου ἐνοικήσεως.

Νουνεχῶς τὸν Θεάνθρωπον, θεῖος Ἰωάννης καθωμολόγησε, καὶ ἐτύθη ὑπὲρ σφάγιον, ἐν Μονεμβασίᾳ ὁ θεόφιλος.

Οὐρανίων ἀπέλαβε, ἀγαθῶν καὶ δόξης καὶ ἀναπαύσεως, Ἰωάννης ὁ πανεύφημος, οὗ τὴν πίστιν πάντες μιμησώμεθα.

Θεοτοκίον.

Ὕμνοις θείοις δοξάζομεν, τὸ ἐν Σοὶ μυστήριον παντευλόγητε· καὶ αἰτούμεθα πανάχραντε, τὴν Σὴν μεσιτείαν καὶ τὴν χάριν Σου.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς,

Τύραννον ἐχθρόν, Ἰωάννη κατενίκησας· περιπολεύων δὲ τοὺς οὐρανούς, Χριστὸν δυσώπει, τοῦ σῶσαι ἡμᾶς ἐκ θλίψεων

Ὄνομα Χριστοῦ, Ἰωάννη ὡμολόγησας, ἀξιωθεὶς πρεσβεύειν ὑπὲρ ἡμῶν, ὅπως ῥυσθῶμεν, παγίδων τοῦ πολεμήτορος.

Ὕψωσας τὸν νοῦν, πρὸς Χριστὸν τὸν μόνον Κύριον, καὶ πρὸς Σιὼν τὴν ἄνω Μάρτυς κλεινέ, ἥ σε ἐδέξω, ὡς σφάγιον ἱερώτατον.

Θεοτοκίον.

Ῥῦσαι τοὺς πιστούς, ἐκ πταισμάτων Κόρη ἄχραντε, ταῖς μητρικαῖς πρεσβείαις Σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν ζωήν, ἡμᾶς καθοδήγησον.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

Κραταίωσον, τῆς ψυχῆς μου φρόνημα, Ἰωάννη Νεομάρτυς λιταῖς σου· ἵνα Χριστόν, ὡς Θεὸν καὶ Δεσπότην, τοῖς ἁγνοοῦσι κηρύττω ἐν χάριτι, τηρῶν τὰς θείας ἐντολάς, μετά φόβου καὶ ζήλου ἐν βίῳ μου

Ὁδήγησον, τὴν ψυχήν μου ἔνδοξε, πρὸς Χριστὸν τὸν Ζωοδότην καὶ Κτίστην· ὅτι πιστῶς, Ἰωάννη σοὶ κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς λιταῖς διαφύλαξον.

Λατρεύσωμεν, τῷ Κυρίῳ ἅπαντες, ὡς ὁ Μάρτυς τῇ Αὐτοῦ ἐνισχύσει· καὶ τὸν αὐτοῦ, μιμησώμεθα βίον, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, ἵνα δόξης Θεοῦ ἀπολαύσωμεν.

Θεοτοκίον.

Ἐβάστασας, τὸν Χριστὸν ἀγκάλαις Σου, Θεοτόκε Ἐκκλησίας ἡ δόξα, τῶν εὐσεβῶν, προστασία καὶ σκέπη, καὶ ἀσθενούντων ἀντίληψις ἕτοιμος· ἱκέτευε τὸν Σὸν Υἱόν, ἐκ παθῶν τοὺς Σοὺς δούλους λυτρώσασθαι.

 

Κοντάκιον. Ἦχος δ΄. Τῇ ὑπερμάχῳ

Τοῦ Τουρκολέκα φρυκτωρὸν καὶ ἀντιλήπτορα, καὶ Ἀρκαδίας τὸν προστάτην τὸν θεόσδοτον, εὐφημήσωμεν ἐν ὕμνοις καὶ ἐγκωμίων· τὸν Χριστὸν γὰρ μετὰ θαῤῥους ὡμολόγησε, καὶ σφαγῇ αὐτοῦ λαὸν πιστὸν ἐστήριξε· ὅθεν ἔλαβε, δόξαν θείαν καὶ ἄφθιτον.

Ὁ Οἶκος.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ἀγαλλιάσει συνελθοῦσα, τὴν ἐκ τοῦ Τουρκολέκα νεανίου καὶ Νεομάρτυρος Ἰωάννου πανένδοξον μνήμην θεοφιλῶς ἐπιτελεῖ σήμερον. Οὗτος γάρ, μετὰ τοῦ πατρὸς αὐτοῦ ἐν Μονεμβασίᾳ συλληφθείς, ὑπὸ τῶν ἀθέων Ὀθωμανῶν, καὶ μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ σφαγὴν κληθείς, ὅπως τὸν Θεάνθρωπον Χριστὸν ἀρνηθῇ, καίτοι μειράκιον, μετὰ παῤῥησίας καὶ θαῤῥους, τὸ τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ σημεῖον ποιήσας, τὴν πρὸς τὸν Σωτῆρα Κύριον ἀγάπην, πίστιν καὶ ἀπόλυτον αὐτοῦ ἐμμονὴν ὡμολόγησεν. Οὕτω πρὸ τοῦ Ναοῦ τοῦ Ἑλκομένου ἐσφαγιάσθη, τὸ δὲ πάναγνον αὐτοῦ αἷμα ἐπὶ τῆς γῆς τὸν τύπον τοῦ τιμίου Σταυροῦ διέγραψε, καὶ διὰ τοῦ σημείου αὐτοῦ κατεδείχθη, ὅτι ἐν οὐρανοῖς ὁ Νεομάρτυς Ἰωάννης ἐλαβε δόξαν θείαν καὶ ἄφθιτον.

 

Συναξάριον.

Τῇ ΙΣΤ΄  τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐκ Τουρκολέκα τῆς Ἀρκαδίας, ἐν Μονεμβασίᾳ, ἐν ἔτει 1816ῳ, ξίφει τελειοῦται.

Ἔοικε Ἰωάννης, αὐχένα κλίνων,

λέγειν, Κοπείτω, Χριστὸν οὐκ ἀρνοῦμαι.

Ἕκτῃ καὶ δεκάτῃ Ἰωάννην τάμε χαλκός.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου.

Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν,
Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν σὺν τῷ Ἁγίῳ Λογγίνῳ ἀναιρεθέντων δύω Στρατιωτῶν.

Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει,
Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Λεόντιος, Δομέτιος, Τερέντιος καὶ Δομνίνος, πυρὶ τελειοῦνται

Τρεῖς Λεόντιε, τοὺς συναθλοῦντας ἔχων,
Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαλοῦ

Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν,
πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Γάλλου (Gall)

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δομετίου, κτίτορος,  τῆς Μονῆς Ἁγίας Τριάδος Μετεώρων.

Τῇ Πανδομήτορι συνῇς Τριάδι,Πάτερ,

ᾟ Μονὴν ἀνέθηκας ἐν Μετεώροις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λογγίνου τοῦ φύλακος τῆς θύρας τοῦ Ῥώσσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰακώβου Νετσέτωφ, ἱεραποστόλου Ἀλάσκας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Καθαροὶ θεῖοι Νόες σὲ ἐδέξαντο Μάρτυς καὶ τῶν Ἁγίων χοροί· μεθ’ ὧν συνεορτάζει, ὑμνῶν τὸν ἐν Τριάδι, Ὁμοούσιον Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀληθῶς Ἰωάννη Θεανθρώπου τὴν πίστιν ὁμολογεῖς εὐθαρσῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοᾶν πρὸς τὸν Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σθεναρῶς Ἰωάννη ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἀγείρεις Ἐκκλησίαν, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Φωτισμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ Σὸς Υἱὸς καὶ Θεός, πρεσβείαις Σου ἀπαύστοις, πρὸς Ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Ἁγίων τάξεις, τὸν Ἰωάννην τιμῶσιν, σὺν αὐταῖς καθορῶντες ἐνδόξως, καὶ Χριστὸν ὑμνοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Γεραίρει πᾶσα, ἡ Ἐκκλησία τὸν παῖδα, μιμηθέντα Μαρτύρων τὰ πάθη, καὶ δοξάζει Λόγον, εἰς πάντας τοὺς αἰῶνας.

Ἡγιασμένον, τὸν Ἰωάννην ἐδέχθη, ὁ Χριστὸς ἐν παστάδι ἁγίᾳ, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ναὸς Κυρίου, παναληθὴς ἀνεδείχθης, Θεοτόκε ὡς τέξασα Λόγον, Ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Νενίκηκας τὸν πλάνον, τῇ ὁμολογίᾳ, καὶ τῇ θυσίᾳ σου Μάρτυς, δοξάζων Θεόν· διὸ ἐστέφθης ἀξίως, ἐν θείοις δώμασιν.

Ἰσχύϊ τοῦ Κυρίου, Μάρτυς Ἰωάννη, Ὀθωμανοὺς ἐταπείνους, τυθεὶς ἐν χαρᾷ, κατακυρῶν ἐν σημείῳ, Χριστοῦ ἀλήθειαν.

Κηρύττομεν ἐμφρόνως, Μάρτυρος Κυρίου, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως, αὐτοῦ τελείωσιν.

Θεοτοκίον.

Ὁμοῦ σὺν τῷ Υἱῷ Σου, ἁγνή Σε τιμῶμεν, τῷ γεννηθέντι ἀφράστως ἐκ Σοῦ ἀληθῶς, πρὸς σωτηρίαν τοῦ κόσμου, καὶ ἀπολύτρωσιν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν Μάρτυρα τιμήσωμεν, ἐν ὕμνοις ὦ φιλέορτοι, τὸν Ἰωάννην τὸν νέον, τοῦ Τουρκολέκα τὸν γόνον. Οὗτος γὰρ τὴν δυσσέβειαν, Ἀγαρηνῶν κατήσχυνε, καὶ τὸν Χριστὸν ἐκήρυξε, Θεὸν καὶ μόνον Δεσπότην, καὶ Λυτρωτὴν τῶν ἀνθρώπων.

Θεοτοκίον.

Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασα τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

 

Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Μάρτυρα τῆς πίστεως, τὸν Ἰωάννην τιμῶμεν, ἐν ψαλμοῖς καὶ ᾄσμασι, τῶν Ἀρκάδων σύλλογος ὁ φιλόθεος· τῷ Χριστῷ ἔθυσεν, ἐν Μυστρᾷ ἐμφρόνως, τὴν ζωὴν εἰ καὶ μειράκιον, καὶ πάντας ἤγειρε, πρὸς δοξολογίαν τοῦ Κτίσαντος· διὸ καὶ εἰσελήλυθεν, εἰς σκηνὰς Μαρτύρων ὁ ἔνθεος· ἔνθα ἱκετεύει, τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν αὐτοῦ ἄθλησιν, πόθῳ ἑορτάζοντας. (Δίς)

 

Νέων ἐγκαλλώπισμα, τοῦ Τουρκολέκα τὸν γόνον, Ἀρκαδίας καύχημα, ἐν ᾠδαῖς ὑμνήσωμεν καὶ δοξάσωμεν· ἐν χαρᾷ ἤθλησεν, ὑπὲρ τοῦ Κυρίου, κεφαλὴν τμηθεὶς ὁ ἔνδοξος, ὡς θεῖον σφάγιον, ὥσπερ Ἰωάννης ὁ Πρόδρομος· διὸ καὶ ὁ Θεάνθρωπος, νέον Ἰωάννην κατέστεψεν· ἵνα αἰωνίως, συγχαίρῃ τοῖς Ἁγίοις τοῦ Θεοῦ, ἐν οὐρανίοις σκηνώμασιν, ὡς Μάρτυς καλλίνικος.

 

Μάρτυρα θεόφρονα, γόνον λαμπρὸν Τουρκολέκα, καὶ Μυστρᾷ τὸ κλέϊσμα, ἐγκωμίων ἄνθεσι μεγαλύνωμεν· τὸν Χριστὸν φέρων γάρ, σταθερῶς ἐν στέρνοις, θείαν πίστιν τὴν ἀκήρατον, λαμπρῶς ἐτράνωσε, καὶ μαρτυρικῶς κατεκύρωσε· διὸ καὶ εἰσελήλυθεν, εἰς τὰ ἐπουράνια δώματα, κλεινὸς Ἰωάννης, τῷ θρόνῳ δὲ παρίσταται Θεοῦ, ἀδιαλείπτως δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν τοῦ Χριστοῦ καλλίνικον Μάρτυρα Ἰωάννην, δεῦτε φιλάγιοι ἀδελφοί, ἐν ᾠδαῖς καὶ ὕμνοις, ἐγκωμιάσωμεν λέγοντες· Χαίροις, ὁ τὸν Θεάνθρωπον ὁλοψύχως ἀγαπήσας, καὶ ὑπὲρ Αὐτοῦ τὴν κεφαλὴν ἀποτμηθείς· χαίροις, ὁ τὴν Χριστοῦ σωτήριον πίστιν, ἐν παῤῥησίᾳ ὁμολογήσας, καὶ διὰ τοῦ αἵματός σου, ἐν δυσχειμέροις χρόνοις, ταύτην στηρίξας· χαίροις, τῆς νεότητος τὸ ἐντρύφημα, καὶ τῶν ἀθέων καὶ δυσσεβῶν τὸ ἥττημα. Πρέσβευε δεόμεθα, Νεομάρτυς Ἰωάννη, ὑπὲρ τῶν τιμώντων τὴν πανσέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Δεῦτε Νεομάρτυρα τοῦ Χριστοῦ, νεότητος κλέος, μαρτυρήσαντα ἐν Μυστρᾷ, τιμήσωμεν ὕμνοις, τὸν νέον Ἰωάννην, κηρύττοντες ἐμφρόνως, αὐτοῦ τὴν ἄθλησιν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ Ἰωάννου θαυμαστοῦ νεανίου, ἐν ἐγκωμίων καταστέψωμεν ὕμνοις, ὁμολογίαν ἄθλησιν ὑπὲρ τοῦ Χριστοῦ· οὗτος γὰρ λαμπρῶς ἐνίκησεν, ἀσεβῶν τὴν δυσσέβειαν, πᾶσαν ἀπειλὴν αὐτῶν, καὶ σφαγὴν τὴν φρικώδη. Σοῦ Μάρτυρος λιταῖς ὦ Λυτρωτά, σῶσον τοὺς πίστει, αὐτὸν μεγαλύνοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Μέλπω, Ἰωάννου Τουρκολέκα, σφαγήν. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Μαρτύρων ὑμνῆσαι ἐπιποθῶν, νέον στεφανίτην, ἱκετεύω Σε παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχὴν καὶ διάνοιαν.

Ἐδέχθης τὴν χάριν παρὰ Χριστοῦ, κλεινὲ Ἰωάννη, μαρτυρῆσαι διὰ σφαγῆς, καὶ αἷμα τὸ σὸν ἐπισφραγίσαι, διὰ Σταυροῦ τὴν σὴν δόξαν καὶ εὔκλειαν.

Λατρεύων ἐκ πόθου τῷ Ἰησοῦ, ὡς Καλῷ Ποιμένι, ἠκολούθεις ἀπὸ παιδός· διό σοι ἐδόθη Ἰωάννη, τοῦ μαρτυρίου τὸ στέφος τὸ ἄφθαρτον

Θεοτοκίον.

Παράσχου μοι Μῆτερ τοῦ Ἰησοῦ, βίον τῆς ἁγνείας, καὶ εἰρήνην τοῦ Σοῦ Υἱοῦ, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὦ παιδίον Κυρίου πρὸς τὸν Χριστὸν πρέσβευε, ὑπὲρ Ἐκκλησίας καὶ πάντων, τῶν ἀνυμνούντων σε, ἵνα ἐν πίστει ὀρθῇ, τὸν τῆς ζωῆς ἡμῶν χρόνον, ἐξαγοραζόμενοι, λάβωμεν ἔλεος.

Ἰησοῦν ἀγαπήσας καὶ Ἀθλητῶν εὔκλειαν, χάριν τῶν Μαρτύρων λαμβάνεις, καὶ στέφος ἄφθαρτον, καὶ Παραδείσου τρυφήν, καὶ Ἀθλητῶν θείαν δόξαν, καὶ ζωῆς ἀπόλαυσιν, ὦ μάκαρ κρείττονος.

Ὦ πανένδοξε Μάρτυς ταῖς σαῖς λιταῖς στήριξον, μέλη Ἐκκλησίας ἐν πίστει, καὶ ἀγωνίσμασι, καὶ ἐν ἀγάπῃ Χριστοῦ, καὶ προσφορᾷ καὶ θυσίᾳ, καὶ ζωῇ τῆς χάριτος, καὶ ἁγιότητος.

Θεοτοκίον.

Ἀνυμνεῖν Θεοτόκε ἀντιβολῶ δώρησαι, χάριν ὑμνολόγων ἀξίως, τὰ μεγαλεῖά Σου, καὶ τοῦ Υἱοῦ Σου ἁγνή, οἰκονομίαν τελείαν, εἰς ταὸ σώζειν ἅπαντας, ἐκ τοῦ ἀλάστορος.

Στερέωσον, ἐν τοῖς ἀγῶσι νεότητα Ἰωάννη· ὅτι πέλεις πρὸς τὸν Χριστὸν ἱκέτην ἀκοίμητος, ὡς ἔχων τοῦ Μάρτυρος παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ζωὴν ἀληθῆ, ποθῶν τὴν ἐπουράνιον, προσκαίρου ζωῆς, ἐνθέως κατεφρόνησας, Νεομάρτυς ἔνδοξε, Ἰωάννη ἄνθος τῆς χάριτος· καθορῶν Χριστὸν τὸν Θεόν, δυσώπει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν,

 

 

 

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Νεανίαν ἠξίωσε, χάρις ἡ τοῦ Πνεύματος τῆς ἀθλήσεως, Ἰωάννην τὸν πανένδοξον, καὶ τῆς Παραδείσου ἐνοικήσεως.

Νουνεχῶς τὸν Θεάνθρωπον, θεῖος Ἰωάννης καθωμολόγησε, καὶ ἐτύθη ὑπὲρ σφάγιον, ἐν Μονεμβασίᾳ ὁ θεόφιλος.

Οὐρανίων ἀπέλαβε, ἀγαθῶν καὶ δόξης καὶ ἀναπαύσεως, Ἰωάννης ὁ πανεύφημος, οὗ τὴν πίστιν πάντες μιμησώμεθα.

Θεοτοκίον.

Ὕμνοις θείοις δοξάζομεν, τὸ ἐν Σοὶ μυστήριον παντευλόγητε· καὶ αἰτούμεθα πανάχραντε, τὴν Σὴν μεσιτείαν καὶ τὴν χάριν Σου.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς,

Τύραννον ἐχθρόν, Ἰωάννη κατενίκησας· περιπολεύων δὲ τοὺς οὐρανούς, Χριστὸν δυσώπει, τοῦ σῶσαι ἡμᾶς ἐκ θλίψεων

Ὄνομα Χριστοῦ, Ἰωάννη ὡμολόγησας, ἀξιωθεὶς πρεσβεύειν ὑπὲρ ἡμῶν, ὅπως ῥυσθῶμεν, παγίδων τοῦ πολεμήτορος.

Ὕψωσας τὸν νοῦν, πρὸς Χριστὸν τὸν μόνον Κύριον, καὶ πρὸς Σιὼν τὴν ἄνω Μάρτυς κλεινέ, ἥ σε ἐδέξω, ὡς σφάγιον ἱερώτατον.

Θεοτοκίον.

Ῥῦσαι τοὺς πιστούς, ἐκ πταισμάτων Κόρη ἄχραντε, ταῖς μητρικαῖς πρεσβείαις Σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν ζωήν, ἡμᾶς καθοδήγησον.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

Κραταίωσον, τῆς ψυχῆς μου φρόνημα, Ἰωάννη Νεομάρτυς λιταῖς σου· ἵνα Χριστόν, ὡς Θεὸν καὶ Δεσπότην, τοῖς ἁγνοοῦσι κηρύττω ἐν χάριτι, τηρῶν τὰς θείας ἐντολάς, μετά φόβου καὶ ζήλου ἐν βίῳ μου

Ὁδήγησον, τὴν ψυχήν μου ἔνδοξε, πρὸς Χριστὸν τὸν Ζωοδότην καὶ Κτίστην· ὅτι πιστῶς, Ἰωάννη σοὶ κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς λιταῖς διαφύλαξον.

Λατρεύσωμεν, τῷ Κυρίῳ ἅπαντες, ὡς ὁ Μάρτυς τῇ Αὐτοῦ ἐνισχύσει· καὶ τὸν αὐτοῦ, μιμησώμεθα βίον, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, ἵνα δόξης Θεοῦ ἀπολαύσωμεν.

Θεοτοκίον.

Ἐβάστασας, τὸν Χριστὸν ἀγκάλαις Σου, Θεοτόκε Ἐκκλησίας ἡ δόξα, τῶν εὐσεβῶν, προστασία καὶ σκέπη, καὶ ἀσθενούντων ἀντίληψις ἕτοιμος· ἱκέτευε τὸν Σὸν Υἱόν, ἐκ παθῶν τοὺς Σοὺς δούλους λυτρώσασθαι.

Στερέωσον, ἐν τοῖς ἀγῶσι νεότητα Ἰωάννη· ὅτι πέλεις πρὸς τὸν Χριστὸν ἱκέτην ἀκοίμητος, ὡς ἔχων τοῦ Μάρτυρος παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἰωάννη Μυστρᾶ θεοδώρητον καύχημα, τῶν Ἀρκάδων ὑπάρχεις σεπτὸν ἐγκαλλώπισμα, τῇ ἐκχύσει ὑπὲρ Χριστοῦ τοῦ αἵματος τοῦ σοῦ· διὸ ἔλαβες παρὰ Θεοῦ, τὴν ἀτελεύτητον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον. Σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ εὐφημούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, Τουρκολέκα τὸ ἀγλάϊσμα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Μάρτυρα τῆς πίστεως, τὸν Ἰωάννην τιμῶμεν, ἐν ψαλμοῖς καὶ ᾄσμασι, τῶν Ἀρκάδων σύλλογος ὁ φιλόθεος· τῷ Χριστῷ ἔθυσεν, ἐν Μυστρᾷ ἐμφρόνως, τὴν ζωὴν εἰ καὶ μειράκιον, καὶ πάντας ἤγειρε, πρὸς δοξολογίαν τοῦ Κτίσαντος· διὸ καὶ εἰσελήλυθεν, εἰς σκηνὰς Μαρτύρων ὁ ἔνθεος· ἔνθα ἱκετεύει, τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν αὐτοῦ ἄθλησιν, πόθῳ ἑορτάζοντας.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Καθαροὶ θεῖοι Νόες σὲ ἐδέξαντο Μάρτυς καὶ τῶν Ἁγίων χοροί· μεθ’ ὧν συνεορτάζει, ὑμνῶν τὸν ἐν Τριάδι, Ὁμοούσιον Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀληθῶς Ἰωάννη Θεανθρώπου τὴν πίστιν ὁμολογεῖς εὐθαρσῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοᾶν πρὸς τὸν Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σθεναρῶς Ἰωάννη ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἀγείρεις Ἐκκλησίαν, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Φωτισμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ Σὸς Υἱὸς καὶ Θεός, πρεσβείαις Σου ἀπαύστοις, πρὸς Ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Ἁγίων τάξεις, τὸν Ἰωάννην τιμῶσιν, σὺν αὐταῖς καθορῶντες ἐνδόξως, καὶ Χριστὸν ὑμνοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Γεραίρει πᾶσα, ἡ Ἐκκλησία τὸν παῖδα, μιμηθέντα Μαρτύρων τὰ πάθη, καὶ δοξάζει Λόγον, εἰς πάντας τοὺς αἰῶνας.

Ἡγιασμένον, τὸν Ἰωάννην ἐδέχθη, ὁ Χριστὸς ἐν παστάδι ἁγίᾳ, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ναὸς Κυρίου, παναληθὴς ἀνεδείχθης, Θεοτόκε ὡς τέξασα Λόγον, Ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Νενίκηκας τὸν πλάνον, τῇ ὁμολογίᾳ, καὶ τῇ θυσίᾳ σου Μάρτυς, δοξάζων Θεόν· διὸ ἐστέφθης ἀξίως, ἐν θείοις δώμασιν.

Ἰσχύϊ τοῦ Κυρίου, Μάρτυς Ἰωάννη, Ὀθωμανοὺς ἐταπείνους, τυθεὶς ἐν χαρᾷ, κατακυρῶν ἐν σημείῳ, Χριστοῦ ἀλήθειαν.

Κηρύττομεν ἐμφρόνως, Μάρτυρος Κυρίου, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως, αὐτοῦ τελείωσιν.

Θεοτοκίον.

Ὁμοῦ σὺν τῷ Υἱῷ Σου, ἁγνή Σε τιμῶμεν, τῷ γεννηθέντι ἀφράστως ἐκ Σοῦ ἀληθῶς, πρὸς σωτηρίαν τοῦ κόσμου, καὶ ἀπολύτρωσιν.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε Νεομάρτυρα τοῦ Χριστοῦ, νεότητος κλέος, μαρτυρήσαντα ἐν Μυστρᾷ, τιμήσωμεν ὕμνοις, τὸν νέον Ἰωάννην, κηρύττοντες ἐμφρόνως, αὐτοῦ τὴν ἄθλησιν.

Τὸν ἐν Νεομάρτυσι θαυμαστόν, θεῖον Ἰωάννην, Τουρκολέκα γόνον λαμπρόν, τὸν κεκοσμημένον, σεμνότητι ἁγίᾳ, ἁγνότητι καὶ πίστει, ἐγκωμιάσωμεν.

Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, κλεινὸν Ἰωάννην, τὸν θεόφρονα καὶ ἁγνόν, ὡς ἀμνὸν τυθέντα, ὑπὲρ τοῦ Θεανθρώπου, ἐν τῇ Μονεμβασίᾳ, Ἀρκάδων καύχημα.

Φύλαττε καὶ σκέπε νέους πιστούς, τοὺς ἐμμελετῶντας, πολιτείαν σου ὦ κλεινέ, ἐκ πάσης παγίδος, παθῶν καὶ ἁμαρτίας, καὶ πλάνης Ἰωάννη, Ἀρκάδων κλέϊσμα.

Τὸν ἀναιρεθέντα διὰ σφαγῆς, παῖδα Ἰωάννην, Τουρκολέκα θεῖον βλαστόν, ἐν ὕμνοις τιμῶμεν, καὶ λόγοις εὐφημοῦμεν, ὡς Μάρτυρα Κυρίου, περιφανέστατον.

Δίδαξόν με Μάρτυς ὁμολογεῖν, θεότητα μίαν, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα ταὸ θεῖον, Μονάδα κατ’ οὐσίαν, τὸν μόνον Ζωοδότην, Θεὸν καὶ Κύριον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Τουρκολέκα τὸν βλαστόν, θεῖον Ἰωάννην ἐν ὕμνοις ἐγκωμιάσωμεν, Μάρτυρα τῆς πίστεως, ἐν τῇ νεότητι, θαυμαστὸν καὶ ἀγλάϊσμα, τῆς Μονεμβασίας, ὃς ἐκχύσει αἵματος, σημεῖον δέδωκε, τῆς ἐν οὐρανοῖς αὐτοῦ δόξης, ἧς ἐπαπολαύει ἀξίως, τῶν Νεομαρτύρων ἐγκαλλώπισμα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου