ΑΥΓΟΥΣΤΟΣ Ε!!
ΧΡΗΣΤΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΡΕΒΕΖΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα Χρῆστον πάντες τιμήσωμεν, Πρεβέζης θεῖον γόνον, καὶ Ἠπείρου τὸ κλέος, Κύριον τῆς δόξης· καὶ γὰρ αὐτός, ἀσεβέσιν ἐκήρυξε· διὸ ἐτύθη ὡς πρόβατον ὑπ’ αὐτῶν, δοξασθεὶς ὡς Μάρτυς ἔνθεος.
Τῆς Ἐκκλησίας Πρεβέζης τὸ ἐγκαλλώπισμα, εὐφημήσωμεν Χρῆστον, ἐν ᾠδαῖς ἐγκωμίων· λόγοις τε καὶ ἔργοις τὸν Ἰησοῦν, ὡς Θεὸν ὡμολόγησεν, καὶ καθυπέμεινε πόθῳ τοὺς αἰκισμούς, καὶ μαρτύριον πανθαύμαστον.
Ἡ νῆσος Κῶς σὺν Πρεβέζῃ πανηγυρίζουσι, Νεομάρτυρος Χρήστου, ἑορτάζουσαι μνήμην· οὗτος γὰρ ἐτύθη ὑπὲρ Χριστοῦ, καὶ ἐστέφθη ἐν χάριτι, ὡς ἀδελφὸς Πρωτοτόκων ἐν οὐρανοῖς, αἰωνίως ἀγαλλόμενος.
Ἐν εὐφροσύνῃ ὑμνήσωμεν Νεομάρτυρα, Πρεβέζης τὸν προστάτην, καὶ Ἠπείρου μεσίτην, πάντων ἀθλουμένων τὸν βοηθόν, καὶ πιστῶν ἀντιλήπτορα, ὁμολογούντων πανθαύμαστον ἀρωγόν, καὶ Μαρτύρων θεῖον πρότυπον.
Δόξα. Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες, ἐν ἐγκωμίων ἄνθεσιν, τὸν τοῦ Κυρίου καλλίνικον Νεομάρτυρα Χρῆστον, εὐφραινόμενοι τιμήσωμεν. Οὗτος γὰρ Ἀγαρηνῶν ἀθέων, τὴν ἄθεσμον βουλήν, δι’ ὁμολογίας ἐνθέου, καὶ ἐμμονῆς τῇ πίστει στεῤῥᾶς, ἀνδρικῶς κατέβαλεν· ὅθεν διὰ μαρτυρίου ἐδόξασεν τὸν Αὐτὸν ἀντιδοξάσαντα, Χριστὸν τὸν Θεάνθρωπον.
Καὶ νῦν. Προεόρτιον. Ἦχος β'
Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χρῆστον τὴν τοῦ Χριστοῦ, Ἁγίαν Ἐκκλησίαν, δοξάσαντα ἐν ἔργοις, τιμήσωμεν ἐν ὕμνοις, καὶ λόγοις μεγαλύνωμεν.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πρέβεζα ἐν χαρᾷ, εὐφήμησον σὸν τέκνον, Χρῆστον Μαρτύρων δόξαν, καὶ Κῶ συνεπαγάλλου· ἐν σοὶ γὰρ ἐμαρτύρησεν.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε τοῦ Ἰησοῦ, τὸν Μάρτυρα καὶ κλέος, Πρεβέζης ὄντως θεῖον, ᾠδαῖς καὶ εὐφημίαις, ἐμφρόνως ἀνυμνήσωμεν.
Δόξα. Τριαδικόν.
Δόξα Σοι παντουργέ, Τριὰς ὑπεραγία, ἡ τὸν Πρεβέζης γόνον, εἰς Σὴν ὁμολογίαν, πανθαυμαστῶς στηρίξασα.
Καὶ νῦν. Προεόρτιον.
Σῆμα θεοπρεπές, Θεότητος δεικνύει, πρὸ τοῦ Σταυροῦ τοῖς μύσταις, ὡς ἥλιος ἐκλάμψας, Χριστὸς ἐν ὄρει σήμερον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Νεομάρτυρα Χρῆστον Πρεβέζης βλάστημα, τὸν μαρτυρίῳ ἐνθέῳ τελειωθέντα ἐν Κῷ, εὐφημήσωμεν λαμπρῶς καὶ ἀνυμνήσωμεν· ὅτι ἠγάπησε Χριστόν, καὶ βιοτὴν πνευματικήν, καὶ πόλιν τὴν αἰωνίαν· διὸ δόξης κατηξιώθη, καὶ μακαρίας ἐν Παραδείσῳ ζωῆς.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον Ἦχος δ'
Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος, τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὀ Προοιμιακός, καὶ το· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια προεόρτια γ'. Ἦχος δ' Ἔδωκας σημείωσιν
Δεῦτε
συνανέλθωμεν, τῷ Ἰησοῦ ἀναβαίνοντι, εἰς τὸ ὄρος τὸ ἅγιον, κἀκεῖ ἀκουσώμεθα, φωνῆς
Θεοῦ ζῶντος, Πατρὸς προανάρχου, διὰ νεφέλης φωτεινῆς, προσμαρτυρούσης ἐν θείῳ
Πνεύματι, αὐτοῦ τὴν γνησιότητα, τῆς ἀϊδίου Υἱότητος, καὶ τὸν νοῦν φωτιζόμενοι, ἐν
φωτὶ φῶς ὀψώμεθα.
Δεῦτε
προχορεύσωμεν, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πιστῶς ἑτοιμάσωμεν, πρὸς θείαν ἀνάβασιν,
τῆς ὑψηλοτάτης, Θεοῦ πολιτείας, ὅπως ἐπόπται τῆς αὐτοῦ, μεγαλειότητος ἐποφθείημεν,
καὶ δόξης ἐπιτύχοιμεν, ἣν κατιδεῖν ἠξιώθησαν, Ἀποστόλων οἱ πρόκριτοι, μυστικῶς ἐν
τῷ ὄρει Θαβώρ.
Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, ἐαυτούς εἰς τὴν αὔριον, καλῶς εὐτρεπίσωμεν, ἐν ὄρει προσβῆναι, Θεοῦ τῷ ἁγίῳ, τὴν ἀναλλοίωτον Χριστοῦ, δόξαν ἀστράπτουσαν κατοπτεύσοντες, λαμπρῶς ὑπὲρ τὸν ἥλιον, καὶ τὸ τρισσὸν αὐγαζόμενοι, φῶς ἐν τούτῳ δοξάσωμεν, τὴν αὐτοῦ συγκατάβασιν.
Καὶ γ’ τοῦ Νεομάρτυρος. Ὅμοια.
Χρῆστον τὸν καλλίνικον, Πρεβέζης γόνον τὸν ἔνδοξον, εὐφημήσωμεν ᾄσμασιν, πιστῶν τὸ ἐντρύφημα, τῶν Μαρτύρων δόξαν, ἀγωνιζομένων, στῦλον καὶ ἔρεισμα στεῤῥόν, διωκομένων φρουρὸν πανάριστον, Ἠπείρου ἐγκαλλώπισμα, καὶ Ἐκκλησίας τὸ καύχημα, τὸν Χριστὸν Νέον Μάρτυρα, οὐρανῶν τὸν οἰκήτορα.
Μάρτυρα τῆς πίστεως, Χρῆστον Πρεβέζης τὸ καύχημα, εὐφροσύνως γεραίρομεν, λαμπρῶς ἐκνικήσαντα, ἀσεβῶν τὴν πλάνην, καὶ τὰς δυσσεβείας, Ἀγαρηνῶν καὶ ἀπειλάς, βασανιστῶν τε σκληρὰν ὠμότητα· διὸ ὡς Νεομάρτυρα, Χριστὸς ἐνδόξως ἐτίμησε, καὶ Αὐτῷ ἐδωρήσατο, Βασιλείαν αἰώνιον.
Ὕμνοις εὐφημήσωμεν, Χρῆστον πιστῶν τὸ ἀγλάϊσμα, τῶν Μαρτύρων τὸ πρότυπον, Πρεβέζης τὸ καύχημα, καὶ τῆς Κω τὸ κλέος, τῶν ἐναθλουμένων, τὸν ἀκραιφνῆ ὑπογραμμόν, καὶ μαρτυρίας λαμπρὸν ὑπόδειγμα, Ἠπείρου δὲ τὸ στήριγμα, τῶν Ὀρθοδόξων τὸ ἔρεισμα, τῶν πιστῶν καταφύγιον, Ἐκκλησίας τὸ κόσμημα.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον οἱ πιστοὶ συνελθόντες, ἐν χαρᾷ ἀνεκλαλήτῳ, καὶ ὕμνοις ἐνθεαστικοῖς, τὴν τοῦ Νεομάρτυρος Χρήστου, μαρτυρικὴν τελείωσιν, πανηγυρικώς ἐπιτελοῦντες βοῶμεν πρὸς αὐτόν· Χαίροις, ὁ τῆς Πρεβέζης εὔχυμος καρπός, καὶ τῆς Ἠπείρου ἱερὸν ἐγκαλλώπισμα· χαίροις, τῆς Ὀρθοδόξου βιοτῆς ἀληθὴς ὑπογραμμός, καὶ τῆς σωτηρίου πίστεως τῆς Ἐκκλησίας, ὁ ἀκριβὴς δι’ ἔργων τηρητής· χαίροις, τῆς εὐσεβείας ὁ κήρυξ καὶ ὁ διαπρύσιος ὁμολογητής, καὶ τῆς μαρτυρίας αὐτῆς τὸ πρότυπον. Μάρτυς τοῦ Χριστοῦ Ἅγιε Χρῆστε, ἱκέτευε Αὐτόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Πανήγυριν πνευματικήν, καὶ ἑορτὴν χαρμόσυνον, ἐπὶ τῇ μνήμῆ τοῦ Νεομάρτυρος Χρήστου, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, εὐφραινομένη λαμπρῶς ἐπιτελεῖ. Οὗτος γάρ, ἐκ τῆς πόλεως Πρεβέζης ὁρμώμενος, ἐν τῇ νήσῳ Κῷ, διὰ τὴν τοῦ Χριστοῦ πίστιν καὶ ὁμολογίαν, τὴν τιμίαν αὐτοῦ κεφαλὴν ἀπετμήθη· ὅθεν στεφηφορῶν, εἰς τὰ οὐράνια δώματα κατέπαυσεν, ἐν σαββατισμῷ παναληθεῖ, αἰωνίως τοῖς Πρωτοτόκοις Μάρτυσιν συναγαλλόμενος.
Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς εὐωχηθῶμεν, κεκλημένοι ὑπὸ τοῦ πανενδόξου Μάρτυρος Χρήστου, εἰς τὴν οὐράνιον αὐτοῦ τράπεζαν. Πρόκεινται ἡμῖν αἱ ἀρεταὶ αὐτοῦ, ὡς θεῖα ἐδέσματα κατευφραίνουσαι τὰς ψυχὰς ἡμῶν· ἡ ἀπαστράπτουσα τῆς καρδίας καθαρότης, ἡ ἔκπαγλος τοῦ ἤθους σεμνότης, ἡ θεοδώρητος εὐλάβεια καὶ ἡ ὑπὲρ Χριστοῦ ὁμολογία τε καὶ μαρτυρικὴ θυσία, ἀντίδωρα πνευματικὰ τοῦ Νεομάρτυρος Χρήστου, εἰ τὸν δωρεοδότην αὐτοῦ Κύριον, ἡμῖν πλουσίως προσφέρονται. Εὐγνωμόνως οὖν αὐτῷ εἴπωμεν· Χαῖρε, πιστῶν τὸ ἐντρύφημα.
Ἦχος γ΄.
Σκιρτώσῃ καρδίᾳ ἀδελφοί, δεῦτε λαμπρῶς τὴν μνήμην τοῦ Νεομάρτυρος Χρήστου ἑορτάσωμεν. Οὗτος γάρ, ὑπόδειγμα ἀνθρώπου τοῦ Θεοῦ ἡμῖν δέδωκε, διὰ πολιτείας ἐναρέτου, καὶ μαρτυρίου θεοτιμήτου. Αὐτοῦ μιμησώμεθα τὴν εἰς τοὺς κρουνοὺς τῆς ζωῆς, τὰ χαριτόβρυτα μυστήρια, ἐνσυνείδητον συμμετοχήν, καὶ τὴν εἰς τὰς ἐνθέους ἀρετὰς μανικὴν αὐτοῦ ἀγάπην, ἵνα σὺν αὐτῷ, τῆς οὐρανίου Βασιλείας καταξιωθῶμεν.
Ἦχος δ΄.
Ἡ ἐπίγειος τοῦ Νεομάρτυρος Χρήστου πατρίς, συναγάλλεται σήμερον τῇ ἐπουρανίῳ, πάντων τῶν πιστῶν πατρίδι· ἡ μὲν ὡς ἐξ αὐτῆς τεχθέντος, ἡ δὲ ὡς ἐν αὐτῇ οἰκοῦντος. Συγχαίρει δὲ αὐταῖς καὶ ἡ περιφανὴς νῆσος Κῶς, ὅτι ἡγιάσθη τῇ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἐν ταύτῃ, ἱερωτάτῃ σπονδῇ τοῦ αἵματος αὐτοῦ· ὅθεν καὶ ἡμεῖς συνευφρανθῶμεν, τοιοῦτον ἔχοντες προστάτην, καὶ πρεσβευτὴν ἀκοίμητον πρὸς τὸν Σωτῆρα Κύριον.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πιστοί, νοερῶς ἐν τοῖς οὐρανίοις σκηνώμασιν ἀναβῶμεν, καὶ κατίδωμεν θαῦμα μέγα καὶ ἐξαίσιον· ὁ γὰρ τῆς Πρεβέζης γόνος καὶ καύχημα, Νεομάρτυς Χρῆστος, ἐν λευκοῖς ἐνδεδυμένος, μετὰ τῶν πρωτοτόκων Μαρτύρων συγχορεύων, καὶ φέρων τὴν μαρτυρικὴν αὐτοῦ κιθάραν, τὴν καινὴν ᾠδὴν τῷ Ἐσφαγμένῳ Ἀρνίῳ ψάλλει, λαμπρῶς εὐφραινόμενος. Αὐτοῦ τὴν εἰς οὐρανοὺς κατάπαυσιν, καὶ τὴν ἄληκτον μακαριότητα, ἐν σαββατισμῷ ζηλώσωμεν, αἰτούμενοι τὰς ὑπὲρ ἡμῶν αὐτοῦ πρεσβείας πρὸς Κύριον.
Καὶ νῦν. Προεόρτιον Ἦχος πλ. α'
Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ’ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ εἰς τοὺς αἰῶνας.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, κλεινῆς Πρεβέζης καρπός, καὶ τῆς Ἠπείρου θεοδώρητον κόσμημα, Μαρτύρων Χριστοῦ ὁ στῦλος, ὁμολογούντων κανών, τῶν Νεομαρτύρων ἐγκαλλώπισμα, πιστῶν τὸ ἐντρύφημα, ὀρθοδόξων τὸ ἔρεισμα, τῶν ἀθλουμένων, θαυμαστὸν ἀκροθίνιον, καὶ πανάριστον, ἁγιότητος ἄγαλμα· ὅθεν τὴν περιδόξαστον, τελοῦντες πανήγυριν, ἔνδοξε Χρῆστε τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, Νεομαρτύρων φωστήρ, Ἀγαρηνῶν ἀθεοτάτων ἀντίπαλος, δαιμόνων ὁ καθαιρέτης, καὶ ἀσεβῶν ὁ πρηστήρ, καὶ τῶν ἀντιχρίστων θεῖον φόβητρον, τῆς πλάνης κατίσχυσις, ἀσεβείας κατάπτωσις, τῆς ἀνομίας, ἀρνητὴς θεοδόξαστος, καὶ ἀρνήσεως, τοῦ Χριστοῦ ὁ πολέμιος· ὅθεν τὸ σὸν μαρτύριον, τιμῶντες ἐν ᾄσμασιν, πάνσεπτε Χρῆστε τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ναυτιλλομένων στολή, τῆς καθαρότητος σεπτὸν καταγώγιον, σεμνότητος ὁ κοσμήτωρ, τῆς εὐλαβείας κανών, καὶ τῆς ἀσεβείας το ἀγλάϊσμα· σαρκὸς κατενίκησας, ἐμπαθείας τὸ φρόνημα, ταῖς ἀρεταῖς δε, σὴν ψυχὴν κατεκόσμησας, καὶ τὴν ἔνθεον, πολιτείαν ἠγάπησας· ὅθεν ὁμολογίαν σου, κηρύττοντες ἅπασιν, πάνσεμνε Χρῆστε τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, Χρῆστον τὸν χριστοφόρον, τὸν κεκοσμημένον διὰ τῆς θεοδωρήτου χρηστότητος, τῆς πανεράστου σεμνότητος, τῆς ὑπερκάλλου ἁγνότητος, καὶ τῆς χριστοτερποῦς εὐλαβείας, εὐφήμοις ᾠδαῖς ἑορτίως ἐγκωμιάσωμεν λέγοντες· Χαίροις, γνήσιε φίλε τοῦ Χριστοῦ, καὶ τοῦ μισοκάλου Βελίαρ πολέμιε· χαίροις, τῆς πίστεως ἐραστά, καὶ τῆς πλάνης ἀντίπαλε· χαίροις, τοῦ Ἐσταυρωμένου πιστὲ συνοδοιπόρε, καὶ τῶν σταυρούντων Αὐτὸν Ἀγαρηνῶν ἡ ἐξουθένωσις· ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Κύριον, Αὐτὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Νεομάρτυρα Χρῆστον Πρεβέζης βλάστημα, τὸν μαρτυρίῳ ἐνθέῳ τελειωθέντα ἐν Κῷ, εὐφημήσωμεν λαμπρῶς καὶ ἀνυμνήσωμεν· ὅτι ἠγάπησε Χριστόν, καὶ βιοτὴν πνευματικήν, καὶ πόλιν τὴν αἰωνίαν· διὸ δόξης κατηξιώθη, καὶ μακαρίας ἐν Παραδείσῳ ζωῆς.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον Ἦχος δ'
Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος, τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα .Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον
Τῶν Μαρτύρων τὸ κλέος Πρεβέζης βλάστημα, τὸν ἐν τῇ Κῷ μαρτυρήσαντα ἐν ἐσχάτοις καιροῖς, ἐγκωμίοις ἀδελφοὶ Χρῆστον τιμήσωμεν· ὅτι ἐνήθλησεν λαμπρῶς, καὶ κατήσχυνεν Σατᾶν, καὶ πλάνην τῶν ἀλλοθρήσκων, συναγείρων τοὺς Ὀρθοδόξους, τοῦ ἀνυμνεῖν τὸν ἐν Τριάδι Θεόν.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Ὁ ὁμότιμος Λόγος Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις Μαθηταῖς, ἐνδόξως μετεμορφώθη· διὸ ὑμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Χρῆστον ἀδελφοί, τὸν κλεινὸν στεφανίτην, ὑμνήσωμεν σεπτῶς, ἐν ᾠδαῖς ἐγκωμίων· Χριστὸν γὰρ ἐκήρυξεν, ὡς Θεὸν παντοδύναμον, καὶ ὑπέμεινεν, τοὺς αἰκισμοὺς καὶ τὸ πάθος· ὅθεν ἔλαβε, παρὰ τοῦ μόνου Δεσπότου, τὸ στέφος τὸ ἄφθιτον.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Τῆς
θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς
σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές
σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα
Χριστὲ τῇ βασιλείᾳ σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ' Κατεπλάγη, Ἰωσὴφ
Κατεπλάγη ἀληθῶς, ὁ τοῦ Κυρίου λειτουργός, κατιδὼν ἐν τῇ ψυχῇ, τοῦ Νεομάρτυρος Χριστοῦ, ἦθος σεμνὸν καὶ εὐσέβειαν πρὸς Τριάδα, θείας ἀρετάς, καὶ ἁγνότητα, πίστιν ἀληθῆ, καὶ εὐλάβειαν, καὶ μαρτυρῶν τοῖς πᾶσιν ἀνεκήρυττε, τὰ μεγαλεῖα τῆς πίστεως, καὶ Χρήστου θείαν, ζωὴν καὶ ἄθλους ὄντως θεοδωρήτους.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶ (ΚΑ΄, 12-19). Ζήτει τοῦ Ὄρθρου τῆς ΚΣΤ΄ Ὀκτωβρίου.
Ὁ Ν’ ψαλμός
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον, ὁ τῶν φιλομαρτύρων χορός, ἐπὶ τῇ ἐν οὐρανοῖς γεννήσει, τοῦ Νεομάρτυρος Χρήστου, ἱεροπρεπῶς πανηγυρίζει. Σήμερον, ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία, εὐφραινομένη τὰ τοῦ Πρεβεζαίου Μάρτυρος τιμᾷ γενέθλια. Σήμερον, ἡ ἐν οὐρανοῖς θριαμβεύουσα Ἐκκλησία, σὺν τῷ ἐνδόξῳ Μάρτυρι Χρήστῳ, γηθοσύνως τὸν Τρισυπόστατον Θεὸν προσκυνοῦσα, σὺν τοῖς Ἀγγέλοις ἀνυμνεῖ. Δεῦτε οὖν καὶ ἡμεῖς, σὺν πάσῃ τῇ ποίμνῃ τοῦ Χριστοῦ εἴπωμεν· Κύριε, πρεσβείαις τοῦ Μάρτυρός Σου, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ Κανὼν τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Μάρτυς Χρῆστε, ὕμνον δέχου. Νικοδήμου. Ἀ
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Μαρτύρων ὑμνῆσαι ἐπιποθῶν, νέον στεφανίτην, ἱκετεύω Σε παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχὴν καὶ τὸν λόγον μου.
Ἀξίωσον Χρῆστε σοὺς ὑμνητάς, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίαν ἀθλήσεως τελείας, καὶ τελευτὴν μαρτυρίου πανθαύμαστον.
Ῥημάτων Κυρίου ἐνωτισθείς, βίον ἠκολούθεις, τῶν Ἁγίων τοῦ οὐρανοῦ· διὸ ἠξιώθης μαρτυρῆσαι, καὶ ἀνελθεῖν εἰς οὐράνια δώματα.
Θεοτοκίον.
Ταπείνωσιν δός μοι Μῆτερ Θεοῦ, καὶ βίον ἁγνείας, καὶ εἰρήνην τοῦ Σοῦ Υἱοῦ, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὑψηγόρως τιμῶμεν Χρῆστον Χριστοῦ Μάρτυρα, καὶ τὰς πρὸς τὸν Λόγον πρεσβείαις, αὐτοῦ αἰτούμεθα, ἵνα ἐν πίστει ὀρθῇ, τὸν τῆς ζωῆς ἡμῶν χρόνον, ἐξαγοραζόμενοι, λάβωμεν ἔλεος.
Σωτηρίαν ποθήσας, ὁ Ἀθλητὴς Κύριε, ἄφεσιν λαμβάνει πταισμάτων, ἐν Κῷ καὶ δέχεται, τοῦ μαρτυρίου τιμήν, καὶ τῶν στεφάνων τὴν δόξαν, καὶ ζωῆς ἀπόλαυσιν, ὁ τρισμακάριος.
Χαρμοσύνως τιμῶντες, μαρτυρικὴν ἄθλησιν, τὰς τοῦ Νεομάρτυρος Χρήστου, λιτὰς αἰτούμεθα, πρὸς τὸν Νυμφίον Χριστόν, ὅπως ἡμᾶς ἀξιώσῃ, τοῦ ποθεῖν τὰ κρείττονα, καὶ ἐπουράνια.
Θεοτοκίον.
Ῥητορείας τὴν χάριν, ἀντιβολῶ Δέσποινα, δός μοι τοῦ ὑμνῆσαι Παρθένε, τὰ μεγαλεῖά Σου, καὶ τοῦ Υἱοῦ Σου ἁγνή, οἰκονομίαν τελείαν, εἰς τὸ σῶζειν ἅπαντας, ἐκ τοῦ ἀλάστορος.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὸν Χρῆστον τιμήσωμεν τὸν τοῦ Χριστοῦ μιμητήν, Πρεβέζης τὸ κλέϊσμα, Ἠπείρου δὲ φρυκτωρόν, πιστῶν τε τὸ πρότυπον. Οὗτος γὰρ τὰς ἐνέδρας, ἐκφυγὼν τοῦ Βελίαρ, ἔδωκεν ὀρθοδόξοις, εὐφροσύνην ἁγίαν· λιταῖς αὐτοῦ Θεοῦ Λόγε, σῶσον τὸν κόσμον Σου.
Δόξα. Καὶ νῦν. Ἦχος ὁ αὐτός. Ἐπεφάνης σήμερον
Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἡλιόμορφος γέγονας, τῇ ἐπισκηνώσει τῆς θείας χάριτος, ἐν ἀθλήσει Χρῆστε ἔνδοξε, τῆς Πρεβέζης γόνε θεοτίμητε.
Σωτηρίαν παράσχου μοι, Χρῆστε Νεομάρτυς τῇ μεσιτείᾳ σου, μετανοίας δὲ κατάνυξιν, καὶ ὁμολογίας τὴν ἀσφάλειαν.
Τὰ οὐράνια ἔλαβεν, ἀγαθὰ καὶ δόξαν ὁ Χρῆστος ἄφθιτον, καὶ χαρὰν τὴν ἀνεκλάλητον, μετὰ τῶν Ἀγγέλων ὁ καλλίνικος.
Θεοτοκίον.
Εὐφροσύνως τιμήσωμεν, τὸ ἐν Σοὶ μυστήριον παντευλόγητε· καὶ αἰτούμεθα πανάχραντε, τὴν Σὴν μεσιτείαν καὶ τὴν χάριν Σου.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ὕψωσον τὸν νοῦν, πρὸς Χριστὸν τὸν μόνον Κύριον, καὶ πρὸς Σιὼν τὴν ἄνω Χρῆστε κλεινέ· διὸ ἐτύθης, ὡς σφάγιον ἱερώτατον.
Μέμνησο ἡμῶν, Νεομάρτυς Χρῆστε πάντιμε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀγαθέ, ὅπως ῥυσθῶμεν, παγίδων τοῦ πολεμήτορος.
Νίκας κατ’ ἐχθρῶν, σύ μοι δώρησαι πρεσβείαις σου, πρὸς τὸν Σωτῆρα Λόγον Χρῆστε σεπτέ, καὶ Παραδείσου, τὸν πόθον ἐμοὶ ἐμφύτευσον.
Θεοτοκίον.
Ὅλον τὸν λαόν, ἐκ πταισμάτων σῶσον Δέσποινα, ταῖς μητρικαῖς πρεσβείαις Σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν, ζωὴν ἡμᾶς καθοδήγησον.
ᾨδὴ στ’. Τὴν δέησιν.
Νευρώσας σου, τῆς ψυχῆς τὸ φρόνημα, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως ἔρχῃ, καὶ τὸν Χριστόν, ὡς Θεὸν καὶ Δεσπότην, τοῖς ἀσεβέσι κηρύττεις ἐν χάριτι· πανθαύμαστε Μάρτυς Χριστοῦ, Ἐκκλησίας ὑπάρχεις τὸ καύχημα.
Διάσωσον, τὴν ψυχήν μου ἔνδοξε, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πιστῶς, σοὶ καλλίνικε κλίνω, τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς λιταῖς διαφύλαξον.
Ἐνίκησεν, ἀσεβῶν τὸ φρύαγμα, Νεομάρτυς τοῦ Χριστοῦ τῇ δυνάμει· τούτου ἡμεῖς, μιμησώμεθα πόθῳ, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, ἵνα Λόγου Θεοῦ ἀπολαύσωμεν.
Θεοτοκίον.
Χριστόμορφε, τῶν Μαρτύρων δύναμις, Θεοτόκε Ἐκκλησίας ἡ βάσις, τῶν εὐσεβῶν, προστασία καὶ σκέπη, καὶ ἀσθενούντων ἀντίληψις ἕτοιμος, ἱκέτευε τὸν Σὸν Υἱόν, ἐκ παθῶν τοὺς Σοὺς δούλους λυτρώσασθαι.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν τῆς Πρεβέζης φρυκτωρὸν καὶ ἀντιλήπτορα, καὶ τῆς Ἠπείρου ἐγκαλλώπισμα θεόσδοτον, ἀνυμνήσωμεν ἐν ὕμνοις καὶ ἐγκωμίοις· Ἀγαρηνοὺς γὰρ θείοις λόγοις κατενίκησε, καὶ θυόμενος λαὸν πιστὸν ἐστήριξε· ὅθεν ἔλαβε, στέφος δόξης ἀμάραντον.
Ὁ Οἶκος.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, εὐφροσύνως συνελθοῦσα, τὴν τοῦ ἐκ Πρεβέζης Νεομάρτυρος Χρήστου μνήμην, πανηγυρικῶς καὶ ἑορτίως ἐπιτελεῖ. Οὗτος γάρ, ποντοπορῶν ἤσκει τὸ τοῦ ναυτικοῦ ἐπάγγελμα. Εἰς τὴν νῆσον Κῶ ἐλθών, ὡς τέκνον πιστὸν τῆς Ἐκκλησίας, ἐν πολλῇ σπουδῇ, κατέφυγεν εἰς τὴν τοῦ πνευματικοῦ ἱερουργίαν, ἐξομολογηθεὶς αὐτοῦ τὰ πταίσματα. Ὁ τοῦ μυστηρίου ἱερουργός, τὴν αὐτοῦ καθαρότητα, τὴν σεμνότητα καὶ τὴν εὐλάβειαν μεγάλως ἐθαύμασεν. Ὁ τοῦ Χριστοῦ φίλος, ἐν παῤῥησίᾳ ἐλέγξας τοὺς τὴν πίστιν αὐτοῦ ὑβρίσαντας, ὡμολόγησε τὸν Χριστὸν Κύριον καὶ Θεόν, καὶ κατηξιώθη μαρτυρικοῦ διὰ μαχαιρῶν καὶ πυρὸς τέλους· ὅθεν ἔλαβε, στέφος δόξης ἀμάραντον.
Συναξάριον.
Τῇ Ε´τοῦ αὐτοῦ μηνός, προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Χρήστος, ὁ ἐκ Πρεβέζης, ἐν Κῷ, ἐν ἔτει 1668ῳ, μαχαίραις καὶ πυρὶ τελειοῦται.
Τῷ τοῦ Παρακλήτου πυρὶ Χρῆστος πυρωθείς,
τοῦ φθαρτοῦ πυρὸς χαριτωθεὶς κατεφρόνησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσιγνίου.
Εὐσίγνιον τέμνουσι τὸν Χριστοῦ φίλον,
Τομῆς μέχρι κράζοντα, Χριστὸς μοι σέβας.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Μάρτυρες καὶ αὐτάδελφοι, Καττίδιος καὶ Καττιδιανός, λιθοβολιθέντες τελειοῦνται.
Βουνοὺς λίθων ἔστησαν ὑψηλοὺς Λόγε,
Δι' ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νόννας, μητρὸς τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Νόννῃ θανούσῃ τῇ καλῇ καλὸς γόνος,
Καλὸν
δίδωσιν ἐντάφιον τοὺς λόγους.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος, βέλει τοξευθείς, τελειοῦται.
Ἄν συλλαβισθῇς ἐξόπισθεν ὦ Σόλεβ,
Βέλος
συνάξεις ὄργανον τοῦ σοῦ τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φάβιος, Ἀρχιεπίσκοπος Ῥώμης, ξίφει τελειοῦται.
Κεῖται Φάβιος νεκρὸς ὁ Χριστοῦ θύτης,
Χριστῷ προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Εὐγενίου τοῦ Αἰτωλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὄσβαλντ (Oswald) τοῦ Ἄγγλου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανός σε ἐδέξω Χρῆστε ἔνδοξε Μάρτυς καὶ τῶν Ἁγίων χορός· μεθ’ ὧν συνεορτάζεις, ὑμνῶν τὸν ἐν Τριάδι, Ὁμοούσιον Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑπακούων ὁ Μάρτυς τοῖς Χριστοῦ θείοις λόγοις ὁμολογεῖ εὐθαρσῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοῶν μετὰ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νικηφόρως ὁ Μάρτυς ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, συνήγειρε τὸν κόσμον, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱλασμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ Σὸς Υἱὸς καὶ Θεός, πρεσβείαις Σου ἀπαύστοις, πρὸς Ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Κατανικᾶται, ὁ ἀρχηγὸς τῶν δαιμόνων, ὑπὸ Μάρτυρος Χρήστου ὑμνοῦντος, καὶ ὑπερυψοῦντος, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμος, ὁ Νεομάρτυς ἐδείχθη, μιμηθεὶς τῶν Μαρτύρων τὰ πάθη, πάντων ἀνυμνούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Διακηρύττει, ὁ Νεομάρτυς τὴν πίστιν, τοῦ Χριστοῦ καὶ τὴν ἄῤῥητον χάριν, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Ἠγαπημένη, παρὰ Θεοῦ Σὺ ὑπάρχεις, Θεοτόκε ὡς τέξασα Λόγον, ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ τῆς θυσίας σου Μάρτυς πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Κύριον, Χρῆστε ἔνδοξε.
Ὁρῶμεν ἐν Ἁγίοις, Χρῆστον ἐκ Πρεβέζης, κατατρυφῶντα τῆς θείας χαρᾶς καὶ ζωῆς, σὺν Πρωτοτόκοις καὶ πᾶσι τοῖς ἐναθλήσασιν.
Ὑμνοῦμεν θεοφρόνως, Χρήστου μαρτυρίαν, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως αὐτοῦ τελείωσιν
Θεοτοκίον.
Ἀξίως τὸν Υἱόν Σου, ἁγνὴ εὐφημοῦμεν, τὸν γεννηθέντα ἀφράστως ἐκ Σοῦ ὡς βροτόν, πρὸς σωτηρίαν τοῦ κόσμου καὶ ἀπολύτρωσιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν Χρῆστον εὐφημήσωμεν, Πρεβέζης γόνον ἔνθεον, Κῶ δὲ τῆς νήσου τὸ κλέος, καὶ Ὀρθοδόξων προστάτην· οὗτος γὰρ ἀθεότητα, Ἀγαρηνῶν κατέβαλε, καὶ τὸν Χριστὸν ἐκήρυξε, Θεὸν καὶ μόνον Δεσπότην, καὶ Λυτρωτὴν τῶν ἀνθρώπων.
Ἐξαποστειλάριον Προεόρτιον Ἦχος β' Τοῖς μαθηταῖς συνέλθωμεν
Οἱ δόξης ἐφιέμενοι, ὁλικῶς τῆς ἐνθέου, τὸ νέφος διακόψωμεν, τοῦ γεώδους σαρκίου, μετάρσιοι πρὸς τὸ ὄρος, τὸ Θαβὼρ ἀνελθόντες, καὶ Μωϋσεῖ Ἠλίᾳ τε, Μαθητῶν τοῖς πρωτάρχαις συμμετασχεῖν, θεϊκῆς ἐλλάμψεως ἀπροσίτου, ἀξιωθῆναι σπεύσωμεν, φῶς φωτὶ προσλαβόντες.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χρῆστον Νεομάρτυρα, τὸν Ἀθλητὴν τοῦ Κυρίου, ἐν ψαλμοῖς ὑμνήσωμεν, φιλεόρτων σύλλογος καὶ τιμήσωμεν· εἰς Χριστὸν ἔδραμε, καὶ ἐν Κῷ τῇ νήσῳ, τὸν Χριστὸν καθωμολόγησε, Θεὸν καὶ Κύριον, Λυτρωτὴν τοῦ κόσμου φιλάνθρωπον· διὸ καὶ εἰσελήλυθεν, ἐν σκηναῖς Μαρτύρων ὁ ἔνθεος· ἔνθα ἱκετεύει, τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν ἑορτὴν αὐτοῦ, πόθῳ ἑορτάζοντας. (Δίς)
Χρῆστον τὸν καλλίνικον, τῆς Ἐκκλησίας τὸν κόσμον, τῶν Μαρτύρων καύχημα, ἐν ᾠδαῖς ὑμνήσωμεν καὶ τιμήσωμεν· ἐν χαρᾷ ἤθλησεν, ὑπὲρ ἀληθείας, αἰκισμοὺς φαιδρῶς ὑπέμεινεν, καὶ ἀπεδέξατο, τέλος μαρτυρίου ὁ ἔνδοξος· διὸ καὶ ὁ Θεάνθρωπος, ἔστεψεν ἐν δόξῃ τὸν Μάρτυρα, ἵνα αἰωνίως, συγχαίρῃ τοῖς Ἁγίοις τοῦ Θεοῦ, ἐν οὐρανίοις σκηνώμασιν, ὡς Μάρτυς καλλίνικος.
Χρῆστον τὸν πανθαύμαστον, τὸν στολισμὸν τῆς Πρεβέζης, καὶ Ἠπείρου φύλακα, ἐγκωμίοις ᾄσμασιν εὐφημήσωμεν· τὸν Χριστὸν φέρων γάρ, σταθερῶς ἐν στέρνοις, καὶ τὴν πίστιν τὴν ἀκήρατον, λαμπρῶς ἐτράνωσε, καὶ μαρτυρικῶς κατεκύρωσε· διὸ καὶ εἰσελήλυθεν, εἰς τὰ ἐπουράνια δώματα, μετὰ τῶν Μαρτύρων, τῷ θρόνῳ παριστάμενος Θεοῦ, καὶ μεσιτεύων πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε Χριστοφόροι λαοί, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὸν τοῦ Χριστοῦ καλλίνικον Μάρτυρα Χρῆστον, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Χαίροις, ὁ τὸν Τρισάγιον Θεὸν ὁλοψύχως ἀγαπήσας, καὶ ὑπὲρ Αὐτοῦ ἐν πυρὶ φθειρομένῳ τελειωθείς· χαίροις, ὁ τὴν τοῦ Χριστοῦ σωτήριον πίστιν, ἐν παῤῥησίᾳ ὑπερασπισθείς, καὶ ἄχρι τέλους ἐν δυσχειμέροις χρόνοις ἐμμείνας· χαίροις, τῶν πιστῶν τὸ ἐντρύφημα, καὶ ἀθέων δυσσεβῶν τὸ ἥττημα. Πρέσβευε δεόμεθα Νεομάρτυς Χρῆστε Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Προεόρτιον Ἦχος πλ. α'
Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ’ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ εἰς τοὺς αἰῶνας.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χρῆστον Νεομάρτυρα τοῦ Χριστοῦ, Πρεβέζης τὸν γόνον, μαρτυρήσαντα ἐν τῇ Κῷ, τιμήσωμεν ὕμνοις, καὶ λόγοις ἐγκωμίων, κηρύττοντες ἐμφρόνως, αὐτοῦ τὴν ἄθλησιν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νεομάρτυρα Χριστοῦ συνελθόντες, ἐν ἐγκωμίοις καταστέψωμεν Χρῆστον, τὰς ἀρετὰς τὴν ἄθλησιν πυρός τε τελευτήν· οὗτος γὰρ λαμπρῶς ἐνίκησεν, ἀσεβῶν τὴν δυσσέβειαν, πᾶσαν ἀπειλὴν αὐτῶν, καὶ πυρὸς καὶ θανάτου. Αὐτοῦ λιταῖς πανάχραντε Χριστέ, σῶσον τοὺς πίστει, αὐτὸν μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανὼν τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Μάρτυς Χρῆστε, ὕμνον δέχου. Νικοδήμου. Ἀ
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Μαρτύρων ὑμνῆσαι ἐπιποθῶν, νέον στεφανίτην, ἱκετεύω Σε παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχὴν καὶ τὸν λόγον μου.
Ἀξίωσον Χρῆστε σοὺς ὑμνητάς, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίαν ἀθλήσεως τελείας, καὶ τελευτὴν μαρτυρίου πανθαύμαστον.
Ῥημάτων Κυρίου ἐνωτισθείς, βίον ἠκολούθεις, τῶν Ἁγίων τοῦ οὐρανοῦ· διὸ ἠξιώθης μαρτυρῆσαι, καὶ ἀνελθεῖν εἰς οὐράνια δώματα.
Θεοτοκίον.
Ταπείνωσιν δός μοι Μῆτερ Θεοῦ, καὶ βίον ἁγνείας, καὶ εἰρήνην τοῦ Σοῦ Υἱοῦ, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὑψηγόρως τιμῶμεν Χρῆστον Χριστοῦ Μάρτυρα, καὶ τὰς πρὸς τὸν Λόγον πρεσβείαις, αὐτοῦ αἰτούμεθα, ἵνα ἐν πίστει ὀρθῇ, τὸν τῆς ζωῆς ἡμῶν χρόνον, ἐξαγοραζόμενοι, λάβωμεν ἔλεος.
Σωτηρίαν ποθήσας, ὁ Ἀθλητὴς Κύριε, ἄφεσιν λαμβάνει πταισμάτων, ἐν Κῷ καὶ δέχεται, τοῦ μαρτυρίου τιμήν, καὶ τῶν στεφάνων τὴν δόξαν, καὶ ζωῆς ἀπόλαυσιν, ὁ τρισμακάριος.
Χαρμοσύνως τιμῶντες, μαρτυρικὴν ἄθλησιν, τὰς τοῦ Νεομάρτυρος Χρήστου, λιτὰς αἰτούμεθα, πρὸς τὸν Νυμφίον Χριστόν, ὅπως ἡμᾶς ἀξιώσῃ, τοῦ ποθεῖν τὰ κρείττονα, καὶ ἐπουράνια.
Θεοτοκίον.
Ῥητορείας τὴν χάριν, ἀντιβολῶ Δέσποινα, δός μοι τοῦ ὑμνῆσαι Παρθένε, τὰ μεγαλεῖά Σου, καὶ τοῦ Υἱοῦ Σου ἁγνή, οἰκονομίαν τελείαν, εἰς τὸ σῶζειν ἅπαντας, ἐκ τοῦ ἀλάστορος.
Στερέωσον, ἐν ἀγωνίσμασιν πάντας τοὺς ἀθλουμένους· σὲ γὰρ Χρῆστε πρὸς τὸν Χριστὸν ἱκέτην προβάλλομεν, ὡς ἔχοντα Μάρτυρος παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χαρὰν καὶ ζωήν, ποθῶν τὴν τοῦ Κυρίου σου, προσκαίρου ζωῆς, ἐνθέως κατεφρόνησας, Νεομάρτυς ἔνδοξε, τῆς Πρεβέζης Χρῆστε τὸ βλάστημα· καθορῶν Χριστὸν τὸν Θεόν, ἱκέτευε Μάρτυς, ὑπὲρ πάντων ἡμῶν.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἡλιόμορφος γέγονας, τῇ ἐπισκηνώσει τῆς θείας χάριτος, ἐν ἀθλήσει Χρῆστε ἔνδοξε, τῆς Πρεβέζης γόνε θεοτίμητε.
Σωτηρίαν παράσχου μοι, Χρῆστε Νεομάρτυς τῇ μεσιτείᾳ σου, μετανοίας δὲ κατάνυξιν, καὶ ὁμολογίας τὴν ἀσφάλειαν.
Τὰ οὐράνια ἔλαβεν, ἀγαθὰ καὶ δόξαν ὁ Χρῆστος ἄφθιτον, καὶ χαρὰν τὴν ἀνεκλάλητον, μετὰ τῶν Ἀγγέλων ὁ καλλίνικος.
Θεοτοκίον.
Εὐφροσύνως τιμήσωμεν, τὸ ἐν Σοὶ μυστήριον παντευλόγητε· καὶ αἰτούμεθα πανάχραντε, τὴν Σὴν μεσιτείαν καὶ τὴν χάριν Σου.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ὕψωσον τὸν νοῦν, πρὸς Χριστὸν τὸν μόνον Κύριον, καὶ πρὸς Σιὼν τὴν ἄνω Χρῆστε κλεινέ· διὸ ἐτύθης, ὡς σφάγιον ἱερώτατον.
Μέμνησο ἡμῶν, Νεομάρτυς Χρῆστε πάντιμε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀγαθέ, ὅπως ῥυσθῶμεν, παγίδων τοῦ πολεμήτορος.
Νίκας κατ’ ἐχθρῶν, σύ μοι δώρησαι πρεσβείαις σου, πρὸς τὸν Σωτῆρα Λόγον Χρῆστε σεπτέ, καὶ Παραδείσου, τὸν πόθον ἐμοὶ ἐμφύτευσον.
Θεοτοκίον.
Ὅλον τὸν λαόν, ἐκ πταισμάτων σῶσον Δέσποινα, ταῖς μητρικαῖς πρεσβείαις Σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν, ζωὴν ἡμᾶς καθοδήγησον.
ᾨδὴ στ’. Τὴν δέησιν.
Νευρώσας σου, τῆς ψυχῆς τὸ φρόνημα, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως ἔρχῃ, καὶ τὸν Χριστόν, ὡς Θεὸν καὶ Δεσπότην, τοῖς ἀσεβέσι κηρύττεις ἐν χάριτι· πανθαύμαστε Μάρτυς Χριστοῦ, Ἐκκλησίας ὑπάρχεις τὸ καύχημα.
Διάσωσον, τὴν ψυχήν μου ἔνδοξε, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πιστῶς, σοὶ καλλίνικε κλίνω, τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς λιταῖς διαφύλαξον.
Ἐνίκησεν, ἀσεβῶν τὸ φρύαγμα, Νεομάρτυς τοῦ Χριστοῦ τῇ δυνάμει· τούτου ἡμεῖς, μιμησώμεθα πόθῳ, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, ἵνα Λόγου Θεοῦ ἀπολαύσωμεν.
Θεοτοκίον.
Χριστόμορφε, τῶν Μαρτύρων δύναμις, Θεοτόκε Ἐκκλησίας ἡ βάσις, τῶν εὐσεβῶν, προστασία καὶ σκέπη, καὶ ἀσθενούντων ἀντίληψις ἕτοιμος, ἱκέτευε τὸν Σὸν Υἱόν, ἐκ παθῶν τοὺς Σοὺς δούλους λυτρώσασθαι.
Στερέωσον, ἐν ἀγωνίσμασιν πάντας τοὺς ἀθλουμένους· σὲ γὰρ Χρῆστε πρὸς τὸν Χριστὸν ἱκέτην προβάλλομεν, ὡς ἔχοντα Μάρτυρος παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Νεομάρτυς Πρεβέζης καὶ Κῶ ἐγκαλλώπισμα, τῶν πιστῶν δὲ ὑπάρχεις ζωῆς καταφύγιον, τῇ ἐκχύσει ὑπὲρ Χριστοῦ τοῦ αἵματος τοῦ σοῦ· διὸ ἔλαβες παρὰ Θεοῦ, τὴν ἀτελεύτητον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον. Σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ εὐφημούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, Μάρτυς Χρῆστε θεοτίμητε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Χρῆστον Νεομάρτυρα, τὸν Ἀθλητὴν τοῦ Κυρίου, ἐν ψαλμοῖς ὑμνήσωμεν, φιλεόρτων σύλλογος καὶ τιμήσωμεν· εἰς Χριστὸν ἔδραμε, καὶ ἐν Κῷ τῇ νήσῳ, τὸν Χριστὸν καθωμολόγησε, Θεὸν καὶ Κύριον, λυτρωτὴν τοῦ κόσμου φιλάνθρωπον· διὸ καὶ ἐμαρτύρησεν, εἰσελθὼν εἰς τόπον ἀνέσεως· ἔνθα ἱκετεύει, τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν ἑορτὴν αὐτοῦ, πόθῳ ἑορτάζοντας.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανός σε ἐδέξω Χρῆστε ἔνδοξε Μάρτυς καὶ τῶν Ἁγίων χορός· μεθ’ ὧν συνεορτάζεις, ὑμνῶν τὸν ἐν Τριάδι, Ὁμοούσιον Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑπακούων ὁ Μάρτυς τοῖς Χριστοῦ θείοις λόγοις ὁμολογεῖ εὐθαρσῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοῶν μετὰ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νικηφόρως ὁ Μάρτυς ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, συνήγειρε τὸν κόσμον, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱλασμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ Σὸς Υἱὸς καὶ Θεός, πρεσβείαις Σου ἀπαύστοις, πρὸς Ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Κατανικᾶται, ὁ ἀρχηγὸς τῶν δαιμόνων, ὑπὸ Μάρτυρος Χρήστου ὑμνοῦντος, καὶ ὑπερυψοῦντος, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμος, ὁ Νεομάρτυς ἐδείχθη, μιμηθεὶς τῶν Μαρτύρων τὰ πάθη, πάντων ἀνυμνούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Διακηρύττει, ὁ Νεομάρτυς τὴν πίστιν, τοῦ Χριστοῦ καὶ τὴν ἄῤῥητον χάριν, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Ἠγαπημένη, παρὰ Θεοῦ Σὺ ὑπάρχεις, Θεοτόκε ὡς τέξασα Λόγον, ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ τῆς θυσίας σου Μάρτυς πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Κύριον, Χρῆστε ἔνδοξε.
Ὁρῶμεν ἐν Ἁγίοις, Χρῆστον ἐκ Πρεβέζης, κατατρυφῶντα τῆς θείας χαρᾶς καὶ ζωῆς, σὺν Πρωτοτόκοις καὶ πᾶσι τοῖς ἐναθλήσασιν.
Ὑμνοῦμεν θεοφρόνως, Χρήστου μαρτυρίαν, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως αὐτοῦ τελείωσιν
Θεοτοκίον.
Ἀξίως τὸν Υἱόν Σου, ἁγνὴ εὐφημοῦμεν, τὸν γεννηθέντα ἀφράστως ἐκ Σοῦ ὡς βροτόν, πρὸς σωτηρίαν τοῦ κόσμου καὶ ἀπολύτρωσιν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χρῆστον Νεομάρτυρα τοῦ Χριστοῦ, Πρεβέζης τὸν γόνον, μαρτυρήσαντα ἐν τῇ Κῷ, τιμήσωμεν ὕμνοις, καὶ λόγοις ἐγκωμίων, κηρύττοντες ἐμφρόνως, αὐτοῦ τὴν ἄθλησιν.
Τὸν ἐν Νεομάρτυσιν θαυμαστόν, Χρῆστον εὐφημοῦμεν, ἀφομοίωμα τοῦ Χριστοῦ, τὸν κεκοσμημένον, σεμνότητι ἁγίᾳ, ἁγνότητι καὶ πίστει, δυνάμει Πνεύματος.
Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, τὸν Μάρτυρα Χρῆστον, τὸν θεόφρονα καὶ σεμνόν, ὡς ἀμνὸν τυθέντα, ὑπὲρ τοῦ Θεανθρώπου, ἐν Κῷ θείᾳ δυνάμει, τὸν θεοτίμητον.
Φύλαττε καὶ σκέπε Χρῆστε πιστούς, τοὺς ἐμμελετῶντας, τὴν σὴν ἄθλησιν καὶ ζωήν, ἐκ πάσης ἀνάγκης, παθῶν καὶ ἁμαρτίας, καὶ πάσης ἀσθενείας, καὶ περιστάσεως.
Τὸν ἀναιρεθέντα διὰ πυρός, Χρῆστον τὸν προστάτην, τῆς Πρεβέζης καὶ νήσου Κῶ, ἐν ὕμνοις τιμῶμεν, καὶ λόγοις εὐφημοῦμεν, ὡς Μάρτυρα Κυρίου, περιφανέστατον.
Δίδαξόν με Χρῆστε ὁμολογεῖν, Τριάδος Μονάδα, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ θεῖον, Μονάδα κατ’ οὐσίαν, τὸν μόνον Ζωοδότην, Θεὸν καὶ Κύριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῆς Πρεβέζης τὸν βλαστόν, Χρῆστον Νεομάρτυρα πάντες λαμπρῶς τιμήσωμεν, χάριτι κοσμούμενον, καὶ δοξαζόμενον, ὡς Χριστοῦ ἀφομοίωμα, καὶ Μάρτυρα θεῖον, δώματα κατέχοντα τὰ ἐπουράνια· ἔνθα, ἱκετεύει ἀπαύστως, Λόγον τὸν φιλάνθρωπον δοῦναι, τοῖς αὐτὸν τιμώσιν ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου