Σάββατο 21 Ιουλίου 2018

ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ΑΚΟΛΟΥΘΙΑ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΑΥΤΟΥ


ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χρύσανθου ἱερομονάχου Κύπριου, 1769)


ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Σταυρὲ τὸ κλέος Μαρτύρων καὶ τῶν πιστῶν ἡ ἐλπίς, τῶν Ἀποστόλων δόξα, καὶ Ὁσίων λαμπρότης, ἐντρύφημα καὶ σθένος τῶν μοναστῶν, καὶ Προφητῶν τὸ προκήρυγμα, σῶσον ἡμᾶς τοὺς βοῶντάς σοι ἐκτενῶς· Χαῖρε Ξύλον παμμακάριστον.

Σταυρὲ τὸ στήριγμα κόσμου πιστῶν ἀνάκτων χαρά, καὶ τῶν Ἀγγέλων θαῦμα, πολυθρύλητον πέλεις, δαιμόνων τε τὸ τραῦμα τὸ φοβερόν, καὶ πολύστονον ἄκουσμα, ἡμῶν δὲ καύχημα πάντων τῶν εὐσεβῶς, προσκυνούντων σε Κυρίου Σταυρέ.

Σταυρὲ τὸ σκῆπτρον Κυρίου τὸ ζωοπάροχον, τοὺς καυχωμένους πίστει, καὶ προστρέχοντας πόθῳ, τῇ σκέπῃ σου τῇ θείᾳ ζώωσον νῦν, καὶ συνέτισον ψάλλειν Χριστῷ, ὦ Δέσποτα Παντοκράτορ δίδου ἡμῖν, τὴν συγχώρησιν τοῖς δούλοις σου,

Σταυρὲ ἡ δόξα Κυρίου τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ διὰ εὐσπλαγχνίαν, ἐπὶ γῆς κατελθόντος, τεχθέντος ἐκ Παρθένου ὡς ἀγαθοῦ, καὶ ἐν σοὶ προσπαγέντος σαρκί, σὺ καθοδήγησον μέλπειν με πρὸς Αὐτόν· δός μοι Δέσποτα τὴν ἄφεσιν.

Ἐν τῷ Σταυρῶ παρεστῶσα ἡ Θεοτόκος ἁγνή, σὺν τῷ ἠγαπημένῳ, Ἰωάννῃ καὶ φίλῳ, ἰδὼν οὖν τὴν Μητέρα ὁ Ἰησοῦς, πρὸς αὐτὴν ἀνεβόησε· Γύναι ἰδοὺ ὁ υἱός σου εἶτα φησί, τῷ Μαθητῇ ἰδοὺ ἡ μήτηρ σου.

Ἄχραντε Μήτηρ Παρθένε τοῦ Ἰησοῦ μου Χριστοῦ, τοῦ πάντα ἑκουσίως, δι’ ἐμὲ δεξαμένου, Σταυρόν τε καὶ τὴν Λόγχην καὶ ἐμπτυσμούς, κολαφισμούς τε καὶ μάστιγας, ῥῦσαί με πάσης ἀνάγκης ὡς πρὸς Αὐτόν, κεκτημένη παῤῥησίαν πολλήν.







Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σταυρὲ τοῦ Χριστοῦ, τὸ σκῆπτρον τὸ ἅγιον, σὲ προδιεχάραττε πάλαι ὁ Πατριάρχης Ἰακώβ, ἐπ’ εὐλογίαις τῶν τέκνων, τὰς χεῖρας τιθεὶς ἐναλλάξ, καὶ Μωϋσῆς ὁ θεῖος ῥάβδῳ σε προεικόνιζε, τέμνον τὴν θάλασσαν. Τῶν δὲ πιστῶν βασιλέων ὑπάρχεις ἐν πολέμοις νῖκος ἀκαταμάχητον, τῶν κατεῤῥαγμένων ἀνόρθωσις, καὶ τῶν σωζομένων ἀσφάλεια, αἰχμαλώτων λύτρωσις, καὶ νοσούντων ἐπίσκεψις, τῶν μοναζόντων κανὼν καὶ βάσις, τῶν ἀπελπισμένων ἐλπίς, καὶ πεπλανημένων ὁδηγὸς σωτήριος. Σὲ καὶ ἡμεῖς ἔχοντες ἀῤῥαγὲς φυλακτήριον, τὴν τῶν δαιμόνων πανσθενῶς ἐκδιώκομεν φάλαγγα, βοῶντες πρὸς Χριστὸν τὸν Θεόν, τὸν ἐν σοὶ ἑκουσίως προσηλωθέντα σαρκί· Σῶσον Κύριε τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Σταυρὲ τῶν πιστῶν ἡ χαρμονή, καὶ τὸ ἀγαλλίαμα, τῶν Ἀποστόλων τὸ κήρυγμα, Μαρτύρων στέφανος, Ἀθλητῶν Ὁσίων, πέλεις ἐγκαλλώπισμα, καὶ πάντων τῶν βοώντων τὸ διάσωσμα, Σταυρὲ πανάγιε, σὲ ὑμνοῦμεν καὶ δοξάζομεν, τὸν ἐν σοὶ ἑκουσίως σταυρούμενον.

Στ.: Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τὸ ὑποποδίον τῶν ψυχῶν ἡμῶν.
Σταυρὲ ὅπλον ἅγιον Χριστοῦ, τὸ ἀκαταμάχητον, χαῖρε Ἀγγέλων ἀγλάϊσμα, Σταυρὲ φωτόμορφε, φοβερῶν δαιμόνων, τραῦμα πολυθρήνητον, τῇ σῇ γὰρ σημειώσει πανάγιε, ἀποδιώκεται, ἐναντία πᾶσα δύναμις, καὶ παρέχεται χάρις τοῦ Πνεύματος.

Στ.: Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, σωτηρίαν εἰργάσατο ἐν μέσῳ τῆς γῆς.
Σταυρὲ εὐφημοῦμεν ἐκ ψυχῆς, ὡς ἔμψυχον Ξύλον σε, ἐπὶ γὰρ ὁ Δεσπότης μου σαρκὶ προσήλωται, καὶ πάντα τὸν κόσμον σαφῶς καθηγίασεν, ἐφώτισεν ἐδίδαξε μέλπειν σε· χαῖρε πανάγιε, κόσμων ἱερέων πέφυκας, καὶ πιστῶν βασιλέων κραταίωμα.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Σύ μου σκέπη κραταιά, ὑπάρχει ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ προσκυνῶ καὶ δοξάζω σε.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Σταυρὲ τὸ κλεός εὐσεβῶν καὶ σωτηρία, σὲ ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, Ἰησοῦν τὸν θεάνθρωπον σοὶ προσηλωθέντα, Ὃν κτίσις ὁρῶσα χαίρει καὶ ἐκβοά· ὦ Δέσποτα πανοικτίρμων ῥῦσαι ἡμᾶς, ἐκ κινδύνων καὶ θλίψεων, τῇ χάριτ τοῦ Σοῦ Σταυροῦ, τοὺς πίστει ἀνακράζοντας· χαῖρε Ξύλον μακάριον.
Καὶ νῦν. Σταυροθεοτοκίον.
Εὐχαριστοῦμέν Σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον Σου κεχαριτωμένη· θελήσει, τὸν τανυθέντα ἐπὶ Σταυροῦ, δι’ ἄκραν φιλανθρωπίαν ὡς ἀγαθόν· ἵνα σώσῃ πανύμνητε, τὸ γένος ἅπαν τῶν βροτῶν, συμφώνως ἀνακράζον Σοι· χαῖρε Νύμφη ἀνύμφευτε.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὸν Ἑξάψαλμον, τό· Θεὸς Κύριος, ψάλλεται μετὰ μέλους, καὶ τὰ Ἀπολυτίκια. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Σταυρὲ τὸ κλεός εὐσεβῶν καὶ σωτηρία, σὲ ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, Ἰησοῦν τὸν θεάνθρωπον σοὶ προσηλωθέντα, Ὃν κτίσις ὁρῶσα χαίρει καὶ ἐκβοά· ὦ Δέσποτα πανοικτίρμων ῥῦσαι ἡμᾶς, ἐκ κινδύνων καὶ θλίψεων, τῇ χάριτ τοῦ Σοῦ Σταυροῦ, τοὺς πίστει ἀνακράζοντας· χαῖρε Ξύλον μακάριον.
Καὶ νῦν. Σταυροθεοτοκίον.
Εὐχαριστοῦμέν Σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον Σου κεχαριτωμένη· θελήσει, τὸν τανυθέντα ἐπὶ Σταυροῦ, δι’ ἄκραν φιλανθρωπίαν ὡς ἀγαθόν· ἵνα σώσῃ πανύμνητε, τὸ γένος ἅπαν τῶν βροτῶν, συμφώνως ἀνακράζον Σοι· χαῖρε Νύμφη ἀνύμφευτε.























Μετὰ δὲ τὴν πρώτην Στιχολογίαν, ἡ Αἴτησις. Εἶτα, ψάλλεται τὸ Κοντάκιον τοῦ Τιμίου Σταυροῦ, ἀργῶς τε καὶ μετὰ μέλους. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι, τοὺς σοὶ κράζοντας·
Χαῖρε, Ξύλον μακάριον.

Οἱ Οἶκοι.
Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρὸν τὸν ζωηφόρον ἐν φόβῳ (ἐκ γ´)· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·
     χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
     χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τὰ πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ·
     χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
     χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατὴρ τοῦ νέκταρος ἔμπλεως·
     χαῖρε, λαμπτὴρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι᾿ οὗ εὐλογεῖται ἡ κτίσις·
     χαῖρε, δι᾿ οὗ προσκυνεῖται ὁ Κτίστης.
Χαῖρε, Ξύλον μακάριον.

Βλέπουσα ἡ Ἑλένη ἑαυτὴν ἐν ἐφέσει, φησὶ τῷ Βασιλεῖ θαρσαλέως· Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· ζητοῦσα γοῦν τὸ κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω·
Ἀλληλούϊα.












Γνῶσιν ἄγνωστον πρῴην ἡ Βασίλισσα γνοῦσα, ἐβόησε πρὸς τοὺς ὑπουργοῦντας· Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καὶ δοῦναι τὸν Σταυρὸν σπεύσατε, πρὸς ὃν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλὴν κράζουσα οὕτω·
Χαῖρε, χαρᾶς τῆς ὄντως σημεῖον·
     χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον.
Χαῖρε, θησαυρὸς ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος·
     χαῖρε, ὁ φανεὶς ἐν τοῖς ἄστροις τυπούμενος.
Χαῖρε, τετρακτινοπύρσευτε καὶ πυρίμορφε Σταυρέ·
     χαῖρε, κλῖμαξ ὑψοστήρικτε προοραθεῖσά ποτε.
Χαῖρε, τὸ τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα·
     χαῖρε, τὸ τῶν δαιμόνων πολυστένακτον τραῦμα.
Χαῖρε, τερπνὸν τοῦ Λόγου κειμήλιον·
     χαῖρε, πυρὸς τῆς πλάνης σβεστήριον.
Χαῖρε Σταυρέ, ἀπορούντων προστάτα·
     χαῖρε, στεῤῥὲ εὐδρομούντων ἀλείπτα.
Χαῖρε, Ξύλον μακάριον.

Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρὸς πίστωσιν ἀληθῆ τοῖς πᾶσι· καὶ τὴν ἄφωνόν τε καὶ νεκρὰν πρὸς ζωὴν ἀνέστησε, φρικτὸν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν, ἐν τῷ μέλπειν οὕτως·
Ἀλληλούϊα.

Ἔχουσα ἡ Ἑλένη, τὸ ἀήττητον ὅπλον, ἀνέδραμε πρὸς τὸν ταύτης γόνον· ὁ δέ, μέγα σκιρτήσας εὐθύς, ἐπιγνοὺς τὸν μέγιστον Σταυρόν, ἔχαιρε, καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε Σταυρέ, τοῦ φωτὸς δοχεῖον·
     χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.
Χαῖρε, ὁ δοτὴρ χαρισμάτων τοῦ Πνεύματος·
     χαῖρε, ὁ λιμὴν ποντοπόρων ἀχείμαστος.
Χαῖρε, τράπεζα βαστάζουσα ὥσπερ θῦμα τὸν Χριστόν·
     χαῖρε, κλῆμα, βότρυν πέπειρον, φέρον οἶνον μυστικόν.
Χαῖρε, ὅτι τὰ σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·
     χαῖρε, ὅτι τὰς κάρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρε, λαμπρὸν τῆς πίστεως γνώρισμα·
     χαῖρε, παντὸς τοῦ κόσμου διάσωσμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐλογία·
     χαῖρε, θνητῶν πρὸς Θεὸν μεσιτεία.
Χαῖρε, Ξύλον μακάριον.

Ζῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καὶ εὗρε σπουδαίως, τὸν ἐν γῇ κρυπτόμενον Σταυρόν, καὶ δεικνύμενον ἐν οὐρανῷ Ἄνακτι, ὃν ὕψωσε· καὶ βλέπων τὸ πολίτευμα, ἐν πίστει ἔφη·
Ἀλληλούϊα.

Καὶ μετὰ τὴν β’ Στιχολογίαν καὶ ἡ Αἴτησις. Εἶτα, ψάλλεται τὸ Κοντάκιον τοῦ Τιμίου Σταυροῦ, ἀργῶς τε καὶ μετὰ μέλους. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι, τοὺς σοὶ κράζοντας·
Χαῖρε, Ξύλον μακάριον.

Εἶτα ἑτέρους ἕξ Οἴκους (ΗΜ).
Ἡλιόμορφος ὤφθη ὁ Σταυρὸς ἐν τῷ κόσμῳ, καὶ πάντες φωτισμοῦ ἐμπλησθέντες καὶ δραμόντες ὡς πρὸς ἀστέρα θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον ἐν ταῖς χερσὶ ταῖς θείαις ὑψωθέντα· ὃν ὑμνοῦντες εἶπον·
Χαῖρε, αὐγὴ νοητοῦ Ἡλίου·
     χαῖρε, πηγὴ ἀκενώτου μύρου.
Χαῖρε, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἀνάκλησις·
     χαῖρε, τῶν ἀρχόντων τοῦ ᾅδου ἡ νέκρωσις.
Χαῖρε, ὅτι ἀνυψούμενος συνανυψοῖς νῦν ἡμᾶς·
     χαῖρε, ὅτι προσκυνούμενος καθαγιάζεις τὰς ψυχάς.
Χαῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος·
     χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.
Χαῖρε Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος·
     χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος.
Χαῖρε, δι᾿ οὗ κατεβλήθη ὁ ᾅδης·
     χαῖρε, δι᾿ οὗ ἀνατέταλκε χάρις·
Χαῖρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τῇ τούτου νῦν προσέλθωμεν σκέπῃ· καὶ ὡς ὅπλον κρατοῦντες αὐτό, δι᾿ αὐτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, καὶ ψαύοντες τὸν ἄψαυστον, τοῖς χείλεσιν αὐτῷ βοῶμεν·
Ἀλληλούϊα.








Ἴδε φῶς οὐρανόθεν, Κωνσταντῖνος ὁ μέγας, δεικνύμενον Σταυροῦ τὸ σημεῖον, δι᾿ ἀστέρων, ἐν ᾧ καὶ νικᾶν πολεμίων πληθύν, ἔσπευσε τὸ Ξύλον φανερῶσαι, καὶ βοῆσαι πρὸς αὐτὸ τοιαῦτα·
Χαῖρε, βουλῆς τῆς ἀῤῥήτου πέρας·
     χαῖρε, λαοῦ εὐσεβοῦντος κέρας.
Χαῖρε, πολεμίων ὁ τρέπων τὰς φάλαγγας·
     χαῖρε, φλὸξ καθάπερ φλέγων τοὺς δαίμονας.
Χαῖρε, σκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ·
     χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ.
Χαῖρε, ὁ τῶν βαρβάρων τὴν ὀφρὺν καταβάλλων·
     χαῖρε, ὁ τῶν ἀνθρώπων τὰς ψυχὰς περιέπων.
Χαῖρε, κακῶν πολλῶν ἀμυντήριον·
     χαῖρε, καλῶν πολλῶν βραβευτήριον.
Χαῖρε, δι᾿ οὗ Χριστοφόροι σκιρτῶσι·
     χαῖρε, δι᾿ οὗ Ἰουδαῖοι θρηνοῦσι.
Χαῖρε, Ξύλον μακάριον.

Κλῖμαξ οὐρανομήκης, ὁ Σταυρὸς τοῦ Κυρίου ἐγένετο· τοὺς πάντας ἀνάγων, ἀπὸ γῆς πρὸς ὕψος οὐρανοῦ, τοῖς χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, ἀφέντας τὰ νῦν ὄντα ὡς μὴ ὄντα, καὶ εἰδότας ψάλλειν·
Ἀλληλούϊα.

Λάμψας φῶς ἐπὶ πᾶσιν, ὁ Σωτὴρ τοῖς ἐν ᾅδῃ ἐφώτισας τοὺς κάτω κειμένους· πυλωροὶ δὲ ᾅδου τὴν αὐγὴν μὴ ἐνέγκαντές σου, ὡς νεκροὶ πεπτώκασιν· οἱ τούτων δὲ ῥυσθέντες νῦν ὁρῶντες τὸν Σταυρὸν βοῶσι·
Χαῖρε, ἀνάστασις τεθνεώτων·
     χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρε, τῶν ταμείων τοῦ ᾅδου ἡ κένωσις·
     χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις.
Χαῖρε, ῥάβδος ἡ ποντίσασα τὸν Αἰγύπτιον στρατόν·
     χαῖρε, αὖθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν.
Χαῖρε, ἔμψυχον Ξύλον, τοῦ Λῃστοῦ σωτηρία·
     χαῖρε, εὔοσμον ῥόδον, εὐσεβῶν εὐωδία.
Χαῖρε, τροφὴ πεινώντων ἐν πνεύματι·
     χαῖρε, σφραγίς, ἣν ἔλαβον ἄνθρωποι.
Χαῖρε Σταυρέ, μυστηρίων ἡ θύρα·
     χαῖρε, ἐξ οὗ ῥεῖθρα χέονται θεῖα.
Χαῖρε, Ξύλον μακάριον.

Μέλλοντος Μωϋσέως, τὸ πολύμοχθον γένος, λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, ἐπεδόθης ὡς ῥάβδος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεοῦ σύμβολον· διόπερ κατεπλάγη σου Σταυρέ, τὴν δυναστείαν κράζων·
Ἀλληλούϊα.
Καὶ εὐθὺς ψάλλομεν τὸν παρόντα Κανόνα τοῦ ζωηφόρου Σταυροῦ [Ποίημα Κωνσταντίνου Δαπόντε], οὗ ἡ ἀκροστιχίς· Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῳ. Ἰησοῦς.
ᾨδὴ α´. Ὁ Εἱρμός. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῷ ζωηφόρῳ Σταυρῷ, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, τούτου τὰ θαύματα.
Χριστοῦ σκῆπτρον ἅγιον, ἐμψυχωμένον σε Πνεύματι, Σταυρὲ ανσεβάσμιε, Ἑλένη βλέπουσα, προσεφώνει σοι· Χαῖρε Χριστοῦ ἡ δόξα, δι᾿ οὗ δόξαν ἅπαντες προσενεδύθημεν.
Ἀήττητος δύναμις, χαῖρε Σταυρὲ τρισμακάριστε, πιστῶν δεομένων σου· χαῖρε ἡ μάχαιρα, ἡ ἐκκόπτουσα, τὰ κέρατα δαιμόνων· χαῖρε ἀγλαόκαρπον, δένδρον πανάγιον.
Ῥάβδος ἡ βλαστήσασα, χαῖρε Χριστὸν τὸν ζωήῤῥυτον, καρπὸν ἐξ οὗ τρώγοντες, ζωὴν καρπούμεθα· χαῖρε ἔνδοξον, σημεῖον τοῦ Δεσπότου, ἀφ᾿ οὗ σαλευθήσονται γῆ καὶ οὐράνια.
Ἀγγέλων ἀγλάϊσμα, χαῖρε βροτῶν τὸ διάσωσμα, δαιμόνων πολύστονον, τραῦμα πανύμνητε, ζωοπάροχε, Σταυρὲ ἡ σωτηρία, καταπονουμένων τε, καὶ ἡ ἀντίληψις.

ᾨδὴ γ´. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Ζωοδότα, ἰάσεων, ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Σταυρὲ ἡ ἀρχὴ τῆς σωτηρίας, Σταυρὲ τῶν Μαρτύρων ἡ χαρά, κήρυγμα Ἀποστόλων τε, Ἐκκλησιῶν ὁμόνοια, σκέπε, φρούρει καὶ φύλαττε, τοὺς καυχωμένους τῷ κράτει σου.
Διώκονται φάλαγγες δαιμόνων, τῇ σῇ σημειώσει δυνατέ· ὅθεν βοῶμεν χαῖρέ σοι· Χαῖρε δι᾿ οὗ ἡνώθησαν, ἡ γῆ καὶ τὰ οὐράνια, καὶ ἐθεώθη ὁ ἄνθρωπος.
Ὁδὸς πρὸς μονὰς τὰς οὐρανίους ἀπάγουσα, χαῖρε τὸ λαμπρόν, τοῦ Ἰησοῦ μου τρόπαιον· χαῖρε ἀνάκτων στέφανος, χαῖρε σωτὴρ παγκόσμιος, χαῖρε ἡ ῥάβδος εὐθύτητος.
Χαῖρε, σὺ ἡ ῥάβδος βασιλείας, δυνάμεως· χαῖρε τοῦ Χριστοῦ, ἡ ῥάβδος ἣν ἀπέστειλεν ἐκ τῆς Σιὼν ὁ Κύριος· χαῖρε φυτὸν ἀθάνατον, ὑφ᾿ οὗπερ σκέπονται ἅπαντες.







Εἶτα τὸ Κοντάκιον καὶ ἑτέρους ἕξ Οἴκους (ΝΣ).
Νόμον ὁ ἐν Σιναίῳ, τῷ Θεόπτῃ δοὺς πάλαι, Σταυρῷ ἐθελοντὶ προσηλοῦται, ὑπὲρ ἀνόμων ἀνόμως ἀνδρῶν, καὶ κατάραν νόμου παλαιὰν ἔλυσεν, ἵνα Σταυροῦ τὴν δύναμιν ὁρῶντες, ἅπαντες νῦν, βοῶμεν·
Χαῖρε, ἀνόρθωσις πεπτωκότων·
     χαῖρε, κατάπτωσις κοσμολάτρων.
Χαῖρε, Ἀναστάσεως Χριστοῦ τὸ ἐγκαίνισμα·
     χαῖρε, μοναζόντων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, δένδρον εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πιστοί·
     χαῖρε, ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῇ.
Χαῖρε, τῆς βασιλείας κατ᾿ ἐχθρῶν συμμαχία·
     χαῖρε, τῆς πολιτείας κραταιὰ προστασία.
Χαῖρε, Κριτοῦ δικαίου φανέρωσις·
     χαῖρε, βροτῶν πταιόντων κατάκρισις.
Χαῖρε Σταυρέ, ὀρφανῶν ἀντιλῆπτορ·
     χαῖρε, Σταυρέ, πλουτιστὰ τῶν πενήτων.
Χαῖρε, Ξύλον μακάριον.

Ξένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τὸν νοῦν εἰς οὐρανὸν ἀνυψοῦντες· διὰ τοῦτο γὰρ ἐν τῷ Σταυρῷ ὁ Χριστὸς ἐπάγη, καὶ σαρκὶ πέπονθε, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας·
Ἀλληλούϊα.

Ὅλος ἦλθεν ἐξ ὕψους, τὴν θεότητα ἔχων, ὁ μόνος προαιώνιος Λόγος· καὶ τεχθεὶς ἐκ Παρθένου Μητρός, καὶ φανεὶς τῷ κόσμῳ ταπεινὸς ἄνθρωπος, Σταυρὸν καταδεξάμενος, ἐζώωσε τοὺς αὐτῷ βοῶντας·
Χαῖρε Σταυρέ, τῆς εἰρήνης ὅπλον·
     χαῖρε, βαλβὶς τῶν ὁδοιπορούντων.
Χαῖρε, σωζομένων σοφία καὶ στήριγμα·
     χαῖρε, ἀπολλυμένων μωρία καὶ σύντριμμα.
Χαῖρε, εὔκαρπον, ἀθάνατον, καὶ ζωηφόρον φυτόν·
     χαῖρε, ἄνθος, ὅπερ ἤνθησε τὴν σωτηρίαν ἡμῶν.
Χαῖρε, ὅτι συνάπτεις τὰ ἐν γῇ σὺν τοῖς ἄνω·
     χαῖρε, ὅτι φωτίζεις τὰς καρδίας τῶν κάτω.

Χαῖρε, δι᾿ οὗ φθορὰ ἐξωστράκισται·
     χαῖρε, δι᾿ οὗ ἡ λύπη ἠφάνισται.
Χαῖρε, καλῶν μυριάριθμος ὄλβος·
     χαῖρε, πιστῶν μυριώνυμον εὖχος.
 Χαῖρε, Ξύλον μακάριον.


Πέπτωκε τῶν δαιμόνων, ἡ παμβέβηλος φάλαγξ, καὶ γένος τῶν Ἑβραίων ᾐσχύνθη, προσκυνούμενον τὸν Σταυρὸν παρὰ πάντων, μετὰ πόθου βλέποντες, ἀεὶ δὲ ἀναβλύζοντα ἰάματα τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.

Ῥεύματα συνεστάλη, λογισμῶν κακοδόξων, παγέντος σου Χριστὲ ἐπὶ ξύλου· ἀποροῦσι γὰρ ὄντως τό, Πῶς καὶ Σταυρὸν ὑπέστης, καὶ φθορὰν πέφευγας· ἡμεῖς δὲ τὴν Ἀνάστασιν δοξάζοντες ἀναβοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ τὸ ὕψος·
     χαῖρε, προνοίας αὐτοῦ τὸ βάθος.
Χαῖρε, μωρολόγων ἀλόγων ἡ ἄγνοια·
     χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.
Χαῖρε, ὅτι τὴν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ·
     χαῖρε, ὅτι τὰ παθήματα ἀνακαινίζεις αὐτοῦ.
Χαῖρε, τῶν πρωτοπλάστων τὴν παράβασιν λύσας·
     χαῖρε, τοῦ Παραδείσου τὰς εἰσόδους ἀνοίξας.
Χαῖρε Σταυρέ, τοῖς πᾶσι σεβάσμιε·
     χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε.
Χαῖρε Σταυρέ, ἰατρὲ τῶν νοσούντων·
     χαῖρε, ἀεὶ βοηθὲ τῶν βοώντων·
Χαῖρε, Ξύλον μακάριον.

Σῶσαι θέλων τὸν κόσμον, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρὸς αὐτὸν ἀποῤῥήτως· καὶ Σταυρὸν ὑπέστη, Θεὸς ὤν, δι᾿ ἡμᾶς, τὰ πάντα καθ᾿ ἡμᾶς δέχεται· διὸ καὶ λυτρωσάμενος ἡμᾶς, ἀκούει παρὰ πάντων·
Ἀλληλούϊα.

Εἶτα, τὰ Καθίσματα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Σταυρὲ ἡ δόξα τῶν πιστῶν καὶ σωτηρία, σὲ ἀνυμνοῦμεν εὐσεβῶς καὶ προσκυνοῦμεν, οἰκουμένης ἁπάσης τὸ ἐγκαλλώπισμα, ἀγάλλεται πᾶσα κτίσις καὶ ἐκβοᾶ· ὦ Δέσποτα πανοικτίρμον σῶσον ἡμᾶς, τῷ Σταυρῷ τῷ τιμίῳ Σου, ὁ ἐν αὐτῷ προσηλωθείς, δι’ ἄκραν ἀγαθότητα, δόξα Λόγε τῷ κράτει Σου.
Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον.
Ἐκ τῶν αἱμάτων τῶν ἐμῶν βροτὸς γεγένησαι, ἐκ τῶν αἱμάτων δὲ τῶν Σῶν βροτοὺς ἐθέωσας, τοὺς ἀπάτῃ κλαπέντας ἐν Παραδείσῳ, ὑψώθης ἐθελουσίως ἐπὶ Σταυροῦυ, ἐτρώθης δὲ τὴν πελυράν σου τὴν ζωηράν, ἀφθαρσίαν ἐπήγασας, ἀνθρώποις πᾶσιν Ἰησοῦ, τοῖς πίστει Σοι κραυγάζουσι· δόξα Λόγε τῷ κράτει Σου.

Καὶ Ἀνάγνωσις γίνεται εἰς τὰ Ἅγια Πάθη τοῦ Κυρίου.


ᾨδὴ δ´. Ὁ Εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος· ἐν Σταυροῦ τῷ ξύλῳ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Εὐφημοῦμέν σε προθύμως, ὑποπόδιον λέγοντες, τῶν ποδῶν Κυρίου, ἐν ᾧ προσκυνοῦμεν πανάγιε, χαῖρε Σταυρέ· καὶ ὑψοῦμεν τὸν ὑψώσαντα, τὴν πεσοῦσαν φύσιν παραβάσει Προπάτορος.
Ἰορδάνης μαρτυρεῖ σου, τὴν φρικτὴν θείαν δύναμιν, Σταυρὲ τοῦ Κυρίου, ἀναχαιτισθεὶς ὑπὲρ λόγον τε, καὶ τόπον δοὺς Πατριάρχῃ διαβαίνοντι, καὶ ἀνάξας τῷ Ἐλισσαιὲ τὸ σιδήριον.
Ὄφεις χαῖρε ὁ κτιννύων, ἐν ἐρήμῳ βλεπόμενος· χαῖρε φῶς Κυρίου, τὸ φωτίζον πάντα τὰ πέρατα· χαῖρε ὁ σκόλοψ βαρβάρων, ἡ κατάλυσις, τῶν ξοάνων τε, καὶ Ἰουδαίων ἀπώλεια.
Νῆσοι, ἤπειρος ἡ πᾶσα, σῷ τιμίῳ κλεΐζονται, κλέος οἰκουμένης, Σταυρὲ ζωηφόρε ὀνόματι· ὕψωσον κέρας ἁπάντων, χριστωνύμων τε, καὶ κατάβαλε τῶν ἐναντίων τὸ φρύαγμα.
Σοὶ βοῶμεν ὡς ἐμψύχῳ· Χαῖρε Ξύλον τρισόλβιον· χαῖρε ζωῆς Ξύλον· χαῖρε προσκυνούμενον πάντοτε, ὑπὸ Ἀγγέλων, ἀνθρώπων· χαῖρε καύχημα, οὐρανοῦ καὶ γῆς, σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ᾨδὴ ε´. Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ τρισμακάριστον ὦ ξύλον, ἔσχες εἰς ὕψος τὸν ἐπὶ πάντων Θεόν, καὶ ἔδειξας ἄχρονον ἡμῖν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν δωρούμενος.
Ὅπλον θεοχάλκευτον, ὁ θυρεὸς τῆς πίστεως, κράτος τὸ ἀκράδαντον ἐν μάχαις, Σταυρὲ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστῶν·      χαῖρε, δι᾿ ἧς, Ἄγαρ κατασφάττεται, καὶ ἐγείρονται τρόπαια.
Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων Σταυρὲ τίμιε, κλῖμαξ τὸν Θεὸν ἐστηριγμένον, ἐπὶ σὲ ἔχουσα, χαῖρε τὸ κήρυγμα, πάντων Προφητῶν· χαῖρε δι᾿ οὗ ὁ κόσμος ἡγίασται, καὶ Σατὰν καταβέβληται.
Πάθος τὸ κεφάλαιον, παθῶν Κυρίου ἔνδοξε, χαῖρε τοῦ παθόντος ἑκουσίως, ἐξ οὗ τὸ θεῖον πόμα ἀνέβλυσε, πᾶσι τὸ πανάχραντον αὐτοῦ Αἷμα, καὶ ἐπίομεν, ἐκτακέντες οἱ ἄνθρωποι.
Ῥείθροις θείου Αἵματος, ἐπαρδευθεὶς πανάγιε Σταυρέ, θεοτίμητε τοὺς πίστει, σῶζε κινδύνων, καὶ τοῦ λοιμοῦ καὶ λιμοῦ, βοῶντάς σοι· χαῖρε ἡ πηγή, ἄρδουσα τὰ σύμπαντα, τὰ σωτήρια νάματα.
Εὐλόγησον Κύριε, τοῦ σοῦ Σταυροῦ τῇ χάριτι, τὸν ἐνιαυτὸν χρηστότητός σου, τοὺς ἱερέας, τοὺς βασιλεῖς, τὸν στρατόν, πάντα περιούσιον λαόν, πιστῶς προσκυνοῦντάς σου, τὸν Σταυρὸν τὸν φωτόμορφον.



ᾨδὴ ς´. Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες τοῦ θεοδέγμονος, Σταυροῦ τὰς χεῖρας κροτήσωμεν, τὸν ἐπ᾿ αὐτῷ τεθέντα Θεὸν δοξάζοντες.
Πᾶσα ἡ γῆ προσκυνοῦμέν σε, καὶ ψάλλομεν τῷ θείῳ ὀνόματι, σοῦ Σταυρὲ ὕψιστε, σεπτῷ Ἀγγέλοις ὑπάρχοντι, καὶ φοβερῷ καὐτοῖς τοῖς δαιμόνων ἄρχουσι.
Ἑλένη γῆθεν τὸ λάβαρον, ἐκλάμψαν βασιλείας τοὐπίσημον, χριστιανῶν ἡμῶν, γνοῦσα τό· χαῖρέ σοι ἔκραζε, χαῖρε ἡμῶν ἡ δόξα καὶ τὸ κραταίωμα.
Ἰδοὺ καὐτοί σοι κραυγάζομεν· χαῖρε Σταυρὲ Κυρίου πανένδοξε· χαῖρε ἐλπὶς ἡμῶν· χαῖρε ὑψῶν ἡμᾶς ἅπαντας, τῇ παγκοσμίῳ ἤδη θείᾳ ὑψώσει σου.
Χαρᾶς αἰτίου ὑπάρξαντος, πιστοὶ νῦν τῇ δυνάμει σου χαίρομεν, καὶ προσκυνοῦμέν σε· χαῖρε λαμπτὴρ παμφαέστατε· χαῖρε νηπίων φύλαξ καὶ πολυΰμνητε.

Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας·
Χαῖρε, Ξύλον μακάριον.

Εἶτα τοὺς λοιποὺς ἕξ Οἴκους (ΤΩ).
Τεῖχος τῆς οἰκουμένης, ὦ Σταυρὲ ζωηφόρε, ἀπόρθητον καὶ θεῖον νοοῦμεν· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατασκευάσας σε Ποιητὴς τάνυσι τὰς χεῖρας, ξένον ἄκουσμα· καὶ ἅπαντας ἐκφωνεῖν διδάσκει·
Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
     χαῖρε, τὸ νῖκος τῆς κληρουχίας.
Χαῖρε, Ἀμαλὴκ νοητὸν ὁ τροπούμενος·
     χαῖρε, Ἰακὼβ ταῖς χερσὶ προτυπούμενος.
Χαῖρε, σὺ γὰρ ἀνεμόρφωσας τὰς παλαιτάτας σκιάς·
     χαῖρε, σὺ γὰρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς.
Χαῖρε, ὁ τὸν Σωτῆρα τῶν ἁπάντων βαστάσας·
     χαῖρε, ὁ τὸν φθορέα τῶν ψυχῶν καταργήσας.
Χαῖρε, δι᾿ οὗ Ἀγγέλοις ἡνώθημεν·
     χαῖρε, δι᾿ οὗ φωτὶ κατηυγάσθημεν.
Χαῖρε, σὲ γὰρ προσκυνοῦμεν τιμῶντες·
     χαῖρε, σοὶ γὰρ προσφωνοῦμεν, βοῶντες·
Χαῖρε, Ξύλον μακάριον.

Ὕμνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων· ἐγκωμίων πληθὺν καὶ γὰρ ἂν προσάξωμέν σοι, ὦ Σταυρὲ τίμιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν· ἀλλ᾿ οὖν βοῶμεν·
Ἀλληλούϊα.

Φωτοπάροχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρὸς ὁ ζωοδώρητος οὗτος· τὸ γὰρ ἄϋλον δέδεκται φῶς, καὶ πρὸς γνῶσιν θείαν δαδουχεῖ ἅπαντας· ὑψοῖ δὲ νῦν ὑψούμενος τὸ νοῦν ἡμῶν, ἀναμέλπειν ταῦτα·
Χαῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων·
     χαῖρε, ἀστήρ, τὸν κόσμον αὐγάζων.
Χαῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα·
     χαῖρε, ἡ βροντή, τοὺς ἀπίστους ἐκπλήττουσα.
Χαῖρε, ὅτι κατελάμπρυνας, Ὀρθοδόξων τοὺς χορούς·
     χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τοὺς βωμούς.
Χαῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη·
     χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.
Χαῖρε, σαρκὸς σημαίνων τὴν νέκρωσιν·
     χαῖρε, παθῶν ὁ κτείνων ἐπέγερσιν.
Χαῖρε, ἐν ᾧ ὁ Χριστὸς ἐσταυρώθη·
     χαῖρε, δι᾿· οὗ πᾶς ὁ κόσμος ἐσώθη.
Χαῖρε, Ξύλον μακάριον.

Χάριν δοῦναι θελήσας, ὁ Χριστὸς τοῖς ἀνθρώποις, τὰς χεῖρας ἐπὶ ξύλου ἐκτείνει, καὶ τὰ ἔθνη πάντα συγκαλεῖ, καὶ βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τὸν ὕμνον ἐπαξίως, καὶ πιστῶς βοῶσιν·
Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον· ἐπὶ σοὶ γὰρ παγεὶς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι ταῦτα·
Χαῖρε, Σταυρέ, νοητὴ ῥομφαία·
     χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
Χαῖρε, Προφητῶν καὶ Δικαίων προκήρυγμα·
     χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρε, κάλλος καὶ διάδημα βασιλέων εὐσεβῶν·
     χαῖρε, κράτος καὶ ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος·
     χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρε, φαιδρὸν ἁπάντων ἀγλάϊσμα·
     χαῖρε, υἱῶν τῆς Ἄγαρ φυγάδευμα.
Χαῖρε, φωτὸς ἀκηράτου λυχνία·
     χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.
Χαῖρε, Ξύλον μακάριον.

Ὦ πανύμνητον Ξύλον, τὸ βαστάσαν τὸν πάντων Ἁγίων, ἁγιώτατον Λόγον (ἐκ γ´)· δεδεγμένον ἡμῶν τὰς λιτάς, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ αἰωνίου λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας·
Ἀλληλούϊα.

Καὶ πάλιν τὸν πρῶτον Οἶκον.
Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρὸν τὸν ζωηφόρον ἐν φόβῳ· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·
     χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
     χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τὰ πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ·
     χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
     χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατὴρ τοῦ νέκταρος ἔμπλεως·
     χαῖρε, λαμπτὴρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι᾿ οὗ εὐλογεῖται ἡ κτίσις·
     χαῖρε, δι᾿ οὗ προσκυνεῖται ὁ Κτίστης.
Χαῖρε, Ξύλον μακάριον.

Καὶ πάλιν τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,φἈγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,φΠεριφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας·
Χαῖρε, Ξύλον μακάριον.

Καὶ γίνεται ἀνάγνωσις εἰς τὴν Σταύρωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.









Εἶτα, τὸ Συναξάριον τῆς ἡμέρας καὶ τὸ παρόν:
Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζομεν τὸν Ἀκάθιστον Ὕμνον τοῦ Τιμίου Σταυροῦ, ποιοῦντες ἀνάμνησιν τῶν Παθῶν τοῦ Σωτῆρος Χριστοῦ.
Σταυρῷ πεποιθὼς ἀρετὴν ποίει πᾶσαν,
ἐκδιώκει γὰρ φάλαγγας τῶν δαιμόνων.
Τῶν Μυστηρίων ἡ ἑπτὰς τελειοῦται,
τῇ σημειώσει τοῦ Σταυροῦ τοῦ Σωτῆρος.
Ἐν τῇ Δευτέρᾳ τοῦ Χριστοῦ Παρουσίᾳ,
προπορεύεται ὁ Σταυρὸς ὑπέρλαμπρος.
Ἐν τῇ δυνάμει τοῦ Σταυροῦ σου Χριστέ μου,
σῶσον ἅπαντας τοὺς εἰς σὲ πεποιθότας.
Σῶσον δὴ κᾀμὲ Χριστὲ τῷ Σῷ ἐλέει,
οἷς ἐπίστασαι κρίμασιν ἀποκρύφοις.
Τὸν Ἀκάθιστον τοῦ Σταυροῦ Σου Χριστέ μου,
ἑορτάζοντας ἐν προθύμῳ καρδίᾳ.
Καὶ ἀγρυπνοῦντας πρὸς σὴν δοξολογίαν,
ἐν τῷ πανσέπτῳ καὶ ἁγίῳ Ναῷ Σου.
Ὁδήγησον εὔσπλαγχνε πρὸς σωτηρίαν,
πᾶσι παρέχων ἄφεσιν τῶν πταισμάτων.
Ὤρυξαν χεῖρας καὶ τοὺς πόδας σου Λόγε,
ἐξηρίθμησαν τὰ ὀστᾶ σου Χριστέ μου.
Ὅθεν καταπέτασμα Ναοῦ ἐῤῥάγη,
σκότος γέγονεν ἐπὶ πᾶσαν τὴν κτίσιν.

Παρὰ δὲ Σταυρῷ Σου εἰστήκει ἡ Μήτηρ,
σὺν ᾧ ἐφίλεις Μαθητῇ Ζωοδότα.
Δακρυοῤῥοοῦσα ὀδυνηρῶς ἐκ σπλάγχνων,
τὰς παρειὰς ξένουσα σὺν θριξὶν ἅμα.
Στένουσά τε ἔκραζεν οἴμοι ὦ Τέκνον,
τὴν Σὴν Μητέρα ἰδὼν εἴρηκας Λόγε.
Ἴδε υἱός σου τὸν μαθητὴν δεικνύων,
καὶ τῷ μαθητῇ· ἰδοὺ μήτηρ σου λέγεις.
Ὁ ληστὴς ἔφη Κύριε μνήσθητι μου,
ἔσῃ μετ’ ἐμοῦ ἀντέφης Παραδείσῳ,
Ἔδωκαν χολὴν εἰς τὸ βρῶμά σου Σῶτερ,
καὶ εἰς σὴν δίψαν ἐπότισάν σε ὄξος.
Ἐν τῷ Σταυρῷ φεῦ προσηλούμενος Λόγε,
ἄφες ἔλεγες τοῖς ἀνόμοις τὸ πταῖσμα.
Οὐ γὰρ οἴδασι τί ποιοῦσιν ὦ Πάτερ,
κλίνας δὲ κάραν αὖθις εἶπας Χριστέ μου.
Εἰς χεῖρας σουυ τίθημι ψυχήν μου Πάτερ,
λόγχῃ τὴν πλευρὰν αὖθις ἐκέκτησάν σου.
Ἐξῆλθεν αὖθις Αἷμα καὶ ὕδωρ Σῶτερ,
ἵνα τελεσθῇ τοῦ κόσμου σωτηρία.
Τοὺς τιμῶντάς σου τὰ σωτήρια Πάθη,
Σταυρὸν τὴν Λόγχην, τὸν Σπόγγον καὶ τοὺς Ἥλους.
Καὶ τὴνΤαφὴν δὲ σὺν τῇ θείᾳ Ἐγέρσει,
ἅ κατεδέξω δι’ ἡμᾶς ἑκουσίως.
Ταῖς τῆς Παναχράντου Σου Μητρὸς πρεσβείαις,
τῆς Ἀνυμφεύτου Μητροπαρθένου Κόρης,
ἐλέησον ἅπαντας καὶ σῶσον Σῶτερ,
τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ Σου,
ναὶ Σῶτερ σῶσον τὸν εὐσεβῆ λαόν Σου. Ἀμήν

ᾨδὴ ζ´. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἀναφέρουσα, ἐκ γῆς πρὸς τὰ οὐράνια, χαῖρε ἡ γέφυρα· χαῖρε σημεῖον ἐν ᾧ φλογίνη ῥομφαία μὲν ὑποκεχώρηκε. Λῃστὴς ἦλθε δέ, χαίρων εἰς τὸν Παράδεισον. Ἀνυμνῶ τὴν δύναμίν σου.
Ἱερέων, ἡ εὐπρέπεια ζωήῤῥυτε, χαῖρε θεμέλιον τῆς Ἐκκλησίας ἡμῶν, γαλήνη τοῦ σύμπαντος· χαῖρε ἀνάκλησις, μετανοίας τε καὶ παρθενίας τήρησις· χαῖρε ξύλον ἀφθαρσίας.
Ῥόδον εὔοσμον, ἄνθος χαῖρε ἀμάραντον, ῥάβδος βλαστήσασα τὴν σωτηρίαν ἡμῶν· Ζωῆς χαῖρε τράπεζα, παρατιθέμενον, ἄρτον ἔχουσα· χαῖρε τροφὴ πεινώντων τε καὶ λιμὴν χειμαζομένων.
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε τὸ ἅρμα Θεοῦ ἐν ᾧ περιέδραμεν ἀγαλλιώμενος, ὥσπερ γίγας τις, τὸν οὐρανόν, τὴν ἄβυσσον, ἕως ἄκρων οὐρανίων.
Ἱλαστήριον, ἁπάντων χαῖρε τίμιε· χαῖρε ἡ σύστασις, παντὸς τοῦ κόσμου Σταυρέ, δι᾿ οὗ ὑψουμένου τε συνανυψούμεθα, καὶ διάβολος, πίπτει εἰς ᾅδου πέταυρον, τὸ αὐτῷ ἡτοιμασμένον.













ᾨδὴ η´. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ ἀβύσσῳ ὁ τύπος τοῦ θεοδόχου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ναμάτων πηγῆς ἐκ σωτηρίου, τοῦ θείου Σταυροῦ, πλουσίως ἀρυσώμεθα, θεοῤῥύτων ἅπαντες, τῆς πλευρᾶς τοῦ πλάσαντος, ἡμᾶς προθύμως κράζοντες καὶ πίστει ψάλλοντες· Τὸν τίμιον ὑμνοῦμεν Κυρίου, καὶ ὑπερυψοῦμεν Σταυρὸν εἰς τοὺς αἰῶνας.
Μέσον οὐρανοῦ καὶ γῆς ἱδρύθης, ὡς κλῖμαξ Σταυρὲ Κυρίου ὡραιότατε, ἵνα ἀνατρέχωμεν πρὸς τὰ ἐπουράνια, διὰ τῆς σῆς οἱ ἄνθρωποι ἀνόδου, ψάλλοντες· Τὸν τίμιον Σταυρὸν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ τόπος Κυρίου, οὗ οἱ πόδες, οἱ ἅγιοι σοὶ πρὸς σωτηρίαν ἔστησαν· ὅθεν προσκυνοῦμέν σε, Σταυρὲ ἡλιόμορφε, τῶν ἀσκητῶν ἐντρύφημα, τοῦ Παντοκράτορος, ἡ ἔκλαμπρος σημαία τῆς νίκης, κατὰ τοῦ Βελίαρ, ἡ θεοδόχος κλίνη.
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· θανάτου καὶ γὰρ τὸν νεκρωτὴν ἐβάστασας· τυφλοὶ ἀναβλέπουσιν, ὦτα διανοίγονται, δαίμονες διώκονται, πάθη ἀφίστανται, μυρίων ἀγαθῶν ταμειοῦχε, Σταυρὲ τοῦ Σωτῆρος, ἡ κλεὶς τοῦ Παραδείσου.
Ὤφθης Κωνσταντίνῳ τῷ μεγάλῳ, τῷ κράτορι εὐσεβείας, ὦ πανσέβαστε, Σταυρὲ θεοδώρητε, καὶ πανυπερθαύμαστε, ἡλιακῶν λαμπρότερος βολίδων· ὅθεν σε τὸν Κύριον ὑμνοῦμεν τὸν δόντα, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.


















ᾨδὴ θ´. Ὁ Εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἴθυνον ἡμῶν, Σταυρὲ παμμακάριστε τῶν προσκυνούντων σε, πρὸς τὰς ἐντολὰς Χριστοῦ, τὴν ζωήν, ἵνα σοι Χαῖρε κράζωμεν· χαῖρε κατάρας λύτρωσις, ὡς τανυσθέντος σοι, τοῦ Κυρίου, καὶ κατάραν λύσαντος, εὐλογίαν ἡμῖν ἀντεισάξαντος.
Ἤρθη ἐπὶ γῆς, ἁπάσης ἡ δόξα σου, Σταυρὲ καὶ ἔπλησε, καὶ τὰ ἐπουράνια· διό σοι, Χαῖρε ἀεὶ κραυγάζομεν· χαῖρε δι᾿· οὗ ἐσώθημεν, τὰ ἔθνη ἅπαντα, προσκυνοῦντες, Τριάδα ἀχώριστον, τὸν Πατέρα, Υἱὸν σὺν τῷ Πνεύματι.
Σὺ εἶ ὁ Σταυρός, δι᾿ οὗ πάλαι ἔσχισε, Μωσῆς τὴν θάλασσαν· σὺ εἶ ἡ ἐκφυήσασα, Ἀαρωνῖτις ῥάβδος τὰ κάρυα· σὺ τὸ γλυκάναν ξύλον Μεῤῥᾶς τὰ νάματα· σοὶ βοῶμεν· Χαίροις προφητόφθεγκτε, αὐτουργὲ τεραστίων ἑκάστοτε.
Ὅλης ἐκ ψυχῆς, τὸ Χαῖρε σοι κράζομεν, Σταυρὲ πανάγιε, καὶ κατασφραγίζομεν, αὐτούς, καὶ πόλεις πλοῖά τε, καὶ ἱερά, καὶ ἅπαντα τά ἐγχειρήματα, σοῦ τὸ θεῖον, ὄνομα χαράττοντες, πεποιθότες ἐν σοὶ καὶ τροπούμενοι.
Ὕψωσον Χριστέ, ἡμῶν λατρευόντων σοι, καὶ προσκυνούντων σου, τὸν ζωοποιὸν Σταυρόν, καὶ τὰ φρικτά σου, θεῖα παθήματα, τὴν πολιτείαν· θραῦσον δέ, τοὺς ἀντιλέγοντας, ἵνα γνῶσι, πάντες τὴν ἀήττητον, τοῦ τιμίου Σταυροῦ σου τὴν δύναμιν.
Σῶσόν με Μητρός, τῇ χάριτι δέομαι τῆς παναχράντου σου, καὶ ζωοποιοῦ Σταυροῦ, θείᾳ δυνάμει, ὃν καὶ ὑπέμεινας, ὦ Ἰησοῦ μακρόθυμε, καὶ πολυέλεε, ἵνα σώσῃς, ῥεῦσαν τὸ εἰκόνα σήν, καὶ ὁμοίωσιν φέρον πλαστούργημα.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Τῶν Μαθητῶν ὁρώντων σε.
Σταυρὸς τοῦ κόσμου πέφυκε σωτηρία, Σταυρὸς Ἁγίων πάντων ἡ βακτηρία, Σταυρὸς βασιλέων τὸ στερέωμα, Σταυρὸς πιστῶν ὀχύρωμα, Σταυρὸς ἀνθρώπων ἡ ῥῶσις, Σταυρὸς δαιμόνων ἡ πτῶσις. (γ΄)









Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Φωναῖς ἀλαλάξωμεν, καὶ ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν πανάγιον, πάντες ἀσπαζόμενοι, πρὸς αὐτὸν βοῶντες· Σταυρὲ ζωηφόρε, σὺ καθαγίασον ἡμῶν, ψυχὰς καὶ σώματα τῇ δυνάμει σου, καὶ βλάβης διατήρησον, τῶν ἐναντίων πανάγιε, τοὺς πιστῶς προσκυνοῦντάς σε, καὶ ὑμνοῦντας τὸ κράτος σου.

Πιστῶν τὸ στερέωμα, καὶ βασιλέων κραταίωμα, μοναζόντων ἐντρύφημα, Ἀθλητῶν στεφάνωμα, Σταυρὲ τοῦ Κυρίου, κλέος ἱερέων, καὶ τῶν Ὁσίων καλλονή, Ἐκκλησιῶν τε ἡ σεμνοπρέπεια, ἁγίασον τοὺς σέβοντας, σὲ εὐλαβῶς καὶ δοξάζοντας, τὸν Σωτῆρα καὶ Κύριον, τὸν ἐν σοὶ προσηλούμενον.

Σταυρὲ πανσεβάσμιε, τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ Μαρτύρων τὸ καύχημα, ψυχῆς μου διάσωσμα, ὑπάρχεις καὶ φύλαξ, βάσις εὐσεβείας, χειραγωγία τε τυφλῶν, καταπιπτόντων ἡ ἐπανόρθωσις, νοσούντων ἡ ἐπίσκεψις, τῶν σωζομένων ἀσφάλεια, αἰχμαλώτων ἡ λύτρωσις· χαῖρε Ξύλον μακάριον.

Χριστοῦ σκῆπτρον ἅγιον, Σταυρὲ Ἀγγέλων ἀγλάϊσμα, καὶ δαιμόνων ἀφάνισις, πταιόντων συγχώρησις, καὶ ἀπελπισμένων, ἐλπίς τε καὶ σκέπη, τῶν προστρεχόντων σοι πιστῶς, καὶ πεποιθότων τῷ θείῳ κράτει σου, ἀτρώτους ἡμᾶς φύλαξον, παντοίας βλάβης συντήρησον, καὶ συνέτισον ψάλλειν σοι· χαῖρε Ξύλον μακάριον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζομένων λιμήν, ἐν πολέμοις νίκος, οἰκουμένης ἀσφάλεια, νοσούντων ἰατρέ, νεκρῶν ἡ Ἀνάστασις, ἐλέησον ἡμᾶς.














Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Ὅτε τῷ Ξύλῳ ὑψώθης χερσὶν ἀνόμων Σωτήρ, ἵνα τὸ πέρας λάβῃ, ἡ ραφὴ ἀνεβόας· διψῶ τὴν σωτηρίαν πάντων βροτῶν, οἱ δὲ τῷ σπόγγῳ προσήνεγκαν, ὄξος χολῇ μεμιγμένον Υἱὲ Θεοῦ, τῷ ὑσσώπῳ περιθέντες αὐτό.

Στ.: Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
Ἐν τῷ Σταυρῷ ἀνυψούμενος παντοδύναμε, τὴν ἁμαρτίαν ἄφες, τοῖς ἀνόμοις ἐβόας· ἔκλινας τὴν κάραν Λόγε Θεοῦ, αὖθις λέγων εἰς χεῖράς σου· Πάτερ μου Ἅγιε τίθημι τὴν ψυχήν, καὶ τὰ πάντα ἐκλονεῖτο Χριστέ.

Στ.: Ὤρυξαν χεῖράς μου και πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με
Ἐκ τῆς ἀχράντου καὶ θείας πλευρὰς ἀνέβλυσας, τὸ Αἷμα καὶ τὸ Ὕδωρ, τῆς νυγείσης τῇ Λόγχῃ, ἐπήγασας Οἰκτίρμων τὸν ἱλασμόν, καὶ τὴν ἄφεσιν Δέσποτα, τοῖς προσιοῦσιν ἐν πίστει τε καὶ στοργῇ, τοῖς ἀχράντοις μυστηρίοις Σου.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Σήμερον, ὁ Δεσπότης τῆς κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπύγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, Στέφανον ἐξ ἀκανθῶν περιβάλλεται, ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι, Χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον· τὸν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν Οὐρανὸν ἐν νεφέλαις· ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται, ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ πάντα ὑπομένει, δι’ ἐμὲ τὸν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός· ἵνα σώσῃ τὸν κόσμον, ἐκ πλάνης, ὡς εὔσπλαγχνος.

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου.

Εὐαγγέλιον Θείας Λειτουργίας, ἐκ τοῦ κατὰ Μάρκον (Κεφ. 15): Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται παραλαβόντες τὸν Ἰησοῦν, ἐξάγουσιν αὐτόν... καὶ ἄλλαι πολλαί, αἱ συναναβάσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

Σημείωσις: Ἐν δὲ τῇ Φυλλάδᾳ, ἡ Ἀκολουθία αὕτη τίθεται τὴν Παρασκευὴ πρὸ τῆς Κυριακῆς τῆς Ἀποκρεῶ. Προφανῶς, ἐξέλιπον οἱ λόγοι ποὺ ἔθεταν τὴν ἡμέραν ταύτην. Συνηθίζεται να τελεῖται ἡ ἀκολουθία τοῦ Ἀκαθίστου τοῦ Σταυροῦ, τὴν Κυριακὴ τῆς Σταυροπροσκυνήσεως ἑσπέρας. Παρουσιάζεται ὁλόκληρος ἡ Ἀκολουθία καὶ ὅστις θέλει ἃς τῇ ψάλλει οἷον βούλεται, κατὰ πρότασιν δὲ ἡμῶν, τῷ Σαββάτῳ τῆς Δ΄ Ἑβδομάδος τῶν Νηστειῶν.

Παρασκευή 20 Ιουλίου 2018

ΚΥΡΙΑΚΗ Β ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ. ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΗ ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέφος φαεινότατον, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, πᾶσαν ἐπεσκίασε, τῶν Νεομαρτύρων νῦν, καὶ ἐφαίδρυνεν, ἀρετῶν λάμψεσι, καὶ ταῖς τῆς ἀθλήσεως, καλλοναῖς λίαν ἐκάλλυνε, καὶ κατελάμπρυνε, ταῖς ἐκ τῶν ἀγώνων λαμπρότησι, βασάνων δὲ τοῖς στίγμασι, νοητῶς αὐτὴν κατεκόσμησε· ταῖς δὲ τῶν θαυμάτων, ἀκτῖσί τε καὶ αἴγλαις νοητόν, τῇ οἰκουμένῃ ἀνέδειξεν, οὐρανὸν πολύφωτον.

Ἴχνεσιν ἑπόμενοι, τοῖς τῶν ἀρχαίων οἱ νέοι, Ἀθληταὶ ἐνήθλησαν, καὶ λαμπρῶς ἠρίστευσαν, οἱ ἀήττητοι, ἐκ παντὸς τάγματος, καὶ Χριστὸν ἐκήρυξαν, καὶ τοῦ πάθους ἐκοινώνησαν, Αὐτοῦ οἱ ἔνδοξοι, καὶ βραβεῖα νίκης ἀπέλαβον, καὶ δόξης ἠξιώθησαν, καὶ στεφανηφόροι παρίστανται, τῷ ἀστέκτῳ θρόνῳ, σὺν δήμοις τῶν Ἀγγέλων καὶ χοροῖς, τῶν συμμαρτύρων καὶ ἅπασι, τοῖς δικαίων τάγμασι.

Καλλίνικοι Μάρτυρες, τῆς Ἐκκλησίας ἡ νέα, βάσις καὶ ἀσφάλεια, τοῦ Εὐαγγελίου τε ἡ ἐκπλήρωσις, τῶν πιστῶν καύχημα, ἀσεβούντων ὄνειδος, τοῦ Σωτῆρος οἱ τὰ ῥήματα, ἔργῳ τελέσαντες, καὶ τὰ θεῖα τούτου παθήματα, τρανῶς ἐξεικονίσαντες, διὰ πολυτρόπων κολάσεων, καὶ παθῶν παντοίων, μαστίγων καὶ ἀγχόνης καὶ πυρός, ξεσμῶν καὶ ξίφους δεήθητε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἡ γῆ οὐ κατέκρυψεν, ἀλλ’ οὐρανὸς ἐπαξίως, ὑμᾶς ὑπεδέξατο, καὶ λαμπρῶς ἐδόξασε Νεομάρτυρες, καὶ τερπνῶς ἥνωσε, τοῖς Ἀγγέλων Τάγμασιν, Ἀποστολῶν Προφητῶν ὁμοῦ, καὶ τῶν Ὁσίων τε, καὶ τῶν ἀθλησάντων τὸ πρότερον· μεθ’ ὧν νῦν ἀγαλλόμενοι, καὶ φωτὸς ἀῤῥήτου πληρούμενοι, μέμνησθε ἀπαύστως, ἡμῶν νῦν ἐτησίως ἐν ᾠδαῖς, ἡμῶν τιμώντων τὴν σύναξιν, τὴν ἀειμακάριστον.

Δόξα. Ἦχος πλ. δ΄.
Φωστῆρες νοητοὶ ἐξανέτειλαν πᾶσιν ἡμῖν οἱ θεῖοι τοῦ Χριστοῦ Νεομάρτυρες, ἀπλανῶς ὁδηγοῦντες πρὸς τὰς εὐθείας τρίβους, τῶν σωτηρίων αὐτοῦ ἐντολῶν· τῷ γὰρ τῆς αὐτῶν αληθοῦς μετανοίας φωτί, καὶ τῆς ἀκριβοῦς τῶν θείων νόμων τηρήσεως φωτιζόμενοι, τῆς τε πρὸς τὸν Χριστὸν ὑπερεξόχου ἀγάπης, τὴν θείαν χάριν ἐν ἑαυτοῖς εἰσοκίζομεν, καὶ τὸ μέγα ἔλεος κομιζόμεθα, παρὰ Θεοῦ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Δογματικόν. Ἦχος β'.
Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Ὅλη παμφαής, τῶν Μαρτύρων ἡ χορεία, τῶν νεοφανῶν, δίκην ἄστρων σελασφόρων, λαμπρὰ ὑπάρχει ὅλη, ταῖς τῶν ἄθλων λαμπρότησι, ὅλη τῶν ἀγώνων ταῖς ἀκτῖσι, φαιδρὰ ὑπὲρ ἥλιον τυγχάνει, ὅλη πέφυκεν, ἀστραπηβόλος τοὺς πιστούς, ἐνθέους φωτίζουσα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ῥώμῃ θαυμαστῇ, καὶ ἀνδρείᾳ ἀηττήτῳ, στίφη τῶν ἐχθρῶν, κατετρόπωσε γενναίως, Μαρτύρων νέα φάλαγξ, τροπαιοῦχος παράταξις, τάγμα ἱερώτατον καὶ θεῖον, δῆμος θεοσύλλεκτος Ἁγίων, οὓς ὑμνήσωμεν, ὡς στρατιώτας τοῦ Χριστοῦ, καὶ πίστεως φύλακας.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄντως Ἀθληταί, τὴν ἀσύγκριτον ἀγάπην, πρὸς τὸν Λυτρωτήν, ἐπεδείξασθε προθύμως, δι’ ὃ ἡμᾶς οὐ θλίψεις, οὐ λιμοὶ οὐδὲ κίνδυνοι, ταύτης ἐκχωρίσαι κατὰ Παῦλον· οὐ πῦρ οὐδὲ ξίφος οὐδὲ βρόχοι, ἠδυνήθησαν, οὐδὲ ἐξώσεις ὀφθαλμῶν, οὐ τέλος ὁ θάνατος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὕψιστε Θεέ, Πάτερ Λόγε καὶ τὸ Πνεῦμα, οἴκτειρον ἡμᾶς, εὐπροσδέκτοις ἱκεσίαις· τῆς θείας νεολαίας, τῶν Μαρτύρων φιλάνθρωπε, τῶν ἐν τῷ σταδίῳ παῤῥησίᾳ, μόνον ἀληθῆ Θεὸν τῶν ὅλων, κηρυξάντων σε, καὶ τὴν ἀῤῥήτως ἐκ Μητρός, τοῦ Υἱοῦ ἐνσάρκωσιν.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος β'.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Νέοι Μάρτυρες, παλαιὰν πλάνην, καταστρέψαντες, ὕψωσαν πίστιν, τῶν Ὀρθοδόξων καὶ στεῤῥῶς ἠγωνίσθησαν· τὴν γὰρ ἀνόμων θρησκείαν ἐλέγξαντες, ἐν παῤῥησίᾳ Χριστὸν ἀνεκήρυξαν, Θεὸν τέλειον· καὶ νῦν ἀπαύστως πρεσβεύουσι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.
























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δ’ τὰ Ἀναστάσιμα. Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτός γὰρ Λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Ἕτερο Στιχηρόν, Ἀνατολικόν
Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Καὶ τῶν Ἁγίων. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ὑστέροις καιροῖς, ἐκλάμπουσι Μάρτυρες, καὶ πλάνης τὸν σκοτασμὸν ἀποδιώκουσιν· ἡ πίστις Χριστιανῶν, νῦν ἀνυψοῦται καὶ πίπτει ἀσέβεια· ἀγάλλονται οἱ πιστοί, καὶ ἑορτὴν συγκροτοῦσα παγκόσμιον, τῶν νεοφανῶν βοῶντες, Μαρτύρων τὸ καύχημα, καὶ βραβεῖον καὶ νίκη, Σὺ ὑπάρχεις παντοδύναμε.

Βαβαὶ τῶν Σῶν θαυμασίων Χριστέ! ὦν περὶ τὸν κλῆρον, τὸν Σὸν ἄρτι ἔδειξας! Τὸ γένος τὸ ἀσθενὲς νῦν ἐθριάμβευσε τῶν δυνατῶν τὰς ἀρχάς, καὶ ἐξουσίας τοῦ σκότους ὡς γέγραπται· νεοφανεῖς Ἀθληταί, τοῖς παλαιοῖς παραβάλλονται Μάρτυσιν, ἔν τε τῇ ὁμολογίᾳ, τῇ στεῤῥᾷ τῆς πίστεως, ἐν βασάνων ἰδέαις, ἐν σημείοις τε καὶ θαύμασιν.

Ὑμῶν τιμῶσιν τὴν ἅλυσιν, Ἀγγέλων αἱ Τάξεις, καὶ Ἁγίων σύλλογοι, καὶ πάντων φιλομαρτύρων τὰ συστήματα· δοξάζεται ὁ Χριστός, καὶ οἱ τῆς πλάνης προστάται αἰσχύνονται· ἀσπάζεται ἡ Τριάς, τοὺς ἑαυτῆς ἱεροὺς Νεομάρτυρας, καὶ κατακοσμεῖ στεφάνοις, καὶ συνάπτει Μάρτυσι, παλαιοῖς καὶ δοξάζει, οἰκουμένης εἰς τὰ πέρατα.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων συστήματα, πανταχόθεν συνδράμετε, καὶ κοινὴν πανήγυριν συγκροτήσατε· ἰδοὺ γὰρ νέοι ἐφάνησαν, Μάρτυρες ἐν πέρατι, γεννεᾶς τῆς καθ’ ἡμᾶς, προμηθείᾳ τοῦ κρείττονος· οἱ κηρύξαντες, τὴν Ὀρθόδοξον πίστιν ἐν σταδίῳ, καὶ τοὺς Ἄγαρ ἀπογόνους, κακῶς φρονοῦντας ἐλέγξαντες.

Τοὺς τῆς πίστεως φύλακας, καὶ τῆς πλάνης τοὺς ἄνθρακας, τοὺς Χριστὸν δοξάσαντας ἐν τοῖς μέλεσι, τοῖς ἑαυτῶν καὶ βαστάσαντας, Αὐτοῦ σεπτὰ στίγματα, καὶ Ἀγγέλοις καὶ βροτοῖς, χρηματίσαντας θέατρον, εὐφημήσωμεν, τοὺς στεῤῥοὺς Νεομάρτυρας Κυρίου, ἱεραῖς ἐν ὑμνῳδίαις, τῶν Ὀρθοδόξων τὸ πλήρωμα.

Τῷ πυρὶ ἐκκαιόμενοι, τῆς Χριστοῦ ἀγαπήσεως, ὡς τρυφὰς τὰ βάσανα ἐλογίσασθε, ὡς ἁπαλὰ ῥόδα μάστιγας· πῦρ ὡς αὔραν ἔνδροσον, ὡς Παράδεισον εἱρκτήν· τὰ δὲ ξίφη ὡς στέφανον, καὶ τὸν θάνατον, ὡς ζωὴν κατησπάσασθε γλυκεῖαν, Νεομάρτυρες Κυρίου· ὅθεν ὑμᾶς μακαρίζομεν.

Δόξα. Ἦχος πλ. β΄.
Νεοφανεῖς ἀστέρες σήμερον, ἐν τῷ τῆς Ἐκκλησίας ἀνέτειλαν στερεώματι, οὐκ ἀποτροπαίους ἐκβάσεις, ἀλλ’ ἀγαθῶν ἐπιῤῥοάς, τῇ οἰκουμένῃ μηνύοντες, ἅπαντες οἱ μετὰ τὴν ἅλωσιν τῆς Βασιλίδος, πολλαχοῦ γενόμενοι Χριστομάρτυρες. Δεῦτε οὖν φιλέορτοι πάντες, χρεωστικῶς αὐτοῖς προσείπωμεν λέγοντες· χαίρετε, τῆς Ὀρθοδόξου πίστεως οἱ χρηματίσαντες ἀνακαίνισις, καὶ τῆς ἀσεβείας τῶν Ἀγαρηνῶν ἡ κατάργησις· χαίρετε, τῆς Ἀνατολικῆς Ἐκκλησίας ἡ δόξα, καὶ ἑτεροδόξων ἡ ἀναφαίρετος καταισχύνη· χαίρετε, οἱ τύποι γενόμενοι ὑπομονῆς τοῖς πιστοῖς, καὶ τοῦ διὰ Χριστὸν ἀθλεῖν ἐν καιρῷ τῷ προσήκοντι· πάριτε μέσον ἡμῶν νοερῶς, τῶν δεινῶν ἐκλυτρούμενοι, καὶ πρεσβεύετε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.







Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἀνατολικὴ Ἐκκλησία, εὐφροσύνην τὴν ἐν Θεῷ· ἀγάλλου καὶ χόρευε, ἡ ἐκλεκτὴ νύμφη τοῦ Χριστοῦ· καὶ οἷα φιλόπαις μήτηρ, ὡς δύο φιλτάτους υἱούς, τοὺς παλαιοὺς καὶ τοὺς νέους σου Μάρτυρας, ἐν ἀμφοτέραις ταῖς ἀγκάλαις βαστάζουσα, προφητικῶς τῷ νυμφίῳ σου Χριστῷ ἀναβόησον· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκας Κύριε, ἃ διὰ τῆς χάριτός σου πνευματικῶς γεννήσασα, καὶ γάλακτι εὐσεβείας ἐκθρέψασα, τελείους ὑπὲρ τοῦ ὀνόματός σου ἀνέδειξας Μάρτυρας· πρόσδεξαι οὖν τὰ αἵματα αὐτῶν, ὡς θυσίαν εὐάρεστον, καὶ ἵλεως ἐπ’ ἐμοὶ γεγονώς, τῆς κατεχούσης με δουλείας, καὶ πάσης αἱρέσεως ἐλευθέρωσον, ἣν τῷ τιμίῳ σου ἐξηγόρασας αἵματι.

Ἦχος β΄.
Τῷ Χριστῷ δι’ ἀγάπης συγκεκραμένοι, καλλίνικοι Νεομάρτυρες, καὶ τοῦτον ἔνοικον· διὰ τῆς πίστεως φέροντες, καὶ ὑμεῖς ἐν Χριστῷ ἐνηθλήσατε, καὶ ὁ Χριστὸς ἐν ὑμῖν, καὶ δι’ ὑμῶν ἤθλησεν, ὡς κεφαλὴ τὰ τῶν μελῶν, οἰκεῖα τὰ ὑμέτερα πάθη, καὶ τὸν θάνατον λογιζόμενος· ὑμεῖς γὰρ τὰ ὑστερήματα τῶν παθῶν τούτου ἀνεπληρώσατε· ὅθεν, τὰ λείψανα ὑμῶν, δαιμόνων φυγαδευτήρια, καὶ παντοίας νόσου λυτήρια γίνονται, ὡς ἐν τῇ ἑνώσει τῶν παθῶν τοῦ Κυρίου τετιμημένα· ἃ πιστῶς προσκυνοῦντες, δεόμεθα πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Εἴ τις εὐφημία καὶ ἔπαινος, εἴ τινες ἐγκωμίων τρόποι καὶ τέχναι καὶ μέθοδοι, ὑμῖν δικαιότατα πρέπουσι, στεῤῥότατοι Νεομάρτυρες· ὑπὸ τὸν ζυγὸν γὰρ τῆς δουλείας στενάζοντες, ἐλεύθεροι τῇ πίστει ἐδείχθητε, καὶ ὑπὲρ Χριστοῦ, καὶ τῆς ὀρθοδόξου λατρείας, πεῖραν πολλῶν βασάνων, κατὰ διαφόρους καιροὺς καὶ τόπους· ὁ μὲν διὰ ξίφους, ὁ δὲ δι’ ἀγχόνης, ὁ δὲ διὰ πυρός, καὶ ἄλλος δι’ ἄλλου, τὸ μακάριον τέλος ἐδέξασθε. Καὶ νῦν, ἐν οὐρανοῖς τοῖς παλαιοῖς συγχορεύετε Μάρτυσι, καὶ σὺν αὐτοῖς πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Βασιλεῖς καὶ ἱερεῖς, τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον ἐχρηματίσατε, ἱεροὶ Νεομάρτυρες, διὰ τῆς στεῤῥοτάτης ἡμῶν ἀθλήσεως· βασιλεῖς μέν, ὡς κατὰ τῶν παθῶν τῆς σαρκός, καὶ τοῦ κόσμου, καὶ κοσμοκράτορας βασιλεύσαντες· ἱερεῖς δέ, ὡς ἑαυτοὺς τῷ Θεῷ, ἱερεῖα καθαρὰ προσαγαγόντες καὶ σφάγια· καὶ νῦν, τῷ Βασιλεῖ καὶ ἱεράρχῃ Χριστῷ, ἐν οὐρανοῖς παριστάμενοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Δόξα. Ἦχος πλ. δ΄.
Ἔχει μὲν ἐν οὐρανοῖς, τῶν μακαρίων ἡ πληθύς, προσθήκην χαρᾶς, τὰ ἄϋλα ὑμῶν πνεύματα, μεγάλαθλοι Νεομάρτυρες· ἔχοντες δὲ καὶ ἡμεῖς ἐπὶ γῆς, οἱ τῆς σαρκὸς δέσμιοι, τὰ ὑλικὰ ὑμῶν λείψανα, πνευματικῆς εὐφροσύνης, πληρούμεθα τὸν ἁγιασμὸν ψυχῶν καὶ σωμάτων, καὶ τὴν θεραπείαν τῶν παθῶν, ἐξ αὐτῶν ἀρυόμενοι· καὶ εὐχαρίστως τῷ Χριστῷ ἀνακράζομεν· δόξα Σοι Κύριε, τῷ καὶ ἐν τῇ καθ’ ἡμᾶς αἰχμαλώτῳ γεννεᾷ, νέους ἀναδείξαντι Μάρτυρας, εἰς στηριγμὸν τῆς πίστεως· εἰς παραμυθίαν τῆς αἰχμαλωσίας, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπόστιχα Ἀναστάσιμα. Ἦχος β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Τὰ κατ’ Ἀλφάβητον.
Στίχ.: Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ.: Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Ἐν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

Στίχ.: Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.




Δόξα. Τῶν Ἁγίων. Ἦχος δ΄.
Σήμερον ἔαρ νοητόν, ἐν χειμῶνι μέσῳ τῆς τυραννικῆς αἰχμαλωσίας, τῇ οἰκουμένῃ ἐπέλαμψεν, οὐχ ὑπὸ μιᾶς χελιδόνος, ἀλλ’ ὑπὸ ὀγδοήκοντα καὶ πρός, Νεομαρτύρων συνιστάμενον. Δεῦτε οὖν φιλέορτοι, καὶ φιλοθεάμονες, εἰς τὰ μαρτύρια αὐτῶν, ὡς εἰς λειμῶνας πολυειδεῖς εἰσελθόντες, τὰ ψυχικὰ ἡμῶν αἰσθητήρια ἑστιάσωμεν· καὶ ἴδωμεν ἐκεῖ παντοδαπὰ εἶδη ἀνθέων, ἄρτι τῶν καλύκων προκύψαντα· ποικίλα τῇ ὄψει, εὔοσμα τῇ ὀσφρήσει· ἀμάραντα τῷ χρόνῳ, καὶ πάντα βεβαμμένα τῷ ἐρυθρῷ τοῦ αἵματος χρώματι· καὶ πρὸς Χριστὸν βοήσωμεν· Κύριε, ὁ νεωστὶ ταῦτα φυτεύσας, ταῖς πρεσβείαις αὐτῶν, τοῦ αἰωνίου ἔαρος τῆς Βασιλείας Σου ἀξίωσον ἡμᾶς ὡς φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος β'.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Νέοι Μάρτυρες, παλαιὰν πλάνην, καταστρέψαντες, ὕψωσαν πίστιν, τῶν Ὀρθοδόξων καὶ στεῤῥῶς ἠγωνίσθησαν· τὴν γὰρ ἀνόμων θρησκείαν ἐλέγξαντες, ἐν παῤῥησίᾳ Χριστὸν ἀνεκήρυξαν, Θεὸν τέλειον· καὶ νῦν ἀπαύστως πρεσβεύουσι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα. Ἦχος β'.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Σταυροθεοτοκίον.
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα τῶν Ἁγίων. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιοι λαμπροί, ἐν νυκτὶ τῆς δουλείας, ὡς ἄγκυραι στεῤῥαί, ἐν καιρῷ τρικυμίας, ἐδείχθητε τοῖς πέρασιν, ἱεροὶ Νεομάρτυρες, ὑπανάπτοντες, πιστοὺς πρὸς θείαν ἀγάπην· καὶ στηρίζοντες, σαλευομένας καρδίας, πρὸς πίστιν τὴν ἔνθεον.
Δόξα.
Ἀθλήσαντες στεῤῥῶς, ὑπὲρ πίστεως θείας, ἐσχάτοις ἐν καιροῖς, Νεομάρτυρες πάντας, πρὸς δόξαν τε καὶ αἴνεσιν, τοῦ Θεοῦ διεγείρετε, τοῦ νευρώσαντος, τὴν ἀσθενῆ ὑμῶν φύσιν, καὶ δοξάσαντος, ἐπὶ τῆς γῆς καὶ ἐν πόλῳ, ποικίλοις χαρίσμασιν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ μέγας ἐν σμικρῷ, κόσμος τοῦ κοσμοπλάστου, Σὺ πέλεις Μαριάμ, κορωνὶς χρησμῶν θείων· βυθὸς ὁ ἀνερμήνευτος, ἀκενώτου κενώσεως· ἐξεικόνισμα, τῆς ἀρχικῆς εὐπρεπείας, θεοσφράγιστος, βίβλος τῶν θείων καμάτων, πηγὴ χαριτόβρυτος.








Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς Νεομάρτυρας, πάντες τιμήσωμεν, τοὺς καταργήσαντας, πλάνην τὴν βάρβαρον, καὶ τὴν ὀρθόδοξον Χριστοῦ, πίστιν ἀνακηρύξαντας, πρὸς αὐτοὺς κραυγάζοντας· ἀπὸ πάσης κακώσεως, ἡμᾶς ἐκλυτρώσασθε, τοὺς ἐκ πόθου γεραίροντας, ἡμῶν τὴν πανσεβάσμιον μνήμην, ἐν ἱεραῖς ὑμνολογίαις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατατιτρώσκει με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως, τῆς Σῆς πανύμνητε, καὶ ἀνακράζει με πυκνῶς, βοᾶν Σοι εὐλογημένη· χαίροις ἡλιόμορφε, Βασιλέως παλάτιον· χαῖρε στῦλε πύρινε, καὶ νεφέλη ὁλόφωτε· χαῖρε τοῦ οὐρανοῦ καὶ γῆς θαῦμα· χαῖρε ἁπάντων ὑπερτέρα.

Οἱ Ἀναβαθμοὶ τοῦ ἤχου.
Προκείμενον: Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ.: Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Εὐαγγέλιον ἐωθινόν.
Ἀνάστασιν Χριστοῦ...
Ὁ Ν’ ψαλμός.
























Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων.
Κανὼν Ἀναστάσιμος. ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμός.
Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.
Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: ᾌδω τὸν αἶνον τῇ ερεσβίῳ Κόρῃ.
Εἱρμός ὁ αὐτός.
ϋλος πάλαι κλῖμαξ, καὶ ξένως χερσωθεῖσα, ὁδὸς θαλάσσης, τὴν σὴν ἐδήλου γέννησιν Ἁγνή, ἣν ὑμνοῦμεν ἅπαντες, ὅτι δεδόξασται.
Δύναμις τοῦ Ὑψίστου, Ὑπόστασις τελεία, Θεοῦ Σοφία, σωματωθεῖσα Ἄχραντε ἐκ σοῦ, τοῖς βροτοῖς, ὡμίλησεν, ὅτι δεδόξασται.
δευσε διὰ πύλης, ἀβάτου κεκλεισμένης, τῆς σῆς νηδύος, δικαιοσύνης Ἥλιος Ἁγνή, καὶ τῷ κόσμῳ ἔλαμψεν, ὅτι δεδόξασται.

Ὁ Κανὼν τῶν Νεομαρτύρων. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τριὰς μονάς τε καὶ μονὰς Τρισήλιε, τὸν σκοτισθέντα μου νοῦν, φώτισον ἐν γνώσει, καὶ τὴν γλῶτταν τράνωσον, τὴν ῥυπαρὰν καὶ ἄμουσον, ὅπως μέλψω ἀξίως, κατὰ στοιχεῖον καὶ ὄνομα, τοὺς Σοὺς ἱεροὺς Νεομάρτυρας.
Αἰνῶ αἰσίως Ἀγγελῆν τὸν ἔνδοξον καὶ μουσικόλαλον, τὸν ἐξ Ἀτταλείας, μέλπω Ἀθανάσιον, τὸν θύτην Παντοκράτορος, καὶ ὁμόπατριν τούτῳ, ἄλλον τιμῶ Ἀθανάσιον, σὺν Ἀναστασίῳ τῷ Βούλγαρει.
Τὸ Νικαέων εὐκλεὲς καλλώπισμα ὁ Ἀθανάσιος, καὶ Θεσσαλονίκης, οἱ βλαστοὶ Ἀλέξανδρος· καὶ θεῖος Ἀθανάσιος, καὶ Ναυπλίου τὸ κλέος, ὁ ἔνδοξος Ἀναστάσιος, καὶ ὁ Ἀχμὲτ Κάλφας τιμάσθωσαν.
Θεοτοκίον.
Σὺ πρωτουργῶς πασῶν χαρίτων πλήρωμα, ἐκ τῆς Τριάδος ἁγνή, δεχομένη τοῦτο, πᾶσι νέμεις ἄχραντε,· δι’ ὅ Σου ἡ πανεύφημος, Ἀκυλίνα τῷ πόθῳ, καὶ Ἀργυρὴ ἡ πανθαύμαστος, ἤθλησαν στεῤῥῶς μέχρις αἵματος.

ᾨδὴ γ' Ὁ Εἱρμός.
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου.
Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.
Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.

Τῆς Θεοτόκου ὁ αὐτός
χρόνου ἐπέκεινα παντός, ὡς χρόνων Ποιητής, ἐκ σοῦ Παρθένε ἑκών, βρέφος πεπλαστούργηται.
Νηδὺν πλατυτέραν οὐρανῶν, ὑμνήσωμεν πιστοί, δι' ἧς Ἀδὰμ ἐν τοῖς οὐρανοῖς, χαίρων πεπολίτευται.

Τῶν Ἁγίων. Οὐρανίας ἁψῖδος.
Ἀναστάσιος θεῖος ὁ ἱερεὺς ᾄδεται, καὶ τῶν Ἀθηναίων τὸ εὖχος, στεῤῥὸς Ἀντώνιος, καὶ Ἀναστάσιος, ὁ ἐξ Ἀγκύρας τιμᾶται, καὶ Βελλᾶς Αὐξέντιος, τὸ θεῖον βλάστημα.
Γαβριὴλ Βυζαντίου τὸν εὐκλεῆ πρόεδρον, σὺν τῷ Γαβριὴλ τῷ Σερβίας, Γαβριὴλ ἕτερον, Ὁσιομάρτυρα, σὺν Γεωργίῳ γεραίρω· μεθ’ ὧν καὶ Γεώργιον, Φιλαδελφείας βλαστόν.
Καὶ Γεώργιον ἄλλον ἀνευφημῶ Κύπριον, καὶ τὸν ἐν σοφίᾳ γεραίρω, θεῖον Γεώργιον, καὶ τὸν ἀθλήσαντα, ἐν Μαγνησίᾳ νομίμως, ἀνυμνῶ Γεώργιον, τὸν ἀξιάγαστον.
Θεοτοκίον
Νύμφη ὤφθης ὡραία Θεοῦ Πατρὸς ἄχραντε, τοῦ Υἱοῦ δὲ Μήτηρ θυγάτηρ δὲ Πνεύματος, κατοικητήριον, τῆς ἀρχιφώτου Τριάδος, ὅλης τῆς θεότητος, ἔμψυχον τέμενος.







Κοντάκιον, Ἀναστάσιμον. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν λειψάνων αἱ θεῖαι ἡμῶν σοροί, ἰατρεῖα ὑπάρχουσι θαυμαστά, ἀπόδειξις ἔμψυχος, τῆς ὀρθῆς ἡμῶν πίστεως, καὶ θησαυροὶ παντοίων, θαυμάτων κοσμόπλουτοι, κροκοβαφῆ καὶ ἄσηπτα, πυξία τοῦ πνεύματος, τῶν ἐπουρανίων, ἀρωμάτων φιάλαι, νικῶσαι κιννάμωμον, μύρον νάρδον καὶ κάλαμον, καὶ τῆς γῆς τὰ ἀρώματα· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, ἡμῖν τοῖς πόθῳ τιμῶσιν, ὑμᾶς Νεομάρτυρας.
Θεοτοκίον
Μυριώνυμον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομῶν, τόμος θεοχάρακτος, Ἡσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως, καὶ τεῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχεις, λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν πάντων λάλημα· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σεβομένοις ἐν πίστει, τὸν ἄσπορον τόκον Σου.























ᾨδὴ δ' Ὁ Εἱρμός.
Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτός ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.
Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Σὲ λιμένα σωτηρίας καὶ τεῖχος ἀκράδαντον Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

Τῆς Θεοτόκου ὁ αὐτός
δοὺ ὑπερύψωται, τὸ θεῖον ὄρος οἴκῳ Κυρίου, ὑπεράνω τῶν Δυνάμεων, ἡ θεομήτωρ ἐμφανέστατα.
Νομίμων τῆς φύσεως, Παρθένε ἅπερ μόνη τεκοῦσα, τὸν δεσπόζοντα τῆς κτίσεως, κατηξιώθης θείας κλήσεως.

Τῶν Ἁγίων. Σύ μου ἰσχύς.
Δαμασκηνός, ὁ ἱερεὺς χαίρων ἤθλησε, καὶ ὡς ῥόδον, νέον ὁ Δημήτριος, Φιλαδελφέων ἡ καλλονή, ἔφυ καὶ σύν τούτῳ, ὁ Τορναρᾶτος Δημήτριος, καὶ Δῆμος ὁ ἐν Σμύρνῃ, εὐκλεῶς μαρτυρήσας, καὶ πολλὰ ἐκτελέσας θαυμάσια.
Δασμασκηνός, Δαμιανός τε οἱ Ὅσιοι, σὺν τῷ θείῳ, στέφους ἠξιώθησαν, Διονυσίῳ ἀθλητικοῦ, καὶ ὁ ἐκ τῆς Λέσβου, Δούκας ἀθλήσας δεδόξασται, σὺν τῷ ἐν Βυζαντίῳ, Ἀθλητῇ Δημητρίῳ, τὰ βραβεῖα τῆς νίκης δεξάμενοι.
Ὕμνοις τιμῶ, Κορίνθου τὸν ἀρχιποίμενα, Ζαχαρίαν, καὶ Ζώρζην τὸν Ἴβηρα, τὸν ἐν τῇ Λέσβῳ, καὶ σὺν αὐτῷ ἄλλον, Ζαχαρίαν τὸν ἐκ τῆς Ἄρτης ἀνθήσαντα, Ἠλίαν τε σὺν τούτοις, τὸν Ἀρδούνην γεραίρω, τοὺς κλεινοὺς τοῦ Χριστοῦ Νεομάρτυρας.
Κέδρος στεῤῥά, ταῖς ἀντιπνοίαις ἀκλόνητος, τῶν βασάνων ὁ νέος Θεόδωρος, τῆς Βυζαντίδος σεπτὸς βλαστός, ὤφθη καὶ σὺν τούτῳ, ἄλλος Θεόδωρος Λέσβιος, καὶ Θεοφάνης ἅμα, μοναζόντων τὸ κλέος, καὶ Θεόφιλος Χίου ὁ ἔφορος.
Θεοτοκίον
Νέος Ἀδάμ, ἀντὶ τοῦ πάλαι γεγέννηται, ὁ Υἱός Σου, Σὺ δὲ Μῆτερ ἄχραντε, ἀντὶ τῆς Εὔας, ὁ δὲ Σταυρός, ἀντὶ γνωστοῦ ξύλου, ὁ Γαβριὴλ ἀντὶ ὄφεως, ἀντὶ Ἐδὲμ ὁ πόλος, ἡ χαρὰ ἀντὶ λύπης, ὢ καλῶν θημωνία ἀντίστροφος.
ᾨδὴ ε' Ὁ Εἱρμός.
Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.
Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.
Ἐν λάκκῳ Χριστὲ κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.
Θεοτοκίον
Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Τῆς Θεοτόκου ὁ αὐτός
Νεφέλαι τῆς εὐφροσύνης, γλυκασμὸν ῥάνατε, τοῖς ἐπὶ γῆς, ὅτι παιδίον δέδοται ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐκ τῆς Παρθένου σαρκωθεὶς Θεὸς ἡμῶν.
Τῷ βίω καὶ τῷ σαρκίῳ μου, τὸ φῶς ἔλαμψε, καὶ τὸ στυγνὸν τῆς ἁμαρτίας ἔλυσεν, ἐπ΄ ἐσχάτων ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς σωματωθεὶς ὁ Ὕψιστος.

Τῶν Ἀγίων. Ἵνα τί με ἀπώσω.
Γλῶσσα πᾶσα γεραίρει, τὸν Ὁσιομάρτυρα θεῖον Ἰάκωβον, καὶ τὸν τούτου μύστην, καὶ διάκονον ἄλλον Ἰάκωβον, καὶ τὸν Ἰορδάνην, Τραπεζουντίων μέγα εὖχος, τοὺς Χριστὸν ἐν τοῖς ἄθλοις δοξάσαντας.
Τίς αἰνεῖν οὐκ ὀφείλει, τῶν Ἰωάννινων τὸ κάλλιστον βλάστημα, θεῖον Ἰωάννην; Καὶ κλεινὸν Σοσταβίας ἀγλάϊσμα, ἄλλον Ἰωάννην, καὶ μετὰ τούτων καὶ σὺν τούτοις, Κουλικᾶν Ἰωάννην τὸν ἔνδοξον.
Βυζαντίδος τὸ κλέος, τέκτων Ἰωάννης ὑμνείσθω ἐν ᾄσμασι, καὶ ὁ Θάσου γόνος, Ἰωάννης ἀκέστης αἰνείσθω μοι, καὶ ὁ τῆς Δακίας, σεπτὸς βλαστὸς ἀνευφημείσθω, Ἰωάννης οἱ τρεῖς χαριτώνυμοι.
Θεοτοκίον
Κέντρον ὤφθης χαρίτων, σφαῖρά τε πολύαστρος θεοχαρίτωτε, τῶν ζωδίων κύκλος· δι’ οὗ μέσου διέβη ὁ Ἥλιος, τῆς δικαιοσύνης, καὶ τῆς φρικτῆς οἰκονομίας, τὴν περίοδον πᾶσαν ἐπλήρωσεν.






ᾨδὴ ς' Ὁ Εἱρμός.
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.
Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Τῆς Θεοτόκου ὁ αὐτός
Φύσις ἀνθρώπων δουλεύουσα, τῇ ἁμαρτίᾳ Δέσποινα ἁγνή, διὰ σοῦ ἐλευθερίας ἔτυχε· σὸς γὰρ Υἱὸς ὡς ἀμνός, ὑπὲρ πάντων τέθυται.
πιβοώμεθα πάντες, σὲ τὴν ἀληθῆ Μητέρα τοῦ Θεοῦ, παροργίσαντας οἰκέτας λύτρωσαι· μόνη γὰρ πρὸς Υἱόν, παῤῥησίαν κέκτησαι.

Τῶν Ἁγίων. Τὴν δέησιν.
ναύκληρος, Ἰωάννης ἄξιος, ἀληθῶς ᾠδῆς ὑπάρχει μυρίας, καὶ ὁ στεῤῥός, Ἰωάννης ὁ μείραξ, ἄλλος δειχθεὶς Μακκαβαῖος ἐν χάριτι, λαλεῖται δὲ καὶ σὺν αὐτοῖς, Ἰωάννης Βουλγάρων τὸ καύχημα.
Ὅσιος, Ἰωάσαφ ἤθλησε, καὶ ἠρίστευσε νομίμως σὺν τούτῳ, ὁ Ἰωσήφ, ἐκ Συρίας ὑπάρχων, καὶ ὁ τῆς χάριτος κήρυξ ὁ ἔνθεος, ὁ ἔνδοξος φημὶ Κοσμᾶς, ὁ διπλῷ καλλυνόμενος στέμματι.
Ἀγάλματι, παρθενίας ἔπαινος, ἅπας πρέπει τῇ παρθένῳ Κυράννῃ, Κυπριανῷ, τῷ Ὁσίῳ καὶ πάνυ, τὸν μαρτύριου ἀνύσαντι δίαυλον, καὶ Ῥώσσῳ δὲ τῷ ἱερεῖ, Κωνσταντίνῳ πᾶς αἶνος ἐπάξιος.
Θεοτοκίον
Θεόγλυπτος, ἀνδριὰς πανάχραντε, καὶ εἰκὼν ἀρχετυπίας τῆς θείας, καὶ θησαυρός, ἀνεξάντλητος θείων, ἀπαυγασμάτων ὑπάρχεις Θεόνυμφε, σκοπὸς ὁ ἐπινοηθείς, πρὸ αἰώνων τῷ Κτίστῃ τῆς κτίσεως.











Κοντάκιον. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάλλου μυστικῶς, ἡ Χριστοῦ Ἐκκλησία, ὁρῶσα σοὺς υἱούς, Νεομάρτυρας κύκλῳ, τραπέζης σου καὶ βήματος, ἱσταμένους ἐκ κόνεσιν, ὡς νεόφυτα, τῶν ἐλαιῶν καὶ τῷ Κτίστῃ, ἀνακραύγαζε· Σὺ τῶν Μαρτύρων ὑπάρχεις, Χριστὲ τὸ στερέωμα.
Ὁ Οἶκος.
Ἀεὶ μὲν καὶ ἐν πᾶσιν ὀφείλομεν, ἀδελφοί, ἐξυμνεῖν καὶ θαυμάζειν τῆς περὶ ἡμᾶς τοῦ φιλανθρώπου Θεοῦ προνοίας τὰ ἀνεξιχνίαστα κρίματα, οὐχ ἦττον δέ, καὶ ἐπὶ τῇ πολυχρονίῳ ταύτῃ τοῦ ἡμετέρου γένους τυραννικῇ αἰχμαλωσίᾳ, αὕτη καὶ γάρ, πλείστων τε ἄλλων κατὰ ψυχὴν ἀγαθῶν ἡμῖν τοῖς τυραννουμένοις παραίτιος γέγονε, καὶ ἐξαιρέτως, δι’ αὐτῆς καὶ ἐξ αὐτῆς ὁ εὐκλεὴς οὗτος, καὶ Χριστῷ πεφιλημένος, καὶ τῆς οὐρανίου ἀποθήκης ἄξιος καρπὸς ἀνεβλάστησεν, οἱ νεοφανεῖς, λέγω Μάρτυερες· οἱ νῦν, εἰς εὐφημίαν προκείμενοι, οὗτοι γὰρ οἱ καρτερόψυχοι, τῇ τοῦ Χριστοῦ δυνάμει θωρακισθέντες, πάντα τὰ τοῦ βίου τερπνά, ὡς σκύβαλα ἐλογίσαντο, καὶ σαρκὸς μηδόλως φεισάμενοι, εἰς τὸ στάδιον τῆς ἀθλήσεως ἀπεδύσαντο· τὴν μὲν τῶν Ἀγαρηνῶν ἀσέβειαν θριαμβεύσαντες, τὴν δὲ τοῦ Χριστοῦ πίστιν ἐν παῤῥησίᾳ ἀνακηρύξαντες· ὑπὲρ ἧς καὶ πολυειδέσι βασάνοις ἀνδρείως, μέχρι τέλους ἐνακαρτέρησαν, καὶ τὸν τοῦ μαρτυρίου ἀνεδήσαντο στέφανον, πρὸς τὸν στεφανίτην ἀναβοῶντες· Σὺ τῶν Μαρτύρων ὑπάρχεις, Χριστὲ τὸ στερέωμα.

Συναξάριον. Τὸ τοῦ Μηναίου καὶ εἶτα:
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Γ’ Ματθαίου, Μνήμη πάντων τῶν Ἁγίων τοῦ Χριστοῦ Νεομαρτύρων, τῶν μετὰ τὴν ἅλωσιν τῆς Κωνσταντινουπόλεως μαρτυρησάντων.
Νέοι Ἀθληταί, ὤλεσαν τὴν γραῦν Ἄγαρ,
καὶ νῦν σύνεισι, τοῖς Ἀθληταῖς τοῖς πάλαι.
Βῆ δὲ Πόλον πληθύς, νεάθλων Ἄστυ θεοῖο.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ' Ὁ Εἱρμός.
Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον
Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

Τῆς Θεοτόκου ὁ αὐτός
ώρα ἐν νυκτὶ Ἰακὼβ μέν, ὡς ἐν αἰνίγματι Θεὸν σεσαρκωμένον, ἐκ σοῦ δὲ ἐν φρυκτωρίᾳ ὤφθη τοῖς μέλπουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σύμβολα τῆς ἐν σοὶ ἀποῤῥήτου προκαταγγέλλων συμπλοκῆς, τῷ Ἰακὼβ προσπαλαίει, δι' ἧς ἑκὼν ἡνώθη ἀνθρώποις Ἁγνή, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Βέβηλος ὁ μὴ ἕνα κηρύττων, τὸν τῆς Παρθένου σε Υἱόν, τῆς πανυμνήτου Τριάδος, καὶ ἀδιστάκτῳ γνώμῃ καὶ γλώσσῃ βοῶν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τῶν Ἁγίων. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ᾠδαῖς τε καὶ ὕμνοις τὸν Ὁσιομάρτυρα αἰνῶ Μακάριον, Μακάριον τὲ Κῖον, καὶ Μάρκον τὸν ἐκ Κρήτης, σὺν αὐτῷ δὲ καὶ Μύρωνα, τῆς αὐτῆς νήσου λαμπρόν, ἀναφανέντα κλέος.
Μανουὴλ τῷ ἐκ Κρήτης σὺν τῷ Μιχαὴλ Ἀθηνῶν τῷ βλαστήματι, καὶ Μιχαὴλ δὲ πάλιν, τῷ ἐκ Γρανίτσας ὄντι ἀναπέμψωμεν αἴνεσιν, ὡς τὴν Τριάδα λαμπρῶς, τεθεολογηκότι.
Μιχαὴλ ἐκ Βρυούλων ὁ λευκόχρους κύκνος αἰσίως γεραίρεται, Νισύριος Νικήτας, Νικόδημος δὲ πάλιν, ὁ ἐν Μάρτυσιν Ὅσιος, ὁ τῇ Μονῇ ἐνασκῶν, τῇ ἐν τοῖς Μετεώροις.
Θεοτοκίον
Ὅλη καλὴ ὑπάρχεις ὅλη γλυκασμὸς καὶ ἡδύτης ἀκόρεστος, Μαρία Θεοτόκε· δι’ ὃ τῇ θεωρίᾳ, τοῦ Σοῦ κάλλους ἀξίωσον, ἐπεντρυφᾶν με ἀεί, τὸν Σὸν οἰκτρὸν οἰκέτην.



ᾨδὴ η' Ὁ Εἱρμός.
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Αἵματι Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.
Θεοτοκίον
Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

Τῆς Θεοτόκου ὁ αὐτός
ράθη ἐπὶ γῆς διὰ σοῦ, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ὁ ἀγαθότητι ἀσύγκριτος καὶ δυνάμει, ᾧ μελῳδοῦντες πάντες οἱ πιστοὶ κραυγάζομεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Κυρίως σε Ἁγνήν, καταγγέλλοντες δοξάζομεν Θεοτόκε· σὺ γὰρ τὸν ἕνα ἀπεκύησας, τῆς Τριάδος σεσαρκωμένον, ᾧ σὺν τῷ Πατρὶ καὶ Πνεύματι πάντες μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Ἁγίων. Ἑπταπλασίως κάμινον.
Τίς οὐ προσοίσει ἐπαίνον, Νικοδήμῳ τῷ Μάρτυρι, καὶ ἀνδρὶ Ὁσίῳ, χερσὶ ῥάβδον φέροντι, καὶ θείῳ βλαστήματι, Καππαδοκίας αὖθίς τε, τῷ ὑπὲρ Χριστοῦ, διηθληκότι ἐν Σμύρνῃ, γενναίῳ Νικολάῳ; Νικολάῳ τε ἄλλῳ, τῷ ἕλκοντι τὸ γένος, ἐκ κώμης τοῦ Μετσόβου.
Καρπενησίου βλάστημα, εὐφημείσθω Νικόλαος, ὁ ἐν Βυζαντίῳ, διαθλήσας ἄριστα, μεθ’ οὗ καὶ Νικόλαος, τὸ Βυζαντίδος γέννημα, θείαις ἐν ᾠδαῖς, μεγαλυνέσθω δικαίως, Νικόλαος δὲ αὖθις, τὸ μέγα Χίου κλέος, ὡς ἐξ αὐτῆς βλαστήσας, καὶ ἐν αὐτῇ μαρτυρήσας.
Τὸν Κωνσταντινουπόλεως, μεγαλύνω Παρθένιον, τὸν τῆς Μυτιλήνης, κλάδον ὡραιότατον· μεθ’ οὗ ἀπελεύθερον, Παῦλον τὸν Ῥῶσσον, ᾄσμασιν ἱεροῖς τιμῶ, καὶ τὸν Παχώμιον ἅμα, τὸν Ὅσιον γεραίρω, σὺν αὐτῷ δὲ τὸν θεῖον, ὑμνῶ Παναγιώτην, τὸν ἐκ τῆς Καισαρείας.
Θεοτοκίον.
Φῶς ἡ τὸ πρῶτον τέξασα, τὸ Ἀγγέλους τὰ δεύτερα φῶτα ὑποστῆξαν, καὶ φῶς τὸ πρωτόγονον, δημιουργῆσαν αὖθίς τε, φωστῆρας δύο παραγαγόν, ἐπὶ πᾶσι δὲ ψυχήν, ὡς φῶς οὐσιῶσαν, καὶ φῶτα ὑποδεῖξαν, προστάγματα οἰκεῖα, φώτισον τοῦ νοός μου, τὸν ζόφον Θεοτόκε.
ᾨδὴ θ' Ὁ Εἱρμός.
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.
Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθ' ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικόν.
Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

Τῆς Θεοτόκου. Ὅλος ὑπάρχεις ἔφεσις.
άβδος ἰσχύος δέδοται, φύσει τῇ σαθρᾷ, Λόγος Θεοῦ, ἐν μήτρᾳ σου Ἁγνή, καὶ ταύτην ἀνέστησε, πρὸς ᾅδην ὀλισθήσασαν· διό σε πάναγνε, ὡς Θεοτόκον μεγαλύνομεν.
ν ἡρετίσω Δέσποτα, δέξαι συμπαθῶς, πρέσβυν Μητέρα, σὴν ὑπὲρ ἡμῶν, καὶ σοῦ τῆς χρηστότητος, τὰ σύμπαντα πλησθήσονται, ἵνα σε ἅπαντες, ὡς εὐεργέτην μεγαλύνωμεν.

Τῶν Ἁγίων. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Λαμπρύνει Νεομάρτυρας ὡς ἀστήρ, φαεινὸς ὁ ἐκ Κύπρου Πολύδωρος, καὶ Ῥωμανός, ὁ Ὁσιομάρτυς κατακοσμεῖ, χορὸν τὸν νεοσύλλεκτον, Ἀθλητῶν Κυρίου καὶ Ῥωμανός, ὁ ἱερεὺς καὶ Μάρτυς, διπλοῦν λαμβάνει στέφος, παρὰ Θεοῦ τοῦ παντοκράτορος.
Συγχαίρει Νεομάρτυσι τοῦ Χριστοῦ, ὁ στεῤῥότατος Σάββας, Νιγδέλιος καὶ Σεραφείμ, ὁ τοῦ Φαναρίου ἀρχιερεύς, αὐτοῖς δὲ συναγάλλεται, καὶ ὁ Τραπεζούντιος Συμεών, μεθ’ ὧν ἀεὶ χορεύει, Σταμάτιος ὁ θεῖος, ὁ ἐκ τοῦ Βόλου καταγόμενος.
Μαρτύρων νέων ηὔξησαν ἀριθμόν, Τριαντάφυλλος ναύτης καὶ εὔχρηστος, Χριστῷ δειχθείς, Χρῆστος Παραδείσου ὁ κηπουρός, τὸ Ἀλβανίας καύχημα, καὶ Χριστοῦ ὁ δοῦλος ὡς ἀληθῶς, Χριστόδουλος ὁ νέος, Χρυσή τε ἡ παρθένος, τῆς Βουλγαρίας ἐγκαλλώπισμα.
Χορεία νεοσύλλεκτε Ἀθλητών, οὐρανία σειρὰ χρυσοσύνθετε, πολυειδής, στέφανε ἀνθόπλεκτε ἱερέ, τὸν ὔμνον τοῦτον δέξασθε, καὶ συναγαγόντες ἀδελφικῶς, τοὺς Ἀνωνύμους ἄλλους, πάντες Χριστῷ πρεσβείαν, ὑπὲρ ἡμῶν ἀεὶ προσφέρετε.
Θεοτοκίον.
Παράλαβε Παρθένε τοῦ Σοῦ Υἱοῦ, ἱεροὺς Νεομάρτυρας ἅπαντας, τοὺς ἐνταυθοῦ, περιεχομένους ὀνομαστί, καὶ εἴ τινες ἐνώνυμοι, ἄλλοι καὶ ἀνώνυμοι ἀλλαχοῦ· καὶ πρέσβευε σὺν τούτοις, ὅπως πυρὸς ῥυσθέντες, τῆς θείας δόξης ἐπιτύχωμεν.

Ἐξαποστειλάριον. Τὸ Ἀναστάσιμον.
Τῶν Ἁγίων. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Λαβόντες θεῖον Βάπτισμα, τὸ δι’ ὕδατος πρώην, σύμφυτοι ὁμοιώματι, τοῦ θανάτου Κυρίου· γεγόνατε νῦν δὲ πάλιν, βαπτισθέντες ἀνδρείως, τὸ δι’ αἵματος βάπτισμα, Νεομάρτυρες θεῖοι, πραγματικῶς, τούτου ὡμοιώθητε τῷ θανάτῳ· δι’ ὃ καὶ ἠξιώθητε, δόξης τῆς ἀθανάτου.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Χορείαν νεοσύλλεκτον, γενναιότατον σύνταγμα, Νεομαρτύρων Κυρίου, ἀνευφημήσωμεν ὕμνοις, ἀπὸ παντοίας ῥύσασθε, ἡμᾶς ἀνάγκης καὶ βλάβης, τοῦ βροτοκτόνου βελίαρ.
Θεοτοκίον.
Μαρία ὁ χρυσόπλοκος, τῆς Θεότητος θάλαμος, εὐγένεια βροτῶν γένους, ἡ κοσμήσασα κόσμου, τὴν ἀκοσμίαν κόσμησον, τῆς ψυχῆς μου τὸ ἄκοσμον, τῆς ἐκ πόθου καὶ πίστεως, κοσμούσης Σε ἐν εὐκόσμοις, ὑμνολογίαις Παρθένε.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα δ’. Ἦχος β'
Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτός ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.


Καὶ τῶν Ἁγίων δ’. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τοῦ Χριστοῦ ὁ μελισσών, δεῦτε φιλομάρτυρες πάντες, νῦν ἑορτάσωμεν, τὴν κοινὴν πανήγυριν, Νεομαρτύρων Χριστοῦ· οὗτοι γὰρ ἀνεδείχθησαν, ὑστέροις ἐν χρόνοις, δόξα καὶ στερέωμα, τῆς ἡμῶν πίστεως, γένους, ἡμετέρου προστάται, πάντων ἀσθενῶν ἰατῆρες, καὶ τῶν θλιβομένων παρακλήτορες.

Δεῦτε, τῶν Ἀγγέλων στρατιαί, δεῦτε Ἀσωμάτων χορεῖαι, συνεορτάσατε, καὶ τοὺς Νεομάρτυρας, νῦν συμπροπέμψατε, ἀπὸ γῆς εἰς οὐράνια, καὶ γὰρ οὗτοι πάντες, σῶμα θνητὸν φέροντες, ὥσπερ Ἀσώματοι, ἤθλησαν, καὶ ἔδειξαν ἔργῳ, μόνοις τοῖς ὀνόμασιν ὅτι, Ἄγγελοι καὶ Μάρτυρες διΐστανται.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Δεῦτε, τῶν Μαρτύρων ἡ πληθύς, δεῦτε προχυθέντες ἐκ Πόλου, νῦν κατασπάσασθε, ἄλλος ἄλλον Μάρτυρα, καὶ πάντες ἕκαστον, συνωνύμους συνώνυμοι, παλαιοὶ τοὺς νέους, τοὺς ὁμοίους ὅμοιοι, καὶ παραλάβετε, τούτους, εἰς Μονὰς ὑμῶν θείας, ἵνα συνευφραίνησθε ἅμα, ἐν ἀῤῥήτῳ δόξῃ καὶ λαμπρότητι.

Στ.: Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Δέχου, ὦ Τριὰς προσκυνητή, δέχου ὦ Θεάνθρωπε Λόγε, τοὺς Νεομάρτυρας, τούτους οὓς προσάγει σοι, γένος αἰχμάλωτον, ὥσπερ θύματα τέλεια, ὡς εὔοσμα ῥόδα, ἀρωματοσύνθετα, ὡς θυμιάματα, μύρα, πολυτίμητα ὥσπερ, καὶ ἐλευθερίαν ἀντίδος, καὶ πταισμάτων πάντων τὴν συγχώρησιν.

Δόξα. Ἦχος πλ. α΄.
Ὦ νέα παρεμβολὴ Χριστοῦ τοῦ Θεοῦ, ἣν ὁ Ἰακὼν προηνίξατο· ὦ νεοσύλλεκτος χορεία καὶ τρίπλοκος, ἐξ Ἱερομαρτύρων, Ὁσιομαρτύρων, καὶ Μαρτύρων συγκροτουμένη· τίς ὑμῶν τοὺς ἀθλητικοὺς ἀγῶνας κατ’ ἀξίαν ἐγκωμιάσει; ὑμεῖς γὰρ ἄλλος κατ’ ἄλλον χρόνον, καὶ ἐξ ἄλλου τόπου ὀρμώμενοι, πάντες κατὰ μιᾶς τῆς Ἀγαρηνῶν ἀσεβείας ἠνδραγαθήσατε, καὶ ὑπὲρ μιᾶς θεοσεβείας πολυειδῆ ὑπέστητε κολαστήρια· ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις, λύπη καὶ κατάπληξις τοῖς ἀλλοφύλοις γενόμενοι· ὄντως τοῖς αἵμασιν ὑμῶν, τὸ αἷμα τοῦ Χριστοῦ ἐτιμήσατε· καὶ τοῖς πάθεσιν ὑμῶν, τὸ πάθος αὐτοῦ ἐσεμνύνατε· δι’ ὅ, ὑπὲρ χιόνα ἐλάμψατε, ὑπὲρ γάλα ἐτυρώθητε, καὶ ὑπὲρ λίθον σάπφειρον τὸ σύνταγμα ὑμῶν. Καὶ νῦν, ἐν οὐρανοῖς ἡνωμένοι ἀλλήλλοις ὑπάρχοντες, πρεσβεύετε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.