ΙΑΝΟΥΑΡΙΟΣ ΛΑ!!
ΤΡΥΦΑΙΝΗ ΜΑΡΤΥΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τοῖς σοῖς ἐπαίνοις, Μάρτυς, ἐντρυφῶ πόθῳ. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Τῷ φωτισμῷ, τῆς Τρισηλίου Θεότητος, αὐγαζομένη πάντοτε, Μάρτυς πανεύφημε, τοὺς τοῖς σοῖς ἐντρυφῶντας, ἐπαίνοις ταῖς εὐχαῖς σου, Τρύφαινα φώτισον.
Οἱ τῷ νοΐ, πρὸς τὸν Θεὸν ἐκδημήσασα, καὶ σαρκικοῦ φρονήματος, καταφρονήσασα, ἑαυτὴν μακαρία, πρὸς ἄθλησιν καὶ πόνους, ὅλην ἐκδέδωκας.
Ἰχνηλατεῖν, πάθος Χριστοῦ τὸ μακάριον, ἐπιποθοῦσα ἔδραμες, ἐπὶ τὸ στάδιον, καὶ τὰ ξόανα Μάρτυς, συνέτριψας τῆς πλάνης, σθένει τοῦ Πνεύματος.
Θεοτοκίον.
Σὲ Προφητῶν, πάλαι ὁ θεῖος κατάλογος, πύλην Θεοῦ προήγγειλεν, καὶ ὄρος ἅγιον, Θεοτόκε Παρθένε, τῶν θείων Ἀθλοφόρων, τὸ θεῖον καύχημα.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.
Ὁλόκληρον σαυτὴν θυσίαν σπεύδουσα, προσάξαι τῷ ὑπὲρ πάντων τυθέντι, τὰς θυσίας καὶ σεβάσματα, τῶν Ἑλλήνων πανεύφημε συνέτριψας.
Ἰσχύς σοι ἐκ Θεοῦ καὶ κράτος δέδοται, τὴν κάραν τοῦ δράκοντος διολέσαι, καὶ ταῖς πτερναῖς ταῖς ἁγίαις σου, ὑποτάξαι θεόφρον ἀξιάγαστε.
Ἐπέτασας χρυσᾶς λαβοῦσα πτέρυγας, ὡς θεία περιστερὰ καὶ νυμφῶνα, πρὸς τὸν θεῖον νῦν κατέπαυσας, τῷ Νυμφίῳ σου Μάρτυς ἀγάλλεσθαι.
Θεοτοκίον.
Παράδεισος τερπνὸς ἐν μέσῳ ἔχουσα, τὸ ξύλον Παρθένε τῆς ἀφθαρσίας, Ἰησοῦν Χριστὸν τὸν Κύριον, ἐπεγνώσθης· διό Σε μακαρίζομεν.
ᾨδὴ δ΄. Ὑμνῶ Σε.
Ἀνδρείαις, συμπλοκαῖς τὸν δόλιον, ἐν σταδίῳ καταβαλοῦσα, ἐδρέψω πανεύφημε, τὸν στέφανον τῆς ἀφθαρσίας, καὶ νῦν, τῶν Μαρτύρων τοῖς στρατεύμασιν, ὑπὲρ ἡμῶν πρεσβεύουσα ἠρίθμησαι.
Ἰσχύϊ, τοῦ Ἁγίου Πνεύματος, ὑποφέρεις τὴν τιμωρίαν· ταθεῖσαν γὰρ τύραννος, προσέταξεν ὀξέσι λίθοις, σεμνή, ἀφειδῶς κατακεντᾶσθαί σε, τὴν τοῦ ἐχθροῦ τὰ κέντρα συμπατήσασαν.
Ὁσίως, τὰς ὁσίας χεῖράς σου, ἐκπετάσασα πρὸς τὸ ὕψος, τὸν φωτισμὸν εἵλκυσας, τοῦ Πνεύματος ἐν τῇ ψυχῇ σου, δι’ οὗ, σκοτασμὸν τῆς πλάνης ἔλυσας, καὶ τῶν πιστῶν καρδίας κατεφώτισας.
Θεοτοκίον.
Ἰλύϊ, ἐμπαρέντα Δέσποινα, ἁμαρτίας τὸν λογισμόν μου, ἀνάγαγε χεῖρά μοι, ἐκτείνουσα ἐν συμπαθείᾳ, ἁγνή, βοηθείας ὅπως πάντοτε, ὑμνολογῶ τὴν θείαν προστασίαν Σου.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Στᾶσα στεῤῥῷ λογισμῷ, μέσον σταδίου ἀνδρικῶς ἤνεγκας, πολυειδεῖς, πόνους προξενοῦντας, τὴν ἄπονον σεμνή, ἐκεῖθέν σοι δόξαν, παρθένων τὸ καύχημα.
Μαρτυρικαῖς καλλοναῖς, ἠγλαϊσμένη συνεργοὺς ἔσχηκας, θείους σεμνή, Ἄγγελος νυκτός σε, φωτίζων τὰς ὁδούς, τὰς σωτηριώδεις, ὀρθῶς βηματίζουσαν.
Ἀγαλλομένῃ ψυχῇ, τὸ δεσμωτήριον οἰκεῖς ἔνδοξε, σὲ τοῦ Χριστοῦ, τέρασιν μεγίστοις, θαρσαλεωτέραν, ἐναποδεικνύοντος, ἐχθροὺς στηλιτεύουσαν.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ καταιγίδος λογισμῶν ἄχραντε, πάσης ὀργῆς, πάσης ἁμαρτίας, λιμοῦ τε καὶ λοιμοῦ, καὶ τῆς αἰωνίου, Παρθένε κολάσεως.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Τῶν Ἀγγέλων οἱ δῆμοι ἐθαύμασαν, σοῦ τὰ ὑπὲρ νοῦν Ἀθληφόρε παλαίσματα, καὶ τὴν γενναίαν ἔνστασιν, καὶ τῆς θείας ἀγάπης τὸ ἔμπυρον.
Ὑπεβλήθης θηρσὶν παναοίδιμε, μένεις δὲ Χριστοῦ δυναστεία ἀλώβητος, θαυματουργίαις Τρύφαινα, τοὺς ἐχθροὺς τοῦ Σταυροῦ καταπλήττουσα.
Σὲ θηρίων ἀγρίων ἡ ἄλογος, φύσις αἰδεσθεῖσα τιμᾷ καλλιπάρθενε, δούλην Χριστοῦ γνησίαν σε, διδαχθεῖσαν Θεοῦ ἐπινεύσεσιν.
Θεοτοκίον.
Ἐν ὁδῷ με τοῦ βίου πλανώμενον, καὶ ταῖς ἀνοδίαις συχνῶς περιπίπτοντα, τῆς ἁμαρτίας Δέσποινα, μετανοίας πρὸς τρίβους ὁδήγησον.
ᾨδὴ ζ΄. Ῥήτορες, ἀνεδείχθησαν παῖδες.
Τῷ πόθῳ, τῆς ἀγάπης τοῦ Κτίστου, πυρπολουμένη τὴν ψυχήν, μέσον πυρὸς ἐνεβλήθης, καὶ δροσιμῷ τῆς ἄνωθεν χάριτος, ἀκατάφλεκτος, ἐτηρήθης ὡς οἱ πρίν, ἐν Βαβυλῶνι παῖδες.
Ῥήμασιν, τὸν Θεὸν ἐπευλόγεις, μέσον ὑπάρχουσα φλογός, συγκαταβάσει Ἀγγέλων, καὶ ἐν αἰνέσει χαίρουσα ἔκραζες· ὁ ὑπέρθεος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Φωτός Σου, Θεοτόκε Παρθένε, καθαρωτάταις ἀστραπαῖς, τὴν σκοτισθεῖσαν ψυχήν μου, ταῖς πονηραῖς δεινῶς παραβάσεσιν, φωταγώγησον, πύλη οὖσα τοῦ φωτός, ὅπως ὑμνολογῶ Σε.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὤφθης ἐν μέσῳ τῶν θηρῶν, ὥσπερ πάλαι Δανιὴλ σεμνὴ Παρθένε, ἱερῶς ἱσταμένη, καὶ ἱεραῖς προσευχαῖς, τὰ τούτων, χαλινοῦσα στόματα, πρὸς δοξολογίαν καὶ αἶνον τοῦ Σωτῆρος.
Πάθεσι θείοις τοῦ Χριστοῦ, εἰκονίζουσα καλῶς Παρθένε πάθη, τοῦ σταδίου ἐν μέσῳ, ἀφικομένη τὸ σόν, τῷ κάλλει, ἀπέπεμπεν πρόσωπον, χάριτος ἐνθέου ἐν σοὶ ἐνσκηνωσάσης.
Τριαδικόν.
Θεολογοῦντες σὺν Πατρί, τὸν Υἱὸν καὶ τὸ σεπτὸν ὑμνοῦμεν Πνεύμα, ἐν τρισὶ χαρακτῆρσιν, μίαν οὐσίαν ἁπλήν, βοῶντες· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὢ μυστηρίου φοβεροῦ· ὢ ἀκούσματος φρικτοῦ· πῶς ἡ Παρθένος, ἀποῤῥήτῳ ἑνώσει, ὁμοιωθέντα ἡμῖν, τὸν Λόγον, τίκτει διαμένουσα, ὥσπερ πρὸ τοῦ τόκου ἁγνὴ εἰς τοὺς αἰῶνας;
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἰσχυροτάτων σου πόνων, ταῖς νευραῖς Ἀθληφόρε, ἀπέπνιξας ἐχθρὸν τὸν νοητόν, καὶ τὰ ἐκείνου στρατεύματα· καὶ στεφθεῖσα ταῖς νίκαις, ὡς θεία καὶ καλὴ περιστερά, πρὸς τὸν ἄνω νυμφῶνα, ἀγαλλομένη ἔφθασας.
Ὡς τοῦ Κυρίου ἀμνάδα, ὥσπερ δάμαλιν θείαν, ἐχθροῦ καὶ ῥαντισμοῦ δολερῶς, ἀνατομαῖς ἐθανάτωσαν, παμμεγέθους παρθένε, ἀπολυθέντος ταύρου κατὰ σοῦ· ὅθεν αἵμασι θείοις, πᾶσαν τὴν γῆν ἡγίασας.
Ἡ παναγία σου μνήμη, ἁπλουμένη ἐν κόσμῳ, ἡλίου τηλαυγέστερον ἡμῶν, φωταγωγεῖ τὰ νοήματα, τοῖς σοῖς κατατρυφᾶν χαρμονικῶς, καθ’ ἑκάστην ἐπαίνοις, Παρθενομάρτυς Τρύφαινα.
Θεοτοκίον.
Φωτιστικήν σε λυχνίαν, προεώρα Προφήτης, ἐν μέσῳ τὸ λαμπάδιον Χριστοῦ, θεοχαρίτωτε ἔχουσα, τὸ φωτίζον τὸν κόσμον, φωτὶ τῆς ἐπιγνώσεως Αὐτοῦ· διὰ τοῦτό Σε πίστει, καὶ πόθῳ μακαρίζομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου