Δευτέρα 22 Μαΐου 2023

ΙΟΥΛΙΟΣ 16. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΝΤΙΟΧΟΣ & ΚΥΡΙΑΚΟΣ ΜΑΡΤΥΡΕΣ ΚΑΝΩΝ

ΙΟΥΛΙΟΣ ΙΣΤ

ΑΝΤΙΟΧΟΣ & ΚΥΡΙΑΚΟΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὀ Κανών, οὗ ἡ ἀκροστιχίς: Θείοις σε, Μάρτυς, ᾄσμασιν περιστέφω. Θεοφάνους.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Θαλάσσης εἰδωλικῆς τὸν κλύδωνα, σπαργάνων ἐκ μητρικῶν, διαφυγὼν Ἀντίοχε Χριστῷ, πρὸς λιμένα ἀχείμαστον, εἰς οὺρανοὺς καλοῦντί σε, πόθῳ κατέλαβες μακάριε.

Ἐκλάμψας ταῖς ἀρεταῖς ἠμαύρωσας, εἰδωλικὴν τῶν ἐθνῶν, λατείαν Μάρτυς ἔνδοξε Χριστοῦ, καὶ λαοὺς κατεφώτισας, τερατουργῶν ἐξαίσια, τῇ ἐπικλήσει τοῦ Θεοῦ ἡμῶν.

Ἰατρὸς τῶν ἀσθενούντων χάριν σοι, ἐκ θείου Πνεύματος, ὡς τοῦ Χριστοῦ θεράπων εἰληφώς, ἀνεδείχθης μακάριε, καὶ τῶν ψυχῶν τὰ πάθη γάρ, καὶ τῶν σωμάτων ἐκδιώκεις ἀεί.

Ὅλον σε πεφωτισμένον χάριτι, θείᾳ πανεύφημε, ὁ τῆς κακίας πρόξενος ἐχθρός, ταῖς θωπείαις τοῦ ἄρχοντος, ἐξαπατᾶν ἠβούλετο, δυνάμει θείᾳ δὲ κατέπεσεν.

Ἱδρῶσιν ἀθλητικοῖς σταζόμενος, Μάρτυς Ἀντίοχε, ταῖς οὐρανίαις ὤφθης στρατιαῖς, νικηφόρος πανάριστος· τῷ σταυρικῷ τροπαίῳ γάρ, εἰδώλων πλάνην ἐξενίκησας.

Θεοτοκίον

Ἀφράστως τὸν ποιητὴν γεγέννηκας τῶν ὅλων Πάναγνε, τῆς παλαιᾶς λυτρούμενον ἀρᾶς, τοὺς βροτοὺς καὶ θανάτου φθορᾶς καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

Στρεβλούμενος μηχαναῖς, τῶν δυσσεβῶν κολαστικαῖς ἔψαλλες· Σὺ μοῦ ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Σμῆνος τῶν θεοστυγῶν, καταπλαγέντες τῷ ἐν σοὶ θαύματι, ὄντως Θεὸς ἔλεγον, πέλει Ὃν λατρεύει Ἀντίοχος.

Ἐν ἄρτῳ τῷ ζωτικῷ, κατατρυφῶν τῶν φθαρτικῶν ἅπασαν, βρῶσιν τρυφῆς ἐλάνθανες· θεία γὰρ μελέτη ὡς μέλι πιστοῖς.

Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοι τὸ χαῖρε προσάγομεν.

 

 

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀνδρείωμα πίστεως ἀναλαβόμενος, ἐξῆλθες πρὸς παράταξιν τῶν ἀοράτων ἐχθρῶν, καὶ τούτους κατέβαλες, νίκης δὲ τοὺς στεφάνους, ἐναθλήσας νομίμως, ἔλαβες Ἀθλοφόρε, ἐκ χειρὸς τοῦ Δεσπότου, καὶ σὺν Αὐτῷ παρίστασαι, Μάρτυς Ἀντίοχε.

 

ᾨδὴ δ΄. Δι’ ἀγάπησιν οἰκτῖρμον τῆς σῆς εἰκόνος.

Μελῳδῶν ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, τῷ ἐκκαυθέντι λέβητι, σὺν μολύβδῳ καὶ πίσσῃ, τῷ σταυρῷ φραξάμενος, ἐπέβης γηθόμενος.

Ἀγαλλόμενος ἐν Πνεύματι τῷ ἁγίῳ, τῷ μεθιστῶντι φύσεις, τῶν στοιχείων ὡς κτίστῃ, αἶνον ἐκ χειλέων σου, Κυρίῳ ἀνέμπελπες.

Ῥώμῃ τῇ τῶν λόγων σου Ἀθλοφόρε, τῶν δυσμενῶν τὸ θράσος, κατηδάφισας ἄρδην· θείῳ γὰρ ἐν Πνεύματι, ἐφθέγγου μακάριε.

Τῇ τοῦ Ἀγγέλου πανσέπτῳ συγκαταβάσει, εἰς δρόσον μετηνέχθη, ἡ παφλάζουσα πίσσα, κάραν δὲ τοῦ ἄρχοντος, χερσί σου κατέφλεξας.

 Θεοτοκίον

λασμς μν καλύτρωσις γνωρίσθη, ὁ σς Υἱὸς Παρθένε, ὃν κέτευε σσαι, τος ν κατανύξει σε, ψυχς μακαρίζοντας.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ὑπέδειξε Χριστός, τὸν σταυρὸν ὅπλον ἄῤῥηκτον· Ἀντίοχος γὰρ ἐν τούτῳ, δυσφημοῦντα τὰ στίφη, εὐσεβῶς ἐτροπώσατο.

Σὲ τείνας τῷ Σταυρῷ, ὥσπερ τόξον ἀπέστειλεν, Ἀντίοχε θεῖον βέλος, τῶν ἀπίστων τιτρώσκων, τὰς καρδίας ὁ ὕψιστος.

Ἀνάλγητος ψυχῇ, ὑπῆρχες καὶ τῷ σώματι, τῷ ἔρωτι τῆς Τριάδος, πυρωθεὶς γὰρ ἠλόγεις, τῶν βασάνων τὰς μάστιγας.

Θεοτοκίον

Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, Σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

ᾨδὴ στ΄. Θύσω σοι.

Σοῦ τοὺς πόδας, προσκυνοῦντες οἱ θῆρες ἀσπάζονται· μαρτυρικῶς γὰρ δραμόντες, ὡραιώθησαν θείᾳ χάριτι, φοινιχθέντες, τῶν οἰκείων μωλώπων τοῖς αἵμασιν.

Μετέθεντο, τὴν ἀπειλὴν πρὸς θαῦμα  οἱ τύραννοι· τὸν γὰρ εἰς βρῶσιν τεθέντα, τῶν θηρῶν ἀλώβητον καθορῶντες, ἀθυμίας, ἐπληροῦντο σφοδρῶς ἐκτηκόμενοι.

Ἀβλεπτεῖτε, πηρωθέντες τὸν νοῦν ὦ ἀνόητοι, τὸν θαυμαστὸν ἐν Ἁγίοις, ἐκτελοῦντα τέρατα μὴ εἰδότες, ἀνθρωπίνως, τοὺς δικαστὰς οἱ θῆρες κατήλεγχον.

Θεοτοκίον

Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Σοῦ τὴν ἀνδρείαν, ἀγγελικαὶ δυνάμεις ἐθαύμασαν, ὅπως, τῶν ἀΰλων φύσεις ἐν ὑλικῷ, ἐξενίκησας τῷ σώματι· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ἱερουργούμενος, τῷ δι’ ἡμᾶς τυθέντι Μάρτυς σοφέ, βλέπων, τὴν λαμπρὰν τῶν ἄθλων σου ἀμοιβήν, εὐφραινόμενος ἐκραύγαζες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Νηπιόφρονες, τοῖς ἀπειθοῦσιν Μάρτυς ἔλεγες, μέθην, ἀγνωσίας νίψασθε καὶ Χριστόν, ἐπιγνόντες μελῳδήσατε· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Πῦρ τε καὶ θῆρες, βόθρος σταυρὸς καὶ ξίφος ἄπρακτα, θείου, ἐπιπνοίᾳ Πνεύματος ἐπὶ σοί, ἀνεδείχθησαν πανεύφημε· εὐλογημένος εἶ, τῷ Χριστῷ μελῳδοῦντι Ἀντίοχε.

Θεοτοκίον

Τν ν καμίνδρόσον φθέντα Χριστν τν Θεόν, Κόρη μηδαμς δφλέξαντα τν νηδν τν σήν, βλέπουσα κρεμάμενον, ξύλῳ ἐδόξαζες, τν πρ νον ατοσυγκατάβασιν.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ἐπάρας τὰς χεῖρας πρὸς Θεόν, τὸ θεῖον εἵλκυσας, πνεῦμα Ἀντίοχε, καὶ κατηδάφισας ἅπαντα, τῶν εἰδώλων τὰ σεβάσματα, τὸν σταδιάρχην ἀνυμνῶν, ἀγαλλιώμενος· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥανίσιν αἱμάτων τὴν στολήν, τελείως Μάρτυς σοφέ, πορφυρωσάμενος, Θεοῦ γὰρ εἴληφας ἔνδοξε, κατ’ ἀξίαν παμμακάριστε, ἐν εὐσεβείᾳ μελῳδῶν, τῷ στεφοδότῃ Χριστῷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἰκρίῳ Χριστὸν τὸν δι’ ἡμᾶς, προσηλωθέντα σαρκί, μιμούμενος Ἀθλητά, προθύμως ἅπασαν ἤνεγκας, τῶν βασάνων τὴν ἐπίνοιαν, καὶ νικητὴς ἀναδειχθείς, τροπαιοφόρος βοᾷς· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ· Σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, Σὲ εὐλογοῦμεν Μαρία θεόνυμφε.

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Σφόδρα γεγηθὼς Ἀθλοφόρε, τῇ ἀποφάσει τοῦ τυράννου, τὸν ἀγωνοθέτην ἀνυμνῶν, σὺν ἱκεσίᾳ, αἴτησιν εἴληφας, τῶν προσευχῶν ἀοίδιμε, καὶ πρὸς τὸ τέλος σπεύδων ἔτρεχες.

Τὸν νοῦν καθαρθεὶς ἀνεδείχθη, τοῦ θείου Πνεύματος δοχεῖον, ὁ ἐσκοτισμένος τῷ ζόφῳ, τῆς πρὶν ἀπάτης, σαῖς παραινέσεσιν, Κυριακὸς ὁ ἔνδοξος, καὶ μαρτυρίου στέφος εἴληφεν.

Ἔχων πρὸς Θεὸν παῤῥησίαν, ὑπὲρ τῶν πίστει ἐκτελούντων, Μάρτυς τὴν ἁγίαν σου μνήμην, ἀδιαλείπτως, πρέσβευε ῥύεσθαι, ἐκ πειρασμῶν καὶ θλίψεων, ὅπως σε ὕμνοις μακαρίζομεν.

Φωστῆρας ἐκλάμποντας δύο, πυρσοφεγγεῖς τῇ οἰκουμένῃ, θείανν ἀπαστράπτοντας αἴγλην, σοφὸν Ἀντίοχον, ἐν μελίσμασιν, Κυριακὸν τὸν ἔνδοξον, δεῦτε συμφώνως μακαρίσωμεν.

Θεοτοκίον

Ὡς κτίστην τεκοῦσα Παρθένε, πάσης τῆς κτίσεως δεσπόζεις· ὅθεν Ἀσωμάτων αἱ τάξεις, καὶ τῶν ἀνθρώπων, Θεογεννήτρια, χρεωστικῶς ὑμνοῦμέν Σε, καὶ μακαρίζομεν τὸν τόκον Σου.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου