Τετάρτη 20 Απριλίου 2022

ΜΑΪΟΣ 6. ΑΓΙΟΣ ΙΩΒ ΔΙΚΑΙΟΣ & ΠΟΛΥΑΘΛΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΪΟΣ ΣΤ΄.

ΙΩΒ ΠΟΛΥΑΘΛΟΣ & ΔΙΚΑΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Συμπλήρωσις ὑπὸ μητρ. Ῥόδου Κυρίλλου Κογεράκη)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Φιλοδικαίων οἱ δῆμοι δεῦτε συνδράμωμεν, τὴν τοῦ δικαίου μνήμην, ἱερῶς ἐκτελοῦντες, Ἰὼβ τοῦ πολυάθλου τοῦ καρτερῶς, τὸν Σατὰν καταισχύναντος, καὶ μεγαλύναντος πόνοις ὑπομονῆς, τὸν Θεὸν τὸν πολυέλεον.

 

Τὰς μεθοδείας τοῦ πλάνου Ἰὼβ ἐπάτησας, ὑπομονῇ ἀῤῥήκτῳ, καρτερίᾳ τε θείᾳ, καὶ τούτου ἐπιθέσεις τὰς δολεράς, ἀνδρικῶς ἐθριάμβευσας· ὅθεν ἐδέξω θεόθεν τὰς ἀμοιβάς, ἀριστεὺς ὡς περιλάλητος.

 

Τῆς εὐσεβείας τὸν πλοῦτον τὸν μὴ φθειρόμενον, πλουσίως θησαυρίσας, ὦ Ἰὼβ ἐν καρδίᾳ, ὑπήνεγκας γενναίως τέκνων τῶν σῶν, καὶ τοῦ πλούτου τὴν στέρησιν, τῆς εὐλογίας τοὺς λόγους ἀπὸ ψυχῆς, ἀναμέλπων τῷ Κυρίῳ σου.

 

Τῆς πανουργίας ἐψεύσθη ὄφις ὁ δόλιος, Ἰὼβ ὁ ἐξαλείφειν, γῆν καὶ θάλασσαν φάσκων· τῇ σῇ γὰρ ὑπὲρ φύσιν ὑπομονῇ, πρακτικῶς διεκήρυξας· Ἐγὼ τὸν Κύριον σέβομαι δωρεάν, ὡς οἰκτίρμονα καὶ δίκαιον.

 

Δόξα. Ἦχος β΄.

Ὁ τῇ πίστει φανείς, ἀπόρθητος στῦλος ἀκλινής, καὶ Κυρίου πληρώσας, ἀκριβῶς τὰ θελήματα, ἐν εὐσεβείᾳ ἡμᾶς ζῆν ἐνίσχυσον, τῇ παναλκίμῳ δυνάμει τῆς πρεσβείας σου, Ἰὼβ Δικαίων ἐγκαλλώπισμα· πιστῶς γὰρ σοὶ προστρέχομεν, τοῦ Ἀποστόλου τὴν φωνήν, ἀκούοντες φάσκουσαν, ὅτι πολὺ ἰσχύει παρὰ Κυρίῳ, ἐνεργουμένη Δικαίου ἡ δέησις.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σήμερον εὐσεβῶν, εὐφραίνονται οἱ δῆμοι, λαμπρῶς ἐπιφανείσης, τῆς φωταυγοῦς σου μνήμης, Ἰὼβ Δικαίων καύχημα.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τύπος τοῦ ἀπαθοῦς, τοῦ ἐν Σταυρῷ παθόντος, Χριστοῦ Ἰὼβ ἐδείχθης, τοῦ βίου σου ἀνδρείως, ὑπενεγκὼν τὰ τραύματα.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Ξίφει ὑπομονῆς, νικήσας τὸν δυναστήν, ἐδέξω οὐρανόθεν, τῆς νίκης τὸ βραβεῖον, Ἰὼβ καρτερικώτατε.

 

Δόξα. Τριαδικόν.

Ἄναρχε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ τῶν Δικαίων δόξα, ἐλέησον τὸν κόσμον, εὐχαῖς Ἰὼβ τοῦ φίλου Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Μαριάμ, βασίλισσα τοῦ κόσμου, παθῶν με βασιλέα, ἀπέργασαι δυνάμει, τῆς κραταιᾶς πρεσβείας σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀδάμας στεῤῥότατος ἐν τοῖς ποικίλοις δεινοῖς, φανεὶς ἀξιάγαστε τοῦ σοφιστοῦ τὴν ὀφρύν, οἰκτρῶς ἐταπείνωσας· ὅθεν ἐδόξασέ σε, ὁ Θεὸς ὑπὲρ λόγον, ζῶντα καὶ μετὰ πότμον, εὐφρανθεὶς τοῖς σοῖς ἔργοις· ᾯ πρέσβευε Ἰὼβ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια τοῦ Δικαίου. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Ἔδωκας ὑπόδειγμα, ὑπομονῆς ὑπεράγαθε, καὶ ἀνδρείας τὸν δίκαιον, Ἰὼβ τὸν πολύαθλον, ἀρεταῖς καὶ λόγοις, καὶ τοῖς θείοις ἔργοις, καὶ σωφρονίζεις ἀληθῶς, τοὺς μετεώρους τοῖς ἀτυχήμασι· διό σου τὴν ἀνείκαστον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δίκαιος καὶ ἄκακος, ἀληθινός τε καὶ ἄμεμπτος, καὶ παντὸς ἀπεχόμενος, Ἰὼβ κακοῦ πράγματος, ἐγνωρίσθης μάκαρ, κατηγλαϊσμένος, ταῖς ἀρεταῖς ὡς ἀληθῶς, καὶ εὐσεβείᾳ καταλαμπόμενος· διό σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, καὶ σεπτὴν ἑορτάζομεν, γεγηθότες πανήγυριν.

Πλοῦτον τὴν εὐσέβειαν, καὶ ὡς πορφύραν πολύτιμον, στολιζόμενος ἄμεμπτε, Ἰὼβ τὴν συμπάθειαν, τὴν δικαιοσύνην, ὥσπερ θεῖον στέφος, περιβαλλόμενος παθῶν, τῶν τυραννούντων σὺ ἐβασίλευσας· διὸ πρὸς τὰ Βασίλεια, τὰ νοητὰ ἀναβέβηκας, Βασιλεῖ τε ἀοίδιμε, αἰωνίῳ παρίστασαι.

 

Ἕτερα. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! ὑπομονῆς ἀκλινοῦς, τῇ μαχαίρᾳ ὁ Δίκαιος, τοῦ ἐχθροῦ κατέκοψε, τὸ ἀγέρωχον φρόνημα, καὶ καρτερίας ταῖς ἐπιδείξεσιν, ἐν γῇ ἀγῶνα λαμπρὸν ἐτέλεσεν· ὅθεν εὐάρεστος, τῷ Θεῷ γενόμενος τῆς φωταυγοῦς, δόξης κατηξίωται, Ἰὼβ ὁ ἔνδοξος.

 

Ὢ τῆς ὑπὲρ νοῦν ἐκπλήξεως! ἐν ἐπωδύνοις δεινοῖς, ηὐχαρίστει ὁ Δίκαιος, καὶ τῶν τέκνων στέρησιν, θρηνῳδῶν ἀνεκραύγαζεν· Εὐλογημένον εἴη τὸ ὄνομα, εἰς τοὺς αἰῶνας τοῦ Παντοκράτορος· ὅθεν παράδειγμα, εὐσεβείας ἔμψυχος πᾶσιν ἡμῖν, ὁ ἀκαταγώνιστος, Ἰὼβ δεδώρηται.

 

Ὢ τῶν κριμάτων Σου Κύριε! δοκιμασθεὶς πρὸς καιρόν, ὁ πολύαθλος φίλος Σου, ὡς χρυσίον δόκιμον, ἐναντίον σου πέφηνε, καὶ τὰς καρδίας πλουτίζει πάντοτε, τῶν προσκυνούντων πιστῶς τὸ κράτος Σου· ὅθεν ἐν ᾄσμασι, τὴν αὐτοῦ γεραίρομεν μνήμην λαμπρῶς, σήμερον δοξάζοντες, τὰς δυναστείας Σου.

 

 

 

 

Δόξα. Ἦχος πλ. Β΄.

Ἐν ἀκριβείᾳ τὸν βίον τηρήσας, τῶν ἐν νόμῳ οὐ διήμαρτες· τὴν γὰρ ἐκ Θεοῦ ἐπαινετὴν εὐφημίαν σύμμαχον ἔχων, ὡς στρατιώτης καρτερώτατος, πρὸς τὸ γυμνάσιον τῆς ἀρετῆς ἐξεδύσω. Καὶ ἀφορήτοις μώλωψι, τῶν ἰχώρων καταπαλαίσας, τὸν ἄμετρα καυχώμενον κατέβαλες· ἐντεῦθεν τὸ τῆς νίκης βραβεῖον, παρὰ Χριστοῦ ἀναδησάμενος, Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα.

 

Ἰὼβ τὸ Ἀνάγνωσμα (Κεφ. Α΄, 1-12)

Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν. συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν. καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωΐ καὶ προσέφερε περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰώβ· μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας. Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ᾿ αὐτῶν. καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι. καὶ εἶπεν αὐτῷ ὁ Κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα, ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ᾿ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου Κυρίου.

 

Ἰὼβ τὸ Ἀνάγνωσμα (Κεφ. Α΄, 13-22)

Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν, καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς Ἰώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Οὕτως ἀναστὰς Ἰὼβ ἔρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κώμην τῆς κεφαλῆς καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.

 

Ἰὼβ τὸ Ἀνάγνωσμα (Κεφ. ΜΒ΄, 12-17)

Εὐλόγησε ὁ Κύριος τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθαίας κέρας. καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾿ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα· καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν. καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν. Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα Ἰωβάβ. λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Ἐννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν ῾Ησαῦ υἱῶν υἱός, μητρός δὲ Βοσόῤῥας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.

Λιτή. Ἦχος α’.

Τὸν πολύαθλον τῆς ὑπομονῆς ἀθλητήν, τὸν διαβόλου τὰς μηχανὰς διαλύσαντα, Ἰὼβ τὸν πολύαθλον, εὐφημήσωμεν κράζοντες· Χαίροις, ὁ ἀκαθαίρετος πύργος τῆς καρτερίας, ὁ τὰς ἐφόδους τῶν ἀλγεινῶν, ἀποκρούσας ἀπαρατρέπτως· χαίροις, ὁ ἐν τοῖς ποικίλοις δεινοῖς, δι’ ἀπαρασαλεύτου ὑπομονῆς, θεοσεβείας ἀναδειχθεὶς παράδειγμα· χαίροις, ὁ τὸ πάθος τοῦ ἀπαθοῦς, ἐν τοῖς εὑροῦσί σε παθήμασι, προτυπώσας παμμακάριστε. Πρέσβευε οὖν ἀκαταπαύστως τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Σοφίας κρείττονος γενόμενος κάτοχος, καὶ φρονήσεως ἐνθέου ὑπάρχων ἀνάπλεως, ὅλον ἀνέθηκας σαὐτὸν τῷ Θεῷ, οὗ τὰ κρίματα ἀνεξιχνίαστα, Ἰὼβ θεομακάριστε· ἐντεῦθεν τὴν τοῦ βίου σου πικρὰν μεταβολήν, ἐν ξενηκούστῳ καρτερίᾳ ὑπήνεγκας, καὶ ἐν ταῖς σφόδρας εὑρούσαις σε, θλίψεσιν ἐκραύγαζες· Εὐλογημένον τοῦ Κυρίου μου τὸ ὄνομα· εὐλογητὸς ὁ Θεός μου εἰς τοὺς αἰῶνας· ὅθεν τῷ πρακτικῷ σου παραδείγματι, σωφρονιζόμενοι οἱ μετέωροι τοῖς θλίψεσι, τὸν Κύριον δοξάζομεν βοῶντες· Ὁ διὰ τοῦ Δικαίου Σου μεγάλως δοξασθείς, φιλάνθρωπε Κύριε δόξα Σοι.

 

Ἦχος γ΄.

Αἰσχρὰν καὶ ἀσύγγνωστον, ἧτταν ὁ δράκων ὑπέμεινε, τοῦ μαρτυρηθέντος Δικαίου τὴν καρτερίαν. Τὸν πλοῦτον γὰρ αὐτοῦ ἀφελόμενος, καὶ τὸ σῶμα τῇ νόσῳ πατάξας, εἶδε γενόμενον εὐχάριστον αὐτόν, τῷ Κυρίῳ κραυγάζοντα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος καὶ πάλιν ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ἀλλ’ ὦ Ἰὼβ θεοδόξαστε, ἱκέτευε ἀπαύστως τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

Ἐν σαπρίᾳ σκωλήκων καθήμενος, διηνυκτέρευσεν αἴθριος, εὐλογῶν καὶ αἰνῶν τὸν Θεόν, Ἰὼβ ἀμέμπτοις ἐν χείλεσιν· ὅθεν ἀψευδὲς ὑπόδειγμα ὑπομονῆς, καὶ στήλη ἔμψυχος εὐσεβείας, ὁ θεοσεβὴς ἀνεδείχθη· ὃν ζηλοῦντες ὦ ἀδελφοί, τῷ Κυρίῳ βοήσωμεν· Ὡς ἀνεξιχνίαστοι αἱ ὁδοί Σου, καὶ ἄῤῥηται αἱ βουλαί Σου. Δόξα τῇ δυνάμει Σου Κύριε.

 

Δόξα. Ἦχος πλ. Α΄

Τὸν ἐν Δικαίοις πολύαθλον, καὶ τῶν Μαρτύρων συνόμιλον, τὸν ἐν γῇ τῆς Αὐσίτιδος, λαμπρῶς ἀνδραγαθήσαντα, Ἰὼβ τὸν πολυθαύμαστον, χαρμονικῶς τιμήσωμεν· Οὗτος γὰρ ὁ μακάριος, καθάπερ ἐν κοινῷ θεάτρῳ, τῆς οἰκουμένης ἑστώς, διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν, διαλέγεται ἅπασιν ἡμῖν, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν· ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἕν, κατέσκηψε τῷ σώματι ἐκείνου· ὅθεν αὐτῷ βοήσωμεν· Στεφανῖτα τῆς ὑπομονῆς, Ἰὼβ παναοίδιμε, πρέσβευε ἀκαταπαύστως τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν

Χαίροις, Θεοῦ ὁ φίλος Ἰώβ, ὁ ἀκλινὴς ἐν ταῖς ἐχθροῦ ἐπιθέσεσιν, ὡς ἔμπλεως καρτερίας, ὑπομονῆς ἀῤῥαγοῦς, ψυχικῆς ἀνδρείας καὶ στεῤῥότητος· Θεῷ γὰρ ἀνέθηκας, τὴν ἐλπίδα σου ἅπασαν, τῷ προνοοῦντι, περὶ πάντων ὧν ἔπλασεν, ἀξιάγαστε, ὡς πατὴρ στοργικώτατος· ὅθεν ἐν τοῖς εὑροῦσί σε, δεινοῖς ἀνεκραύγαζες· Εὐλογημένον Κυρίου, τὸ ὑπερύμνητον ὄνομα. Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, τῆς εὐσεβείας λαμπάς, δικαιοσύνης ὁ ἀστὴρ ὁ πολύφωτος, τὸ ῥόδον τῆς συμπαθείας, καὶ ἀκακίας λαμπτήρ, τὸ τῆς σωφροσύνης ἐξεικόνισμα· Δικαίων τὸ καύχημα, Προφητῶν τὸ ἀγλάϊσμα, ὁ τῶν Ἀγγέλων, ἐν ὑψίστοις συνόμιλος, καὶ συμμέτοχος, τῶν Μαρτύρων τῆς πίστεως. Μέγιστε θεοδόξαστε Ἰὼβ παμμακάριστε, ὁ στήσας τρόπαιον θεῖον, ἀγωνισθεὶς ἐν Αὐσίτιδι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Τύπος θεόφρον Πάτερ Ἰώβ, τοῦ ἀπαθοῦς περιφανῶς ἀναδέδειξαι, Χριστοῦ τοῦ ἐκ τῆς Παρθένου, ἐπιφανέντος ἡμῖν, καὶ Σταυρὸν καὶ τάφον ὑπομείναντος· τοῖς σοῖς γὰρ παθήμασιν, ἀληθῶς καὶ ταῖς θλίψεσι, τοῦ ἀρχεκάκου, τὴν κακίαν κατήσχυνας, καὶ διέλυσας, τὰ αὐτοῦ πανουργεύματα· ὅθεν ἐν ἐγκωμίοις σε, γεραίρομεν σήμερον, οἱ εὐσεβεῖς ἐκβοῶντες, ἀπὸ καρδίας μυρίαθλε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Δευτέραν Εὔαν ὁ δράκων εὑρών, τὴν λαλήσασαν ὡς μίαν τῶν ἀφρόνων γυναικῶν, διὰ ῥημάτων πικροτάτου γογγυσμοῦ, ὑποσκελίσαι ἔσπευδεν, Ἰὼβ τὸν πολυθαύμαστον. Ἀλλ’ ἐκεῖνος ἐν ἀσαλεύτῳ ὑπομονῇ, καὶ καρτερίᾳ ἀπεριτρέπτῳ, ἐν τῷ ὑποσκελίζεσθαι, οὐδαμῶς ἐσαλεύθη βοῶν· Ὦ ἄφρον γύναι παῦσον· οἱ δεδεγμένοι γὰρ ἐκ χειρὸς τοῦ Θεοῦ τὰ ἀγαθά, τὰ ἀλγεινὰ καρτερῶς οὐχ ὑποίσωμεν; Εἴη τὸ ὄνομα Αὐτοῦ εὐλογημένον. Αὐτοῦ ταῖς ἱκεσίαις ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀδάμας στεῤῥότατος ἐν τοῖς ποικίλοις δεινοῖς, φανεὶς ἀξιάγαστε τοῦ σοφιστοῦ τὴν ὀφρύν, οἰκτρῶς ἐταπείνωσας· ὅθεν ἐδόξασέ σε, ὁ Θεὸς ὑπὲρ λόγον, ζῶντα καὶ μετὰ πότμον, εὐφρανθεὶς τοῖς σοῖς ἔργοις· ᾯ πρέσβευε Ἰὼβ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἀληθῶς, ἅπας Ἀγγέλων ὁ χορός, καὶ ἀνθρώπων ὁ ἐσμός, ἔφριξε δίκαιε ἰδών, τὴν ὑπεράνθρωπον ὄντως ὑπομονήν σου· ὅθεν καὶ ἡμῖν, τύπος δέδοσαι, τοῖς θλίψεσι τοῦ βίου ἑκάστοτε, χειμαζομένοις κρίμασι Κυρίου, καὶ πειρασμοῖς περιπίπτουσιν. Αὐτὸς γὰρ εἶπεν, ὁ ὑπομείνας, μέχρι τέλους σωθήσεται.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Φιλήσας τὸν Θεόν, ἐν καιρῷ εὐπορίας, ἐδόξαζες Αὐτόν, καὶ ἐν ὥραις ὁδύνης, Ἰὼβ παμμακάριστε, στεῤῥοτάτῳ φρονήματι· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀπὸ ψυχῆς σε ὑμνοῦμεν, τὸν μέγαν μυρίαθλον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Παρὰ Θεοῦ ὁ τὰ καλὰ δεδεγμένος, τὰ ἀλγεινὰ ἀνδρειοτάτως ὑπέστης, τῶν εὐσεβῶν τὸ ἔμψυχον, παράδειγμα Ἰώβ, καὶ τῆς καρτερίας σου, τῇ ὀξείᾳ μαχαίρᾳ, τὰς ἐχθροῦ κατήσχυνας, ἐπιθέσεις εἰς τέλος, ὧν ἀσινεῖς συντήρει καὶ ἡμᾶς, ἐπιτελοῦντας ἐν ὕμνοις τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τὸν τόνον οὐκ ἔκαμψε τῆς εὐσθενοῦς σου ψυχῆς, τοῦ πλούτου γυμνώσας σε, ὁ τῶν Δικαίων ἐχθρός, Ἰὼβ παναοίδιμε· σὺ γὰρ σύμμαχον ἔσχες, ἀψευδῆ καὶ βεβαίαν, τὴν ἀπὸ τοῦ ἀκτίστου, στόματος εὐφημίαν· διό σε κατὰ χρέος, πάντες γεραίρομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, ζήτει τῇ Πέμπτῃ τῆς Ζ΄ Ἑβδομάδος Λουκᾶ.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Πολυάθλου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἰὼβ Πάτερ Πολύαθλε, πρὸς εὐσεβείας τοὺς ἀγῶνας γυμνὸς εἰσελθών, τοὺς θεατὰς ἐξεπληξας ἅπαντας, ὡς καὶ αὐτὸ τῶν Ἀγγέλων τὸ θέατρον, ἐπὶ τῇ καρτερίᾳ τῆς ψυχῆς σου ἀνακεκραγέναι, καὶ κροτῆσαί σε ὑπομονῆς τὸν στεφανίτην· ὅθεν σήμερον καὶ ἡμεῖς, τὰς ἀριστείας σου ἀναμέλποντες, αἰτούμεθα πταισμάτων τὴν ἄφεσιν, παρὰ Θεοῦ τοῦ λαμπρῶς σε δοξάσαντος.

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἰώβ, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων: Τὸν μυρίαθλον ἄξιον μέλπειν Ἰώβ. Ποίημα τοῦ Ἁγίου Κοσμᾶ, οἱ δὲ Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'. Ἦχος δ'. Χοροὶ Ἰσραὴλ ἀνίκμοις

Τὸν καρτερικὸν ἀδάμαντα, τῆς ὑπομονῆς, τῷ στεφάνῳ κατακοσμούμενον, ἡ Χριστοῦ Ἐκκλησία, νοεροῖς ὁρῶσα ὀφθαλμοῖς πανηγυρίζει, ἐν ἀγαλλιάσει μέλπουσα· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Οὐ γλῶσσα σοφῶν δυνήσεται, οὐδὲ νοῦς βροτῶν ἐφικέσθαι τῶν ἐγκωμίων σου· ἡ γὰρ ἄκτιστος γλῶσσα, σὲ θεοσεβῆ ἀληθινὸν ἄμεμπτον ἔφη· ὅθεν σοι συμφώνως βοῶμεν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Νομίσας πλούτῳ φραττόμενον, ὡς οὐκ εὐχερὲς αὐτῷ ἀνατρέπειν τὸν Δίκαιον, ἐξαιτεῖ ὁ ἀλάστωρ, καὶ γυμνῷ βιαίως προσπαλαίσας κατεῤῥάγη· δι' ὑπομονῆς γὰρ ἐβόα· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Θεοτοκίον

Χοροὶ Προφητῶν ὑμνοῦσιν ἁγνή, καὶ τῶν Ἀσωμάτων σε τάξεις γεραίρουσι· τὸν γὰρ Κτίστην τῶν ὅλων, ἐκ νηδύος σου ἀφράστως προελθόντα καθορῶντες, τούτῳ ἀσιγήτως βοῶσιν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

 

ᾨδὴ γ', τοῦ Ἰώβ. Τόξον δυνατῶν ἠσθένησε

Μένεις ἀκλινὴς τὸ φρόνημα, τῶν φιλτάτων τέκνων, καὶ τοῦ πλούτου στερούμενος, ἀναμέλπων· Εὐλογημένον, τοῦ Κυρίου μου τὸ ὄνομα.

λην ἀρετῆς πεποίησαι, πλοῦτον καὶ πενίαν· δι' ἀμφοῖν γὰρ πυρούμενος, ὡς χρυσίον ἑπταπλασίως, ἀνεδείχθης δοκιμώτατος.

ήσει γυναικὸς προσέβαλεν, ὡς τὸ ἀρχεγόνῳ, ὁ ἀρχέγονος ὄφις σοι· ἀλλ' ἐψεύσθη τῆς πανουργίας, ὁ εἰς ἄμετρα καυχώμενος.

Θεοτοκίον

Χαῖρε Μῆτερ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

 

Κάθισμα τοῦ Ἰώβ. Ἦχος γ'. Τὴν ὡραιότητα

Ἰὼβ τὸν ἄμεμπτον, καὶ καθαρώτατον, στῦλον τὸν ἄτρεπτον, καὶ καρτερώτατον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, γενόμενον ἐν Πνεύματι, πάντες μακαρίσωμεν, καὶ πιστῶς εὐφημήσωμεν, μέγιστον θεράποντα, τοῦ Χριστοῦ χρηματίσαντα, καὶ τοῦτον ἐκτενῶς δυσωποῦντα, σῶσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ', τοῦ Ἰώβ. Εἰσακήκοα τὴν ἔνδοξον

κανώτατον ὑπόδειγμα, καὶ στήλη ἔμπνους, καὶ εἰκὼν ἀρετῆς, Ἰὼβ ὁ ἄμεμπτος ἀνεδείχθη· οὗ ζηλωτὰς ἡμᾶς βοῶντας ποίησον· Δόξα τῇ δυνάμει Σου Κύριε.

θλοθετεῖ σοι γυμνάσιον, ὁ πληρωτὴς τῶν ἀγαθῶν Ἀθλητά, ἐξ ὑπογαίου ἀνακαλύπτων, τῶν ἀρετῶν σου πᾶσι τὴν λαμπρότητα, ἄμεμπτε Ἰὼβ παμμακάριστε.

Θεραπεύει σοι τὸ εὔτονον, καὶ καρτερικὸν τῆς ἀκάκου ψυχῆς, ἐν τῇ σαπρίᾳ ὁ ἀθλοθέτης, τῆς ἐν Ἐδὲμ ὑπάρχον παραβάσεως, ἴαμα Ἰὼβ παμμακάριστε.

Λογισμῷ κρίνων τὸ ὅσιον, ἀνεμελῴδει ὁ Ἰώβ· ἀγαθὰ οἱ δεδεγμένοι παρὰ Κυρίου, τὰ ἀλγεινὰ γενναίως οὐχ ὑποίσομεν· Δόξα τῇ δυνάμει Σου Κύριε.

Θεοτοκίον

Ἀπειρόγαμε Θεόνυμφε, ἡ τὸν Σωτῆρα τεξαμένη σαρκί, σὲ ἀνυμνοῦμεν δεδοξασμένη, καὶ ἀσιγήτως ὕμνον σοι κραυγάζομεν· Χαῖρε προστασία τῶν δούλων σου.

 

ᾨδὴ ε', τοῦ Ἰώβ. Ὁ ἀνατείλας τὸ φῶς

Οἱ παρακλήτορες πρίν, τῶν δεινῶν προστιθέντες, τοῖς τραυμασί σου ἄλγος, πλείονάς σοι ἔπλεξαν, τοὺς στεφάνους, Ἰὼβ ἔνδοξε.

Νεανικῶς ἐν δεινοῖς, ἀκατάπτωτος ὤφθης, καὶ ἐν περιφανείαις, πρὸς τὴν ἄτακτον ὕβριν, οὐκ ἐπήρθης, Ἰὼβ ἄμεμπτε.

καταγώνιστον σύ, τῆς ψυχῆς τὸ φρούριον δειμάμενος, γενναίως ἔφερες ἔνδοξε, τοῦ ἐχθροῦ τὸν δεινὸν κλύδωνα.

Θεοτοκίον

Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ κτίσις, προσφέρει σοι Παρθένε· Χαῖρε Μῆτερ ἄχραντε, Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.

 

ᾨδὴ ς', τοῦ Ἰώβ. Ἐβόησε, προτυπῶν

Ξενίζεται, ἀκοὴ ἐντρυφῶσα τοῖς λόγοις σου, ὅτι στόμα, μυστηρίου ἐδείχθης ἀνάπλεων, τοῦ ποιήσαντός σε καὶ διδάξαντος θείῳ ἐν Πνεύματι.

ώμενος, λυπουμένης καρδίας τὸ ἄλγημα, ἐκ βλεφάρων, συμπαθείας προέχεας δάκρυα, προϊστάμενος, ὀρφανῶν καὶ χηρῶν, Ἰὼβ ἔνδοξε.

βίος σου, εὐσεβὴς καὶ φιλόθεος πέφηνε· διὰ τοῦτο, καὶ ὁ θάνατος ὤφθη ἀνάπαυσις, καὶ πρὸς ἄληκτον, εὐφροσύνην Ἰὼβ μετέβηκας.

Θεοτοκίον

Δεόμεθα, ὑπὲρ τῶν οἰκετῶν σου ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα ἱκέτευε, ὅτι σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.

 

Κοντάκιον τοῦ Ἰώβ. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς τῆς φύσεως

Ὡς ἀληθὴς καὶ δίκαιος, θεοσεβὴς καὶ ἄμεμπτος, ἡγιασμένος τε ὤφθης πανένδοξε, Θεοῦ θεράπον γνήσιε, καὶ ἐδίδαξας κόσμον, ἐν τῇ σῇ καρτερίᾳ Ἰὼβ πολύαθλε· ὅθεν πάντες τιμῶντες, ὑμνοῦμέν σου τὸ μνημόσυνον.

Ὁ Οἶκος.

Ὁ τῶν ὅλων Θεός τε καὶ Κύριος, σὺν Υἱῷ βασιλεύων καὶ Πνεύματι, ἐν μιᾷ τῇ Θεότητι ἔλαμψε, καὶ πιστοὺς εὐσεβεῖς ἀπειργάσατο· ὁ αὐτὸς καὶ τὸν Ἰὼβ ἐμαρτύρησεν, ἡ γλῶσσα ἡ ἄκακος, ἄκακον, θεοσεβῆ τε καὶ δίκαιον, πάντων τῶν κακῶν ἀπεχόμενον· διὰ τοῦτό σε Ἰώβ, ἐν ψαλμῳδίαις τιμῶντες ἅπαντες, ὑμνοῦμέν σου τὸ μνήμοσυνον.

 

Συναξάριον.

Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφείμ, τοῦ ἐν τῷ ὄρει τοῦ Δομποῦ τῆς Βοιωτίας, ἀσκήσαντος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Μάμαντος, Παχωμίου καὶ Ἱλαρίωνος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Δημητρίων καὶ Δονάτος, τοξευόμενοι τελειοῦνται· οἱ δὲ Δάναξ, Μέσιρος καὶ Θερίνος, ξίφει τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἡλιοδώρου καὶ Βενοῦστου, καὶ τῶν σὺν αὐτῶν ἑβδομήκοντα πέντε Μαρτύρων, τῶν ἐν τῇ Ἀφρικῇ, κατὰ τοὺς διωγμοὺς τοῦ Διοκλητιανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βάρβαρος, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Ἐαντβέρτου, τοῦ Σκώτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Βενεδίκτης, τῆς Ῥωμαίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Σοφίας, τῆς ἐν τῇ Μονῇ τῆς Παναγίας τῆς Κλεισούρας Καστορίας, θεοφιλῶς ἀσκησάσης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰὼβ τοῦ Ποτσάεφ τοῦ Ῥώσσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Σάββα, πρώτου ἀρχιεπισκόπου Σερβίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Παχωμίου τοῦ ἐν Νερέχτᾳ τοῦ Ῥώσσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ', τοῦ Ἰώβ. Ὁ διασώσας ἐν πυρί

Νομίμων ἄγευστος ἐπῶν, ἀλλὰ προφητῶν τε καὶ νόμου, φέρων τὸ πλήρωμα Ἰώβ, δι' ἀγάπης Θεῷ εὐηρέστησας, μελῳδῶν· Ὑπερύμνητε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Μὴ θησαυρίσας ἐπὶ γῆς, ἀλλ' ἐν οὐρανοῖς τὴν ἐλπίδα, ὡς χοῦν λελόγισαι χρυσόν, τῷ Θεῷ ἐκβοῶν ἀγαλλόμενος· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

λκει σε παίσας πονηρῷ, καὶ τῶν ὑπαρχόντων γυμνώσας, ὁ τῶν δικαίων δυσμενής, τῆς ψυχῆς σου τὸν τόνον οὐκ ἔκαμψε, μελῳδῶν δὲ ἐκραύγαζες· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Τριαδικόν

Λόγον καὶ Πνεῦμα ἐκ Πατρός, μίαν τρισυπόστατον φύσιν, θεολογοῦντες εὐσεβῶς, οἱ θεόφρονες πίστει βοήσωμεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον

Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, εὐσεβῶς ἀνυμνοῦμέν σε, ὡς μητέρα τοῦ Ὑψίστου εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ η', τοῦ Ἰώβ. Τὸν ἐν μορφῇ Ἀγγέλου

Πανηγυρίζει πᾶς ἑορταζόντων, ἐν ὑψίστοις ὁ χορός, τῷ θεσπεσίῳ συμμέλπων Ἰώβ· διὸ καὶ ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

διπλασίασέ σοι τοὺς στεφάνους, ἐπὶ γῆς καὶ οὐρανοῦ, ὁ ἀθλοθέτης, θεόφρον Ἰώβ· διὸ κραυγάζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

άματα ψυχῶν τε καὶ σωμάτων, οἱ ἰχῶρες τῆς σαρκὸς μακάριε βρύουσι τοῖς μελῳδοῦσιν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νόσος ὑγεία, πλοῦτος καὶ πενία, ἐναμβρύνονται τῇ βιοτῇ σου μακάριε· λαμπρὸς φανεὶς γάρ, διὰ πάντων κραυγάζεις· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἀποῤῥήτῳ λόγῳ συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαρὰν τῇ οἰκουμένῃ, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τοῦ Ἰώβ. Εὔα μὲν τῷ τῆς παρακοῆς

ὼβ μὲν τῇ τῆς ὑπομονῆς λαμπρότητι, ἐπαξίως ἐστεφάνωται, σὺ δὲ πενθεῖς καὶ σκυθρωπάζεις, οὐ φέρων τοῦ Δικαίου τὸν στέφανον· διακενῆς γὰρ ἐλπίσας ᾐσχύνθης Σατάν, μόνε Δικαίων δυσμενέστατε.

ς θέμις ἀνθρώπῳ κατιδεῖν τὴν δόξαν σου, κατοπτεύσας τὴν ἀθέατον, φόβῳ κραθεὶς καὶ εὐλαβείᾳ, ἐβόησεν Ἰὼβ λίαν ἔντρομος· Σποδὸς ὑπάρχω καὶ γῆ, σὺ δὲ Κύριος· ὅθεν σε πάντες μεγαλύνομεν.

Βίβλος σε ἀξίως τῆς ζωῆς ἐδέξατο, καὶ ταμεῖα ἐπουράνια, σῖτον ὡς ὥριμον ἀχθέντα, καὶ πλήρη ἡμερῶν τῶν τοῦ Πνεύματος, Ἰὼβ θεράπον Κυρίου μακάριε· ὅθεν οἱ πάντες μακαρίζομεν.

Θεοτοκίον

Σοφίας χωρίον ὑπὲρ νοῦν τῆς κρείττονος, ἀνεδείχθης Κόρη ἄμωμε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ ὡς βασιλίδα ἠγάπησαν, παρθένοι σε Παρθένε ὀπίσω σου, ἀπενεχθεῖσαι τῆς θεόπαιδος.

 

Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὸν ἐν δεινοῖς ὀφθέντα, καρτερικὸν ὡς ἀληθῶς, δίκαιον ἄμεμπτον ὄντα, θεράποντα τοῦ Κυρίου, Ἰὼβ τὸν θεῖον ἀξίως, ᾄσωμεν πάντες.

Τοῦ ἀπαθοῦς παθόντος, ἐπὶ τὸ ξύλον τοῦ Σταυροῦ, τύπος μυρίαθλε ὤφθης, καθυπομείνας χαλεπά, πάθη ἐν οἷς τοῦ Βελίαρ, ἐπάτησας τὰς παγίδας.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πολύαθλε φίλε τοῦ Θεοῦ, Ἰὼβ παμμακάριστε, ἐν ἀπορίᾳ καὶ θλίψεσιν, ἀμέμπτοις χείλεσι, τὰς εὐχαριστίας, τῷ Θεῷ ἀπέδωκας, ὡς πλήρης οὐρανίου φρονήσεως, καὶ καρτερότητος· ὅθεν πάντες σε γεραίρομεν, ἐκτελοῦντες τὴν μνήμην σου σήμερον.

 

Μυρίαθλε φίλε τοῦ Θεοῦ, Ἰὼβ παναοίδιμε, σὺ τὴν κοπρίαν λελόγισαι, λαμπρὸν παλάτιον, ἐν ᾧ διαμένων, ἐν σοφία ἔκραζες· Τὰ κρίματά Σου Κύριε ἄῤῥητα! Δόξα τῷ Κράτει Σου· ὅθεν πάντες ἀνυμνοῦμέν σε, τὴν στεῤῥάν σου, ἀνδρείαν θαυμάζοντες.

 

Πιστότατε φίλε τοῦ Θεοῦ, Ἰὼβ πολυθαύμαστε, τὰς ἐπωδύνους τοῦ σώματος, πληγὰς λελόγισαι, πανωραῖον κόσμον, τὴν ψυχὴν κοσμοῦντά σου, τὴν ἄμεμπτον καὶ ὄντως ἀκέραιον· ὅθεν τιμῶμέν σε, καὶ κηρύττοντες τὰ ἆθλά σου, τῷ Κυρίῳ, τὸν αἶνον προσάγομεν.

 

Μακάριε φίλε τοῦ Θεοῦ, Ἰὼβ περιλάλητε, τῆς βασιλείας αἱ πύλαι σοι, λαμπρῶς ἠνοίγησαν, τῷ τροπαιοφόρῳ, νικητῇ τῆς πίστεως, τῷ πάντα τοῦ ἐχθροῦ τὰ σοφίσματα, ἀπομωράναντι· ὅθεν πίστει εὐφημοῦμέν σε, τῷ Κυρίῳ, αἰνέσεις προσάγοντες.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Ἐπενεχθέντων σοι μυρίων πειρασμῶν, καὶ ὑποσκελιζούσης σε τῆς γυναικός, οὐ περιετράπης ὁ πανάλκιμος, ἀλλ’ ἔμενες τῷ Κυρίῳ εὐχαριστῶν, οὕτως νῷ θεόφρονι ἀνακράζων· Εὐλογημένον τοῦ Κυρίου μου τὸ ὄνομα, ὅτι ἐγώ εἰμι γῆ καὶ σποδός· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Ὢ θαυμασίας ὑπομονῆς! ὢ ἀῤῥαγοῦς καρτερίας! ὢ ἀνδρείας θεοειδοῦς! ἀκούσατε λαοὶ καὶ θαυμάσατε, καὶ δῶμεν δόξα τῷ Θεῷ, ἀναβοῶντες Αὐτῷ· Ταῖς τοῦ μυριάθλου σου Ἰώβ, ἱεραῖς παρακλήσεσι Κύριε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου