ΜΑΪΟΣ ΙΓ΄
ΠΑΥΣΙΚΑΚΟΣ ΣΥΝΝΑΔΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πάτερ Παυσίκακε Θεῷ, σεαυτὸν ἀνέθηκας, ἀπὸ νεότητος Ἅγιε, καὶ βίον ἔνθεον, ὡς ἀγάπης θείας, πλήρης ἐνδειξάμενος, ἐπλήσθης χαρισμάτων τοῦ Πνεύματος, δι’ ὧν ἰάτρευε, πᾶσαν νόσον καὶ ἀσθένειαν, ὡς θεράπων, Θεοῦ ἐνθεώτατος.
Πάτερ Παυσίκακε παθῶν, τὸν νοῦν καθηράμενος τῇ καθαρᾷ πολιτείᾳ σου, σκεῦος ἐπάξιον, καὶ δοχεῖον θεῖον, ἐπιπνοίας κρείττονος, ἐδείχθης καὶ ψυχῶν τὰ νοσήματα, καὶ ἀῤῥωστήματα, τῶν σωμάτων θείᾳ χάριτι, θεραπεύεις ὡς μύστης οὐράνιος.
Πάτερ Παυσίκακε ποιμήν, τῶν Συννάδων Ὅσιος, καὶ Ἱεράρχης θεόσοφος, ὤφθης ἐν Πνεύματι, καὶ ἱερατεύσας, τῷ Χριστῷ ὡς ἄγγελος, θαυμάτων δωρεαῖς εὐηργέτησας, τοὺς μετὰ πίστεως ἐξαιτήσαντας τὴν χάριν σου, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.
Πάτερ Παυσίκακε τῇ σοί, δεδομένῃ χάριτι, τὸν βασιλέα Μαυρίκιον, πάθους ἀπήλλαξας, καὶ ἐκ γῆς ἀνύδρου, προσευχὴ ἀνέβλυσας, ὡς ἄλλος Μωϋσῆς ὕδωρ Ὅσιε· διὸ ὑμνοῦμέν σε, Ἱεράρχα παναοίδιμε, ὡς μεσίτην ἡμῶν πρὸς τὸν Κύριον.
Πάτερ Παυσίκακε ἰσχύν, ἐκ Χριστοῦ δεξάμενος, τοῦ ἐνεργεῖν τὰ ἰάματα, δαίμονας ἥλασας, καὶ κακοπαθοῦντας παῖδας ἐθεράπευσας, καὶ ὠρθώσας κυφοὺς ὡς φιλάγαθος, καὶ νῦν ἰκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πάτερ Παυσίκακε κακῶν, λῦσιν ἡμῖν αἴτησαι, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου, καὶ καταφεύγουσι, τῇ σῇ προστασίᾳ, καὶ πιστῶς προσπίπτουσι, τῇ θείᾳ καὶ πανσέπτῳ εἰκόνι σου, ἐξ ἧς τοῦ Πνεύματος, ἀναβλύζεις χάρις ἄφθονος, καὶ παρέχει ἡμῖν θεῖον ἔλεος.
Δόξα. Ἦχος δ΄.
Τῶν ἀρετῶν ἐνδεδυμένος τὴν εὐπρέπειαν τῆς ἱερωσύνης, τὴν στολὴν Πάτερ Παυσίκακε, καὶ τοῖς ἔργοις τῆς χάριτος, τῷ Χριστῷ εὐαρεστήσας, θαυμάτων δυνάμεσι διαπρέπεις, καὶ αἱρετικῶν διαλύεις τὰ στίφη, ὡς Ἱεράρχης ἱερός, τῆς ἐν Συννάδοις Ἐκκλησίας, τὸ γὰρ Ἅγιον Πνεῦμα, θαυμαστῶς σε δοξάζει μακάριε. Καὶ νῦν τοῖς ἄνω λειτουργοῖς συνών, καὶ τῇ ἀνάρχῳ Τριάδι, μυστικῶς ἱερουργῶν, πρέσβευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιών το Ανάγνωσμα. [Κεφ. 10. 7&3, 13-16 & εκλογή]
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὗρε σοφίαν, καὶ θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὕγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καί ἔλεον ἐπί γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὅς τὰς ἐμὰς ὁδούς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνήν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἕνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον μου χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες, Πάντα εὐθέα ἐστι τοῖς νοοῦσι, καὶ ὀρθά τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τὴν ἱερὰν διπλοΐδα τὴν παρὰ Θεοῦ ἐδέξω, πολλῷ πλείονι ἐλάμπρυνας ἀρετῶν ταῖς ἰδέαις, Ἱεράρχα Παυσίκακε. Εὐαγγελικὴν γὰρ ζωήν, θείῳ πόθῳ ἐπεδείξω, τοῖς ἀΰλοις συναπτόμενος ἐν ὑλικῷ σώματι, καὶ καλῶς διαγαγών, τὴν δοθεῖσαν ἐξουσίαν, ὡς πιστὸς οἰκονόμος τῆς χάριτος, ψυχῶν καὶ σωμάτων, καὶ διώκτης πνευμάτων ἀκαθάρτων. Ὡς Ἀποστόλων μιμητῆς, τῆς γὰρ σαρκὸς τὸ φρόνημα, ὅλον τῷ πνεύματι ὑπέταξας τοῖς ἐναρέτοις πόνοις, καὶ ἱερατικῷ χρισθεὶς μύρῳ, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, Θεῷ ἱεράτευσας, Ἱεράρχα Παυσίκακε· διὸ τοῖς τιμῶσί σε, αἴτει ἡμῖν τὸν θεῖον ἱλασμόν, παρὰ Θεοῦ Πάτερ Ὅσιε.
Ἦχος β΄.
Τὸν ἐν Ὁσίοις θεοειδῆ Ἱεράρχην, καὶ τῆς ἐν Συννάδοις Ἐκκλησίας ἱερὸν νυμφαγωγόν, Παυσίκακον τὸν θεῖον, τοῖς τῶν ᾀσμάτων ἄνθεσι καταστέψωμεν, περιφανὴς γὰρ ὤφθη τῇ ἐργασίᾳ τῆς ἀρετῆς, καὶ πλήρης θείας χάριτος, ὡς τῆς καρδίας καθαρός· καὶ δοξασθεὶς ἐν θαύμασι, βασιλέως πιστοῦ τὸ πάθος ἰᾶται, ὡς τοῦ Παμβασιλέως Χριστοῦ θεράπων, ᾯ καὶ πρεσβεύει ἀπαύστως, διδόναι ἡμῖν συγχώρησιν, καὶ τὸ θεῖον ἔλεος.
Ἦχος γ΄.
Τῇ ἐνεργείᾳ τοῦ Πνεύματος λελαμπρυσμένος, λαμπτὴρ ὤφθης φαεινὸς τῆς Ἐκκλησίας, καὶ πρακτικῆς ζωῆς ὑποφήτης, Ἱεράρχα Παυσίκακε· πράξει γὰρ καὶ θεωρίᾳ διαλάμπων, φερωνύμως κακῶν λύσιν παρέχεις, καὶ ἀνιάτων νόσων ἀπαλλάττεις, τοὺς πιστῶς προσιόντας σοι· καὶ τὸ ἐμπιστευθέν σοι ποίμνιον καλῶς ποιμάνας, τὸν μισθὸν τῶν καμάτων παρὰ Χριστοῦ ἐδέξω, τοῦ παρέχοντος διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος ὁ αὐτός.
Ταῖς ἐπομβρίαις τοῦ Πνεύματος μυστικῶς καταρδευόμενος, θαυμάτων ῥείθροις καταπαύεις, τῶν παθῶν τὴν φλόγα, Ἱεράρχα Παυσίκακε· καὶ παραδόξως ἐν γῇ ἀνύδρῳ, πηγὴν ὔδατος βλύσας, τοὺς διψῶντας ἐπότισας, μεγάλως θαυμαζόμενος· διὸ ὄμβρησον ἡμῖν, σταγόνα θείας χάριτος, καὶ τῶν θείων οἰκτιρμῶν τὴν δρόσον, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐκ νεότητος Ὅσιε, ἔξω κόσμου γενόμενος, οὐρανόθεν ἔλαβες χάριν ἄφθονον, τοῦ θεραπεύειν νοσήματα, καὶ παύειν παθήματα, καὶ διώκειν πονηρὰ καὶ ἀκάθαρτα πνεύματα ὡς θεόληπτος, καὶ τοῖς πᾶσιν αἰδέσιμος ὡράθης, τῇ λαμπρότητι τοῦ βίου, Πάτερ παμμάκαρ Παυσίκακε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὡς θεράπων θερμότατος, τοῦ Σωτῆρος Παυσίκακε, Ἱεράρχης Ὅσιος ἀναδέδειξαι, καὶ θεοφρόνως ἐποίμανας, τοῖς τοῦ Πνεύματος, τῶν Συννάδων τὴν σεπτὴν Ἐκκλησίαν, καὶ ἤλασας θείοις δόγμασιν, ἐξ αὐτῆς ὥσπερ λύκους βαρυτάτους, ἅπαν στῖφος φληναφήτων, κατὰ τοῦ λόγου τῆς πίστεως.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Φερωνύμως Παυσίκακε, κακῶν παῦσιν δωρούμενος, θεραπεύεις ἅπαντας τοὺς προστρέχοντας, τῇ συμπαθεῖ προστασίᾳ σου· διὸ καὶ προσπίπτοντες, μετὰ πίστεως θερμῆς, τῇ ἁγίᾳ εἰκόνι σου, κομιζόμεθα, ἐκ αὐτῆς ὧν αἰτούμεθα παμμάκαρ, τῇ ἐν ταύτῃ ἐνοικούσῃ, τοῦ θείου Πνεύματος χάριτι.
Δόξα. Ἦχος πλ. Δ΄.
Τῶν παθῶν ἐκτέμνων τὰς ῥίζας, τῇ τοῦ λόγου γεωργίᾳ, τῆς εὐσεβείας τὸν στάχυν γεωργεῖς, ἐν ταῖς καρδίαις τῶν πιστῶν Πάτερ Ὅσιε· ὡς γὰρ θεῖος ποιμήν, καὶ λειτουργὸς τῆς χάριτος, ἐπιμελῶς κατευθύνεις Χριστῷ, ὧν τὴν φροντίδα ψυχῶν πεπίστευσαι, καὶ τῶν θαυμάτων τῷ φωτί, πολυειδῶν κακῶν τὴν ἀχλὺν ἀπελαύνεις, Ἱεράρχα Παυσίκακε· διὸ αἰτοῦμέν σε· Πρέσβευε τῷ Κυρίῳ, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν κλῆσιν τοῖς ἔργοις σου ἐπισφραγίζων σοφέ, κακῶν ἀπολύτρωσιν τοῖς προσιοῦσι πιστῶς, παρέχεις ἑκάστοτε· θαύμασι γὰρ ἐκλάμπων, τὴν ἐν σοὶ θείαν χάριν, ἅπασι διαυγάζεις, εἰς πιστῶν σωτηρίας· διὸ σοὶ Ἱεράρχα Παυσίκακε γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Κακῶν ἀπαλλαγήν, καὶ κινδύνων τὴν λῦσιν, εὑρίσκομεν σοφέ, τῇ θερμῇ σου πρεσβείᾳ· διὸ τοῖς ἑορτάζουσι, τὴν σὴν μνήμην Παυσίκακε, αἰτεῖ πάντοτε, διδόναι ἄφεσιν Πάτερ, ὧν ἡμάρτομεν, καὶ τῶν παθῶν θεραπείαν, καὶ χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν εὐθύτητα, τῆς διανοίας σου, ὥσπερ θυσίαν λογικήν, δεξάμενος ὁ Δεσπότης, θεῖον σε ἀνέδειξεν, Ἱεράρχην Παυσίκακε, θαύμασιν ἐκλάμποντα, καὶ ποικίλαις δυνάμεσιν. Ἀλλὰ μὴ διαλίπῃς πρεσβεύων, δοῦναι ἡμῖν πταισμάτων λῦσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν Συννάδων ὁ θεῖος ἱερουργός, καὶ ποιμὴν θεοφόρος καὶ ὁδηγός, ὑμνείσθω Παυσίκακος, ὡς τοῦ Πνεύματος σκήνωμα· τῇ καθαρᾷ ζωῇ γάρ, νεκρώσας τὸ φρόνημα, τὸ τῆς σαρκὸς ἐπλήσθη, τῆς θείας ἐλλάμψεως· ὅθεν καὶ θαυμάτων, ἐνεργῶν τὰς δυνάμεις, ἰᾶται τοὺς πάσχοντας, καὶ διώκει τοὺς δαίμονας, βοηθῶν τοῖς κραυγάζουσι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, Ἱεράρχα τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ἱεραρχικόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὅσιε Πάτερ Ἱεράρχα Παυσίκακε, ἀσκητικῇ ἐκλάμπων πολιτείᾳ, ἀρχιερέων ὤφθης ὑπόδειγμα, ἐν τῇ ἱερουργίᾳ τοῦ Εὐαγγελίου τῆς χάριτος· καὶ καλῶς ποιμάνας, τὴν ἐν Συννάδοις Ἐκκλησίαν, τῆς ἄνω δόξης ἠξίωσαι, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύων, διδόναι ἡμῖν δυσχερῶν τὴν λῦσιν, καὶ ἀπαλλαγὴν πάσης θλίψεως, καὶ θεῖον ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Κακῶν μοι παῦσιν, ὦ Πάτερ δίδου. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας
Καμάτων ἁγίων τὰς ἀμοιβάς, δεχόμενος Πάτερ, ὥσπερ θείοις ἱερουργός, Παυσίκακε δίδου μοι σοφίαν, ἀνευφημῆσαι τὰ σὰ προτερήματα.
Ἀσκήσει νεκρώσας τὰ γεηρά, φρονήματα Πάτερ, καὶ συντόνοις ἐν προσευχαῖς, ἐπλήσθης τῶν θείων χαρισμάτων, ἐκ νεαράς ἡλικίας Παυσίκακε.
Κακίας ἁπάσης τοῦ δυσμενοῦς, Παυσίκακε Πάτερ, καὶ κινδύνων καὶ πειρασμῶν, ἀπάλλαττε πάντας τοὺς ἐν πίστει, τῇ ἱερᾷ σου εἰκόνι προσπίπτοντας.
Θεοτοκίον.
Ὡς Μήτηρ πάναφθορος τοῦ Θεοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, φθαρέντα με πάσῃ ἁμαρτίᾳ, τῇ ῥυστικῇ Σου πρεσβείᾳ ἐκκάθαρον.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Νόσων ἐξιώμενος, τοὺς προσιόντας σοι Ὅσιε, τὰ πονηρά, πνεύματα διώκεις, τῷ σῷ λόγῳ Παυσίκακε.
Μέγας ἐν τοῖς θαύμασιν, ἀναδειχθεὶς Πάτερ Ὅσιε, ἱερουργεῖν, τοῦ Χριστοῦ ἐκρίθης, τὸ σεπτὸν Εὐαγγέλιον.
Ὅλην τὴν τοῦ Πνεύματος, Πάτερ δεξάμενος ἔλλαμψιν, θεραπευτής, ψυχῶν καὶ σωμάτων, ἀνεδείχθης Παυσίκακε.
Θεοτοκίον.
Ἴασαι πανάμωμε, τὴν ἀσθενοῦσαν καρδίαν μου, πάθει δεινῷ, καὶ τῆς μετανοίας, τῷ φωτί με καταύγασον.
Κάθισμα. Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.
Ἱεράρχης ἐδείχθης Πάτερ θεόληπτος, ταῖς ἀρεταῖς διαλάμπων καὶ θείοις θαύμασι, καὶ ἑπομένως σοφῶς Χριστοῦ τὸ ποίμνιον· ὅθεν ἀξίως δοξασθείς, παρὰ τοῦ πάντων Ποιητοῦ, Παυσίκακε ἱκετεύεις, λύσιν πταισμάτων διδόναι, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε
Παίδων πᾶσαν ἰώμενος, Πάτερ καχεξίαν ὡς συμπαθέστατος, θεῖος πέφηνας, πρὸς τῆς ἀρετῆς τὰ κατορθώματα.
Ἀσθενοῦντας ἰώμενος, καὶ κυφοὺς τῷ λόγῳ ἀνορθούμενος, πανταχοῦ ὤφθης περίβλεπτος, Πάτερ τῇ λαμπρότητι τοῦ βίου σου.
Ὑψηλὴν τὴν διάνοιαν, Πάτερ κεκτημένος τῇ πολιτείᾳ σου, δαιμόνων ἐταπείνωσας, κορυφὰς τῷ λόγῳ σου Παυσίκακε.
Σὲ ποιμένα πανάριστον, ἡ ἐν τοῖς Συννάδοις Πάτερ ἐκτήσατο, Ἐκκλησία· διὰ τοῦτό σε, μακαρίζει Ἅγιε Παυσίκακε.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν δώρησαι, ταῖς πρὸς τὸν Υἱόν Σου θείαις ἐντεύξεσι, πταισμάτων ἀπολύτρωσιν, κεχαριτωμένη ἀειπάρθενε.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν σοι.
Ναὸς ἡγιασμένος τοῦ Πνεύματος, ὡς ἀληθῶς γέγονας, Παυσίκακε, δι’ ἀρετῆς τελειότητα.
Ὡς παῤῥησίαν πρὸς Κύριον, τὴν χαλεπήν, νόσον ἐθεράπευσας, τοῦ βασιλέως Παυσίκακε.
Πυρὶ τῶν διδαχῶν σου κατέφλεξας, τὴν πονηράν, ὕλην τῶν αἱρέσεων, ἐν τῇ σῇ ποίμνῃ Παυσίκακε.
Θεοτοκίον.
Ἀφράστως τὸν Θεὸν σωματώσασα, πάσης ἡμᾶς λύτρωσαι, κακώσει τῇ μεσιτείᾳ Σου ἄχραντε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Τὸ ὕδωρ τὸ τῆς ζωῆς, ἐν τῇ ψυχῇ σου κτησάμενος, ἐν γῇ ἀνύδρῳ, προσευχῇ σου ἔβλυσας, πηγὴν Πάτερ ὕδατος, καὶ τοὺς τηκομένους, ἐν τῇ δίψῃ κατεδρόσισας.
Ἐδίωξας ἐκ τῆς σῆς ποίμνης, σφενδόνη τῶν λόγων σου, καθάπερ λύκους δεινούς, αἱρέσεων σύστημα, καὶ ταύτην ὡδήγησας, Παυσίκακε Πάτερ, πρὸς λιμένα τὸν σωτήριον.
Ῥημάτων τῶν θεϊκῶν, καλλιεργῶν τὴν λαμπρότητα, πνευμάτων τῶν πονηρῶν, ἐλαύνεις σκοτόμαιναν, Παυσίκακε Ὅσιε, καὶ παρέχεις πᾶσι, φωτισμὸν ταῖς ὑποθήκαις σου.
Θεοτοκίον.
Δοχεῖον ἁμαρτιῶν, δι’ ἀφροσύνης γεγένημαι· δοχεῖόν με καθαρόν, τῆς χάριτος ἔργασαι, Παρθένε πανάμωμε, διὰ μετανοίας, τὴν καρδίαν μου καθαίρουσα.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἀρετῶν τοῖς εἴδεσι, κεκοσμημένος θεόφρον, τῶν θαυμάτων εἴληφας, παρὰ Κυρίου τὴν χάριν· ὅθεν σε, ἀρχιερέα τῆς ἐν Συννάδοις, ἔδειξεν, Χριστὸς ὁ Κύριος Ἐκκλησίας· Ὃν ἱκέτευε σωθῆναι, τοὺς σὲ τιμῶντας Πάτερ Παυσίκακε.
Ὁ Οἶκος.
Ἐκ νεότητος Πάτερ ὑπέταξας, σεαυτὸν ἀρετῆς τοῖς παλαίσμασιν, ἀρνησάμενος πᾶσαν εὐπάθειαν, γεηρῶν καὶ φθαρτῶν ὡς ἐπίβουλον, καὶ ἐγκρατείᾳ συντόνου, καὶ προσευχῇ ἐκτενῆ, κατοικητήριον ὤφθης τῆς ἐπιπνοίας τοῦ Παρακλήτου· ὅθεν θαυμάτων δεδεγμένος τὴν δωρεάν, ἰατὴρ ποικίλων νοσημάτων ὤφθης, καὶ πᾶσιν αἰδέσιμος πέφηνας· καὶ τῆς ἄνωθεν ψήφου, ἀρχιερεὺς θεῖος ἀναδειχθείς, τὴν ἐν Συννάδοις ἁγίαν Ἐκκλησίαν, εὐαγγελικῶς ἐποίμανας, καὶ παρὰ Κυρίου, ἀξίους δεδόξασαι, Ὃν ἱκέτευε σωθῆναι, τοὺς σὲ τιμῶντας Πάτερ Παυσίκακε.
Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτὸς μηνός, Μνήμη τοῦ Ὁσίου Παυσικάκου, Ἐπισκόπου Συννάδων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ὁ Μάρτυς, ὁ διὰ τῆς Ἁγίας Γλυκερίας πιστεύσας, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεργίου τοῦ Ὁμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος, ἐν τῇ πόλει τῶν Τιβεριανῶν, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου του πρεσβυτέρου τῆς Μονῆς Ἐφαψέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀγάπιος, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γαμαλιὴλ τοῦ Νομοδιδασκάλου, καὶ διδασκάλου τοῦ Ἀποστόλου Πέτρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πολυβίου, ἐπισκόπου Ῥινοκορούρα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Ἰωάννου, Εὐθυμίου και Γεωργίου, κτιτόρων τῆς Μονῆς τῶν Ἰβήρων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὁσιομάρτυρες Μοναχοὶ Ἰβηρῖται, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες, τὸν βασιλέα Μιχαήλ, καὶ τὸν πατριάρχην Βέκκον, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ Συγχωρημένου, τοῦ Ἰβηρίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀββανοῦ τοῦ Ἰρλανδοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Οὐαλεριανοῦ ἐπισκόπου Ὠξέῤῥης Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὀνησίμου, ἐπισκόπου Σουασσοῦ τῆς Γαλλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Σαρβάτου, ἐπισκόπου Τονγκρὲ Βελγίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοκτίστου τοῦ ἐκ Τέκοα τῆς Παλαιστίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Γλυκερίας τοῦ Νόβγκοροντ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς μετακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Μακαρίου τοῦ Ἱερομάρτυρος τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰθυνόμενος Πάτερ, τῇ χειρὶ τοῦ Κυρίου πρὸς τὰ οὐράνια, ἰθύνεις τὴν σὴν ποίμνην, πρὸς χλόην ἀφθαρσίας, καὶ ζωῆς ἀνακράζουσα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δεδεγμένος θεόθεν, τῶν θαυμάτων τὴν χάριν Πάτερ Παυσίκακε, ποικίλας ἀσθενείας, τῶν παίδων θεραπεύεις, καὶ κρατύνεις τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ κλεινὸς Ἱεράρχης, καὶ ποιμὴν τῶν Συννάδων θεῖος Παυσίκακος, ὑμνείσθω παρὰ πάντων, ὡς πρέσβυς πρὸς τὸν Κτίστην, τῶν ψαλλόντων ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, πολλαῖς κυριευθεῖσαν, ἀτόποις ἁμαρτίαις, τὴν ψυχήν μου καθάρισον, ἵνα ὑμνῶ Σε ἀεί, ὑπερευλογημένη
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἑνώσει τῇ θείᾳ, κεκοσμημένος θεόφρον, ἀπεδίωξας αἱρετικῶν τὸ στῖφος, ἀπὸ τῆς σῆς ποίμνης, Παυσίκακε τρισμάκαρ.
Ἐν Βυζαντίῳ, ὡς ἐπιστὰς θεραπεύεις, τῇ ἐντεύξει σου τὸν βασιλέα Πάτερ, ὡς τοῦ οὐρανίου, Παντάνακτος θεράπων.
Ῥῦσαι λιταῖς σου, ἐκ πειρασμῶν καὶ κινδύνων, τοὺς ὑμνοῦντάς σε Παυσίκακε παμμάκαρ, καὶ τῇ σῇ Εἰκόνι, προσπίπτοντας ἐν πίστει.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, σῶζε Ἄχραντε τῆς τοῦ ἐχθροῦ μανίας, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστόν Σου Τόκον.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Στολήν σου τὴν ἁγίαν, ἀρετῶν τῷ κάλλει, ἁγιωτέραν Παυσίκακε ἔδειξας, καὶ τῷ Χριστῷ μετὰ δόξης χαίρων ἀνέδραμες.
Ἱέρευσας ὁσίως, τῷ Χριστῷ παμμάκαρ, καὶ ἐπιδείξει θαυμάτων ἐνέωσας, κεχερσωμένας καρδίας Πάτερ τοῖς πάθεσι.
Μετὰ τῶν Ἀσωμάτων, παρεστὼς Κυρίῳ, μὴ διαλίπῃς πρεσβεύων Παυσίκακε, ὑπὲρ τῶν πίστει τελοῦντων τὴν θείαν μνήμην σου.
Οἱ πίστει τῇ σεπτῇ σου, εἰκόνι προσιόντες, πνευματικῆς εὐφροσύνης πληρούμεθα, τὴν σὴν κηρύττοντες χάριν Πάτερ Παυσίκακε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν δόξαν, κεχαριτωμένη, δι’ ἧς παθῶν ἀδοξίας λυτρούμεθα, οἱ τῇ θερμῇ προστασίᾳ Σου καταφεύγοντες.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀσκητικῶς τὸ πρότερον, λαμπρυνθεὶς τὴν καρδίαν, ἀρχιεράρχης ὕστερον θεοφόρος ἐδείχθης, Παυσίκακε θεηγόρε, καὶ θαυμάτων δυνάμεις, προσεφαπλῶν τῷ Πνεύματι τῷ Ἁγίῳ δαιμόνων ἀποσοβεῖς, ἅπασαν ἐπήρειαν καὶ παρέχεις, ἰάσεις τοῖς προστρέχουσι, τῇ θερμῇ σου πρεσβείᾳ.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν τοῦ Χριστοῦ Ἱεράρχην θεῖον Παυσίκακον, ὡς ἀρετῆς ταμεῖον καὶ θαυμάτων δοχεῖον, ὑμνήσωμεν συμφώνως βοῶντες αὐτῷ· Ἱεράρχα μακάριε, μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει εὐφημούντων σε.
Τοῦ Παρακλήτου τὴν χάριν Πάτερ δεξάμενος, δι’ ἐγκρατείας ἄκρας καὶ ὁσίων καμάτων, θαυμάτων ἐκομίσω τὴν δωρεάν, οὐρανόθεν Παυσίκακε, καὶ ἰατὴρ νοσημάτων πολυειδῶν, ἀνεδείχθης παμμακάριστε.
Ἐν γῇ ἀνύδρῳ ἐξάγεις ὕδωρ Παυσίκακε, καὶ τῶν αἱρετιζόντων, ἀπελαύνεις τὸ στῖφος, ἐν δόγμασιν ἁγίοις καὶ διδαχαῖς, διὰ τοῦτο τιμῶμέν σε, ὡς ποιμενάρχην Συννάδων θεοειδή, καὶ τῆς πίστεως ὑπέρμαχον.
Ταῖς ὑπὲρ νοῦν λαμπηδόσι καταυγαζόμενος, τῆς Τρισηλίου δόξης, Ἱεράρχα Κυρίου, παθῶν ἐκ σκοτομήνης ῥύου ἡμᾶς, τοὺς ἐν πίστει τιμῶντάς σε, καὶ τῇ σεπτῇ σου εἰκόνι μετὰ σπουδῆς, καταφεύγουσι Παυσίκακε.
Δόξα. Ἦχος πλ. Α΄.
Ὑπεραρθεὶς τῶν γεηρῶν, τῇ τοῦ νοὸς ἀνατάσει, εἰσεποιήσω τοῦ Πνεύματος, τὴν ζωοποιὸν χάριν Ὅσιε τῷ γὰρ θείῳ νόμῳ, νουνεχῶς πολιτευσάμενος, ἀρχιερεὺς ὅσιος καὶ ἄκακος, τῆς Ἐκκλησίας ὤφθης, θαύμασιν ἐκλάμπων, καὶ διδαχαῖς ἱεραῖς, καὶ εὐαγγελικῶς τελέσας τὸν δρόμον, τῶν οὐρανίων ἀγαθῶν ἠξίωσαι, Ἱεράρχα Παυσίκακε. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ Συννάδων θεῖος ποιμήν, Παυσίκακε Πάτερ, καὶ θαυμάτων ὁ αὐτουργός· χαίροις ὁ προστάτης, ἡμῶν τῶν κεκτημένων, τὴν θείαν σου εἰκόνα, ὡς ὄλβον ἄσυλον.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἰατῆρα ψυχῶν καί σωμάτων, σεπτόν Παυσίκακον ποιμένα Συννάδων, θεοειδῆ καί Πνεύματος ἁγίου πυρσόν, ὕμνοις καταστέψωμεν καί βοήσωμεν πόθῳ, τῆς κακίας σκέδασον τήν ζοφώδη ὁμίχλην καί τῆς ἀγάπης ἧμαρ φωτεινόν, τοῖς σέ τιμῶσι ἐκθύμως ἀνάτειλον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Παῦσον κακίαν ἱκέτου σου, Παυσίκακε. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παυσίκακε μάκαρ περικλεές, ποιμήν τῶν Συννάδων, ὁ τούς λύκους τούς νοητούς, διώξας ἐκ ποίμνης σου παθῶν μου, ἀγέλην λύκων εὐχαῖς σου ἀπέλασον.
Ἀγάπης πρός πέλας καί πρός Θεόν, Παυσίκακε γνώμων καὶ ἀρχέτυπον τούς πιστῶς, προστρέχοντάς σου τῇ θείᾳ σκέπῃ, δεῖξον ἀγάπης διπλῆς ἀμαρύγματα.
Ὑμνῶν σου τήν ἄμεμπτον βιοτήν, δι’ἥν χάριν εὗρες ξένως πάντας ὀρθεῖν κυφοῦς, Παυσίκακε δέομαί σου πίστει, συγκεκυφότα κακίᾳ με ὄρθωσον.
Θεοτοκίον.
Στολήν τῆς ψυχῆς μου καί ἀρετῶν, ὡράισον κάλλει Παναγία Μῆτερ Θεοῦ, καί σόν καταξίωσον ἱκέτην, εἰς τῆς χαρᾶς εἰσελθεῖν τά σκηνώματα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁσιώτατε Πάτερ, φωστήρ Χριστοῦ πίστεως, καί τῆς Ἀπαμείας εὐῶδες ῥόδον, Παυσίκακε, ὡς ἰατήρ ταχινός, νοσούντων τῶν ἱκετῶν σου, την ἀχλῦν κακότητος λύσον πρεσβείαις σου.
Νῦν τιμῶντες σε πάντες τόν ἐκ τῆς γῆς βλύσαντα, ὕδατος πηγήν τῆς ἀνύδρου, Πάτερ Παυσίκακε, ἀναβοῶμεν πιστῶς· ὁ τοῦς διψῶντας ποτίσας, πότισόν με ὕδατι αἰωνιότητος.
Καταπαύεις τήν φλόγα ἡμῶν παθῶν, ἅγιε, ῥείθροις σῶν ἀπείρων θαυμάτων καί ἀντιλήψεως, ὁ ἐπομβρίαις σαφῶς καταρδευόμενος Θείου Πνεύματος, Παυσίκακε, ῥεῖθρον ἰάσεων.
Θεοτοκίον.
Ἀπολύτρωσιν δίδου ἡμῶν παθῶν,Δέσποινα, ταῖς πρός τόν Ὑιόν σου πρεσβείαις καί πάντας αὔγασον, τῆς μετανοίας φωτί τούς ἐν σκοτείᾳ κειμένους, βίου, Μητροπάρθενε, φιλαμαρτήμονος.
Κατάπαυσον, κακίας πάσης τό πάθος τό ψυχοφθόρον, τό κατατρύχον ἡμᾶς ποιμήν Συννάδων, Παυσίκακε, τούς σπεύδοντας πίστει σῇ ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄.Πρεσβεία θερμή.
Συννάδων ποιμήν θεόσοφε, Παυσίκακε, σαρκός καί ψυχῆς θεράπευσον τά τραύματα, τῶν πιστῶς σπευδόντων σοι καί βοώντων Πάτερ, ἱκέτευε τόν Λυτρωτήν διδόναι τοῖς πιστοῖς εἰρήνην, ὁμόνοιαν και δύναμιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καταφεύγων, Παυσίκακε, σοῦ τῇ ἀντιλήψει ἐν πάσαις θλίψεσιν, ἐκβοῶ σοι τῆς κακίας με τοῦ δεινοῦ ἀλάστορος ἀπάλλαξον.
Ἰλασμόν ἡμῖν δώρησαι, σαῖς πρός τόν Σωτῆρα λιταῖς, Παυσίκακε, και ἐσμόν περικυκλοῦντα με λογισμῶν ἀνόμων ἀποδίωξον.
Ἀσθενούντων ἐπίσκεψις καί δεινῶς νοσούντων ταχεία ἴασις, πέλεις, πάνσοφε Παυσίκακε, τῶν Συννάδων πρόεδρε περίδοξε.
Θεοτοκίον.
Νοσημάτων ἀπάλλαξον, λομικῶν τούς πόθῳ σε μεγαλύνοντας, Κεχαριτωμένη Δέσποινα, ταχινή πιστῶν χοροῦ ἰάτειρα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴσθι εὐσεβῶν ἀρωγός, σεπτέ Παυσίκακε, ἐν ταῖς μάχαις καθ’ἡμέραν κατ’ ἐχθροῦ, τοῦ δολίου καί βεβήλου παναλάστορος.
Κάθαρον τόν νοῦν τῶν τιμώντων σε, Παυσίκακε, καί καταύγασον διάνοιαν ἡμῶν, ἀκραιφνοῦς σου πολιτείας φρυκτωρήμασι.
Εὖχος ἰατρῶν, Μαυρικίου αὐτοκράτορος, ὁ τό πάθος θεραπεύσας και ἡμῶν ἀσθενήματα, Παυσίκακε, ἰάτρευσον.
Θεοτοκίον.
Τεῖχος ἀῤῥαγές καί προπύργιον πληρώματος χριστωνύμου περιτείχισον ἡμᾶς, τῇ ἀγρύπνῳ προστασίᾳ σου Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ σύνοικον ἀρετήν, Παυσίκακε, καί σοφίαν θείαν ἔχων ἐν βίῳ, ἐσθίων μόνον τεμάχιον ἄρτου καί ὕδωρ πίνων ἐν βίῳ ἐλάχιστον, δι’ἄρτου θρέψον ἀρετῆς μυστικῶς τούς πεινῶντας ἱκέτας σου.
Ὑπέρμαχε λογικοῦ ποιμνίου σου, τῇ σφενδόνῃ τῶν σοφῶν σου φθεγμάτων τούς νοητούς ἀπεδίωξας λύκους ἐκ τῶν Συννάδων τῆς μάνδρας, Παυσίκακε, προστάτα καί χειραγωγέ τῶν πιστῶν πρός Θεόν ἀπλανέστατε.
Συνέσεως, ἱερέ Παυσίκακε, προσευχῆς καί ἀσιτίας πυξίον, τῆς βιοτῆς ὁδηγός τῆς ἐνθέου καί θαυμάτων ταμεῖον γενόμενος, ἱκέτευε διά παντός τόν Σωτῆρα σωθῆναι σούς πρόσφυγας.
Θεοτοκίον.
Οὐράνωσον, τῶν πιστῶν τό φρόνημα οὐρανῶν ὑψηλοτέρα, Παρθένε, τῶν χαμαιζήλων παθῶν ὑπερτέρους, τούς σούς ἱκέτας δεικνύουσα, Δέσποινα, ἵνα σήν θείαν ἀρωγήν γεγηθότες δοξάζωμεν πάντοτε.
Κατάπαυσον, κακίας πάσης τό πάθος τό ψυχοφθόρον, τό κατατρύχον ἡμᾶς ποιμήν Συννάδων, Παυσίκακε, τούς σπεύδοντας πίστει σῇ ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Τόν ἐνδειξάμενον βίον θεόφρονα, ἀπό νεότητος θεῖον Παυσίκακον, καί ἐμπλησθέντα χαρίτων τοῦ Πνεύματος, πανευλαβῶς οἱ πιστοί μακαρίζωμεν Συννάδων ποιμένα ὡς ἄγρυπνον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην και οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ κατὰ Ματθαῖον (Κεφ. ι΄1-9).
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητάς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τῶν δέ δώδεκα ἀποστόλων τά ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καί Ἀνδρέας ὁ ἀδελφός αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καί Ἰωάννης ὁ ἀδελφός αὐτοῦ, Φίλιππος καί Βαρθολομαίος, Θωμᾶς καί Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καί Λεββαῖος ὁ ἐπικληθείς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καί Ἰούδας ὁ Ἰσκαριώτης ὁ και παραδούς αὐτόν. Τούτους τούς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε· πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεάν ἐλάβετε, δωρεάν δότε.
Δόξα: Ταῖς τοῦ Ἰεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Σπεῦσον, ὦ Παυσίκακε, ταῖς ἱεραῖς σου πρεσβείαις πλήρωσον αἰτήματα τῶν πιστῶς τελούντων τήν μνήμην σου· πάντες σε γάρ ἔχομεν προς Θεόν μεσίτην, ὠς χαρίτων καί ἰάσεων πηγήν ἀείῤῤυτον και θαυμάτων ξένων θησαύρισμα, καί μέγαν ἀντιλήπτορα τῶν καταφευγόντων τῇ σκέπῃ σου· κράζοντες μή παύσῃ πρεσβεύειν τῷ Σωτῆρι καί Θεῷ, πέμψαι ἡμῖν ἄμφω δύναμιν καί τό μέγα ἔλεος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνωδίαις ἀπαύστοις σε γεραίροντες πόθῳ, σεμνέ Παυσίκακε, Συννάδων ἀρχιθύτα καί γέρας Ἐκκλησίας τιμαλφές καὶ πολύτιμον, τάς σάς ἐνθέρμους εὐχάς πρός Κύριον αἰτοῦμεν.
Παῦσον, Πάτερ, κακίαν τήν δεινῶς τυραννοῦσαν βροτῶν ὁμήγυριν, τρισμάκαρ, φερωνύμως, ἀρχιερεῦ Συννάδων θεοφόρε Παυσίκακε, ὁ καθαράμενος νοῦν τόν σόν παθῶν ἀσκήσει.
Αἴτει λύσιν πταισμάτων τοῖς πιστῶς έκτελοῦσι τήν θείαν μνήμην σου, Παυσίκακε, καί πόθῳ σῇ θείᾳ προστασίᾳ καταφεύγουσι πάντοτε· πρέσβυς γάρ πέλεις θερμός ἡμῶν πρός τόν Δεσπότην.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, τοῦ Παντάνακτος τήν δε ἡμῶν παράκλησιν προσάγαγε τῷ θείῳ, Μονογενῇ Ὑιῷ σου καί ἀφθόνως κατάπεμψον ἡμῖν τήν χάριν αὐτοῦ καί θείαν εὐλογίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σκέπη καί φύλαξ καί ἀρωγός καί προστάτης ἱκετῶν σου, Παυσίκακε, πέλεις τῶν μακαριζόντων τούς ἱερούς σου πόνους.
Ἰάσεις πᾶσι παρέχεις τοῖς σε ὑμνοῦσι, ἰατρόν ὥσπερ θεῖον καί ῥύστην ἐκ τῶν ἀλγηδόνων, Παυσίκακε παμμάκαρ.
Κυρίου φίλε καί τῶν Συννάδων ἐπόπτα συναρίθμησον τοῖς σωζομένων δήμοις, σούς θερμούς ἱκέτας, Παυσίκακε λιταῖς σου.
Θεοτοκίον.
Ἁγίασόν με τόν μεγαλύνοντα πόθῳ σά θαυμάσια, Θεομῆτορ, και δοξολογοῦντα τόν πάνσεπτόν σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυφούς Θεοῦ δυνάμει, ὤρθωσας καί παῖδας κακοπαθοῦντας ἰάσω, Παυσίκακε, θαυματοβρύτων Πατέρων λαμπρόν ἀγλάισμα.
Ἐπίβλεψον ὑψόθεν, καί τοῖς σε ὑμνοῦσι δίδου ὑγείαν κατ’ ἄμφω, Παυσίκακε, ποιμήν Συννάδων εὐΐλατε καί φιλάγαθε.
Χαρίτων ἀναβλύζει, ποταμούς καί πᾶσι Χριστοῦ παρέχεις τό ἄμετρον ἔλεος, τοῖς σε τιμῶσιν ἐκθύμως, σεπτέ Παυσίκακε.
Θεοτοκίον.
Μή παύσῃ δωρουμένη, τοῖς πιστοῖς ἰάσεις τοῦ Παυσικάκου λιταῖς, Μητροπάρθενε, εὐλογημένη Μαρία, ἡμῶν ἀντίληψις.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ἰαμάτων ὁ ποταμός, Πρόεδρε Συννάδων, Ἀπαμείας θεῖε βλαστέ καί τῆς Ἐκκλησίας, Παυσίκακε θεόφρον, τό καύχημα τό μέγα και ἀγαλλίαμα.
Χαίροις ἐγκαλλώπισμα ἰατρῶν, χαίροις ὠραιότης φιλαρέτων ἱεραρχῶν, χαίροις τῶν Συννάδων, Παυσίκακε, τό εὖχος καί θαυμασίων ὄλβος ὁ πολυτίμητος.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, ἄνακτος ἐκ πάθους Μαυρικίου θεραπευτήν, τόν ἐκ γῆς ἀνύδρου εὐχῇ αὐτοῦ ἐνθέρμῳ ἐκβλύσαντα ἀφθόνως ὕδωρ, Παυσίκακον.
Λύσιν ἡμῖν αἴτησαι τῶν κακῶν τοῖς άνευφημοῦσι πολιτείαν σήν ἀκραιφνή, καί τήν ποιμασίαν τήν εὐκλεῆ σου, Πάτερ Παυσίκακε, Συννάδων θεῖον ἀμάρυγμα.
Χάριν τόν δεξάμενον ἐκ Θεοῦ ἐνεργεῖν ἰάσεις θεραπεύειν τούς ἀσθενεῖς, καί ἐσμόν δαιμόνων ταχύ ἀποδιώκειν, Παυσίκακον τόν θεῖον ὕμνοις τιμήσωμεν.
Τόν σκληραγωγίᾳ καί προσευχῇ καί νηστείᾳ ἄκρᾳ κατατήξαντα ἑαυτόν, καί χαριτωθέντα ἀφθόνως οὐρανόθεν, Παυσίκακον, Συννάδων μέλψωμεν Πρόεδρον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς το σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖε ἱεράρχα τοῦ Χριστοῦ, ἔμψυχον ἀγάπης πυξίον, παντοδαπῶν δωρεῶν, τοῦ Ἁγίου Πνεύματος ταμεῖον ἄσυλον, θεοφόρε Παυσίκακε, ποιμήν τῶν Συννάδων ἔνθεε, δεήσεως ἡμῶν ἐπάκουσον τάχος και κατάπεμψον πᾶσι δύναμιν πατῆσαι ἀρχαίου πτερνιστοῦ τεχνάσματα τά δόλια.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου....
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι….
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου