Τετάρτη 17 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 21. ΑΠΟΣΤΟΛΟΣ ΘΑΔΔΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΚΑ΄.
ΘΑΔΔΑΙΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Πνεύματος τὴν ἔκχυσιν, ἣν Ἰωὴλ προηγόρευσε, τοῦ Ἁγίου δεξάμενος, Θαδδαῖε Ἀπόστολε, θεοπνεύστῳ λόγῳ, πίστει ἀδιστάκτῳ, ἀνεπιστρόφῳ λογισμῷ, Χριστόν τε ἔχων ἐνδυναμοῦντά σε, τὸ θεῖον Εὐαγγέλιον, ψυχαῖς πλουσίως ἐνέσπειρας, ὡς σπορεὺς ἱερώτατος, φυτουργὸς ὡς πανάριστος. (Δίς)

Κόσμου τὴν προσπάθειαν, τῶν τε ῥεόντων τὸ ἄστατον, βδελυξάμενος ἔδραμες, Θαδδαῖε Ἀπόστολε, ἔλαφος καθάπερ, ἐπὶ τῶν ὑδάτων, τῶν ζωηφόρων τὰς πηγάς, ἐπιθυμίᾳ θείᾳ φλεγόμενος, καὶ ἔρωτι τοῦ Κτίσαντος· διὸ εἰς κόρον δεόμεθα, τοῖς τοῦ Πνεύματος νάμασι, τὰς ψυχὰς ἡμῶν ἔμπλησον.

Δέξαι τὴν ὁμόθυμον, τῶν ἱκετῶν σου Ἀπόστολε, καὶ ἐγκάρδιον δέησιν, Θαδδαῖε βοώντων σοι, προσευχῇ ἐμπόνῳ· Τῶν αἱρετιζόντων, τὴν ὑπερήφανον ὀφρύν, καὶ τῶν ἀθέων τὴν ἀγριότητα, εἰς τέλος διασκέδασον, ἐπιβαινόντων ἑκάστοτε, πρὸς λαὸν τὸν χριστώνυμον, παναλκεῖ μεσιτείᾳ σου.

Δόξα. Ἦχος α’.
Χαῖρε καὶ εὐφραίνου ἡ Χριστοῦ Ἐκκλησία, ὡς ἄσβεστον λαμπάδα κατέχουσα τὴν παγκράτιστον εὐχὴν Ἰούδα Θαδδαίου τοῦ θεόφρονος. Οὐρανόθεν γὰρ σκέπει ἀπαύστως τοὺς τιμῶντας αὐτόν, ἔρωτι θείῳ τὸν νέον Ἰσραὴλ περιπτυσσόμενος. Οὗ τὴν ἐτήσιον μνήμην φαιδρῶς μεγαλύνοντες, συμφώνως βοήσωμεν· Ὡς πάλαι τῶν ἀψύχων εἰδώλων τὴν πλάνην διήλεγξας, οὕτω καὶ νῦν τῶν ἀθέων τὸ θράσος εἰς τέλος κατάβαλε, ῥῦσαί τε ἐκ πάσης ἐπιβουλῆς ἀλλοπίστων, Ἑλλήνων τὸ γένος Ἀπόστολε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, την Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς Τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θαδδαῖε Ἀπόστολε Χριστῷ, παῤῥησίᾳ ἔφησας, ἐν ὑπερώῳ καθήμενος, ποτέ· Τις γέγονεν, ἡμῖν ὅτι μέλλεις, ἐμφανίζει Κύριε, οὐχὶ δὲ Σεαυτὸν κόσμῳ λέξον μοι; ἡμῖν πιστούμενος, τὴν μεγίστην οἰκειότητα, καὶ ἀγάπην, πρὸς Αὐτὸν ἥν κέκτησαι.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ἐπέστη ἡμῖν ἡ φωταυγής, τοῦ Θαδδαίου σήμερον, ὡς εὐφροσύνης ἀνάπλεως, καὶ πλήρης χάριτος, ἀδελφοὶ ἡμέρα· δεῦτε οὖν ὑμνήσωμεν, τὸν ἔνδοξον Κυρίου Ἀπόστολον, αὐτῷ κραυγάζοντες· Ὀρθοδόξων τὴν ἀμώμητον, ῥῦσαι πίστιν, πληγῆς τῶν αἱρέσεων.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Σαγήνῃ τοῦ Πνεύματος ψυχάς, ἀβιάστως εἵλκυσας, τῆς παραλόγου λυτρούμενος, Θαδδαῖε κράτιστε, τῶν εἰδώλων πλάνης, καὶ πρὸς τὴν ἐπίγνωσιν, Χριστοῦ τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, πανσόφως ἴθυνας, ἁλιεὺς ὡς προανήγγειλεν, ὁ Δεσπότης, ἀνθρώπων γενόμενος.

Δόξα. Ἦχος γ΄.
Πᾶσαν πονηρὰν τῶν ἀκαθάρτων πνευμάτων ἐπήρειαν, τὴν ἀπηνῶς τὰς ψυχὰς τῶν ἱκετῶν σου μαστίζουσαν, ἀπέλασον ἀφ’ ἡμῶν, Θαδδαῖε μακάριε. Παρὰ γὰρ Χριστοῦ εἰληφὼς τὴν τοιαύτην ἐξουσίαν καὶ δύναμιν, ῥαδίως τῶν δαιμόνων ὑποτάσσειν τὴν ἀνυπόστατον ἰσχύν, εἰς τέλος τε συντρίβειν τὸ ἀταπείνωτον φρόνημα δύνασαι. Τὰς γὰρ πολυπλόκους αὐτῶν μηχανὰς καὶ βουλεύματα οὐδεὶς τῶν ἀνθρώπων φυγεῖν δύναται, εἰ μὴ ὀνόματι Χριστοῦ καὶ δυνάμει, Ἀπόστολε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο· ὅθεν τῇ Ἁγίᾳ Κοιμήσει αὐτῆς, ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ'
Ἀπόστολε ἅγιε Θαδδαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.































ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῇ ἀθανάτῳ κοιμήσει τῆς Θεομήτορος, ἀγγέλων δῆμος χαίρει, ταύτην ἀφικνουμένην· μοναῖς ἐν οὐρανίοις νῦν καθορῶν, καὶ πρὸς αἶνον ἐξόδιον, τῶν ἀποστόλων ἡ ἔνθεος συνδρομή, ἐκ Θεοῦ ταύτῃ δεδώρηται.

Ζωὴν τὴν ἄνω ποθοῦσα ταύτην κατείληφας, Θεογεννῆτορ Κόρη, παρθενίας τὸ ἄνθος, Χριστὸν ἡ τετοκυῖα· ὅθεν καὶ νῦν, εὐλαβῶς σοι παρέστηκε, τῶν Ἀποστόλων ὁ δῆμος ἐν τῇ σεπτῇ, σοῦ κηδείᾳ Θεονύμφευτε.

Σοῦ νῦν τὴν ἄνοδον Κόρη πρὸς τὰ οὐράνια, τὰ τῶν ἀγγέλων πλήθη, ἀποστόλων ὁ δῆμος, πιστῶν ἅπαν τὸ στίφος ἀνευφημεῖ, διὰ σοῦ γὰρ καὶ ἅπαντες, ἀνεκαινίσθημεν ἄνθρωποι τὴν καλήν, ἀνακαίνισιν θεόνυμφε.

Καὶ τοῦ Ἀποστόλου τρία. Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος
Μάκαρ Θαδδαῖε Ἀπόστολε, προσομιλήσας φωτί, ἀκροτάτῳ φῶς δεύτερον, κατὰ θείαν μέθεξιν, ἀληθῶς ἐχρημάτισας, καὶ διαλύσας νύκτα πολύθεον, ψυχὰς προσῆξας τῷ Παντοκράτορι· ὅθεν γηθόμενοι, τὴν λαμπρὰν καὶ εὔσημον καὶ φωταυγῆ, μνήμην σου γεραίροντες, Χριστὸν δοξάζομεν.

Μάκαρ Θαδδαῖε Ἀπόστολε, μετὰ τὴν θείαν Χριστοῦ, καὶ φωσφόρον Ἀνάστασιν, καὶ τὴν πρὸς οὐράνια, παναγίαν Ἀνάληψιν, Ἐδέσσῃ πόλει τὸ θεῖον κήρυγμα, κατεπιστεύθης, ἐν ᾗ γενόμενος, λόγοις καὶ θαύμασι, τὸν Τοπάρχην Αὔγαρον, καὶ σὺν αὐτῷ, πάντας ἐβεβαίωσας, πρὸς τὴν ἀλήθειαν.

Μάκαρ Θαδδαῖε Ἀπόστολε, τυφλοῖς τὸ βλέπειν τῇ σῇ, ἐπαφῇ θείᾳ δέδοται, καὶ χωλοῖς ἀρτίωσις, καὶ νοσοῦσιν ὑγίωσις, καὶ παρειμένοις αὖθις ἀνόρθωσις, καὶ ἀμυήτοις γνῶσις σωτήριος· σὺ γὰρ ἀνάπλεως, χαρισμάτων πέφυκας, τοῦ παντουργοῦ, Πνεύματος πανόλβιε· ὅθεν ὑμνοῦμέν σε.







Δόξα. Ἦχος πλ. β΄.
Ὅτε ἐν τῷ Δείπνῳ, Χριστὲ ὁ Θεός, ἀθυμίας οἱ μαθηταὶ ἐπὶ τῷ χωρισμῷ σου συνείχοντο, ἐπηγγείλῳ αὐτοῖς· Οὐχὶ δὲ τῷ κόσμῳ, Σεαυτὸν ἐμφανίζειν φιλάνθρωπε. Ἐπεὶ δὲ Ἰούδας, ὁ Θαδδαῖος κληθείς, τολμήσας ἠρώτησε· Πῶς ἆρα τὸ τοιοῦτον γενήσεται, Κύριε; ἀγαπᾶν σὺν τῷ Πατρὶ τοὺς τηροῦντας τὸν λόγον σου, καὶ κατοικεῖν ἐν αὐτοῖς ὁ Δεσπότης ἀντέφησας· διὸ καὶ ἡμεῖς ἐκ καρδίας δεόμεθα· Ἐλθὲ ὡς ὑπέσχου ψυχαῖς ἡμετέραις, Θαδδαίου πρεσβείαις ὁ εὔσπλαγχνος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι, τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ. Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις, ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις, ἡ ἐλπὶς καὶ προστασία ἡμῶν. Σὲ γὰρ Χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.

Εἴσοδος. Φῶς ἱλαρον. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα (Κεφ. α΄, 1-2, 10-25, β’, 2-16 )
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ, ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπιστοῦσιν δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες. Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλήν ἐν τοῖς ἔθνεσιν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν· ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ.









Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα (Κεφ. β΄, 21-25, γ’, 1-19 )
Ἀγαπητοί, εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· - ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; ἀλλ' εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα (Κεφ. δ΄, 1-11)
Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ὡς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Λιτή. Ἦχος γ’.
Πᾶσαν πονηρὰν τῶν ἀκαθάρτων πνευμάτων ἐπήρειαν, τὴν ἀπηνῶς τὰς ψυχὰς τῶν ἱκετῶν σου μαστίζουσαν, ἀπέλασον ἀφ’ ἡμῶν Θαδδαῖε μακάριε. Παρὰ γὰρ Χριστοῦ εἰληφὼς τὴν τοιαύτην ἐξουσίαν καὶ δύναμιν, ῥαδίως τῶν δαιμονίων ὑποτάσσειν τὴν ἀνυπόστατον ἰσχύν, εἰς τέλος τε συντρίβειν τὸ ἀταπείνωτον φρόνημα δύνασαι. Τὰς γὰρ πολυπλόκους αὐτῶν μηχανὰς καὶ βουλεύματα οὐδεὶς τῶν ἀνθρώπων φυγεῖν δύναται, εἰ μὴ ὀνόματι Χριστοῦ, καὶ δυνάμει Ἀπόστολε.

Δόξα. Ἦχος πλ. α’.
Δεῦτε Ὀρθοδόξων τὰ πλήθη, πνευματικὴν χορείαν στησάμενοι, τὴν δωδεκάδα τῶν Χριστοῦ Μαθητῶν, χρεωστικῶς μακαρίσωμεν. Ἴχνεσι γὰρ ἀκλινῶς τοῦ Δεσπότου ἑπόμενοι, τὴν ψυχὴν ὡς ἐθελόθυτοι ἄρνες εἰς ἡμῶν σωτηρίαν τῷ θανάτῳ παρέδοσαν, ἐν εἷς ὁ Ἰακώβου Ἰούδας, ὁ καὶ Θαδδαῖςο κληθείς. Τὴν μνήμην αὐτοῦ ἄγοντες σήμερον, τὰς ἁγίας εὐχὰς ἐξαιτούμεθα. Ἀπαύστως γὰρ Χριστῷ, ἐντυγχάνει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Πνεύματος τὴν ἔκχυσιν, ἣν Ἰωὴλ προηγόρευσε, τοῦ Ἁγίου δεξάμενος, Θαδδαῖε Ἀπόστολε, θεοπνεύστῳ λόγῳ, πίστει ἀδιστάκτῳ, ἀνεπιστρόφῳ λογισμῷ, Χριστόν τε ἔχων ἐνδυναμοῦντά σε, τὸ θεῖον Εὐαγγέλιον ψυχαῖς πλουσίως ἐνέσπειρας, ὡς σπορεὺς ἱερώτατος, φυτουργὸς ὡς πανάριστος

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Κόσμου τὴν προσπάθειαν, τῶν τε ῥεόντων τὸ ἄστατον, βδελυξάμενος ἔδραμες, Θαδδαῖε Ἀπόστολε, ἔλαφος καθάπερ, ἐπὶ τῶν ὑδάτων, τῶν ζωηφόρων ταὰς πηγάς, ἐπιθυμίᾳ θείᾳ φλεγόμενος, καὶ ἔρωτι τοῦ κτίσαντος· διὸ εἰς κόρον δεόμεθα, τοῖς τοῦ Πνεύματος νάμασι, τὰς ψυχὰς ἡμῶν ἔμπλησον.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Δέξαι τὴν ὁμόθυμον, τῶν ἱκετῶν σου Ἀπόστολε, καὶ ἐγκάρδιον δέησιν, Θαδδαῖε βοώντων σοι, προσευχῇ ἐμπόνῳ. Τῶν αἱρετιζόντων τὴν ὑπερήφανον ὀφρύν, καὶ τῶν ἀθέων τὴν ἀγριότητα, εἰς τέλος διασκέδασον, ἐπιβαινόντων ἑκάστοτε, πρὸς λαὸν τὸν χριστώνυμον, παναλκεῖ μεσιτείᾳ σου

Δόξα. Ἦχος β΄.
Τὴν θεοποιὸν τοῦ Παρακλήτου ἔνέργειαν, ὑπερφυῶς εἰσδεξάμενος, εἰς τὴν ὑπ’ οὐρανὸν οὖν τοῖς λοιποῖς Ἀποστόλοις, παρὰ Χριστοῦ ἀπεστάλης, Ἰούδα Θαδδαῖε, τὴν σωτηρίαν εὐαγγελίσασθαι· ἧς καὶ ἡμᾶς εὐχαῖς σου ἀξίωσον, ῥυόμενος ἐκ πάσης νόσου καὶ φθοροποιοῦ τῶν δαιμόνων κακώσεως ποίμνην μικράν, τὴν ὁλοψύχως ἐπικαλουμένην ταὴν σὴν ἀρωγήν, καὶ μεγαλύνουσαν τὴν ἐτήσιον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ'
Ἀπόστολε ἅγιε Θαδδαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν αὐτόπτην τοῦ Λόγου Ἰούδαν σήμερον, τὸν καὶ Θαδδαῖον κληθέντα, δεῦτε συμφώνως πιστοί, ὡς προστάτην ἀκλινῆ ὕμνοις τιμήσωμεν· ὅτι ὀνόματι Χριστοῦ, τῶν σωμάτων τὰς πληγάς, ἐπήρειάν τε δαιμόνων, ἀπελαύνει λύσιν παρέχων, ἀμπλακημάτων ἐν τῇ μνήμῃ αὐτοῦ.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.


























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἰούδαν ἀδελφοί, Ἰακώβου συμφώνως, ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν δεῦτε· ὡς πόμα γὰρ ἡδύτατον, θλιβομένοις χαρίζεται, εἰς πάρακλησιν, καὶ ψυχικὴν εὐφροσύνην, πᾶσι σήμερον, ἐξ οὐρανίου κρατῆρος, τὸ νέκταρ τῆς χάριτος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὸ προσταχθέν.
Τὴν εὐσεβῆ τοῦ Χριστοῦ, Θαδδαῖε ποίμνην, ὥσπερ ποιμὴν πνευματικός, ἀπὸ παντοίας, τῶν αἱρέσεων βλάβης, φύλαττε εὐχαῖς σου· ὡς λύκοι γὰρ ἐπιβάντες οἱ ἀσεβεῖς, ὁδοῦσι κατασπαράξαι τὰ λογικά, κατεπείγονται πρόβατα· οὓς πόῤῥω τῇ νοητῇ, ἀπέλασον σφενδόνῃ σου, ἐκ καρδίας δεόμεθα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος γ’. Τὴν ὡραιότητα
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῇ κιβωτῷ ὁ εὐσεβὴς πάλαι Νῶε, σὺν τοῖς οἰκείοις ἐπιβὰς σωτηρίαν, ἐκ τῶν ὑδάτων εὕρατο, Θεοῦ ἐντολῇ· οὕτω καὶ ἡμᾶς διάσωσον, ὦ Θαδδαῖε δεόμεθα, ὅρμον πρὸς ἀκύμαντον, σφοδρὰς ἐκ τρικυμίας, ἑλληνικῆς ὁλκάδος σαῖς εὐχαῖς, τὸν πλοῦν ἰθύνων, Κυρίου Ἀπόστολε
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.






Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, τὸ ΙΑ’ Ἀναστάσιμον ἑωθινόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἡ ἐνυπόστατος Θεοῦ Σοφία καὶ Δύναμις, θαυμαστῶς ἡμᾶς συνήγαγε σήμερον, τοῦ θερμοῦ ἡμῶν προστάτου καὶ συμπαθοῦς ἀντιλήπτορος, κατὰ χρέος δοξάσαι τὴν μεγίστην πανήγυριν· ἐν πάσῃ γὰρ περιστάσει, τῇ πανσθενεῖ αὐτοῦ ἀρωγῇ καταφεύγοντες, τῶν δεινῶν συμφορῶν τοῦ βίου λυτρούμεθα· μὴ διαλίπῃς σκέπων Θαδδαῖε Ἀπόστολε, τὴν μικρὰν ποίμνην σου, πρὸς ὅρμον τε ἀσφαλῆ ὁδηγῶν, νεὼς ἐν τύπῳ, τὸ φιλόχριστον τῶν Ἑλλήνων γένος πρεσβείαις σου

Ὁ Κανὼν δεύτερος τῆς Ἐορτῆς.Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Κοίμησιν.
Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται.
Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς: Θαδδαῖον ὑμνῶ τὸν σοφὸν θεηγόρον. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ' ᾌσωμεν τῷ Κυρίῳ
Θρόνῳ τῷ τοῦ Δεσπότου πάνσοφε, Θαδδαῖε παριστάμενος, φωτισμὸν μοι παράσχου, τὴν φωσφόρον σου μέλψαι πανήγυριν.
χρονον φῶς ἐν χρόνῳ, μεθ´ ἡμῶν ὀφθεὶς ὁ Ὑπερούσιος, ὡς ἀκτῖνά σε μάκαρ, ἐπαφῆκε τὸν κόσμον φωτίζουσαν.
Δύναμιν περιζώσας, σὲ ὁ ἐν ἰσχὺϊ ἀπροσμάχητος, τοῦ ἀλάστορος πᾶσαν, τὴν ἰσχὺν ἀφανίσαι ἐνίσχυσεν.
Θεοτοκίον
Δέσποινα τῶν ἁπάντων, ὤφθης τῶν κτισμάτων, τὸν δεσπόζοντα, ἀπορρήτως τεκοῦσα, Θεοτόκε Παρθένε πανύμνητε.

ᾨδὴ γ', τῆς Ἐορτῆς Ὁ Εἱρμὸς
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας, τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.
Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.

Τοῦ Ἀποστόλου Σὺ εἶ τὸ στερέωμα
Αἴγλῃ θείας χάριτος, φωταγωγῶν λαοὺς ἔνδοξε, φῶς καθαρόν, ὤφθης τοῖς ἐν σκότει, τῶν δεινῶν ἐνυπάρχουσιν.
ασιν καὶ λύτρωσιν, θεουργικαῖς σοφὲ νεύσεσι, τῷ βασιλεῖ, ἤγαγες Αὐγάρῳ, πρὸς αὐτὸν ἀφικόμενος.
Οἴκους ἀπετέλεσας, τοῦ παντουργοῦ σοφὲ Πνεύματος, τοὺς γηγενεῖς, τὰ τῆς ἀπωλείας, καταστρέψας οἰκήματα.
Θεοτοκίον
Νόμου προχαράγματα, καὶ Προφητῶν φωναὶ Δέσποινα, σοῦ τὸν φρικτὸν τόκον ἀριδήλως, Θεομῆτορ ἐδήλωσαν.

Κάθισμα τοῦ Ἀποστόλου Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Προσπελάσας Ἡλίῳ τῷ νοητῷ, παρ' αὐτοῦ τὰς ἀκτῖνας τὰς μυστικάς, ἐδέξω καὶ γέγονας, ὡς ἀστὴρ φαεινότατος, καταυγάζων πάσης, τῆς γῆς τὰ πληρώματα, καὶ σκεδάζων πλάνης, ὁμίχλην μακάριε· ὅθεν τὴν φωσφόρον καὶ ἁγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Θαδδαῖε, Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Ἡ θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.





ᾨδὴ δ', τῆς Ἐορτῆς Ὁ Εἱρμὸς
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ Παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον.
Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι' ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται, ἡ ἀπειρογάμως κυήσασα;

Τοῦ Ἀποστόλου Εἰσακήκοα Κύριε
ψηλήν τὴν διάνοιαν, ἔχων ὑπεδέξω θεῖα νοήματα, καὶ τοῦ Πνεύματος χαρίσματα, Μαθητὰ Θαδδαῖε τοῦ Παντάνακτος.
Μυστηρίων πανόλβιε, θείων ἐν μυήσει μάκαρ γενόμενος, ἀμυήτους κατεφώτισας, τὴν Τριάδα σέβειν ὁμοούσιον.
Νόμον θεῖον ἐχάραξας, μάκαρ ἐν καρδίαις, λαιάνας πρότερον, ἀγνωσίας τὰ χαράγματα, καὶ τῆς δυσσεβείας τὰ ἰνδάλματα.
Θεοτοκίον
ς τὸν Κτίστην κυήσασα, πάντων ποιημάτων ὤφθης Βασίλισσα· διὰ τοῦτό σε δοξάζομεν, Θεοτόκε μόνη ἀειπάρθενε.

ᾨδὴ ε', τῆς Ἐορτῆς Ὁ Εἱρμὸς
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα.
Κροτείτωσαν σάλπιγγες, τῶν θεολόγων σήμερον, γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω, περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί· Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν.
Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σου, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε.

Τοῦ Ἀποστόλου Ὁ ἐκ νυκτὸς ἀγνοίας
Τὸ τοῦ Δεσπότου θεῖον, ἐπιφερόμενος μάκαρ ὁμοίωμα, τῷ Τοπάρχῃ Αὐγάρῳ, θεῖος ἰατρὸς ἐπεδήμησας.
ἱερὸς Θωμᾶς σε, μετὰ τὴν θείαν τοῦ Λόγου Ἀνάληψιν, κήρυκα ἀποστέλλει, πάνσοφε Θαδδαῖε, τοῖς χρῄζουσιν.
Νόσους δραπετευούσας, καὶ ἰωμένας καρδίας θεώμενος, Αὔγαρος ἐπληρώθη, θείου φωτισμοῦ μεσιτείαις σου.
Θεοτοκίον
Σεσαρκωμένον Λόγον, διπλῆν ἐνέργειαν φέροντα τέτοκας, ἀπειρόγαμε Κόρη, μείνασα Παρθένος ἀμίαντος.

ᾨδὴ ς', τῆς Ἐορτῆς Ὁ Εἱρμὸς
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα· πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον;
Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας· διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.

Τοῦ Ἀποστόλου Τὸν Ἰωνᾶν ἐν τῷ κήτει
φωτισμὸς τοῦ Ἁγίου Πνεύματος, σκηνώσας ἐν καρδίᾳ σου, φωστῆρα κόσμου σε Θαδδαῖε, εἰργάσατο ἀληθῆ, τὸν σκοταομὸν τῆς ἀπάτης λύοντα.
Φέρων σαρκὶ τοῦ Χριστοῦ τὰ στίγματα, Θαδδαῖε τὰ σωτήρια, ὡς κόσμον πάσης ἀκοσμίας, λαοὺς ἐρρύσω σοφέ, καὶ πρὸς χαρὰν ἤρθης ὑπερκόσμιον.
ρθρος ἡμῖν ἐφάνης τὸν ἥλιον, δικαιοσύνης ἔνδοξε δεικνύων, ἐν ᾧ φωτισθέντες, υἱοὶ φωτὸς δι' αὐτοῦ, οἱ γηγενεῖς Θαδδαῖε γεγόναμεν.
Θεοτοκίον
Νέον ἡμῖν βρέφος ἀπεκύησας, Πατρὸς τὸν ὁμοούσιον, φθαρεῖσαν φύσιν τῶν ἀνθρώπων, πρὸς τὸ ἀρχαῖον Ἁγνή, κάλλος αὐτὴν πάλιν ἐπανάγοντα.

Κοντάκιον τοῦ Ἀποστόλου Ἦχος γ' Ἡ Παρθένος σήμερον
Ἑορτὴ χαρμόσυνος, τοῦ Ἀποστόλου ἐπέστη, εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην· νέμει γάρ, τοῖς αὐτὸν πίστει ἀεὶ τιμῶσι, λύτρωσιν ἁμαρτημάτων, καὶ ῥῶσιν θείαν· καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.
Ὁ Οἶκος
Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον. Οὗτος γὰρ τῷ κόσμῳ ἐκήρυξε τὸ πάνσεπτον Εὐαγγέλιον, καὶ τὰ ἔθνη σαγηνεύσας ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνήγαγε, τὴν δὲ ὁδὸν τῆς ἀληθείας ὑποδείξας, δι' αὐτῆς ἀνάγει τοὺς πιστοὺς πρὸς πατρίδα οὐράνιον, καὶ τῷ θείῳ θρόνῳ λαμπρῶς παριστάμενος, φωτισμὸν παρέχει δαψιλῶς τοῖς αὐτὸν ἐκ πόθου γεραίρουσι. Καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.


Συναξάριον.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου.
Θαδδαῖε! ποῖον ἄλλο σοι πλέξω στέφος,
Ἤ αὐτόπτην λέγειν σε, καὶ μύστην Λόγου;
Εἰκάδι πρώτῃ Θαδδαῖος βιότοιο ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Βάσσης, καὶ τῶν τέκνων αὐτῆς Θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ.
Μητρὸς μιᾶς κάλλιστα παιδία τρία,
Σὺν μητρὶ Βάσσῃ πρὸς τομὴν ψυχὴ μία.
Βάσσαν σὺν τοκέεσσι τάμε ξίφος εἰκάδι πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀθανασίου τοῦ Γ΄, τοῦ Πατελάρου, Πατριάρχου Κωνσταντινουπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου, τοῦ ἐν Ἰκονίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀβραμίου τοῦ Ἀρχιμανδρίτου τοῦ ἐν Σμόλενσκ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μάρθας τοῦ Ντιβέεβο, ταῆς Ῥωσσίδος.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', τῆς Ἐορτῆς Ὁ Εἱρμὸς
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νῦν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱον μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα.
Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.






Τοῦ Ἀποστόλου Παῖδες θεοσεβεὶς
Θαύματα ἐκτελῶν τῇ ἐπικλήσει, Κυρίου φανέντος ὕλῃ σώματος, ἐπεσπάσω λαούς τε, καὶ πόλεις πανεύφημε, εἰς βεβαίαν πίστιν κραυγάζοντας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
στησας σηπεδόνα ἀθεΐας, νοστίμων σου λόγων θείῳ ἄλατι, καὶ ἰάσω καρδίας, τῷ βέλει τοῦ ὄφεως, πληγωθείσας μάκαρ Ἀπόστολε· Εὐλογητὸς ἐκβοῶν ὁ τῶν Πατέρων Θεός.
ρθης πρὸς ὕψος θεωρίας, πλησθεὶς ὦ Θαδδαῖε θείου Πνεύματος, καὶ σωτήριον λόγον, ἐνθέως ἐπλούτησας, καὶ λαοὺς βοᾶν ἐξεπαίδευσας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Γνώμῃ οἰκείᾳ ὀλισθαίνων, καὶ πράξεις ἀτόπους περικείμενος, ἐπὶ σὲ καταφεύγω, βοήθει μοι Δέσποινα, μετανοίας τρόπους παρέχουσα, τῇ ταπεινῇ μου ψυχῇ, ἵνα δοξάζω σε.

ᾨδὴ η', τῆς Ἐορτῆς Ὁ Εἱρμὸς
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν μνήμην σου ἄχραντε Παρθένε, Ἀρχαί τε καὶ Ἐξουσίαι σὺν Δυνάμεσιν, Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι, καὶ τὰ φρικτὰ Σεραφίμ, ἀνθρώπων δὲ τὸ γένος ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ ξένως οἰκήσας Θεοτόκε, ἐν τῇ ἀχράντῳ νηδύϊ σου σαρκούμενος, οὗτος τὸ πανίερον, πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν, ὡς ὀφειλέτης Υἱός· διὸ σε τήν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὢ τῶν ὑπὲρ ἔννοιαν θαυμάτων, τῆς ἀειπαρθένου καὶ Θεομήτορος! τάφον γὰρ οἰκήσασα, ἔδειξε Παράδεισον, ᾧ παρεστῶτες σήμερον, χαίροντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἀποστόλου Νικηταὶ τυράννου
Οὐρανὸς ἐφάνης, δόξαν διηγούμενος Θεοῦ Θαδδαῖε, καὶ ἐθνῶν ἐγένου, φωτισμὸς πρὸς πίστωσιν θείαν ἐνάγων, τοὺς θερμῶς βοῶντας· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αιῶνας.
ῶσιν ἀσθενοῦσι, καὶ τυφλοῖς ἀνάβλεψιν καὶ παρειμένοις, εὐδρομίαν μάκαρ, χορηγῶν τοῦ Πνεύματος τῇ δυναστείᾳ πόλεως Ἐδέσσης, φωστὴρ ἐχρημάτισας, τῆς ἀεὶ πιστῶς σε, Θαδδαῖε εὐφημούσης.
περιουσίᾳ, θαυμασίων ἄπιστον ἔθνος εἰς πίστιν, ἐπινεύσει θείᾳ, μεταποιησάμενος, καὶ ἐξ εἰδώλων, πλάνης διασώσας τοὺς αὐτῷ προστρέχοντας, πίστει κατὰ χρέος, δοξάζεται Θαδδαῖος.
Θεοτοκίον
Νόμου τὸ σκιῶδες ἀπεπαύθη Δέσποινα, σοῦ κυησάσης, νόμου τὸν δοτῆρα, χάριτι φωτίζοντα τὴν οἰκουμένην, ὃν ἀεὶ δυσώπει, νόμῳ με ἑπόμενον, τῷ τῆς ἁμαρτίας οἰκτεῖραι διὰ τάχους.

ᾨδὴ θ', τῆς Ἐορτῆς Ὁ Εἱρμὸς
Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν Μετάστασιν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.
Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.
Δέχου παρ' ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

Τοῦ Ἀποστόλου Κυρίως Θεοτόκον
δὼν τὰς δι' αἰῶνος, θείας ἀντιδόσεις, καὶ ἐφετῶν ἀκροτάτῳ τρανότερον, μάκαρ ἐγγίζων, Θαδδαῖε, τέρπου καὶ χόρευε.
ς κέρδος ὡς μεγίστη, ἔνδοξε Θαδδαῖε, ταῖς ἀρεταῖς ἀνυψώθης κυπάρισσος, εὐωδιάζων καρδίας, τῶν εὐφημούντων σε.
Συνήφθης Ἀποστόλων, μάκαρ καὶ μαρτύρων, καὶ Ἀσωμάτων χορείαις γηθόμενος, μεθ' ὧν δυσώπει σωθῆναι, τοὺς σὲ γεραίροντας.
μνήμη σου πλουσίως, φέγγει χαρισμάτων, τὰς τῶν πιστῶν διανοίας φωτίζουσα, ἀνευφημεῖν σε Θαδδαῖε, πάντας προτρέπεται.
Θεοτοκίον
Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, ταῖς ἁμαρτίαις ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον, ἀποκυήσασα.







Ἐξαποστειλάριον τοῦ Ἀποστόλου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε
Ἐδέσσης ἐχρημάτισας, φωστὴρ Θαδδαῖε πάνσοφε, ἐν ᾗ κηρύξας τὴν θείαν, οἰκονομίαν τοῦ Λόγου, καὶ τὸν Τοπάρχην Αὔγαρον, καὶ σὺν αὐτῷ δὲ ἅπαντας, φωτίσας λάτρας ἔδειξας, τῆς ὑπερφώτου Τριάδος, Ἀπόστολε Θεοκήρυξ.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις
Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.
Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θαδδαῖε Ἀπόστολε Χριστῷ, παῤῥησίᾳ ἔφησας, ἐν ὑπερώῳ καθήμενος, ποτέ· τί γέγονεν, ἡμῖν ὅτι μέλλεις, ἐμφανίζει Κύριε, οὐχὶ δὲ Σεαυτὸν κόσμῳ λέξον μοι; ἡμῖν πιστούμενος, τὴν μεγίστην οἰκειότητα, καὶ ἀγάπην, πρὸς Αὐτὸν ἣν κέκτησαι.

Ἐπέστη ἡμῖν ἡ φωταυγής, τοῦ Θαδδαίου σήμερον, ὡς εὐφροσύνης ἀνάπλεως, καὶ πλήρης χάριτος, ἀδελφοὶ ἡμέρα· δεῦτε οὖν ὑμνήσωμεν, τὸν ἔνδοξον Κυρίου Ἀπόστλον, αὐτῷ κραυγάζοντες· Ὀρθοδόξων τὴν ἀμώμητον, ῥῦσαι πίστιν, πληγῆς τῶν αἱρέσεων.

Σαγήνη τοῦ Πνεύματος ψυχάς, ἀβιάστως εἵλκυσας, τῆς παραλόγου λυτρούμενος, Θαδδαῖε κράτιστε, τῶν εἰδώλων πλάνης, καὶ πρὸς τὴν ἐπίγνωσιν, Χριστοῦ τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, πανσόφως ἴθυνας, ἁλιεὺς ὡς προανήγγειλεν, ὁ Δεσπότης ἀνθρώπων γενόμενος.

Ἡ θεία πληθὺς τῶν Προφητῶν, τῶν Μαρτύρων σύλλογος, δῆμος Ὁσίων Πατέρων τε, Ἀγγέλων τάγματα, διδασκάλων τάξις, καὶ δικαίων ὅμιλος, ὁμοῦ σὺν Ἀποστόλοις γεραίρουσιν, ἐνθέοις ᾄσμασι, τὴν Θαδδαίου μνήμην σήμερον, τὴν ἁγίαν καὶ πάντῃ χαρμόσυνον.

Δόξα. Ἦχος πλ. δ΄.
Αὐγὴν τῆς θεότητος αὐτοῦ ἀμυδρὰν ἐπιδεῖξαι βουλόμενος, ἐξουσίαν ὁ τῆς δόξης Κύριος, τοῦ πατεῖν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, τοῖς ἰδίοις μαθηταῖς ἐδωρήσατο. ᾟ χρησάμενοι, χαρᾶς τε πλησθέντες ἠπόρουν ὁρῶντες τὰς ἐναντίας δυνάμεις τῷ ὀνόματι Χριστοῦ ὑποτάσσεσθαι. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὁ Σωτὴρ ἀπεκρίνατο, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐν βίβλῳ ζωῆς ἀπεγράφησαν. Ἀλλ’ ὦ Θαδδαῖε Ἀπόστολε, ταῖς σαῖς θεοδέκτοις πρεσβείαις ἐν αὐτῇ συναπόγραψον, τοὺς πόθῳ τιμῶντάς σε.



Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου