Τετάρτη 10 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 17. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΜΥΡΩΝ


ΑΥΓΟΥΣΤΟΣ ΙΖ΄

ΜΥΡΩΝ ΙΕΡΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

Συμπλήρωσις ἐκ τοῦ Μηναίου, ὑπὸ ἀρχιμ. Νικοδήμου Ἀεράκη

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Μύρων ἀξιάγαστε, τῆς ἀρετῆς ἀκροθίνιον, πιστῶν ὑπόδειγμα, Πρεσβυτέρων κλέος, Ἀθλητῶν ἀκρόπολις, σαὐτὸν ὑπὲρ Χριστοῦ ἐθυσίασας· διὸ κατέλαβες, τὰ οὐράνια σκηνώματα, καὶ τὴν δόξαν τῶν Ἁγίων πάντιμε.

 

Μυρίζεις ἀρώμασι Θεοῦ, τὰς ψυχὰς τῶν πίστει σου, Μύρων τιμώντων ἐν ᾄσμασιν, λαμπρὰν πανήγυριν, καὶ ἀπολαμβάνεις μαρτυρίου ἔπαθλα, καὶ δόξαν Παραδείσου πανάριστε, καὶ τὰ οὐράνια, ἀγαθὰ ἃ προητοίμασεν, τοῖς Ἁγίοις Χριστὸς ὁ Θεάνθρωπος.

 

Πληγὰς τῶν βουνεύρων ὑποστάς, καὶ θηρῶν ὠμότητα, καταβαλὼν Μύρων ἔνδοξε, πυρὸς δὲ δύναμιν, ταπεινῶν τῇ δρόσῳ, τοῦ Ἁγίου Πνεύματος, Χριστὸν τὸν Ζωοδότην ἐκήρυξας, Θεὸν καὶ ἄνθρωπον, ἀναιρῶν τὴν ἀθεότητα, καὶ εἰδώλων βδελυκτὴν δυσσέβειαν.

 

Τὰ μύρα ὦ Μύρων τῆς ψυχῆς, τοῖς πιστοῖς προσήνεγκας, ὡς Ἱερεὺς ἐννομώτατος, καὶ Μάρτυς ἔνδοξος, τὸν Χριστὸν κηρύττων, βιοτῇ καὶ λόγοις σου· διὸ κατηξιώθης τῆς κρείττονος, ζωῆς πανόλβιε, ἐν ὑψίστοις διαιτώμενος, καθορῶν Τριάδος φῶς τὸ ἄκτιστον.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε πιστοί, τὸν ἐν Ἱερεῦσιν πρώτιστον, καὶ ἐν Μάρτυσιν ἀξιοθαύμαστον, Μύρωνα τὸν θεῖον τιμήσωμεν. Οὗτος γὰρ τῷ Κυρίῳ ἀφομοιωθείς, τὰ τῆς Ἐκκλησίας ἄῤῥητα μυστήρια, εὐλαβῶς ἱερουργεῖ· καὶ τὸν τοῦ μαρτυρίου στέφανον ποθήσας, ὡς ἱερὸν σφάγιον, φρικταῖς καὶ ποικίλοις βασάνοις, τῷ Κυρίῳ προσηνέχθη· διὸ ἐν οὐρανοῖς ἐπαξίως, σὺν τῷ Ἀθλοθέτῃ Χριστῷ αἰωνίως συνδοξάζεται.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι΄ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν Αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίρων Μύρων κλεινός, φωνεῖ τῷ Ἀντιπάτρῳ, τὴν τῶν εἰδώλων πλάνην, ἀρνήσασθαι ἐμφρόνως, ἵνα τὸ φῶς εἰσδέξηται.

 

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Μάρτυς παναληθής, ὁ Μύρων ἀνεδείχθη, ὁμολογήσας πόθῳ, Χριστὸν τὸν Ζωοδότην, Σωτῆρά τε καὶ Κύριον.

 

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μύροις πνευματικοῖς, ὁ Μύρων Ἐκκλησίαν, καταπλουτεῖ ἐνδόξως, καὶ τὰς ψυχὰς μυρίζει, ἀρώμασι τῆς χάριτος.

 

Δόξα. Τριαδικόν.

Λόγον τὸν τοῦ Πατρός, ἐν Πνεύματι Ἁγίῳ, ὑπηρετῶν ὁ Μύρων, Τριάδα ἐν Μονάδι, ὁμολογεῖ ἐν χάριτι.

 

Καὶ νῦν. Θεοτοκίον.

Δεῦτε οἱ γηγενεῖς, Παρθένον Θεοτόκον, τῶν Προφητῶν τὸ κλέος, τιμήσωμεν ἐνδόξως, ὡς Βασιλίδα ἔνθεον.

 

Νῦν ἀπολύεις, Τρισάγιον,

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μύρον εὔοσμον, καὶ μυροθήκη, Μύρων ἔνδοξε, σὺ ἀνεδείχθης, μυρεψὸς Ἱερωσύνης πανόλβιε, καὶ τῶν Μαρτύρων κανὼν ἀκριβέστατος, τῆς Ἐκκλησίας Κορίνθου ἀγλάϊσμα· Μάρτυς ἄριστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς Ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ το Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄. Ἦχος β'. Ποίοις εὐφημιῶν.

Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον, τὴν τιμιωτέραν τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος. 

Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία, τῇ γὰρ ἀθανάτῳ Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος, κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τούτῳ, οἷά περ Μήτηρ συναγάλλεσθαι, ἀγγελικῶν σοι ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν δικαίων, μεθ' ὧν αἴτησαι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος. 

Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ τῆς σῆς κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες; Ἀπαίρει, τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος. Πύλαι ἐπάρθητε ὅπως, τοῦ Θεοῦ ἡ πύλη, ἐν πολλῇ εἰσέλθῃ χαρᾷ ἀπαύστως τῷ κόσμῳ, αἰτουμένη τὸ μέγα ἔλεος. 

 

Καὶ τοῦ Ἁγίου γ΄.  Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου σε.

Ὅτε ἀθεΐας ἡ πυρά, πᾶσαν κατενέμετο χώραν μακαριώτατε, τότε ἐξαπτόμενος ζέσει τοῦ Πνεύματος, τὸν ἐκ Κόρης θεόπαιδος, ἐκήρυξας Λόγον, σάρκα ἐνδυσάμενον δι’ ἀγαθότητα· ὅθεν καὶ πυρὸς καὶ βασάνων, ἤνεγκας δεινὰς τιμωρίας, σθένει δυναμούμενος τοῦ Πνεύματος.

 

Ὅτε ὁ δυσώνυμος ἐχθρός, ἔσπευδε θωπείαις συλῆσαι, τὴν σὴν διάνοιαν, τότε γενναιότητι καλλωπιζόμενος, ἀντετάξω στεῤῥότατα, καὶ ἤνεγκας πόνους, ἄπονον πρός λῆξίν σε διαβιβάζοντας, Μάρτυς ἀξιάγαστε Μύρων, τοῖς ἐν οὐρανοῖς βασιλείας, καὶ τῆς δι’ αἰῶνος ἀπολαύσεως. 

 

Ὅτε τοῖς βουνεύροις ὁ ἐχθρός, ἔτυπτε ξεσμοῖς ἀνενδότως, ἐκδαπανώμενον, Μάρτυς τὸ σαρκίον σου τὸ ἱερώτατον, πρὸς Χριστὸν ἐνητένιζες, τὸν ἀγωνοθέτην, χεῖρά σοι προτείνοντα θείας δυνάμεως· ὅθεν ἐκτελέσας τόν  δρόμον, ἔτυχες μεγίστων ἐπάθλων, Μύρων ἀθλοφόρε γενναιότατε. 

 

 

Δόξα. Ἦχος β΄.

Τὰ τῆς καρδίας μύρα, μυριπνόῳ χάριτι, ὁ μυρεψὸς τῶν ψυχῶν, Μύρων ὁ Ἱερεὺς καὶ Μάρτυς, τῷ δωρεοδότῃ Κυρίῳ, εὐλαβῶς ἀνατίθησιν· διὸ κατηξιώθη, τὰ θεῖα καὶ ἄῤῥητα ἱερουργεῖν μυστήρια, καὶ τῷ ἀφθίτῳ τοῦ μαρτυρίου στεφάνῳ, πανευκλεῶς κατακοσμηθῆναι· ἐν οὐρανοῖς αὐλιζόμενος καὶ ἐν Ἁγίοις συνευφραινόμενος, ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν θείαν καὶ πανσεβάσμιον αὐτοῦ πανήγυριν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι΄ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν Αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9-14).

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.  Ἦχος α΄.

Χριστοῦ τὴν μυροθήκην, τῶν Πρωτοτόκων μιμητήν, καὶ τῶν Ἱερομαρτύρων σεπτὸν ἐγκαλλώπισμα, Μύρωνα πιστοὶ εὐφημήσωμεν. Οὗτος γάρ, ἔρωτι θείῳ τρωθείς, τῇ τέχνῃ τῶν τεχνῶν, καὶ τῇ ἐπιστήμῃ τῶν ἐπιστημῶν, τῇ ὑπερκοσμίῳ ἱερωσύνῃ, ἑαυτὸν ἀνέθηκεν· ὅθεν, τὰ θεῖα ἱερουργῶν, ἐν τῇ τῶν Γενεθλίων τοῦ Χριστοῦ ἡμέρα συνελήφθη, καὶ μαρτυρίου ἐτασθείς, κατηξιώθη τοῖς τῶν Ἱερομαρτύρων τιμῆς. Πρὸς ὃν βοήσωμεν· Ἀθλοφόρε Κυρίου, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος β΄.

Τὸν ἀριστέα τῆς πίστεως, τὴν μυροθήκην τοῦ Πνεύματος, Μύρωνα ἐν ὕμνοις ἐγκωμίων τιμήσωμεν. Οὗτος γάρ, τοῦ νοητοῦ τῆς Ἐκκλησίας Παραδείσου, πνευματικὸς ἀνθοκόμος ἀναδειχθείς, ἄνθεσιν θείοις, τὰς τῶν πιστῶν καρδίας κατεκόσμησεν· μαρτυρικοῖς δὲ αἵμασι, τὴν τῆς Ἱερωσύνης πανίερον στολὴν πορφυρώσας, ὡς θησαυρὸν ἀσύλητον, καὶ πολυτίμους λίθους, τὰ αὐτοῦ λείψανα, τῇ Ἐκκλησίᾳ Κορίνθου κατέλιπεν· ἃ προσκυνοῦντες εὐλαβῶς, τιμήσωμεν αὐτοῦ τὴν πανήγυριν.

 

Ἦχος γ΄.

Τὰ τῶν πιστῶν συστήματα, ἐγκωμίων στέμμασι, τὴν χαριτόβρυτον κάραν, τοῦ Ἱερομάρτυρος Μύρωνος καταστέψωμεν. Οὗτος γάρ, πυρὶ προσομιλήσας, ὡς οἱ τῆς εὐσεβείας τρεῖς Παῖδες ἐν Βαβυλῶνι, χάριτι Χριστοῦ ἀβλαβὴς διέμεινεν· θηρίοις δὲ βορὰ ῥιφθείς, ὡς ὁ τῆς δικαιοσύνης Προφήτης Δανιήλ, τούτων τὴν δύναμιν, Πνεύματι Ἁγίῳ κατέβαλεν· ὅθεν τὰ αὐτοῦ θαυμάσια ἐμμελετῶντες, δοξάσωμεν Χριστόν, τὸν Μύρωνα ὡς Μάρτυρα στεφανώσαντα.

 

Ἦχος δ΄.

Ἀγάλλεται σήμερον, ἡ ἐν Κορίνθῳ Ἐκκλησία, καὶ συναγείρει τῶν Ὀρθοδόξων τὰ πλήθη, εἰς τιμὴν καὶ μνήμην, τοῦ ἐξ αὐτῆς βλαστήσαντος, Μύρωνος τοῦ Ἱερομάρτυρος· ἔθος γὰρ Ὀρθοδόξων, διασαλπίζειν τοῖς πέρασιν, τὰ τῶν Ἁγίων θαυμαστὰ ἀθλήματα καὶ πανάριστα ἀγωνίσματα. Δεῦτε καὶ ἡμεῖς, τῷ ὑποδείγματι τοῦ Ἱερομάρτυρος Μύρωνος ἑπόμενοι, Χριστῷ τῷ Θεῷ ἑαυτοὺς ἀναθέσωμεν, καὶ ὑπὲρ Αὐτοῦ τὰς ψυχὰς ἡμῶν θήσωμεν.

 

Δόξα. Ἦχος πλ. α΄.

Μύρων Μαρτύρων πρωτόαθλε, καὶ τῶν Ἱερέων θαυμαστὲ διδάσκαλε, κόσμος ἐν κόσμῳ, καὶ μύρον πολύτιμον, εὐωδιάζον τὰς ψυχὰς ἀνεδείχθης· τῇ ὁμολογίᾳ τῆς Παναγίας Τριάδος, καὶ τῇ ἐφέσει τοῦ μαρτυρίου, πῦρ πνέων, τὸ πῦρ κατέσβεσας· καὶ δύναμιν Πνεύματος Ἁγίου κεκτημένος, τὴν τῶν θηρῶν ἀγριότητα κατέβαλες· ὅθεν Χριστὸν καθορῶν ἐν τῷ σταδίῳ, τοὺς αἰκισμοὺς τῶν δημίων, ὡς δῶρα ἀπεδέξω· δι’ ὧν τοῦ Παραδείσου οἰκήτωρ γεγένησαι. Πανάγιε Ἱερομάρτυς, πρέσβευε ἐκτενῶς, ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν Αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν Σου Κοίμησιν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ποίοις εὐφημιῶν.

Ποίοις, εὐφημιῶν στέμμασιν, καταστέψωμεν Μύρωνα θεῖον, τὸν ἐν Ἱερεῦσι παντέλειον, καὶ ἐν τοῖς Μάρτυσιν ἔνδοξον; τὸν περιφανῆ ἐν τῇ ἀνδρείᾳ; Θεὸν γάρ, Τριαδικὸν καθωμολόγησεν, Χριστόν, τὸν ἐνανθρωπήσαντα ἐκήρυξεν· μύστης δὲ ὄντως τῶν θείων, μυστηρίων πέλει· διὸ δόξῃ παναληθεῖ, Χριστὸς στεφανοῖ αὐτόν, ὡς Μαρτύρα πανθαύμαστον.

 

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ποίοις, ἐγκωμιῶν ᾄσμασιν, ἀνυμνήσωμεν κλέος Κορίνθου, τὸν ἐν εὐσεβείᾳ βιώσαντα, καὶ ἐν ἀθλήσει τρανώσαντα, τοὺς τοῦ Θεανθρώπου θείους νόμους;  τὸ μέν, ὡς μυσταγωγήσαντα τὸ ποίμνιον· τὸ δέ, ὡς κατὰ εἰδώλων μαρτυρήσαντα· Μύρωνα ὄντως ἀξίως αἰωνίου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Δεῦτε, τὸν εὐκλεῆ Μύρωνα, εὐφημήσωμεν λόγοις καὶ ἔργοις, καταξιωθέντες πανήγυριν, θείαν τελέσαι ἐν Πνεύματι· οὗτος γὰρ Κορίνθου ὁ προστάτης· τὸ μέν, ὡς βλάστημα ταύτης καὶ ἀνάθημα, τὸ δέ, ὡς Μαρτύρων ταύτης ἐγκαλλώπισμα· ὅθεν ἀξίως τιμᾶται, ἐκ Θεοῦ ὁ Μύρων, ἐν Ἁγίοις καταγαγείς, ὑμνῶν τὸν Θεάνθρωπον, τὸν Ὄντα καὶ τὸν ἐρχόμενον.

 

Δόξα. Ἦχος β΄.

Ἡ μυροθήκη τοῦ Πνεύματος, Μύρων ὁ σεπτός, χαρᾷ καὶ πόθῳ, τὸν Σωτῆρα Κύριον, πρὸ τοῦ ἀσεβοῦς τυράννου Ἀντιπάτρου στεῤῥῶς ὁμολογεῖ. Διὸ καὶ κρεμασθεὶς ξέεται, καὶ ἐκκαυθείσης καμίνου, ὡς διαχεῖσθαι τὴν φλόγα ἐπὶ πολύ, ἐν αὐτῇ ῥιφεὶς ἀβλαβὴς διαμένει· εἶτα λωροτομεῖται ἀπὸ τῶν ὤμων ἕως τῶν ποδῶν, καὶ θηρίοις ἀνημέροις βορὰ παραδίδοται, ἐν ὧν σῷος καὶ ἀπήμαντος διαφυλαχθείς, δόξαν τῷ Κυρίῳ προσάγει· ὅθεν οἱ τοὺς ἄθλους, καὶ τὴν τῆς κεφαλῆς αὐτοῦ ἀποτομὴν τιμῶντες, καθικετεύσωμεν τὸν Κύριον, πρεσβείαις τοῦ Ἱερομάρτυρος Μύρωνος, ἐλεῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ἡ πανάμωμος Νύμφη καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς Ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται· ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται, καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως Μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν. 

 

Νῦν ἀπολύεις, Τρισάγιον,

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μύρον εὔοσμον, καὶ μυροθήκη, Μύρων ἔνδοξε, σὺ ἀνεδείχθης, μυρεψὸς Ἱερωσύνης πανόλβιε, καὶ τῶν Μαρτύρων κανὼν ἀκριβέστατος, τῆς Ἐκκλησίας Κορίνθου ἀγλάϊσμα· Μάρτυς ἄριστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.


 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν πολυθαύμαστον, Ἱερομάρτυρα, Μύρωνα ἔνδοξον, Κορίνθου βλάστημα, ἐπευφημοῦμεν οἱ πιστοί, ἐν ὕμνοις καὶ ἐγκωμίοις· οὗτος γὰρ κατέλυσε, τὴν εἰδώλων δυσσέβειαν, καὶ κατετραυμάτισε, τῶν δαιμόνων τὰς φάλαγγας, Χριστὸν ἔχων ἐν στέρνοις ὁ θεῖος, χάριτι αὐτὸν δυναμοῦντα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ἀπὸ τοῦ σκήνους σου, τὴν νοεράν σου ψυχήν, ἀπὸ τοῦ τάφου δέ, τὴν καθαράν σου σκηνήν, παραλαβὼν ὁ Σὸς Υἱός, μετέστησε Θεοτόκε, εἰς τὰ ἐπουράνια, ἀποδούς τὰ ἐπίχειρα, τοῖς ἀποτολμήσασι, περιτρέψαι Σὸν σκίμποδα, ὃν τοὺς ἐν πίστει ἀσπαζομένους, σῷζε πανάχραντε πρεσβείαις Σου.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν χοροί, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τῶν Ἀγγέλων καὶ βροτῶν, νῦν κατοπτεύοντες σεπτόν, Μύρωνα χαίροντα πάσχειν ἐν τῇ Κορίνθῳ· βούνευρα καὶ πῦρ κατενίκησεν, στόματα θηρῶν ἐναπέκλεισεν, καὶ κρεμασθεὶς ὑπέμεινεν ὀνύχων, καὶ τῶν ξεσμῶν τὸ μαρτύριον, χαρᾷ καὶ πόθῳ, δυνάμει θείᾳ, πέλων Ἅγιος ὄντως.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ Σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς Πλαστουργός Σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν Σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς Ὅν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Τὸν Μύρωνα πιστοί, εὐφημήσωμεν ὕμνοις, ὡς Μάρτυρα στεῤῥόν, καὶ Πρεσβύτερον θεῖον, Κορίνθου ἐγκαλλώπισμα, Ἐκκλησίας τὸ καύχημα, ὃ ἐμύρισε, μύροις πιστῶν τὰς καρδίας, καὶ συνέτριψε, κάρας δαιμόνων ἀνδρείως, Χριστοῦ τὸ ἐκτύπωμα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά Σου τὸ ἄχραντον, Θεοτόκε πανύμνητε, οἳς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν Σὴν σεπτὴν εὐφημοῦντες· ἣν πίστει ἑορτάζομεν.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-16): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ...

Ὁ Ν΄(50) Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...

Σήμερον οἱ πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ Ἀθλοφόρου, Μύρωνος τοῦ Ἱερομάρτυρος, συνελθόντες ἐν ᾠδαῖς πνευματικαῖς, τοῦτον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἄθλησιν ἐκδιηγούμενοι, αὐτῷ προσείπωμεν· χαῖρε, ὁ τῆς Κορίνθου θεῖος βλαστός, πρόμαχος καὶ περιτείχισμα· χαῖρε, τῶν Ἱερέων κλέος, καὶ κανὼν ἀκριβέστατος· χαῖρε, τῶν Ἀθλοφόρων μιμητής, καὶ σεπτὸν ἀγλάϊσμα· χαῖρε, τῆς Ἐκκλησίας βάσις στεῤῥὰ καὶ ἀῤῥαγὲς θεμέλιον· χαῖρε, Μύρων πανθαύμαστε, ὁ τὸ θεῖον μύρον φέρων, καὶ τοῖς πιστοῖς ἀφθόνως ἐκκενῶν. Πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὴν μνήμην σου.

 

Εἶτα οἱ Κανόνες· ὁ δεύτερος τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: ᾌδω Μύρων σου τὴν μυρίπνοον χάριν. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Αἶνον Θεῷ, ἐπὶ τῇ μνήμῃ χορεύοντες, τοῦ ἀθλοφόρου Μύρωνος, ᾄσωμεν ἅπαντες, ἐνισχύσαντι τοῦτον, τὸ κράτος διολέσαι, τοῦ πολεμήτορος.

Δῶρον σαυτόν, τῷ Εὐεργέτῃ προσήγαγες, καὶ ἱερὸν ἀνάθημα, καὶ καλλιέρημα, καὶ εὐώδη θυσίαν, νομίμως ἐναθλήσας, Μάρτυς πολύαθλε.

ς νουνεχής, ὡς καθαρὸς ναὸς ἔνδοξε, τοῦ ἐκ Παρθένου λάμψαντος, τὸν ἐφορμήσαντα, συνταράξαι τὴν θείαν, ἀγέλην ψυχοφθόρον, λύκον ἐδίωξας.

Θεοτοκίον.

Μόνη Θεόν, ἀπειρογάμως ἐκύησας, ὃν ἀθλοφόροι Μάρτυρες, ὁμολογήσαντες, ἡμῖν ὁμοιωθέντα, κατήργησαν τὴν πλάνην, ἄχραντε Δέσποινα.

 

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.

ψώσας σου τὸν ἔρωτα τῆς καρδίας, πρὸς Κύριον Σταυρῷ τὸν ἀνυψωθέντα, ὑψώθης ἐπὶ ξύλου ὦ ἀθλοφόρε, καταξεόμενος, προθύμως μέλπων τε· ὡς οὐκ ἔστι δίκαιος, πλήν Σου Κύριε.

ημάτων σου τὰ βέλη ἠκονημένα, κατέπηξας τυράννου ἐν τῇ καρδίᾳ, γενναῖε στρατιῶτα τοῦ Βασιλέως, Χριστοῦ πανεύφημε, καὶ ψάλλων ἔλεγες· ὡς οὐκ ἔστι δίκαιος, πλήν Σου Κύριε.

ς ὄρθρος ὡς ἡμέρα ἐπανατείλας, διέλυσας τὸν ζόφον τῆς ἀγνωσίας, ἐφώτισας τοὺς ψάλλοντας καθ’ ἑκάστην Μύρων πολύαθλε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν Σου Κύριε.

Θεοτοκίον.

Νοσοῦσαν ἀθεΐᾳ τὴν πᾶσαν κτίσιν, Θεὸν κυοφορήσασα ἰατῆρα, Παρθένε ἐθεράπευσας παραδόξως, εὐχαριστοῦντές Σοι· διὸ κραυγάζομεν· ὡς οὐκ ἔστιν ἄμωμος, πλήν Σου Δέσποινα.

 

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Μυριπνόοις ᾄσμασι, καὶ ὑμνῳδίαις, συνελθόντες στέψωμεν, τὸν ἱερόαθλον πιστοί, Μύρωνα πάντες τὸν ἔνδοξον, ῥῶσιν διδόντα, παντοίων κακώσεων.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Τὴν σεπτὴν Μετάστασιν, Σοῦ Παναγία, ἑορτὴν στησάμενοι, Σὲ ἀνυμνοῦμεν εὐσεβῶς, Θεογεννῆτορ πανύμνητε· μὴ οὖν παρίδῃς τοὺς πόθῳ ὑμνοῦντάς Σε. 

 

ᾨδὴ δ΄. Ὑμνῶ σε· ἀκοὴν γὰρ Κύριε.

Σωτῆρα, καὶ Θεὸν καὶ Κύριον, τὸν ἐκλάμψαντα ἐκ Παρθένου, ὁμολογῶν ἔνδοξε, σταδίου μέσον τῶν τυράννων ὀφρύν, καρτερίᾳ ἐταπείνωσας, καὶ τὴν πολυθεΐαν ἐξηφάνισας.

Οὐδόλως, ὑπενδὺς ξεόμενος, καὶ τυπτόμενος γενναιόφρον, Ἀγγέλους κατέπληξας, ὁρῶντάς σου τὴν καρτερίαν, δι’ ἧς δυσμενεῖς ἀσάρκους ὤλεσας, καὶ νικηφόρος μάρτυς ἐχρημάτισας.

πάρχων, θείας δρόσου ἔμπλεως, ὑπεισῆλθες γενναιοφρόνως, τὴν τοῦ πυρὸς κάμινον, ὁρώμενος ἐν ταύτῃ Μύρων, σοφὲ σὺν Ἀγγέλοις ἀγαλλόμενος, καὶ μηδαμῶς παμμάκαρ φλογιζόμενος.

Θεοτοκίον.

Τὸ μέγα, καὶ φρικτὸν Μυστήριον, τῆς λοχείας Σου καταπλήττει, πᾶσαν Ἁγνὴ ἔννοιαν, ὅτι Θεὸς ἐνανθρωπῆσαι ἐκ Σοῦ, ἀγαθότητι εὐδόκησεν, εἰς σωτηρίαν κόσμου καὶ ἀνάπλασιν.

 

ᾨδὴ ε΄. Ὁ φωτισμός.

θεαυγής, καὶ φωσφόρος σου μνήμη, τῇ τοῦ Ἁγίου Πνεύματος δυνάμει, εἰς πάντα κόσμον ἐφαπλουμένη, φωτισμὸν εὐσεβείας, καταυγάζει τοὺς ταύτην σέβοντας, καὶ τὰς ἀριστείας τὰς σὰς καταγγέλλοντας.

Νεανικῶς, τὰς πικρὰς τιμωρίας ὄντως ὑπέστης, ἄσαρκος καθάπερ γενναῖε Μάρτυς· ἀφαιρεθεὶς γάρ, τὴν δορὰν ἐκαρτέρεις, ὥσπερ ἄλλου πάσχοντος ἔνδοξε, σθένει ἀοράτῳ σαφῶς δυναμούμενος.

Μύρον οἱ σοί, ἐναπέσταξαν πόνοι Μάρτυς εὐῶδες, πᾶσαν δυσωδίαν ἀποδιῶκον, τῆς ἀθεΐας, τὴν Χριστοῦ δὲ Ἁγίαν Ἐκκλησίαν, εὐωδιάζον ἀεί, πίστει σε καὶ πόθῳ σαφῶς μακαρίζουσαν.

Θεοτοκίον.

πὲρ ἡμῶν, τὸν ἐκ Σοῦ σαρκωθέντα ἀῤῥήτῳ λόγῳ, Πάναγνε δυσώπει εὐλογημένη, ὅπως ῥυσθῶμεν ὁρωμένων καὶ πάντων ἀοράτων, ἐχθρῶν Πανάμωμε, οἱ Σὲ Θεοτόκον Ἁγνὴ καταγγέλλοντες.

 

ᾨδὴ ς΄. Πρὸς Κύριον ἐκ κήτους.

ανίσι σου, αἱμάτων ἱερῶν κατεπόντισας, δαιμόνων φάλαγγας, στρατιῶτα γενναιότατε, καὶ στεφανηφορῶν, πρὸς Θεὸν ἀνέδραμες, νικηφόρος γενόμενος ἄριστος.

δόντες σου, τὸ πρόσωπον λαμπρυνθὲν οἱ τύραννοι, θείαις λαμπρότησιν, ἀθλοφόρε κατεπλάγησαν, μὴ γνόντες δὲ Θεόν, σκότος προσελάβοντο, αἰωνίᾳ κολάσει πεμπόμενοι.

Προστάξεσιν, ὠμοτάτου τυράννου ὑπέφερες, δορᾶς τὴν ἀφαίρεσιν, ὑπὲρ φύσιν ἀξιάγαστε, δεικνὺς τὴν πρὸς Θεόν, καθαράν σου ἔφεσιν, καὶ διόλου παμμάκαρ ἀνάνευσιν.

Θεοτοκίον.

Νόμοι ἐν Σοί, καινίζονται Παρθένε τῆς φύσεως· ὑπὲρ γὰρ φύσιν Σύ, τὸν τῇ φύσει ἀκατάληπτον, Θεὸν Ἐμμανουήλ, παραδόξως τέτοκας, εἰς ἡμῶν τῶν πιστῶν ἀναγέννησιν.

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ἐκ βρέφους Χριστόν, ποθήσας παναοίδιμε, καὶ Τούτου τηρῶν, τὰ θεῖα παραγγέλματα, πρὸς Αὐτὸν ἀνέδραμες, ὁλοκλήρως Μύρων καὶ κατέπαυσας, σὺν Ἀγγέλοις δοξάζων Αὐτόν, αἰτούμενος πᾶσι θείαν ἄφεσιν. 

Ὁ Οἶκος.

Τὸν ἐκ κοιλίας ἡγιασμένον ἀνυμνήσωμεν πάντες, ὡς εὐῶδες Χριστοῦ μύρον παναληθέστατον· ὄντως γὰρ τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, τὰς ἰάσεις παρέχει τῶν νοσημάτων· τῇ γὰρ ἀγάπῃ τοῦ Κτίστου πυρούμενος, συμπάσχει τοῖς ἐν ἀνάγκαις, καὶ λυτροῦται δεινῶν ὁ πανόλβιος, μυρίζων πάντας τῇ χάριτι, τῇ δοθείσῃ αὐτῷ ἐκ τοῦ Πνεύματος, αἰτούμενος πᾶσι θείαν ἄφεσιν. 

 

Συναξάριον.

Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μύρωνος τοῦ ἀπὸ Κορίνθου, τοῦ ἐν Κυζίκῳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

νοῦς σου φαιδρός, πυρακτούμενος σοφὲ τῷ θείῳ πόθῳ ἠγαλλιᾶτο καὶ ηὐφραίνετο, μέσον φλογὸς ἱσταμένου σου, ὥσπερ τῶν τριῶν ποτε Παίδων· μεθ᾽ ὧν πιστῶς ἀνεκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.

ρῶντες φλογός, συνεστῶτάς σοι σοφὲ μέσον Ἀγγέλους, μορφῇ ἀῤῥήτῳ ἐξαστράπτοντας, οἱ θεωροὶ κατεπλήττοντο, καὶ πρὸς ὑμνῳδίαν τραπέντες, τῷ Δεσπότῃ ἐκραύγαζον· εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.

Νοῒ καθαρῷ, συνεστὼς τοῖς νοεροῖς ὕμνοις Ἀγγέλοις, μέσον καμίνου ἀγαλλόμενος, τὸν ὑπεράγαθον Κύριον, ὥσπερ χαλινοῦντα τὴν φλόγα, καὶ μελῳδοῦντά σε σῴζοντα· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Χωρίον Θεοῦ, καὶ παλάτιον τερπνὸν καὶ θεῖος θρόνος, ἐν ᾧ ὁ καθίσας ἡτοιμάσατο, πᾶσι καθέδραν οὐράνιον, ὤφθης Παναγία Παρθένε· διὰ τοῦτό σοι κράζομεν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

καταγώνιστον ὁρῶν, ὁ παράφρων δικαστὴς σὲ γενναιόφρον, ἐν τῷ λωροτομεῖσθαι, μέχρις ὀστέων αὐτῶν, προσάγει ὄνυξι σπαράττων σε, πληγὰς ἀφορήτους, πληγωθείς ἀνιάτως.

ῆμα Θεοῦ ἐξ οὐρανοῦ, εἰς ὑπήκοον παντὸς τοῦ πλήθους Μάρτυς, προσηνέχθη σοι Μύρων, πρὸς τὰς ἐκεῖσε καλοῦν, ἀῤῥήτους καταπαύσεις ἔνδοξε, καὶ τὰς τῶν Ἀγγέλων, τερπνὰς χοροστασίας.

στασο ὥσπερ Δανιήλ, ἐν τῷ μέσῳ τῶν θηρῶν εὐλαβουμένων, τὸ μακάριον πάθος, καὶ τῶν ἀγώνων τῶν σῶν, παμμάκαρ τὸ ἄπειρον μέγεθος, ζώσῃ τε φωνῇ σου, ἀντιλαμβανομένων.

Θεοτοκίον.

Νυγεὶς τῷ βέλει τοῦ ἐχθροῦ, τὴν ψυχὴν ὁλοτελῶς ἐτραυματίσθην, καὶ ἀνίατα πάσχων, ἡ τὸν Σωτῆρα Χριστόν, ἀῤῥήτως τεκοῦσα Πανάμωμε, ἴασαί με σῶσον, ἐλπὶς ἀπηλπισμένων.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

να τὴν μέλλουσαν δόξαν, καὶ τὸ ἄφραστον κάλλος, Χριστοῦ τοῦ ἀθλοθέτου κατιδεῖν, ἀξιωθῇς γενναιότατε, ὑποκλίνεις αὐχένα, καὶ δέχῃ τὴν τοῦ ξίφους ἐκτομήν· καὶ χαρᾶς τῶν Μαρτύρων, πληροῖς τὰς θείας φάλαγγας.

σπερ ἡδύπνοον μύρον, ἀξιάγαστε Μύρων, μυρίζουσα καρδίας τῶν πιστῶν, ἡ ἀξιάγαστος μνήμη σου, τοῖς ποθοῦσιν ἐπέστη, ἐν ᾗ πανηγυρίζοντας ἡμᾶς, εὐωδίας ἐνθέου, ταῖς σαῖς πρεσβείαις πλήρωσον.

Σοῦ Ἀχαΐα καυχᾶται, τοῖς σπαργάνοις καὶ ἄθλοις, γενναῖε τοῦ Κυρίου ἀθλητά, πλέον δὲ τέρπεται Κύζικος, τὸ πολύαθλον σῶμα, κατέχουσα ὡς ὄλβον ἀληθῆ, καὶ πηγήν ἰαμάτων, καὶ νόσων καθαρτήριον.

τῶν Ἁγίων ἁπάντων, ἐκλεκτὴ ἐν ὑψίστοις, Μητρόπολις Σιὼν ἡ νοητή, τῶν Πρωτοτόκων ὡς γέγραπται, ἡ σεπτὴ Ἐκκλησία, ὡς Μάρτυρα ἀεὶ ὑπὲρ ἡμῶν, δυσωποῦντά σε ἔχει, Μαρτύρων ἀκροθίνιον.

Θεοτοκίον.

Φωνὴν βοῶμέν Σοι πάντες, τοῦ Ἀγγέλου Παρθένε, παλάτιον καὶ θρόνε τοῦ Θεοῦ. Χαῖρε, δι’ ἧς ἠξιώθημεν οὐρανῶν Βασιλείας, οἱ πάλαι ἀπωσθέντες τῇ φθορᾷ, καὶ τὸ κάλλος τὸ πρῶτον ἀφρόνως ἀπολέσαντες.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Μυρίπνοον ὡς ῥόδον σε, ἡ Ἐκκλησία κέκτηται, Μύρων πολύαθλε Μάρτυς· τοῦ γὰρ Χριστοῦ εὐωδία, ἐδείχθης παναοίδιμε, ὑπὲρ Οὗ χαίρων ἤθλησας, παρ’ Οὗ καὶ δόξης ἔτυχες, πρὸς Ὅν ἀεὶ μνημονεύεις, τῶν σὲ τιμώντων ἐκ πόθου. 

Τῆς Ἑορτῆς. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Μετὰ βροντῆς ἐν νεφέλαις, τοὺς Ἀποστόλους ὁ Σωτήρ, πρὸς τὴν τεκοῦσαν ἐκπέμπει, πόθῳ κηδεύσοντας Αὐτήν, κατέρχεται δὲ καὶ Οὗτος, δορυφορούντων Ἀγγέλων. 

 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἱερέων τὸ καύχημα, καὶ Μαρτύρων ἀγλάϊσμα, στεφανίτα Μύρων νῦν εὐφημοῦμέν σε· ὅτι Θεῷ ἱερούργησας, καὶ πάθος ὑπέμεινας, τοῦ πυρὸς καὶ τῶν θηρῶν, καὶ βουνεύρων τὴν κάκωσιν, ἐν χαρᾷ πολλῇ· ὅθεν πάθει τὸ πάθος ἐμιμήθης, τοῦ Χριστοῦ καὶ ἀθλοθέτου, καὶ ἐν Ἁγίους συντέταξαι. (Δίς).

 

Ἀντιπάτρου ὠμότητος, καὶ ποικίλων κολάσεων, ὡς Χριστὸς προσέταξε κατεφρόνησας, Μύρων Μαρτύρων ἀκρόπολις, πιστῶν τὸ ἐντρύφημα, Ἱερέων καλλονή, τῆς Κορίνθου τὸ βλάστημα, καὶ ὁ πρόμαχος, Ἐκκλησίας ἡ δόξα καὶ λαμπρότης· ὅθεν πίστει ἐκτελοῦμεν, τὴν ἀεισέβαστον μνήμην σου.

 

Μυροθήκη τοῦ Πνεύματος, μυριπνόοις διδάγμασιν, τοὺς πιστοὺς πανεύφημε κατεφαίδρυνας, Μύρων τὸ ῥόδον τοῦ Πνεύματος, τὸ μύρον τῆς χάριτος, μυρεψὸς τῶν Ἀθλητῶν, κατευφραίνεις τοὺς Μάρτυρας, εὐωδέστατε, τῶν βροτῶν καὶ τῶν Ἀγγέλων εὐωδία, σὺ ὑπάρχεις Ἀθλοφόρε, Ἱερομάρτυς καλλίνικε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε πιστοί, ἐν οὐρανῷ τὰς καρδίας, καὶ τὰ ὄμματα ἀνατείνοντες, λευκοφοροῦντα τὸν Ἱερομάρτυρα Μύρωνα κατίδωμεν, σὺν τοῖς ἐνδόξοις Πρεσβυτέροις, συνυμνοῦντα, καιναῖς ᾠδαῖς τὸν Τρισάγιον Κύριον. Οὗτος γὰρ χαριτωθεὶς τῇ ἱερωσύνῃ, καὶ ἱερουργῶν τὰ τῆς Ἐκκλησίας φερέσβια μυστήρια, τῷ τυράννῳ Ἀντιπάτρῳ ἀντέστη, ὁμολογίᾳ Χριστοῦ· ὅθεν ἐν ποικίλοις μαρτυρίοις ὑποβληθείς, ἀήττητος Ἀθλητὴς διέμεινεν καὶ τῷ Κυρίῳ εὐηρέστησεν. Οὗ ταῖς πρεσβείαις Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυύμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Μύρωνα τιμήσωμεν οἱ πιστοί, τὸν ἐν τῇ Κορίνθῳ, ἐναθλήσαντα θαυμαστῶς, καὶ ἀναδειχθέντα, ἀκρότητα Μαρτύρων, καὶ δόξαν Ἱερέων, πιστῶν δὲ πρόμαχον.

Ἄνθος τῆς Κορίνθου ἀειθαλές, Πρεσβυτέρων κλέος, τῶν Μαρτύρων ὑπογραμμόν, Μύρωνα τὸν θεῖον, προστάτην Ἀθλοφόρων, τιμήσωμεν ἐν ὕμνοις, καὶ μεγαλύνομεν.

Τῶν Ἀντικυθήρων πρός τόν Θεόν, πρέσβυν μυροφόρον, ἀνυμνήσωμεν οἱ πιστοί, μῦροις μαρτυρίου, ὁμοῦ Ἱερωσύνης, ἡμᾶς τόν καταρδεύοντα, θεῖον Μύρωνα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου