ΣΕΠΤΕΒΡΙΟΣ Ζ
ΚΑΣΣΙΑΝΗ ΟΣΙΑ ΥΜΝΟΓΡΑΦΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου Μητροπολίτου Ῥόδου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὴν καλλικέλαδον ὄρνιν, τῆς Ἐκκλησίας Χριστοῦ, τὴν θείαν ἀηδόνα, καὶ τερπνὴν χελιδόνα, τιμήσωμεν συμφώνως Κασσιανήν, τὴν Ὁσίαν ἐν ᾄσμασιν· αὐτῆς γὰρ σήμερον μνήμη ἡ ἱερά, ὥσπερ ἥλιος ἀνέτειλεν.
Κἂν βασιλείας προσκαίρου, Μῆτερ οὐκ ἔτυχες, Χριστῷ τῷ ἐπὶ πάντων, Βασιλεῖ ἐνυμφεύθης, καὶ ἐν τοῖς ἀνακτόροις τῶν οὐρανῶν, τῇ ἀσκήσει κατέπαυσας, τῆς ὑπὲρ ἔννοιαν δόξης Κασσιανή, σὺν Ἁγίοις ἀπολαύουσα.
Ὑπερφρονήσασα πάσης, φθαρτῆς αἰνέσεως, Χριστῷ συνεσταυρώθης, τῷ Θεῷ τῇ ἀσκήσει· διὸ κατηξιώθης Κασσιανή, μανικῶς ὡς ἐπόθησας, ἐν πρωτοτόκων σκηνώμασι μετασχεῖν, τῶν Δικαίων τῆς λαμπρότητος.
Ἀσκητικῶς ἐν τῇ Κάσῳ, ἐπιτελέσασα, Κασσιανὴ θεόφρον, τὸν ἐπίγειον δρόμον, μετέστης τῷ τεθρίππῳ τῶν ἀρετῶν, πρὸς αὐλὴν τὴν οὐράνιον, ἔνθα Χριστοῦ ἀπολαύουσα τῆς χαρᾶς, τῶν τιμώντων σε μνημόνευε.
Δόξα. Ἦχος β’.
Τῷ αἰωνίῳ Βασιλεῖ, σαυτὴν καθιερώσασα, ἀσκητικῶς ἐπολιτεύθης, καὶ λύρα σειρήνιος, τῆςἘκκλησίας ἐδείχθης, πιστῶν τὰς ἀκοὰς καταθέλγουσα, Κασσιανὴ παμμακάριστε. Ἀλλ᾽ ὡς ἐν οὐρανοῖς δοξασθεῖσα, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Προεορτάσωμεν πιστοί, τῆς Παρθένου τὴν Γέννησιν· ἡ τῶν ἀγαθῶν γὰρ αἰτία, ἐκ στείρας ἀγόνου, ἐπὶ γῆς ἀποτίκτεται· ἡ χάρις ἀνθεῖ, τῇ ἐλεύσει αὐτῆς, νόμου τε λύεται ἡ σκιά, καὶ εὐλογία τῷ κόσμῳ δίδοται. Αὐτὴν οὖν μακαρίσωμεν, τὴν τῶν Χερουβὶμ τιμιωτέραν, δοξάζοντες τὸν ἐν Τριάδι Θεόν, τὸν πάντα οἰκονομοῦντα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν ἐν ὕμνοις, τὴν μουσουργὸν κινύραν, ᾀσμάτων θεσπεσίων, Κασσιανὴν τὴν πάνσεμνον.
Στίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίροις ἡ ἀηδών, ἡ χελιδών, ὁ τέττιξ, Χριστοῦ τῆς Ἐκκλησίας, Κασσιανὴ θεόφρον, Ὁσίων ἐγκαλλώπισμα.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Πρέσβευε τῷ Θεῷ, Κασσιανὴ σωθῆναι, τοὺς σὲ ὑμνολογοῦντας, τὴν ᾀσματογραφίαις, τὸν Κτίστην μεγαλύνασαν.
Δόξα. Ἦχος δ’.
Τὰ ἐν κόσμῳ παρωσαμένη, καὶ τὴν ἀγαθὴν μερίδα, ἀντὶ τούτων προκρίνασα, τοῦ μεγάλου Βασιλέως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάγκαλος νύμφη ἀναδέδειξαι, καὶ ἐν νυμφῶνι τῷ τερπνῷ, τῆς ἀθανάτου ζωῆς εἰσελήλυθας. Ὅθεν πρέσβευε τῷ Θεῷ, Κασσιανὴ πανολβία, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, Θεοτόκε Παρθένε, πνευματικῶς προκοσμεῖται, καὶ προασπάζεται ἐν χαρᾷ, τὴν πάνσεπτόν σου Γέννησιν, ὡς δῶρον προεόρτιον, ὕμνους σοι προσκομίζουσα, καὶ δοξάζουσα Χριστόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Βασιλείας προσκαίρου, τῆς εὐκλείας οὐκ ἔτυχες, ἀλλὰ κληρονόμος τῆς ἄνω, Κασσιανὴ ἀναδέδειξαι, ὁσίαν μετελθοῦσα βιοτήν, καὶ ὕμνους ἐξυφάνασα τερπνούς· ὅθεν πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πόθῳ ἀναβοώντων· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, φύλακα ἄγρυπνον.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται, συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτὴν αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ’ καὶ ψάλλομεν Προεόρτια Προσόμοια γ’. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς παγκοσμίου τῷ κόσμῳ, χαρᾶς ἀνέτειλαν, αἱ νοηταὶ ἀκτῖνες, προμηνύουσαι πᾶσι, τὸν ἥλιον τῆς δόξης, Χριστὸν τὸν Θεόν, ἐν τῇ Γεννήσει σου Ἄχραντε· σὺ γὰρ μεσῖτις ἐδείχθης τῆς ἀληθοῦς, εὐφροσύνης τε καὶ χάριτος.
Ἡ προεόρτιος αὕτη, δόξα σου Ἄχραντε, προκαταγγέλλει πᾶσι, τὰς τῆς σῆς εὐμενείας, λαοῖς εὐεργεσίας· σὺ γὰρ τῆς νῦν, εὐφροσύνης ἡ πρόξενος, καὶ τῆς μελλούσης αἰτία χαρᾶς ἡμῖν, καὶ τρυφῆς θείας ἀπόλαυσις.
Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος Ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδὰμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.
Καὶ τῆς Ὁσίας γ΄. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατείας τὸ ἄγαλμα, παρθενίας τὸ σκήνωμα, ἀρετῶν τὸ ἔμψυχον ἐνδιαίτημα, Κασσιανὴν τὴν γλυκόφθογγον, κινύραν τῆς χάριτος, Ἐκκλησίας τοῦ Χριστοῦ, μουσουργέτιν τὴν πάνσοφον, δεῦτε σήμερον, ἐν τῇ μνήμῃ αὐτῆς συναθροισθέντες, τῶν ᾀσμάτων μελῳδίαις, οἱ εὐσεβεῖς ἀνυμνήσωμεν.
Βασιλείας οὐκ ἔτυχες, ἐπιγείου λαλήσασα, προπετῶς ὡς ἔοικε φθαρτῷ ἄνακτι, ἀλλ᾽ ἐγκρατείας ἐμπρέψασα, τιμίοις ὑψώμασι, τῷ Παντάνακτι Χριστῷ, ἐμνηστεύθης ἀοίδιμε, καὶ κατῴκησας, αἰωνίου ζωῆς ἐν ἀνακτόροις, ἀρετῶν τῇ ἀλουργίδι, Κασσιανὴ διαλάμπουσα.
Ὁλικῶς ὑποτάξασα, τῶν αἰώνων τῷ Ἄνακτι, σεαυτὴν πανεύφημε ὡς θεόσοφος, ταῖς ἀρεταῖς τῆς ἀσκήσεως, ἐδέξω τοῦ Πνεύματος, τὴν πνοὴν Κασσιανή, καὶ μελίῤῥυτα ᾄσματα, ἐμελῴδησας, θεοπνεύστως Χριστοῦ τῇ Ἐκκλησίᾳ ἥτις σήμερον γεραίρει, ἐν ὑμνῳδίαις τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον πνευματικῶς, ἡ Ἐκκλησία στολισαμένη, ἐπιτελεῖ σου τὴν μνήμην, Κασσιανὴ Ὁσία, Μοναζουσῶνἀγλάϊσμα· διὸ πάντες πιστοί, ἐν αὐτῇ συναχθέντες, εὐφημοῦμέν σε κράζοντες· Χαίροις ἡ βασιλικῆς, ἀποσφαλεῖσα τιμῆς καὶ αἰνέσεως, καὶ τὸν Βασιλέα τῆς δόξης, ἀσκητικῶς ἀκολουθήσασα· χαίροις ἡ δι᾽ ἀρετῆς, τοῦ Παρακλήτου τὴν χάριν πλουτήσασα, καὶ Ἐκκλησίαν φαιδρύνασα, ταῖς μελουργίαις τῶν ᾀσμάτων σου· χαίροις τῶν Ὁσίων τὸ κλέος, τῆς νήσου Κάσου ἀγλάϊσμα, καὶ προστασία ἀκαταίσχυντος. Ἀλλ᾽ ὡς ἔχουσα παῤῥησίαν πρὸς Χριστόν, τὸν μυστικὸν τῆς ψυχῆς σου Νυμφίον, ἱκέτευε αὐτόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Προεορτάζοντες πιστοί, τῆς Παρθένου τὴν Γέννησιν, τῶν ἀρετῶν τὰς λαμπάδας διανάψωμεν, καὶ αὐτῇ ὡς δῶρον γενέθλιον, τὸν ὕμνον προσαγάγωμεν, βοῶντες ἐν χαρᾷ· Χαίροις ἡ θεοβλαστούργητος ῥάβδος, ἡ Ἰεσσαὶ ἐκ τῆς ῥίζης βλαστήσασα, ἐξ ἧς ἄνθος παραδόξως ἀνέβη, μαρασμὸν οὐχ ὑποδεχόμενον· χαίροις ἡ ἐκ μητρὸς στείρας ἀγόνου, ἐπαγγελίᾳ θεϊκῇ ἀποτεχθεῖσα, ἐξ ἧς Λόγος σεσαρκωμένος ἐπεφάνη, τὴν χαρὰν τῷ κόσμῳ δωρούμενος· χαίροις Πάναγνε Θεοτόκε, ἡ τῷ τοῦ κόσμου Ποιητῇ, τὸν κόσμον καταλλάξασα. Ἀλλ᾽ ὡς εὔσπλαγχνος ὑπάρχουσα, σῶζε τοὺς πεποιθότας, τῇ μητρικῇ ἀντιλήψει σου.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα’, 10,13-20,25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ’, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α’.
Σήμερον πιστοί, Κασσιανὴ ἡ Ὁσία, εἰς πανήγυριν φαιδράν, ἡμᾶς συνεκάλεσε· δεῦτε οὖν εὐλαβῶς, ταύτην ἐπιτελέσωμεν, καὶ οὕτω βοήσωμεν· Χαίροις ἡ βασιλείας γηΐνου, σφαλεῖσα ὡς ἔοικε, καὶ Βασιλέως ἀθανάτου, τῆς δόξης ἀπολαύσασα· χαίροις ἡ ἀσκητικὸν γυμνάσιον, ἐπὶ γῆς συγκροτήσασα, καὶ ἀκηράτου ἀξιωθεῖσα, ταῖς ἀρεταῖς σου νυμφεύσεως· χαίροις ἡ Πνεύματος τῇ πνοῇ, τῆς Ἐκκλησίας ἀναδειχθεῖσα, γλυκόφθογγος ᾀσματογράφος. Ἀλλ̉ ὡς ἔχουσα πρὸς Χριστόν, πολλὴν τὴν παῤῥησίαν, τῇ οἰκουμένῃ τὴν εἰρήνην ἐξαίτει, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος β’.
Ἀτενίζουσα Χριστῷ, τῷ σοὶ ποθητῷ, καὶ τῷ Εὐαγγελίῳ ἀφορῶσα, τὸν καρπὸν τῆς θεώσεως, ἀσκητικῶς ἐτρύγησας, καὶ τὸν νοητὸν ὄφιν ἐθριάμβευσας, ἐν ἀσθενείᾳ φύσεως, Κασσιανὴ ἀοίδιμε. Διὸ στεφανηφόρος, ἐν οὐρανοῖς χοροβατοῦσα, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις τελούντων, τὸ εὐαγές σου μνημόσυνον.
Τοῦ οὐρανίου Βασιλέως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, νύμφη ἐκλεκτὴ ἐχρημάτισας, Κασσιανὴ παμμακάριστε, τὰ φθαρτὰ τῆς γῆς παρωσαμένη, καὶ δι᾽ ἐγκρατείας ἀγώνων, ἀσκητικῶς τὸν βίον ἐκτελέσασα. Ὅθεν αὐτῷ εὐκλεῶς, ἐν ζωῆς τῷ νυμφῶνι παρισταμένη, πρέσβευε ἐκτενῶς, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν μνήμην σου.
Ἦχος δ’.
Σήμερον ἡ Κάσος εὐφραίνεται, τὴν μνήμην σου ἑορτάζουσα, Κασσιανὴ Ὁσία θεοδόξαστε· ἐν αὐτῇ γὰρ παρεπίδημος διετέλεσας, καὶ ἐν ταύτῃ τοῦ βίου τὸ στάδιον, ἐν εἰρήνῃ ἐξετέλεσας· διὸ καὶ τὴν λάρνακα, ἐν ᾗ τὸ ἅγιόν σου ἐτέθη σῶμα, ὡς πηγὴν ἁγιασμοῦ κεκτημένη, προσέρχεται αὐτῇ μετὰ πίστεως, τὴν δεδομένην σοι χάριν κηρύττουσα, καὶ δοξάζουσα τὸν ἐν Τριάδι Θεόν, τὸν δοξάσαντά σε, ἐν Ἁγίων τῇ μακαριότητι.
Ἦχος πλ. α´.
Τῆς ἐν κόσμῳ ἀξίας, πανσόφως καταφρονήσασα, καὶ ἀσκητικῶς τὸν βίον μετελθοῦσα, τὴν παρθενίαν ἐγκρατείᾳ ἐφαίδρυνας, καὶ τὴν δοθεῖσάν σοι χάριν, τῇ ἀπαθείᾳ ἐδήλωσας, Κασσιανὴ παναοίδιμε· διό σε εὑρὼν ὁ Χριστός, καλὴν ἐν πᾶσι καὶ ἄμωμον, νύμφην ἑαυτῷ σε ἠγάγετο, ἀκηράτῳ συναφείᾳ. Ὅθεν πρέσβευε αὐτῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Ὁσία Μῆτερ, Κασσιανὴ θεομακάριστε, βασιλέως ἐπιγείου, εἰς συζυγίαν μὴ προκριθεῖσα, οὐρανίῳ ἔρωτι, τῷ ἀθανάτῳ Βασιλεῖ, Χριστῷ τῷ Θεῷ κατηγγύησαι· διὸ καὶ τὸν σταυρὸν αὐτοῦ, ἐν βίῳ ὁσίως βαστάσασα, ἀνακτορικῆς πανδαισίας αἰωνίου, ἐν ἀχειροποιήτῳ παλατίῳ, περιφανῶς κατηξίωσαι. Ὅθεν ἐν αὐτῷ ἀγαλλομένη, μὴ ἐλλίπῃς ἡμῶν μνημονεύουσα, τῶν ἐν τῇ μνήμῃ σου συναθροισθέντων, καὶ ὑμνούντων σου τὰ θαυμάσια.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ὕμνοις οἱ πιστοί, καὶ φωναῖς αἰσίαις αἰνέσεως, προεορτάζομεν σήμερον, καὶ εὐσεβῶς προσκυνοῦμεν, τὴν ἐξ ἐπαγγελίας ἁγίαν σου Γέννησιν, ἐξ Ἰωακεὶμ καὶ Ἄννης τῶν Δικαίων, Θεοτόκε Πανύμνητε· δι᾽ αὐτῆς γὰρ οἱ γηγενεῖς, τῆς ἀρχεγόνου κατάρας ἐλυτρώθημεν, ἐπιφανέντος Χριστοῦ τοῦ Θεοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε βασιλείας τῆς φθαρτῆς, κρίσει βασιλέως γηΐνου, ἐσφάλης Μῆτερ σεμνή, τότε ἠκολούθησας, τῷ Βασιλεύοντι, τῶν αἰώνων καὶ πάγκαλος, αὐτοῦ ἀνεδείχθης, νύμφη τῇ λαμπρότητι, τῆς πολιτείας σου. Ὅθεν ἀεὶ τοῦτον δυσώπει, ὑπὲρ τῶν τιμώντων σε πόθῳ, ὦ Κασσιανὴ θεομακάριστε.
Στίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχεμοι.
Πνεύματος ἡ χάρις ψαλμικῶς, χείλεσιν ἐν σοῖς ἐξεχύθη, Κασσιανὴ ἐκλεκτή, καὶ τῆς Ἐκκλησίας σε, κιθάραν ἔμψυχον, λιγυρὰν ἀπειργάσατο, καὶ θείαν κινύραν, οὐρανίοις μέλεσι, πάντας εὐφραίνουσαν. Ὅθεν οἱ πιστοὶ κατὰ χρέος, ἐν τῇ παναγίᾳ σου μνήμῃ, σήμερον τὸν ὕμνον σοι προσφέρομεν.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις γλυκυτάτη μελῳδός, ὦ Κασσιανὴ πανολβία, τῆς Ἐκκλησίας Χριστοῦ· χαίροις ὁ γλυκόφθογγος, αὐλὸς τῆς χάριτος· χαίροις λύρα σειρήνιος, τῆς θεοσεβείας· χαίροις καλλικέλαδος, ὄρνις τῆς πίστεως· χαίροις Ἰσραὴλ ἡ τοῦ νέου, τὸν λαὸν Δαυῒδ ὥσπερ ἄλλος, μυστικῶς εὐφραίνουσα ἀοίδιμε.
Δόξα. Ἦχος πλ. δ’.
Δεῦτε πιστοί, Κασσιανὴν τὴν Ὁσίαν, ᾄσμασι τιμήσωμεν, ἥτις ἀσκητικῇ συντονίᾳ, τὴν φύσιν καθυπέταξε, ὕμνων τε ἐνθέοις μελουργίαις, τὴν Ἐκκλησίαν Χριστοῦ ἐκόσμησε, καὶ Ὀρθοδόξων τὸ πλήρωμα, εὐφροσύνης ἐνέπλησε· σήμερον γὰρ αὐτῆς, ἡ πανέορτος μνήμη, ὡς ἀστὴρ πλησιφαὴς ἐξανέτειλε, τῶν δωρεῶν τῆς χάριτος, ταῖς ἀκτῖσι ἐξαστράπτουσα, καὶ πάντας φωτίζουσα, τοὺς ἐν αὐτῇ συναχθέντας, καὶ δοξάζοντας τὸν ἐν Τριάδι Θεόν, τὸν σώζοντα τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Σήμερον στρατηγίαι Ἀγγέλων, σὺν ἀνθρώπων χορείαις, ἐν ἀγαλλιάσει σκιρτῶσι, προερχομένης ἐν γῇ, τῆς κιβωτοῦ τοῦ ἁγιάσματος, καὶ προεορτάζουσι φαιδρῶς, τὴν ἐκ νηδύος στειρωτικῆς, Ἄννης τῆς θεόφρονος, θαυμασίαν ἀπότεξιν, τῆς νύμφης τοῦ μεγάλου Βασιλέως. Αὐτῆς ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην παράσχου, τῷ λαῷ σου ὡς φιλάνθρωπος.
Νῦν ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Βασιλείας προσκαίρου, τῆς εὐκλείας οὐκ ἔτυχες, ἀλλὰ κληρονόμος τῆς ἄνω, Κασσιανὴ ἀναδέδειξαι, ὁσίαν μετελθοῦσα βιοτήν, καὶ ὕμνους ἐξυφάνασα τερπνούς· ὅθεν πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πόθῳ ἀναβοώντων· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, φύλακα ἄγρυπνον.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται, συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτὴν αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου.
Εὐφραίνεται Χριστοῦ, ἡ σεπτὴ Ἐκκλησία, τελοῦσα ἐν ᾠδαῖς, τὴν ἁγίαν σου μνήμην· αὐτῆς γὰρ ἀναδέδειξαι, ὑμνογράφος γλυκύλαλος, καταθέλγουσα, Κασσιανὴ μακαρία, τὰ συστήματα, τῶν Ὀρθοδόξων τῷ κάλλει, τῶν ὕμνων σου πάντοτε.
Δόξα. Ὅμοιον.
Ἰδέαις ἀρετῶν, κοσμηθεῖσα παντοίαις, ἀσκήσεως τῆς σῆς, ἀνενδότοις ἀγῶσι, σκηνὴν πρὸς ἐπουράνιον, εὐκλεῶς προσεχώρησας, ὡραιότητος, σὺν ταῖς φρονίμοις παρθένοις, ἀπολαύουσα, Κασσιανὴ πανολβία, τοῦ θείου Νυμφίου σου.
Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Προτρέχει ἡ φαιδρά, προεόρτιος χάρις, Γεννήσεως τῆς σῆς, τῇ παρούσῃ ἡμέρᾳ, τὴν σύμπασαν φωτίζουσα, ὑπὲρ ἥλιον Δέσποινα, ἐν ᾗ ἅπαντες, οἱ εὐσεβεῖς συναχθέντες, μακαρίζομεν, τὴν ἐξ ἀκάρπου σε στείρας, τοῦ Κτίστου γεννήτριαν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Ὡς βασίλισσα, πεποικιλμένη, τοῖς κοσμήμασι, τῶν ἀρετῶν σου, Βασιλεῖ αἰωνίῳ παρίστασαι, ἐν ἀνακτόροις, ζωῆς τῆς ἀμείνονος, Κασσιανὴ γυναικῶν ἡ εὐπρέπεια. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὅμοιον.
Θείας χάριτος, τῇ ἐπινεύσει, ὕμνους ὕφανας, τῇ Ἐκκλησίᾳ, τῶν πιστῶν τὰς καρδίας εὐφραίνουσα, καὶ πρὸς ἀγάπην τὴν θείαν ἀνάγουσα, Κασσιανὴ τῶν Ὁσίων ἀγλάϊσμα. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Σῆς Γεννήσεως, νῦν αἱ ἀκτῖνες, προαυγάζουσι, τῇ οἰκουμένῃ, προμηνύουσαι Ἄχραντε Δέσποινα, ἀνατολὴν μυστικῶς τὴν ἀνέσπερον, τοῦ σαρκωθέντος ἁγνῶν ἐξ αἱμάτων σου. Ἀλλὰ πρέσβευε, αὐτῷ ὡς Υἱῷ σου Πάναγνε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺπροκατάλαβε.
Χριστῷ ἠκολούθησας, τῷ ἐραστῇ τῶν ψυχῶν, καὶ τούτῳ συνήρμοσαι, ἀσκητικαῖς ἀγωγαῖς, τὴν φύσιν νικήσασα· ἔλιπες τὴν ἐν κόσμῳ, ματαιότητα πᾶσαν· ἤνυσας θεοφρόνως, πολιτείαν ἀρίστην· διὸ Κασσιανὴ ἐκτενῶς, ὑπὲρ ἡμῶν πρέσβευε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Πιστοὶ προσκιρτήσωμεν, τῇ Θεοτόκῳ Μητρί, τὸν ὕμνον προσφέροντες, ἐν τῇ Γεννήσει αὐτῆς, καὶ πάντες βοήσωμεν· Χαῖρε ἡ ἐξ ἀκάρπου, προελθοῦσα κοιλίας· χαῖρε ἡ τῆς κατάρας, τοὺς βροτοὺς ῥυσαμένη· χαῖρε ἡ τὴν εἰρήνην Χριστόν, τῷ κόσμῳ κυήσασα.
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῇ ε’ Δεκεμβρίου.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Ἀσκητικῶς Θεῷ εὐαρεστήσασα, ταῖς μελῳδίαις τῶν ὕμνων σου, τὴν Ἐκκλησίαν ἐφαίδρυνας· ψαλμικῶς γὰρ ἡ χάρις, τοῦ Παρακλήτου Πνεύματος, ἐν χείλεσί σου ἐξεχύθη, Κασσιανὴ πανεύφημε, ᾀσματογράφων ἐγκαλλώπισμα. Ἀλλ᾽ ὡς ἔχουσα παῤῥησίαν πρὸς Χριστόν, τὴν εἰρήνην ἐξαίτει, ταῖς ψυχαῖς ἡμῶν.
Εἶτα οἱ Κανόνες· ὁ Προεόρτιος καὶ ὁ τῆς Ὁσίας οὗ ἡ Ἀκροστιχίς κατ᾽ Ἀλφάβητον ἀντιστρόφως· ἐν δὲ τοῖς Θεοτοκίοις· Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ὡραιωθεῖσα καλλοναῖς πανεύφημε, τῆς ἐν ἀσκήσει ζωῆς, μυστικὸν Νυμφίον, τὸν Χριστὸν ἐπλούτησας, ᾧ πρέσβευε τῷ στόματι, τοῦ δοθῆναί μοι λόγον, ἵνα ἀξίως ὑμνήσω σε, ὦ Κασσιανὴ παμμακάριστε.
Ψυχὴν ἰδέαις ἀρετῶν κοσμήσασα, Κασσιανὴ εὐπρεπῶς, χάριν ὑπεδέξω, ἐν σεπτοῖς σου χείλεσι, δι᾽ ἧς ἐκαλλιγράφησας, θεοπνεύστως τοὺς ὕμνους, τῇ Ἐκκλησίᾳ πανεύφημε, ἥτις ἐπαινεῖ εἰς αἰῶνάς σε.
Χριστοῦ τὸ κάλλος μυστικῶς κατέθελξε, Κασσιανὴ σὴν ψυχήν· ὅθεν ἐμακρύνθης, κόσμου ματαιότητος, καὶ ἀσθενείᾳ φύσεως, τὸν ἀρχέκακον ὄφιν, ἀσκητικῶς κατεπάλαισας, καὶ εἰς χοῦν αὐτὸν ἐταπείνωσας.
Θεοτοκίον.
Καταφυγή μου κραταιὰ καὶ δύναμις, ὑπάρχεις Μῆτερ Ἁγνή, καὶ ἐν σοὶ ὁ τάλας, ἔχω τὴν ἐλπίδα μου· ἀνάστηθι οὖν Δέσποινα, πειρασμῶν καὶ κινδύνων, ἐξαιρουμένη τὸν βίον μου, ἵνα εὐλαβῶς μακαρίζω σε.
ᾨδὴ γ´. Ὁ στερεώσας κατ᾽ ἀρχάς.
Φωτὸς τὰ ἔργα ἐπὶ γῆς, ἐργασαμένη ὁσίως, τῷ φωτὶ τῷ νοητῷ συνεκράθης, ἐν σκηναῖς τῶν ἐκλεκτῶν, ὡς ἐκλεκτὴ καὶ δεύτερον, Κασσιανὴ θεόφρον, φῶς τοῖς πιστοῖς ἐξανέτειλας.
Ὑψηλοτάτῳ λογισμῷ, προελομένη πανσόφως, Ἰησοῦ Κασσιανὴ τὴν πτωχείαν, ἐσυλήσω θησαυρούς, ἀσκητικῶς τῆς χάριτος, καὶ ἀρεταῖς ἐγένου, ὡς ἀληθῶς μεγαλέμπορος.
Τὴν ἀγαθὴν ὡς νουνεχής, ἐκλεξαμένη μερίδα, ἀπαθείας ἠμφιάσω πορφύραν, καὶ θυγάτηρ εὐκλεής, Κασσιανὴ πανεύφημε, τοῦ Βασιλέων ὤφθης, τῶν οὐρανίων Δυνάμεων.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν τοῦ Πατρός, Λόγον ἐν χρόνῳ τεκοῦσα, μητρικῇ σου παῤῥησίᾳ δυσώπει, αὐτὸν Μῆτερ ἐκτενῶς, ἵνα τὸ πῦρ ἐκφύγωμεν, τῆς ζοφερᾶς γεέννης, οἱ προσκυνοῦντες τὸν τόκον σου.
Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τίς σοι τὸν πρέποντα, προσοίσει ἔπαινον, καὶ μελῳδήσει σοι, ἀξίως ᾄσματα ; σὺ γὰρ ἐν γῇ ἀγγελικῶς, ἀσκήσει ἐπολιτεύθης, καὶ Ἀγγέλων ἔφθασας, ἐν ὑψίστοις τὰ τάγματα, μεθ᾽ ὧν προστατεύουσα, μὴ ἐλλίπῃς πρεσβείαις σου, τῶν πόθῳ σου τελούντων τὴν μνήμην, Κασσιανὴ ἡγιασμένη.
Δόξα. Ὅμοιον.
Σαρκὸς τὴν αἴσθησιν, ἀπονεκρώσασα, τῶν ὑπὲρ αἴσθησιν, τὰ ἀκροθίνια, Κασσιανὴ Μῆτερ σεμνή, πλουσίως εἰσεποιήσω, καὶ καρπὸν τρυγήσασα, τὸν γλυκὺν τῆς θεώσεως, σὺν Ἁγίων τάξεσι, τῇ Τριάδι παρίστασαι, μεθ᾽ ὦν χάριν καὶ ἔλεος αἴτει, τοῖς ἐκτελοῦσί σου τὴν μνήμην.
Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Σήμερον τέρπονται, πιστοὶ τῷ πνεύματι, τοῦ Γενεσίου σου, τὰ προεόρτια, ἐπιτελοῦντες εὐσεβῶς, Πανύμνητε Θεοτόκε· ὕμνον δέ σοι φέροντες, προσφορὰν ὡς γενέθλιον, ἐν ἀγαλλιάσεως, λαλιαῖς μελῳδοῦσί σοι· τὸ φῶς ἐξ ἧς Χριστὸς ἐπεφάνη, χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Σταυρωθεῖσα τοῖς πάθεσιν, ἀϋλίας ἤνθησας τὰ χαρίσματα, καὶ Κυρίου τῆς λαμπρότητος, ἔνδον τῶν ἀδύτων Μῆτερ ἔφθασας.
Ῥητορεύουσα γέγονας, ᾀσματογραφίαις σου γῆς τοῖς πέρασι, Βασιλέως τῶν Δυνάμεων, ὦ Κασσιανὴ δόξαν τὴν ἄῤῥητον.
Παγκαρπίαν ἐξήνεγκας, ἀπαθείας ἔνδοξε τὴν οὐράνιον, τῆς καρδίας σου τὰς αὔλακας, σῶν δακρύων ὄμβροις καταρδεύσασα.
Θεοτοκίον.
Ρεῖθρον ἄϋλον βλῦσόν μοι, μητρικῆς σου χάριτος ἀναψύχουσα, καιομένην τὴν καρδίαν μου, ἐν παθῶν καμίνῳ Ἀειπάρθενε.
ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Ὁλικῶς ἀναθεῖσα, σεαυτὴν πανεύφημε τῷ Βασιλεύοντι, τῶν κτισμάτων πάντων, ἀπετάξω προσκαίρων τὴν μέριμναν, καὶ δικαιοσύνην, Κασσιανὴ ἐργασαμένη, τῆς σκηνῆς τῶν Δικαίων ἠξίωσαι.
Ξενωθεῖσα τελείως, τῶν προσύλων ἔνδοξε τῆς ματαιότητος, καὶ συσταυρωθεῖσα, τῷ Σωτῆρι Χριστῷ δι᾽ ἀσκήσεως, ἐν ἑνώσει θείᾳ, Κασσιανὴ Ὁσία Μῆτερ, τῆς Τριάδος τῆς αἴγλης ἀπήλαυσας.
Νικηφόρος ἐδείχθης, κατὰ τοῦ ἀλάστορος μὴ δειλιάσασα, τούτου τὰς ἐφόδους, καὶ κακίαν Ὁσία τὴν ἄμετρον· ὅθεν ὁ Θεός σε, Κασσιανὴ τῆς εὐπρεπείας, τῷ ἀφθάρτῳ στεφάνῳ ἐκόσμησεν.
Θεοτοκίον.
Ἵνα δείξῃς Παρθένε, ἐν ἐμοὶ τὸ ἄμετρον τῆς εὐσπλαγχνίας σου, ἔγειρον ἐκ λάκκου, κατωτάτου παθῶν με τὸν ἄθλιον, καὶ ὑπόδειξόν μοι, τῇ μητρικῇ σου προμηθείᾳ, μετανοίας ὁδὸν τὴν σωτήριον.
ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτήρ.
Μαράνασα τῆς σαρκός, τὰς ἡδονὰς δι᾽ ἀσκήσεως, τὴν χάριν Κασσιανή, ἐδέξω τοῦ Πνεύματος, καὶ ἐκ τῆς καρδίας σου, ἐξηρεύξω Μῆτερ, τοῦ Θεοῦ ἡμῶν τὴν αἴνεσιν.
Λαμπρύνασα τὴν ψυχήν, ταῖς θεωρίαις τῆς χάριτος, Ὁσία Κασσιανή, ἐκτήσω τὴν γλῶσσάν σου, γραμματέως κάλαμον, ὄντως ὀξυγράφου, ὕμνων ᾄσματα συνείρουσαν.
Καρδία σχοῦσα ἡ σή, τρυφῆς χειμάῤῥουν ἀδάπανον, καὶ Πνεύματος ποταμόν, τὰ ῥεῖθρα ἀνέβλυσε, τῶν ὕμνων γλυκύτατα, Μῆτερ εἰς αἰῶνας, τὸν λαὸν Θεοῦ εὐφραίνοντα.
Θεοτοκίον.
Λαμπὰς ἡ φωτολαμπής, τοῦ μυστικοῦ ἀπαυγάσματος, τὸν φωτισμὸν τοῦ ἐκ σοῦ, ἀδύτως ἐκλάμψαντος, ἀνάτειλον Πάναγνε, τῇ ἐσκοτισμένῃ, ἐν τοῖς πάθεσι καρδίᾳ μου.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Βιοτὴν ἰσάγγελον, ὡς μετελθοῦσα, τῇ στεῤῥᾷ ἀσκήσει σου, Μῆτερ σεμνὴ Κασσιανή, Νυμφίον ἔσχες τὸν Κύριον· ὃν καὶ δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε.
Ὁ Οἶκος.
Ὁ πρὸς ἀξίαν τὴν ὑμνῳδίαν ὑφᾶναί σοι, τῶν γηγενῶν ἔστιν οὐδείς· ὁ ἁρμόδιον τὸν ἔπαινον προσφέρειν σοι, ἐν ἀνθρώποις οὐχ ὑπάρχει, Κασσιανὴ Ὁσία πανεύφημε· τοῦτο γὰρ προτέρημα μόνον, τῆς καλλικελάδου γλώσσης σου, ἥτις ᾀσματογραφίαις σεπταῖς κατεφαίδρυνε, τῆς Ἐκκλησίας τὴν εὐπρέπειαν, καὶ Ὀρθοδόξων τοὺς δήμους εὐφροσύνης ἐπλήρωσε. Ἀλλὰ σύγγνωθί μοι τῷ ἀπόρῳ, τολμῶντι καὶ λέγοντι· Ἐπεὶ τὴν χάριν οὐ κέκτημαι, ἡ σὴ ἔλλαμψις Μῆτερ παρίτω μοι, καὶ φώτισόν με τοῦ ὑμνῆσαί σε, τῆς πίστεως τὴν γλυκεῖαν σειρῆνα, τὴν λιγυρὰν ἀηδόνα, καὶ μελουργὸν χελιδόνα, τὴν Ὁσίαν ἐν γυναιξί, τὴν θεοπνεύστως τὸν Θεόν, ἀνυμνήσασαν καὶ Κύριον· ὃν καὶ δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε.
Συναξάριον.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Κασσιανῆς τῆς Ὑμνογράφου.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Ἵνα τὰ ἄνω θησαυρίσῃς, ματαιότητος ἀπέστης τῆς προσκαίρου, καὶ κινύραν τὴν σήν, δαυϊτικῶς κινοῦσα, Κασσιανὴ τὴν αἴνεσιν, διεσάλπισας Κυρίου.
Θείᾳ ἀγάπῃ φλεγομένη, ἐξετέφρωσας τῶν ἡδονῶν ἀκάνθας, καὶ ὡς γῆ ἀγαθή, Κασσιανὴ Ὁσία, εἰς ἑκατὸν ἐβλάστησας, τοὺς καρποὺς τῆς εὐσεβείας.
ᾞσας Κυρίου τὰς ὑψώσεις, Ἐκκλησίᾳ ἐν μεγάλῃ θεοπνεύστως˙ τὸ γὰρ Πνεῦμα αὐτοῦ, Κασσιανὴ ὀλβία, ὡς πλῆκτρον διεκίνησε, τὴν γλυκύλαλόν σου γλῶσσαν.
Θεοτοκίον.
Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, τῆς σῆς χάριτος ἀπλέτῳ φωταυγείᾳ, ἡ τοῦ κόσμου τὸ φῶς, Χριστὸν τὸν ζωοδότην, ὑπερφυῶς κυήσασα, εἰς ἀνθρώπων σωτηρίαν.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ζάλης τοῦ βίου, ἀσκητικῷ σου ἰστίῳ, διαπλεύσασα τὴν θάλασσαν Ὁσία, ἐν ὅρμῳ εἰσῆλθες, Θεοῦ τῆς Βασιλείας.
Ἔχει σε Κάσος, ἐν πειρασμῶν τρικυμίαις, ἀκλυδώνιστον Κασσιανὴ λιμένα· ὅθεν ἐκτελεῖ σου, χρεωστικῶς τὴν μνήμην.
Δύναμιν σχοῦσα, ἐξ ὕψους ὕμνους ὑφαίνειν, ἐμεγάλυνας τὸ ὄνομα Κυρίου, ὃστις σε δοξάζει, Κασσιανὴ Ὁσία.
Θεοτοκίον.
Ὅρμος Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου γενέσθω μοι ἡ χάρις, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Γεώδους προσπαθείας Κασσιανή, κοσμικῆς τε μερίμνης καὶ σχέσεως, ἔστης μακράν, ὡς Θεῷ σχολάζουσα προσευχαῖς, νηστείαις, ἀγρυπνίαις τε, καὶ πασῶν αἰσθήσεων φυλακῇ· διὸ ἐθαυμαστώθης, καὶ δήμοις τῶν Ἁγίων, συνηριθμήθης ἀξιάγαστε.
Βασίλισσα ἐγνώσθης πανευκλεής, τῶν παθῶν τῆς σαρκὸς βασιλεύσασα καὶ Βασιλεῖ, τῷ ἐπουρανίῳ Κασσιανή, παρέστης διαλάμπουσα, τῷ τῆς ἀπαθείας ἰματισμῷ· Αὐτὸν οὖν ἐκδυσώπει, ἔλεος καὶ εἰρήνην, τοῖς εὐφημοῦσί σε δωρήσασθαι.
Ἀσμάτων ἐξαισίων τὴν μελῳδόν, Ὑμνογράφων Ἁγίων τὸν ἔπαινον, τῆς τοῦ Χριστοῦ, Ἐκκλησίας λύραν τὴν λιγυράν, τὸ χαριτόπνουν ὄργανον, θέλγητρον τὸ θεῖον τῶν καρδιῶν, ἁπάντων Ὀρθοδόξων, Κασσιανὴν ἐν ὕμνοις, δεῦτε φιλέορτοι τιμήσωμεν.
Θεοτοκίον.
Ὑπέραγνε Παρθένε τὸν Λυτρωτήν, ἀπειράνδρως ἐν χρόνῳ ἐκύησας, ὥσπερ τὸ πρίν, Πνεύματι Ἁγίῳ οἱ θαυμαστοί, Προφῆται προεκήρυξαν· ὅθεν σου δεόμεθα ἐκτενῶς· Μὴ παύσῃ δυσωποῦσα, αὐτὸν Θεοκυῆτορ, τοῦ ἐλεῆσαι τοὺς ὑμνοῦντάς σε
Ἐξαποστειλάρια. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀσκητικῶς τοῦ σώματος, τῶν παθῶν γυμνωθεῖσα, ταῖς ἀρεταῖς σου λάμπουσαν, ἀλουργίδα ἐχρήσω, καὶ Βασιλεῖ τῷ ἀφθάρτῳ, μυστικῶς ἐνυμφεύθης, γαμήλιον προσάξασα, αὐτῷ δῶρον σοὺς ὕμνους, Κασσιανή, ᾧ παρισταμένη νῦν μετὰ δόξης, ὑπὲρ τῶν ἀνυμνούντων σε, πρέσβευε παῤῥησίᾳ.
Ἡ Κάσος ἐπαγάλλεται, τὴν ἁγίαν σου μνήμην, ἐπιτελοῦσα σήμερον, ἐν φαιδρᾷ πανηγύρει· ἐν ταύτῃ γὰρ τὸν ἐν κόσμῳ, βίον ἀπολιποῦσα, εἰργάσω ἁγιάσματος, τὴν σὴν λάρνακα κρήνην, Κασσιανή, τοῖς αὐτῇ ἐκ πίστεως προσιοῦσι, καὶ τὸν Χριστὸν δοξάζουσι, τὸν τερπνόν σου νυμφίον.
Προεόρτιον. Ὅμοιον.
Ἐξ Ἄννης τῆς θεόφρονος, στειρευούσης νηδύος, πολύγονον σὺ βλάστημα, ὤφθης Πάναγνε Κόρη· ἐγνώσθη γὰρ τοῖς ἀνθρώποις, διὰ σοῦ ὁ Δεσπότης, καὶ τῆς ἐρήμου γέγονε, πολλὰ μᾶλλον τὰ τέκνα, τοῦ σοῦ Υἱοῦ, καὶ Θεοῦ τῇ χάριτι πληθυνθέντα· διὸ προεορτάζομεν, τὴν σεπτὴν Γέννησίν σου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Προσόμοια. Ἦχος β’. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμέν σε τὴν Ὁσίαν; τὴν Εὐαγγελίου τὰ ῥήματα, πόθῳ τῶν μελλόντωνπληρώσασαν, καὶ οἰκειωθεῖσαν τῷ Κυρίῳ· τὴν κόσμου, παρωσαμένην ματαιότητας, ἀγάπῃ, τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος· Κασσιανὴν τὴν ὀλβίαν, τὴν χοροβατοῦσαν, Παραδείσου ἐν πλατυσμῷ, καὶ χάριν παρέχουσαν, τοῖς ὕμνοις αὐτὴν γεραίρουσιν.
Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἀνυμνήσωμέν σε τὴν Ὁσίαν; τὴν σφαλεῖσαν δόξης ὡς ἔοικε, τῆς ἐν ἀνακτόροις λαμπρότητος, κρίσει ἐπιγείου βασιλέως· τὴν πόνοις, τῆς ἐγκρατείας θησαυρίσασαν, ἀξίως, τῆς βασιλείας τὸ δηνάριον· Κασσιανὴν τὴν τῷ Λόγῳ, Χριστῷ νυμφευθεῖσαν, τῶν αἰώνων τῷ Βασιλεῖ, καὶ τούτῳ πρεσβεύουσαν, εἰρήνην ἡμῖν δωρήσασθαι.
Ποίοις ὑμνῳδιῶν κάλλεσι, στεφανώσωμέν σε τὴν Ὁσίαν; σὺ γὰρ ἐκ ταμείων τῆς χάριτος, θησαυροὺς σοφίας ἐσύλησας, ἐναρέτων ἔργων συντονίᾳ, καὶ ὕμνων, ταῖς μουσουργίαις διαπρέψασα, ἐνθέως, τὴν Ἐκκλησίαν κατεφαίδρυνας· ἥτις τανῦν ἐκτελοῦσα, τὴν μνήμην σου πόθῳ, θεοφόρε Κασσιανή, δοξάζει τὸν Κύριον, τὸν σὲ ἐν Ἐδὲμ δοξάσαντα.
Ποίοις εὐφραντικοῖς μέλεσιν, εὐφημήσωμέν σε τὴν Ὁσίαν; σὺ γὰρ τῷ ἀχράντῳ Νυμφίῳ σου, προῖκα ὡς ἁγίαν προσήγαγες, τὴν ἀσκητικήν σου πολιτείαν, καὶ τούτου, ἐν τῷ νυμφῶνι εἰσοδεύσασα, τῶν θείων, γάμων μετέσχες τῆς φαιδρότητος. Ὅθεν αὐτῷ παῤῥησίᾳ, πρέσβευε ἀπαύστως, τοῦ σωθῆναι Κασσιανή, ἡμᾶς τοὺς τελοῦντάς σου, τὴν μνήμην πιστῶς ἐν ᾄσμασιν.
Δόξα. Ἦχος πλ. δ’.
Δεῦτε σήμερον πιστοί, Κασσιανὴν τὴν Ὁσίαν ἐπαινέσωμεν· ἰδοὺ γὰρ πάρεστιν ἡμῖν, τῇ θείᾳ αὐτῆς μνήμῃ, χάριτος δωρεὰς πρυτανεύουσα· τρυγήσωμεν οὖν ἐξ αὐτῶν, τοῖς πέρασι κηρύττοντες, οἵας δόξης ἠξίωται· τῶν Μοναστριῶν τὸ ἀγλάϊσμα, τῆς παρθενίας τὸ ἄγαλμα, τὸ σκήνωμα τῆς ἀπαθείας, ἡ σειρήνιος λύρα τῆςἘκκλησίας Χριστοῦ, καὶ ᾀσματογράφων τὸ σεμνολόγημα· δόξης γὰρ βασιλικῆς ἀποσφαλεῖσα, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ ἀντὶ τῆς πορφύρας, ἀσκήσεως τριβώνιον ἐνεδύσατο. Ὅθεν ἀγγελικῶς βιοτεύσασα, Ἀγγέλων συναυλίας κατηξίωται, καὶ πρεσβεύει τῷ Θεῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἡ χάρις σου σήμερον, προεόρτιον ἡμῖν, εὐωχίαν προτίθησι, καὶ πάντας προτρέπεται, εἰς αἶνον τῶν θαυμασίων σου· σὺ γὰρ Παρθένε Θεοτόκε, τοῦ Θεοῦ τὸ ἅγιον παλάτιον, ἐν γῇ θεμελιοῖ, καὶ ἡ ἔμψυχος νεφέλη αὐτοῦ, ἐκ μητρὸς ἀγόνου καὶ στείρας, τεχθῆναι αὔριον ἔρχῃ, τῷ κόσμῳ προμηνύουσα, τὸν ὄμβρον τὸν νοητόν, Χριστὸν τὸν Κύριον. Αὐτῷ οὖν Θεόνυμφε, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις θεοφόρε Κασσιανή, ἡ τῆς Ἐκκλησίας, καλλικέλαδος ἀηδών· χαίροις ἡ ὁσίως, βιώσασα ἐν κόσμῳ, καὶ νῦν ἐν τοῖς ὑψίστοις, Κυρίῳ ψάλλουσα.
ΠΑΡΑΚΛΗΣΙΣ
(Ἰσιδώρας μοναχῆς Ἀγιοϊεροθετίσσης)
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἐκλεκτὴν τῆς ἐκκλησίας τρυγόνα, τῶν ὑμνωδῶν τὸ θεοτύπωτον κάλλος, Κασσιανὴν ὑμνήσωμεν, πρεπούσῃ τιμῇ∙ αὕτη γὰρ ἐξύμνησε, τὴν οὐράνιον δόξαν, μέλψασα τὰ ἄῤῥητα, τοῦ Θεοῦ μεγαλεῖα, τῇ συγγραφῇ ᾠδῶν τε ἱερῶν∙ θεία ἐδείχθη, κινύρα τοῦ Πνεύματος.
Δόξα. Ὅμοιον.
Τοῦ Κωνσταντίνου ἡ περίδοξος πόλις, ἀγαλλιάσθω καὶ σκιρτάτω τιμῶσα, Κασσιαννὴν ποιήτριαν, ἐνθέων ᾠδῶν∙ φίλτρου γὰρ πρὸς Κύριον, τῇ στοργῇ κινουμένη, ἵδρυσε ἡ πάνσεμνος, τὴν Μονὴν τοῦ Ἑβδόμου∙ μοναζουσῶν Παρθένων τε χορόν, ὡς Ἡγουμένη, σοφῶς καθωδήγησεν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κασσιανὴν τὴν Ὑμνογράφον ᾄδω. Ἰσιδώρας
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Καρδίας ἐν σάλπιγγι οἱ πιστοί, αἰνέσωμεν δεῦτε τὴν Ὁσίαν Κασσιανήν, τὴν μέλψασαν ὕμνοις ἁρμοδίοις, τὰ τοῦ Θεοῦ μεγαλεῖα τὰ ἄῤῥητα.
Ἄγγέλων τὰς τάξεις Κασσιανή, ἐζήλωσας πόθῳ εὐσεβείας καὶ ἁρετῆς, συμφώνως Θεὸν ὑμνολογοῦσα∙ καὶ τὴν Αὐτοῦ Βασιλείαν δοξάζουσα.
Σκιρτάτω χορεύουσα μητρικῶς, τῇ μνήμη Κασσίας Ὑμνογράφου τῆς θαυμαστῆς, ἡ ἔνδοξος πόλις Κωνσταντίνου∙ ἡ Ἐκκλησία τε πᾶσα εὐφράνθητι.
Θεοτοκίον.
Σαρκὸς προσελάβετο ἀπὸ σοῦ τὸ εἶναι Παρθένε ὁ τῶν ὅλων Δημιουργός, ἡ σὴ δέ, πανάμωμε ἁγνεία πανασφαλής τε καὶ ἄφθορος ἔμεινεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰησοῦν τὸν Νυμφίον, Κασσιανὴ στέρξασα, κόσμου ὑπερεῖδες τὴν τύρβην, καὶ ἠκολούθησας, τὴν τεθλιμμένην ὁδόν, ἐπιδοθεῖσα προθύμως, εἰς καλῆς ἀσκήσεως, τὰ ἀγωνίσματα.
Ἀρεστόν σου τὸ κάλλος, Κασσιανὴ εὕρατο, Ἄναξ ὁ Θεόφιλος πάλαι, θέλων εἰς γάμον σε, ὡς ἐκλεκτὴν ἀγαγεῖν, ἀλλ’ ὁ Χριστός σου ἠράσθη, συνετῆς σοφίας σου, τὴν ὡραιότητα.
Νουνεχῶς ἐκαρτέρεις, ἐν τῷ Ναῷ ψάλλουσα, ὕμνους τῷ Θεῷ ἐξαισίους, καὶ μεγαλύνουσα, Κασσιανὴ ὑμνωδέ, τὰς δωρεὰς τὰς ἀῤῥήτους, τῆς Αὐτοῦ χρηστότητος, καὶ ἀγαθότητος.
Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, τῶν Οὐρανῶν ἄνασσα, κτίσεως ἁπάσης Κυρία, καὶ ὑπερέχουσα, Θεοκυῆτορ Ἁγνή, τῆν σκοτεινήν μου καρδίαν, ἱλαρῶς καταύγασον, καὶ καταφαίδρυνον.
Παράστησον, ἡμῶν τὰ χείλη ὠς μέλη δοξολογίας, Ὑμνο-γράφε Κασσιανὴ Θεῷ τῷ Παντάνακτι, καὶ δίδαξον στέ-ργειν ἡμᾶς τὰ θεῖα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ κάλλος τὸ σόν, ποθήσας ὁ Θεόφιλος, Κασσία σεμνή, εἰκότως σοὶ ἐφθέγξατο, ἐκ γυνῆς τὰ χείρονα∙ σὺ δ’ ἐκ ταύτης κρείττονα εἴρηκας, τὴν Θεοτόκον ἔχουσα εἰς νοῦν, ὠς κόσμον ἐκ πλάνης διασώζουσαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νηφαλέᾳ καρδίᾳ σου, καὶ κεκαθαρμένῃ ψυχῇ σου ἔγνωκας τὰ οὐράνια μυστήρια, ὦ Κασσιανὴ ἀξιοθαύμαστε.
Τελειότητι βίου σου, καὶ ἀκεραιότητι πολιτείας σου∙ τῷ Κυρίῳ εὐηρέστησας, ὦ Κασσιανὴ θεομακάριστε.
Ἡ τῶν πόλεων Ἄνασσα, ἡ Κωνσταντινούπολις ἀνατίθησι∙ τὰ μητρῷά σοι ἐγκώμια, ὦ Κασσιανὴ Ὁσία πάντιμε.
Θεοτοκίον.
Νηπιάσαντα Κύριον, δι’ ἡμᾶς Παρθένε σαρκὶ ἐκύησας∙ καὶ ἀγκάλαις σου ἐβάστασας, τὸν τὴν κτίσιν ἅπασαν συνέχοντα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις σου τερπνοῖς, Ἐκκλησίαν κατεκόσμησας, ὑπερθέως ὦ σοφὴ Κασσιαννή, τῶν ὑμνογράφων, κορωνὶς ἡ ἀξιέραστος.
Μνήσθητι ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σε, ὑμνογράφε θαυμαστὴ Κασσιανή, ταῖς εὐπροσδέκτοις, ἱκεσίαις σου πρὸς Κύριον.
Νάρδος ὡς σεπτή, ἀποστάζουσι τὰ χείλη σου, τὴν ἐξαίρετον ᾠδὴν Κασσιανή, καὶ τὰς καρδίας, κατευφραίνουσι τῶν δούλων σου.
Θεοτοκίον.
Ὅλος τῷ Πατρί, καὶ ἐκ σοῦ ὅλος Πανάμωμε, ὁ Θεάνθρωπος ἐγένετο Χριστός, τὰ διεστῶτα, τοῦ συνάψαι εἰς ἑνότητα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Γραφίδος σου, ἡ σφραγὶς ὡς κάλαμος, γραμματέως ὀξυγράφου ἐδείχθη∙ Κασσιανὴ ἱερὰ ὑμνογράφε, μετὰ πολλῆς ἱκανότητος γράψασα, ᾠδὰς Θεῷ χρεωστικῶς, τῷ τοιούτῳ ταλάντῳ σε στέψαντι.
Ῥανάτωσαν, αἱ νεφέλαι ἄνωθεν, γλυκασμὸν τῆς μυστικῆς εὐφροσύνης∙ καὶ οἱ βουνοὶ σταλαξάτωσαν δρόσον, τῆς εὐλογίας καὶ θείας ἡδύτητος∙ οἱ ὕμνοι γὰρ Κασσιανῆς, τῆς χαρᾶς ἡμῖν χάριν παρέχουσιν.
Ἀνέσεως, καὶ τρυφῆς τὰ θέλγητρα, καὶ τὴν δὀξαν τὴν ψευδῆ ἀπηρνήθης∙ Κασσιανή, ἑκουσίᾳ σου γνώμῃ, καὶ τῆς ἀσκήσεως κόπους ἀνέλαβες, δι’ ἔργων δείξασα καλῶν, τὸν ἁγνόν σου πρὸς Κύριον ἔρωτα.
Θεοτοκίον.
Φαιδρύνονται, Παναγία Δέσποινα, ἑπὶ σοὶ τῶν οὐρανῶν αἱ δυνάμεις∙ αἱ στρατιαί, τῶν Ἁγίων σκιρτῶσι, καὶ τῶν πι-στῶν αἱ χορεῖαι ἀγάλλονται∙ καὶ ψάλλουσι ἀπό κοινοῦ, Σοὶ τὸ χαῖρε Ἁγνὴ χαριτώνυμε.
Παράστησον, ἡμῶν τὰ χείλη ὡς μέλη δοξολογίας, Ὑμνογράφε Κασσιανὴ Θεῷ τῷ Παντάνακτι, καὶ δίδαξον στέργειν ἡμᾶς τὰ θεῖα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Συμφωνίᾳ τῶν θεοτερπῶν ποιημάτων σου, Ὑμνογράφε ὦ Κασσιανῆ θεοδίδακτε, κατευθύνεις πνευματικῶς τὴν αἴσθησιν ἡμῶν∙ διὸ εὔθυνον ἐν αγαθοῖς, τὰ διαβήματα ἡμῶν, εἰς ὁδὸν τὴν σωτήριον, δίδαξον τοῦ προσάγειν, Κυρίῳ ἐν ταπεινώσει, εὐχαριστήριον ᾠδήν, τῆς ἐνθέου ἀγαπήσεως.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὕμνοις θεσπεσίοις σου, Κασσιανὴ Ὑμνογράφε, τὸν Θεὸν ἐξύμνησας, τὸν πολλά σοι τάλαντα δωρησάμενον, ὡς πιστὴ δούλη οὖν, ἀγαθῶς εἰργάσθης, καὶ πλειόνως ὐπερηύ-ξησας, Αὐτῷ δουλεύσασα, ἐν εἰλικρινεῖ διαθέσει σου, προκόψασα ἐν χάρισι, καὶ ἐν ἐξαιρέτῳ χρηστότητι∙ ὅθεν καὶ παρέχεις, τὸν κάλλιστον ἡμῖν ὑπογραμμόν, τῆς θεαρέστου ἀσκήσεως, Ὁσία πανόλβιε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ οὐράνιος ἔρως, τὴν καρδίαν σου Μῆτερ καὶ τὴν διάνοιαν, κατέφλεξεν ἐνθέως, καὶ ὅλη ἐπεδόθης, τῇ σπουδῇ τῆς ἀσκήσεως∙ Κασσιανὴ ὑμνῳδέ, ὁσίων ἡ σεμνότης.
Νυσταγμόν σοῖς βλεφάροις, ὀφθαλμοῖς σου ὡσαύτως ὕπνον οὐχ ἔδωκας, Θεοῦ δὲ τὰς προστάξεις, νυκτός τε καὶ ἡμέρας, μελετῶσα ἀοίδιμε∙ Κασσιανὴ ἡ λαμπάς, τῶν θείων ὑμνογράφων.
Ἀγγελόφρονι γνώμῃ, τὴν Ἑβδόμου ἐν λόφῳ Μονὴν ἀνήγειρας, Κασσία θεοφόρε, ἐν ᾗ ὡς Ἡγουμένη, ἐν πειθῷ τῆς σοφίας σου, μοναζουσῶν τὸν χορὸν προσήγαγες Κυρίῳ.
Θεοτοκίον.
Δανιὴλ ὁ Προφήτης, σὲ προεῖδε Παρθένε ὡς ὄρος ἅγιον, ἐξ οὗ ζωῆς ὁ λίθος, Χριστὸς ἐναπετμήθη, καὶ ἀλάξευτος ἔμεινεν, ἡ παρθενία ἡ Σὴ, φθορὰν μὴ ὑποστᾶσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς γλυκυτάτη, Κασσιανὴ τῶν σῶν ὕμνων, ἡ θεόῤῥυτος χάρις ὑπάρχει, τέρπουσα ἐνθέως, πιστῶν τὰς διανοίας.
Ἱστίῳ θείας, Κασσιανὴ εὐποιίας, εἰς γαλήνιον ἦλθες λιμένα, ἔνθα ἁπολαύεις, χαρᾶς εἰρηνοδώρου.
Σὲ ἐξαιρέτως, Κασσιανὴ ὁ Νυμφίος, καὶ Δεσπότης Χριστὸς ὅν ἠγάπας, ἔστεψε τῷ κάλλει, τῆς θείας εὐπρεπείας.
Θεοτοκίον.
Ἰδοὺ σε πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παρθένε, ὅτι μεγαλεῖα, Θεὸς ἐποίησέ σοι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δανείσασα προθύμως, πένησι σὸν πλοῦτον, Κασσιανὴ ὑμνογράφε, τῆς ἄνω ζωῆς, ἐξ ἀκενώτου κρατῆρος, εὗρες τὸ ἔλεος.
Ὡς ἔαρ εὐφροσύνης, Πνεύματος τὴν χάριν, καὶ τὴν οὐράνιον δρόσον, οἱ ὕμνοι οἱ σοί, Κασσιανὴ ὑμνογράφε, ἐναποπνέουσιν.
Ῥᾳδίως τῶν τιμίων, κόπων καὶ ἀγώνων, τὴν τεθλιμμένην διέβης, στενήν τε ὁδόν, Κασσιανὴ εἰς τὴν ἄνω, φθάσασα ἄνεσιν.
Ἀσμένως νῦν προσδέχου, ὕμνους τοὺς πτωχούς μου, Κασσιανὴ Ὑμνογράφε, οὕς φέρω πρὸς σέ, ἐν ταπεινώσει καρδίας, χήρας ὡς δίλεπτον.
Θεοτοκίον.
Σοὶ πρέπει κατ’ ἀξίαν, δόξα καὶ τιμή τε, καὶ ἐξαιρέτως σοι ὕμνος, ἁρμόζει Ἁγνή, ὅτι χαρᾶς Θεοτόκε, γέγονας πρόξενος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις θεηγόρε Κασσιανή, κλέος τῶν ὁσίων τελειότης μοναζουσῶν, χαίροις ἡ τιμία εἰκὼν τῆς σωφροσύνης, τῶν θείων ὑμνογράφων ἡ καλλιέπεια.
Ἄσατε, σκιρτήσατε ἐν χαρᾷ, πλήθη φιλεόρτων μεγαλύ-νοντες τὸν Θεόν, τὸν ὑπερβαλλόντως Κασσιανὴν τὴν θείαν∙ τιμήσαντα τῶν ὕμνων θείοις χαρίσμασιν.
Ἴδε τῇ πτωχείᾳ μου τῇ οἰκτρᾷ, βλέψον τῇ ἐσχάτῃ ταπεινώσει μου εὐμενῶς, δίδου μοι εὐχαῖς σου Κασσιανὴ τὸν πόθον, τοῦ στέργειν τοῦ Κυρίου τὰ δικαιώματα.
Ῥάνατε νεφέλαι τὸν γλυκασμόν, ὄρη εὑφροσύνης ἐπιστά-ξατε χαρμονήν, νῦν ἡ ὑμνογράφος Κασσιαννὴ ὑμνεῖται∙ χαρὰν ἡ προξενοῦσα ὕμνων συγγράμμασιν.
Ὅλῃ σου καρδίᾳ ὅλῃ ψυχῇ, ὅλῃ σου ἰσχύι καὶ ἐξ ὅλης σου τῆς στοργῆς, Κύριον τῶν ὅλων ἠγάπησας ἐμφρόνως Κασσιανὴ καὶ Τούτῳ πίστει ἐδούλευσας.
Ἴσθι σοῖς ἱκέταις Κασσιανή, μετὰ συμπαθείας καὶ παράστηθι εὐμενῶς, τοῖς ἐπιζητοῦσι τὰς σὰς πρὸς τὸν Δεσπότην εὐχὰς πανευπροσδέκτους ἐν περιστάσεσιν.
Σκότος δυσεβείας τὸ δυσαχθές, ἔλυσας φωτί σου γλυκυτάτῳ Κασσιανή, καὶ τῆς εὐσεβείας ἀνέτειλας τὸ κάλλος ἐκλάμπουσα τῇ δόξῃ τῆς εὐπρεπείας σου.
Ἔδειξας ἐμπράκτως Κασσιανή, τῶν κατορθωμάτων τῶν ἐνθέων σου τὴν ἰσχύν, καὶ τῆς σῆς τὰς ἀριστείας, Θεοῦ σοι συνεργοῦντος καὶ βοηθοῦντός σοι.
Νεύματι τὰ πάντα ὁ συντηρῶν, κτίσιν ὁ συνέχων καὶ κρατῶν τε ἐν τῇ χειρί, Κύριος τῆς Δόξης Κασσιανὴ τιμία, σὲ εἵλετο εἰς νύμφην Τούτου περίδοξον.
Δόξαν παριδοῦσα καὶ τὴν τιμὴν, κόσμου τοῦ ματαίου θεοφόρε Κασσιανή, εὗρες ἀθανάτου ζωῆς τὰς διακρίσεις, ὡς σύνοικος Ἀγγέλων καὶ ἰσοστάσιος.
Ὄμμασι καρδίας σου καθαρᾶς, κάλλη Ἐραστοῦ σου οὐ-ρανίου Κασσιανή, θείᾳ θεοπτίᾳ ἑώρας ἐκβοῶσα∙ σοὶ πρέπει εἰς αἰῶνας δόξα φιλάνθρωπε.
Ξένη τῶν ματαίων Κασσιανή, πάροικος ἐν κόσμῳ παρεπί-δημος ἐν τῇ γῇ, ὤφθης παριδοῦσα προσκαίρους ἀπο-λαύσεις, ποθήσασα Χριστοῦ τε τὴν ὡραιότητα.
Ἔγραψας γραφίδι σου ἱερᾷ, ὕμνους καὶ ᾠδὰς τε μελο-γράφε Κασσιανή∙ ὄθεν γραμματέως ἐδείχθη ὀξυγράφου, ὡς κάλαμος ἡ χείρ σου ἥν μακαρίζομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις ἀρετῶν ὑπογραμμός, χαίροις εὐσεβείας τὸ μέτρον, τῆς σωφροσύνης εἰκών, σκεῦος τὸ πολύτιμον, τῆς εὐπρεπείας τε τῆς ἀγάπης πρὸς Κύριον, σφραγὶς ἡ γνησία, στάθμη ἐγκρατείας τε ἐν ὁσιότητι. Χαίροις τῆς χρηστῆς πολιτείας, ὦ Κασσιανὴ Ὑμνογράφε, παρακαταθήκη καὶ βεβαίωσις.
Πόλις Κωνσταντίνου ἡ λαμπρά, χαίρει ταῖς σεπτοῖς σου σπαργάνοις, Κασσιανὴ ἱερά, ἔχουσα τὰ σύμβολα, τῆς σῆς ἀσκήσεως∙ τὴν Μονὴν γὰρ ἀνήγειρας, ἐκεῖ τοῦ Ἑβδόμου, ἔνθα ἐνδιέπρεψας, ὡς Ἡγουμένη τε. Εἶτα θαυμαστὰς μελῳδίας, Πνεύματος Ἁγίου ἐμπνεύσει, ἔγραψας πιστῶν εἰς ἀγαλλίασιν.
Ἄναξ ὁ Θεόφιλος πρός σέ, ὅτε τό σόν κάλλος θαυμάσας, σὲ μνηστευθῆναι ἐρῶν, ἔφη ὅτι δέδωκε, γυνὴ τὰ χείρονα∙ σὺ τὰ κρείττονα ἔφης δε, ἐκ ταύτης πηγάζει, ἔχουσα ὑπόδειγμα, τὴν Θεομήτορα. Τότε ὡς σοφὴ καὶ ἐχέφρων, ὦ Κασσιανὴ Ὑμνογράφε, σχῆμα ἐνεδύθης τὸ ἰσάγγελον.
Δέσποινα ...
Τὴν πᾶσαν ἐλπίδα μου ....
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου