Τετάρτη 30 Απριλίου 2025

ΜΑΪΟΣ 18. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΕΠΑΦΡΑΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΪΟΣ ΙΗ!!

ΕΠΑΦΡΑΣ ΑΠΟΣΤΟΛΟΣ ΕΠΙΣΚΟΠΟΣ ΠΑΦΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

γωνιστὴν εὐσεβείας λαμπρὸν συνέκδημον, σεμνὸν συστρατιώτην, καὶ λαμπρὸν συνεργάτην, τοῦ Παύλου οἰκουμένης τοῦ φωτιστοῦ, καὶ τῆς πίστεως κήρυκος, ἐγκωμιάσωμεν πάνσοφον Ἐπαφρᾶν, Ἀποστόλων ὡς διάκοσμον.

 

ς Ἀποστόλων εὐψύχων τῶν ἑβδομήκοντα, καὶ τῶν θεοκηρύκων, φωτοφόρον λαμπάδα, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, Ἐπαφρᾶν τὸν ἀοίδιμον, καὶ τοὺς αὐτοῦ πρὸς διάδοσιν τῆς Χριστοῦ, ἀληθείας πόνους μέλψωμεν.

 

Συστρατιώτην θεόπνουν σεπτὸν ἀκόλουθον, καὶ λειτουργὸν ταῖς χρείαις, θεοῤῥήμονος Παύλου, ὡς μύστην ἀληθείας οἱ εὐσεβεῖς, θεοπρόβλητον μέλψωμεν, πνευματικαῖς ὑμνῳδίαις θεοσεβῆ, Ἐπαφρᾶν τὸν παμμακάριστον.

 

Τῆς ἀληθείας τὸ στόμα τὸ θεοκίνητον, καὶ Ἀποστόλων κλέος, ἑβδομήκοντα πάντες, τιμήσωμεν ἐν ὕμνοις ὡς ἱερόν, φωτιστὴν καὶ κοσμήτορα, τῆς Ἐκκλησίας ἐν Πάφῳ θεοειδῆ, Ἐπαφρᾶν τὸν θεοτίμητον.

 

Δόξα. Ἦχος β΄.

Τὸν φίλτατον συνεργὸν καὶ συνέκδημον τοῦ θείου Παύλου, ἐποφθέντα δοχεῖον τοῦ Παναγίου Πνεύματος, καὶ φωτιστὴν τῶν ἐν ἀγνωσίας σκιᾷ καθευδόντων, Ἐπαφρᾶν ἐπαινέσωμεν τὸν ἀπόστολον· οὗτος γὰρ κῆρυξ διαπρύσιος τῆς ἀληθείας γενόμενος, καὶ τοῦ Λόγου Θεοῦ τοῦ Ὑψίστου θεράπων χρηματίσας, πρὸς οὐρανίους ἀνέδραμε σκηνώσεις· ἐπαξίως οὖν τυχὼν ἀθανάτων ἐπάθλων, παρὰ τοῦ Ἀρχιποίμενος Χριστοῦ, ἐν τῇ ἀγήρῳ μακαριότητι, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Παύλου τὸν συνεργόν, καὶ Πνεύματος ἁγίου, τὸ στόμα ὁλοθύμως, νῦν Ἐπαφρᾶν τὸν θεῖον, τοῖς ἐγκωμίοις στέψωμεν.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Δεῦτε πανευλαβῶς, σεπτὸν ἱερομύστην, Χριστοῦ τῆς Ἐκκλησίας, τιμήσωμεν ἐν ὕμνοις, τὸν Ἐπαφρᾶν γηθόμενοι.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲν χειρῶν Αὐτοῦ, ἀναγγέλλει τὸ στερεώμα.

λαμψας τηλαυγῶς, ταῖς ἀστραπαῖς σῶν λόγων, συνέκδημε τοῦ Παύλου, ἐν Κύπρῳ ὁ κηρύξας, τὸ θεῖον Εὐαγγέλιον.

 

Δόξα. Τριαδικόν.

Λόγον σὺν τῷ Πατρί, Αὐτοῦ καὶ τῷ ἁγίῳ, τῷ Πνεύματι ἐν κόσμῳ, ἐκήρυξεν ἐκθύμως, ὁ Ἐπαφρᾶς ὁ ἔνθεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἡ τῆς ἀρᾶς, τῶν προπατόρων λύσις, Κυρία Θεοτόκε, καὶ ἄνοδος μερόπων, πρὸς πόλιν τὴν οὐράνιον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Συναιχμάλωτος πέφηνας καὶ συνδέσμιος, οὐρανοβάμονος Παύλου  διὰ Χριστὸν Ἰησοῦν, Ἐπαφρᾶ τῶν Ἀποστόλων κλέος πάντιμον καὶ χριστοκῆρυξ θαυμαστέ, ὁ τὴν χάριν εἰληφώς, τοῦ Πνεύματος τοῦ ἁγίου, πλουσίως καὶ θεῖος πρέσβυς, ἡμῶν πρὸς Κύριον γενόμενος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Χάριν εἰσδεξάμενος, ἐν τῇ καρδίᾳ τοῦ Πνεύματος, τοῦ ἁγίου γεγένησαι, Αὐτοῦ σκεῦος εὔχρηστον, Ἐπαφρᾶ θεόφρον, ἀποστόλων γέρας, τῶν ἑβδομήκοντα σεπτόν, ὁ ἐν τῇ Κύπρῳ τὸ Εὐαγγέλιον, κηρύξας τὸ πανάγιον, καὶ διαπρέψας ὡς ἄριστος, θείου Λόγου διδάσκαλος, ἐν αὐτῇ πνευματέμφορε.

 

Βλάστημα περίλαμπρον, Κολοσσαέων ἀνέθηλας, πάσῃ κτίσει λευκάνθεμα, εὐώδη καὶ ἥδιστα, γνώσεως Κυρίου, καὶ Εὐαγγελίου διακηρύξεως Αὐτοῦ, τῆς σωτηρίας ἀρχῶν κιννάμωμα, κατηύφρανας τὰ σύμπαντα, καὶ Πάφον τὴν εὐφημοῦσάν σε, Ἐπαφρᾶ ὡς ἐπίσκοπον, καὶ ποιμένα θεόσδοτον.

 

Παύλου πρὸς ἐνίσχυσιν, ὄντα ἐν Ῥώμῃ ἀπέστειλαν, Φιλιππήσιοι χρήματα, διὰ τῶν τιμίων σου, τῶν χειρῶν θεόφρον, Ἐπαφρᾶ καὶ οὗτος,  μετὰ ἀνάῤῥωσιν τὴν σήν, ἐξ ἀσθενείας σὲ ἐξαπέστειλε, κομίσας τούτοις ἔνθεε, ἐπιστολὴν θεοχάρακτον, τοῖς φιλῶσί σε ἅγιε, θείου πνεύματος σκήνωμα.

 

Πάφον διεποίμανας, ὡς ποιμενάχης θεόσδοτος, Ἐπαφρᾶ καὶ κατηύθυνας, αὐτῆς ποίμνην ἔλλογον, πρὸς σκηνώσεις πόλου, στῦλε εὐσεβείας, καὶ ἀληθείας ἀῤῥαγές, πνευματοφόρε πάτερ προπύργιον· διὸ σὲ μακαρίζοντες, τὴν πανευφρόσυνον μνήμην σου, ἑορτάζομεν σήμερον, οἱ πιστοὶ ἀγαλλόμενοι.

 

Παύλου θεοῤῥήμονος, ἀγαπητὲ καὶ συνέκδημε, Ἐπαφρᾶ θείου Πνεύματος, δοχεῖον ἐκήρυξας, τοῦ Χριστοῦ τὴν πίστιν, εἰς Λαοδικείαν  καὶ Ἱεράπολιν σοφέ, ὁ σωτηρίας τὸ Εὐαγγέλιον, ὅλῃ ψυχῆς ἐφέσει σου, κηρύξας πάτερ παγκόσμιε, καὶ τυχὼν ὡς ἀπόστολος, τῆς εὐκλείας τῆς κρείττονος.

 

Χαίρει ἑορτάζουσα, ἡ Ἐκκλησία τοῦ Κτίσαντος, τὴν σεπτήν σου πανήγυριν, ἀπόστολε πάνσοφε, Ἐπαφρᾶ θεόφρον, καὶ ἀνευφημοῦσα, ᾠδαῖς καὶ ὕμνοις μελιχροῖς, Χριστοῦ πρὸς δόξαν σεπτοὺς ἀγῶνάς σου, κραύγαζει· Περιφύλαττε, τῇ πανσθενεῖ ἀντιλήψει σου, Πάφου ποίμνην τὴν ἔλλογον, ἧς ποιμὴν ἐχρημάτισας.

 Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐπέφανεν ἡ τοῦ ἀποστόλου Ἐπαφρᾶ ἑόρτιος μνήμη, συγκαλοῦσα πάντας εἰς αἶνον τῶν αὐτοῦ ἀγώνων, πρὸς Εὐαγγελίου τῆς ἀγάπης διάδοσιν· Δεῦτε οὖν φιλέορτοι, ἐγκωμιάζοντες αὐτοῦ τοὺς τιμίους ἱδρῶτας, ἄχρι συναιχμαλωσίας μετὰ τοῦ Παύλου, οὗ μιμητὴς καὶ συνέκδημος πέφηνε, ταῖς πρεσβείαις αὐτοῦ καταφύγωμεν, πρὸς τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Καθολικῆς Β΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 3 -11)

δελφοί, ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, δι' ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.

 

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 25 -32)

δελφοί, ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ' εἰ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.

 

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. στ΄ 16 -23)

δελφοί, οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἤ ὑπακοῆς εἰς δικαιοσύνην; Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὅν παρεδόθητε τύπον διδαχῆς, ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

 

Λιτή. Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου καὶ ἀγάλλου ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τελοῦσα τὴν φωτοφόρον μνήμην, Ἐπαφρᾶ τοῦ πνευματοφόρου ἀποστόλου, καὶ Πάφου ἱεροφάντορος· οὗτος γὰρ παρὰ τοὺς πόδας μαθητεύσας τοῦ Παύλου, ὁδηγὸς πιστῶν ἐν Μακεδονίᾳ Μικρᾷ Ἀσίᾳ καὶ Κύπρῳ γέγονε, πρὸς σωτηρίαν ἀλάνθαστος· ἐπισκοπικῇ ἀξίᾳ ἐν τέλει σφραγίσας τὸν βίον, Κυρίῳ ἀνέδραμεν ὑπαντῆσαι, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

Ἐκ τῶν Κολοσσῶν ὁρμώμενος, καὶ φοιτήσας παρὰ τῷ ἀδύτῳ φωστῆρι Παύλῳ, τὴν χάριν ἐνεδύθης τοῦ πανσθενοῦς Παρακλήτου, καὶ ἀποστόλων ὁδοὺς ἐβάδισας, Ἐπαφρᾶ θεοτίμητε· διό σε πάντες ὡς στόμα θεῖον, καὶ κήρυκα οὐρανίων μυστηρίων, οἱ πιστοὶ ἀξιοχρέως τιμῶντες  τὰς σὰς ἐκζητοῦμεν πρεσβείας πρὸς βίον κρείττονα.

 

Ἦχος γ΄.

ς τοῦ σκεύους ἐκλογῆς, τοῦ λίαν ἀγαπήσαντός σε Παύλου, μαθητὴς ἐνθεώτατος, συνεργὸς πεφηνὼς καὶ σύνδουλος, τὸ Εὐαγγέλιον τῆς ἀγάπης τρανῶς ἐκήρυξας τοῖς πέρασι· σὺ γὰρ ἠθῶν ἀμέμπτων τῷ βίῳ, εἰκόνα διαγράψας, καὶ ἐν Πάφῳ ἐπισκοπεύσας, ἠξίωσαι δήμοις ἀποστόλων, συνευφραίνεσθαι ἐν σκηναῖς ἀλήκτου μακαριότητος,  καὶ Χριστὸν ἱκέτευειν σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.

Ἦχος δ΄.

Τὸν ἀποσταλλέντα ὑπὸ Φιλιππησίων εἰς Ῥώμην πρὸς Παύλου ἐνίσχυσιν, καὶ ἐπιστρέψαντα πρὸς αὐτοὺς εἰς χεῖρας ἔχοντα τὴν πρὸς Φιλιππησίους ἐπιστολὴν Παύλου, Ἐπαφρᾶν, τὸν ἄοκνον τοῦ Εὐαγγελίου ἐργάτην, καὶ ἀπόστολον προθύμως ἀνυμνήσωμεν λέγοντες· Βιαστὰ τῆς τῶν οὐρανῶν βασιλείας καὶ ὑπηρέτα τοῦ Λόγου, ὁ σοφὸς ψυχῶν οἰκονόμος καὶ ποιμὴν θεόκλητος, Χριστὸν ἡμῖν ἱλέωσαι, τοῖς τελοῦσιν ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.

 

Δόξα. Ὁ αὐτός.

Συνέκδημε καὶ συνεργὲ Παύλου, Ἐπαφρᾶ ἀπόστολε, τὴν δοθεῖσάν σοι χάριν δαψιλῶς οὐρανόθεν, ἱδρώτων σου ὀχετοῖς ἐπεσφράγισας· σὺ γὰρ τοῖς ἴχνεσι Χριστοῦ ἀκολουθήσας, καὶ θεηγόρου Παύλου τοῖς τρόποις μιμησάμενος θεαρέστως, τῆς Ἐκκλησίας τῆς Πάφου ἀρχιθύτης γέγονας· καὶ νῦν σὺν ἀποστόλοις καὶ ἀρχιερεῦσι δοξαζόμενος, μὴ παύσῃ σὺν αὐτοῖς Χριστὸν τὸν Θεὸν ἱκετεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον, Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τοῦ σκεύους τῆς ἐκλογῆς, ὁ μαθητὴς καὶ συνεργὸς καὶ συνέκδημος, τοῦ πρώτου μετὰ τὸν Ἕναν, τῆς Κιλικίας βλαστοῦ, Παύλου οἰκουμένης ὑφηγήτορος, ἀπόστολε ἔνδοξε, Ἐπαφρᾶ οὐρανόφοιτε, ἡδύπνουν κρίνον, Κολοσσῶν εὐωδίᾳ σου, τοῦ κηρύγματος, ὁ εὐφράνας πατρίδα σου, εὔανδρον Ἱεράπολιν, Φιλίππους πανεύφημε, Λαοδικείαν καὶ Πάφον, ἧς ἱεράρχης σοφώτατος, ἐδείχθης παμμάκαρ, ἀποστόλων ὡραιότης, τῶν ἑβδομήκοντα.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίροις, θεοειδὲς Ἐπαφρᾶ, τοῦ ἀποστόλου Παύλου τοῦ οὐρανόφρονος, καὶ κήρυκος οἰκουμένης, ἀγαπητὸς συνεργός, καὶ Χριστοῦ πρὸς δόξαν συναιχμάλωτος, ἀγάπης ἀρχέτυπον, εὐσεβείας προπύργιον, Εὐαγγελίου, κῆρυξ ὁ διαπρύσιος, καὶ θειότατος, ἀρχιποίμην καὶ πάντιμος, Πάφου πιστῶς κραυγάζοντες, τελοῦμεν τὴν μνήμην σου, τὴν ἱερὰν καὶ φωσφόρον, ψαλμοῖς εὐτάκτοις καὶ ᾄσμασι, καὶ σὰς ἱκεσίας,  πρὸς τὸν Κύριον τῆς δόξης, ἀπεκδεχόμεθα.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, δι’ οὗ ἀπέστειλαν πιστοὶ Φιλιππήσιοι, ἐνίσχυσιν εἰς τὸν Παῦλον, ὄντα ἐν Ῥώμῃ σεπτέ, Ἐπαφρᾶ ἐν ᾗπερ καὶ ἠσθένησας, βαρέος ἀπόστολε, καὶ δι’ οὗ Παῦλος ἔπεμψεν, εἰς τοὺς Φιλίππους, μετ’ ἀνάῤῥωσιν εὔφημε, αὖθις ἔκφρασιν, τῆς αὐτοῦ ἀγαπήσεως, ἐπιστολὴν θεόγραφον, Χριστῷ ὁ παμφίλτατος, ὧν οἰκοδόμος ὑπῆρχες, τῆς εὐσεβείας ἐπάλξεως, σοφὸς ὑφηγήτωρ, καὶ διδάσκαλος θεόπνους, πνευματοφόρητε.

 

Δόξα. Ἦχος πλ. δ΄.

ς ἀπόστολος Χριστοῦ πνευματέμφορος, ὁ κομίσας ἐκ Ῥώμης εἰς Φιλιππησίους, ἐπιστολὴν τοῦ ἀποστόλου τῶν ἐθνῶν Παύλου, Χριστὸν κηρύξας ἐν Λαοδικείᾳ καὶ Ἱεραπόλει, Κολοσσῶν ἐκβλάστημα καὶ Πάφου ἱεροφάντορ, ἀξίως θεόθεν Ἐπαφρᾶ, δεδόξασαι· ὅθεν τὴν μνήμην σου πανηγυρικῶς ἑορτάζοντες, καὶ μεγαλύνοντες καμάτους σου ὑπὲρ εὐσεβείας, τὰς εὐχάς σου ἐκδεχόμεθα πρὸς τὸν φιλάνθρωπον Κύριον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Συναιχμάλωτος πέφηνας καὶ συνδέσμιος, οὐρανοβάμονος Παύλου  διὰ Χριστὸν Ἰησοῦν, Ἐπαφρᾶ τῶν Ἀποστόλων κλέος πάντιμον καὶ χριστοκῆρυξ θαυμαστέ, ὁ τὴν χάριν εἰληφώς, τοῦ Πνεύματος τοῦ ἁγίου, πλουσίως καὶ θεῖος πρέσβυς, ἡμῶν πρὸς Κύριον γενόμενος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Εὐῶδες καὶ τερπνόν, κρίνον Κολοσσαέων, τρισμάκαρ Ἐπαφρᾶ, κατεμύρισας Πάφον, σοφίᾳ ἐνθέῳ σου, καὶ σεπτῇ ποιμασίᾳ σου, Παύλῳ φίλτατε, καὶ ἱερὲ συνεργάτα· ὅθεν ἅπαντες, λαμπρῶς τὴν μνήμην σου ὕμνων, τοῖς ἄνθεσι στέφομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τοῦ Παύλου συνέκδημος καὶ συνεργὸς Ἐπαφρᾶ, Χριστὸν ἐν πατρίδι σου τῇ εὐκλεεῖ Κολοσσαῖς, πανσόφως ἐκήρυξας, καὶ ἀρχιθύτης Πάφου, ἐχρημάτισας θεῖος, κλέϊσμα ἀποστόλων, ἑβδομήκοντα μάκαρ· διὸ σὲ ὡς φωστῆρα λαμπρόν, πίστεως μέλπομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν συνακόλουθον, καὶ συναιχμάλωτον, τοῦ Παύλου μέλψωμεν, τοῦ οὐρανόφρονος, πνευματοφόρον Ἐπαφρᾶν ὡράϊσμα Ἐκκλησίας, ἀποστόλων σέμνωμα, τοῦ χοροῦ ἑβδομήκοντα, λογικὸν ποιμάναντα, θεαρέστως τὸ ποίμνιον, τῆς Πάφου ὁλοθύμως βοῶντες· Χαῖρε τῆς εὐσεβείας στόμα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. ι΄ 16 - 21 ): Εἶπεν ὁ Κύριος τοῖς αὐτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει... (Ζήτει τῇ Η΄ Νοεμβρίου)

Ὁ Ν΄ ψαλμός

Δόξα: Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...

Χριστὸν ἐν σῇ πατρίδι Κολοσσαῖς μεγάλως κηρύξας, ἐν Φιλίπποις, Ἱεραπόλει, Λαοδικείᾳ καὶ Πάφῳ, ἐπάλξεις πίστεως ἐγείρας Ἐπαφρᾶ ἀπόστολε, θεόθεν ἀξίως δεδόξασαι· διὸ σὴν μνήμην ὕμνων ἄνθεσι καταστέφοντες, τὸν σὺν νοεροῖς Ἀγγέλοις τῷ θρόνῳ Θεοῦ παρεστῶτα, τὰς πρὸς Κύριον ἀδιαλείπτους εὐχάς σου ἐκδεχόμεθα.

 

Εἶτα ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχίς: Ἐπαφρᾶν, Παύλου ὑμνῶ συστρατιώτην. Χ.Μ.Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

κθύμως ὑμνήσωμεν, τοῦ θείου Παύλου τὸν σύνδουλον, καὶ θεῖον διάκονον, τῆς Ἐκκλησίας Χριστοῦ, ὡς ἀπόστολον, νῦν Ἐπαφρᾶν τοῦ Λόγου, σεπτὸν τὸν φωτίσαντα, κτίσεως πέρατα.

Ποιμένα θεόσδοτον, καὶ ἱεράρχην θειότατον, ἐν ᾄσμασι στέψωμεν, νῦν μελιχροῖς Ἐπαφρᾶν, παναοίδιμον, τῆς Πάφου ἱεράρχην, ἧς θρόνον ἐκλέϊσε, λόγοις καὶ πράξεσι.

τίμητον καύχημα, Κολοσσαέων ἐκήρυξας, Χριστοῦ Εὐαγγέλιον, τὸ σωστικὸν Ἐπαφρᾶ, θεοκήρυκος, συνέκδημε τοῦ Παύλου, οὗ σύνδουλος πέφηνας, καὶ συναιχμάλωτος.

Θεοτοκίον.

Φωτὸς θείου Δέσποινα, πηγὴ λαμπὰ Μητροπάρθενε, ἀφράστως ἐκύησας, τὸν Φωτοδότην Χριστόν, τὸν σκεδάσαντα, ἡμῶν θανάτου ζόφον, καὶ πάντας ἑλκύσαντα, πρὸς ἀφθαρτότητα.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

οαῖς Ἐπαφρᾶ τῶν σῶν ἱδρώτων, ἰλύος ἐκάθηρας ψυχάς, τῶν οἰκιστῶν ἀπόστολε, τῶν Κολοσσῶν πατρίδος σου, Λαοδικείας ἔνθεε, καὶ πάνυ Ἱεραπόλεως.

πόστολε δόξης ἠξιώθης, μεγίστης ἐν πόλῳ Ἐπαφρᾶ, ὡς κῆρυξ διαπρύσιος, τῆς ἀληθείας ἅγιε, τοῦ θείου Παύλου σύνδουλε, Ἀγγέλοις συνευφραινόμενος.

Νῦν πάντες ὑμνοῦμέν σε ἀξίως, ὡς πίστεως γέρας Ἐπαφρᾶ, τοῦ Παύλου συναιχμάλωτε, καὶ συνεργὲ φιλόπονε, Χριστοῦ τὸ θεῖον ὄνομα, ὁ μεγαλύνας ἀγῶσί σου.

Θεοτοκίον.

Παρθένε καρδίαν μου νοσοῦσαν, φαρμάκῳ θεράπευσον τῶν σῶν, εὐχῶν καὶ τὸν μισόκαλον, ἀπαύστως πολεμοῦντά με, τῇ σῇ ἰσχύϊ σύντριψον, εὐλογημένη Παντάνασσα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Στόμα ἥδιστον, χριστοκηρύκων, ἑβδομήκοντα, σεπτῆς χορείας, ἀποστόλων Ἐπαφρᾶ μάκαρ κλέϊσμα, ἀγαπητὲ συνεργὲ καὶ συνέκδημε,

τοῦ θείου Παύλου ἐπίσκοπος γέγονας, Πάφου ἔνθεος, ἰθύνας σὴν ποίμνην ἔλλογον, πρὸς εὔκλειαν ἐν πόλῳ ἀτελεύτητον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

ποστόλων κοσμιότης Ἐπαφρᾶ συναιχμάλωτε, Παύλου τοῦ Ὑψίστου  κλῆσιν ἐμεγάλυνας πάνσεπτον, διαγωγῇ σου ἀμέμπτῳ καὶ κηρύγμασι, θεοπνεύστοις σου, τῶν ἑβδομήκοντα ἔξαρχε.

ψιπέτα εὐσεβείας ἀετὲ καὶ χρηστότητος, πτέρυγας ψυχῆς σου Παύλου διδαχαῖς διεπέτασας, πρὸς δυσαντίβλεπτα ὕψη τελειότητος, Πάφου ἔφορε,  ὦ Ἐπαφρᾶ ἱερώτατε.

Λαμπηδὼν ἠθῶν ἀρίστων Ἐπαφρᾶ κατηνάλωσας, βίον διαδόσει  τοῦ Εὐαγγελίου τῆς χάριτος, καὶ ἀνεβόας· Οὐκ ἔχω πόλιν μένουσαν, ἀλλὰ μέλλουσαν, ἐπιζητῶ τὴν οὐράνιον.

Θεοτοκίον.

μβροις σῆς φιλανθρωπίας Μητροπάρθενε κάθαρον, ταπεινούς σου δούλους, σὲ τοὺς εὐλαβῶς μακαρίζοντας, ἡμῶν ψυχῶν τὰς στολὰς ἀποκαθαίρουσα, καὶ ἐνδύουσα, ἡμᾶς στολὰς ἀφθαρτότητος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

μνοῦμεν, ἀπόστολε, τῶν Κολοσσῶν ἐκβλάστημα, μάκαρ Ἐπαφρᾶ τοὺς σοὺς ἀγῶνας, πρὸς ἀληθείας τοῦ φιλανθρώπου Θεοῦ, κραταίωσιν κλήσεως σεπτῆς, καὶ ψυχῶν πρὸς θέωσιν, εὐλαβῶν καθοδήγησιν.

πὲρ θείας πίστεως ἐμόχθησας ἀπόστολε, Ἐπαφρᾶ συνέκδημε τοῦ Παύλου, ὁ εἰς Φιλίππους, ἀποσταλεὶς ὑπ’ αὐτοῦ, πρὸς στήριξιν τοῦ πιστοῦ λαοῦ, γνόντος τὴν ἀλήθειαν, ὑπ’ αὐτοῦ διδασκάλου σου.

Μεγάλως ὑμνοῦμέν σου, τοὺς νυχθημέρους πόνους σου, Ἐπαφρᾶ ἀπόστολε ἐν Πάφῳ, ἧς ἀρχιθύτης, ὑπῆρχες θεοειδής, καὶ ταύτης ποιμὴν τῶν λογικῶν, τῶν προβάτων ἄγρυπνος, ἱεράρχα θεόληπτε.

Θεοτοκίον.

Ναὲ ἀχειρότευκτε, Θεοῦ τοῦ Λόγου Δέσποινα, Κεχαριτωμένη Θεοτόκε, ἐν τῇ νηδύϊ, τῇ σῇ πανάγνῳ Αὐτὸν ἐχώρησας· ὅθεν τῶν πιστῶν, ὕμνοις καταστέφει σε, μελιχροῖς ἡ ὁμήγυρις.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

ς ἀποστόλων ὁμότροπον, καὶ Παύλου συνεργὸν καὶ συνέκδημον, ἐγκωμιάζομεν, σὲ Ἐπαφρᾶ τὸν μοχθήσαντα, ὑπὲρ Χριστοῦ ἀόκνως σεπτοῦ ὀνόματος.

Σοφῶς τῆς Πάφου ἐποίμανας, τὴν λογικὴν ἀγέλην καὶ ἴθυνας, ταύτην πρὸς δώματα, τῶν οὐρανῶν πνευματέμφορε, ὦ Ἐπαφρᾶ σοφίας  Θεοῦ ὁ ἔμπλεως.

μνοῦμεν σὲ ὡς πολύφωτον λυχνίαν, Ἐπαφρᾶ φῶς ἐκλάμπουσα ἄδυτον πέρασιν, Εὐαγγελίου μακάριε, τῶν ἀποστόλων κλέος τῶν ἑβδομήκοντα.

Θεοτοκίον.

Σοῦ ἐκ νηδύος ἀνέτειλεν, ὁ Ἥλιος τῆς δόξης σκοτόμαιναν, εἰδώλων πίστεως, διασκεδάσας πυρσεύμασιν, Αὐτοῦ τῆς ἀληθείας, Θεογεννήτρια.

Κοντάκιον. Ἦχος πλ΄ δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν συνεργὸν καὶ συναιχμάλωτον τιμήσωμεν, τοῦ θείου Παύλου Ἐπαφρᾶν τὸν πνευματέμφορον, ἀποῤῥήτου χριστοκήρυκα, Θεοῦ Λόγου  τῆς κενώσεως, ἐξ ἧς ἡμῖν ἡ λύτρωσις ἀποῤῥέει, τοῖς δεδουλωμένοις πάθεσι, πόθῳ κράζοντες· Χαίροις πάνυ ἀπόστολε.

Ὁ Οἶκος.

οκνε χριστοκῆρυξ Ἐπαφρᾶ, θείου Παύλου συνέκδημε καὶ σύνδουλε, κλῆσιν ὁ δοξάσας σοῖς λόγοις Χριστοῦ, Πάφου ποιμενάρχης ἱερὸς πέφηνας, τῆς νῦν τιμώσης μνήμην σου, ἐν ὕμνοις καὶ ψαλλούσης πόθῳ·

Χαῖρε, δοχεῖον Θεοῦ σοφίας·

χαῖρε, πυξίον τῆς εὐσεβείας.

Χαῖρε, Κολοσσῶν ἱερώτατον βλάστημα·

χαῖρε, θεϊκῶν χαρισμάτων ἀμάρυγμα.

Χαῖρε, Παύλου συναιχμάλωτε ἱερὲ καὶ συνεργέ·

χαῖρε, Κτίστου φίλε γνήσιε καὶ εὐκλείας κονωνέ.

Χαῖρε, φανὸς ἐν σκότει τοὺς κειμένους φωτίζων·

χαῖρε, κρουνὸς τὸ νάμα σωτηρίας ἐκβλύζων.

Χαῖρε, οἰκέτα Λόγου τοῦ Κτίσαντος·

χαῖρε, ὀλέτα πλάνου ἀλάστορος.

Χαῖρε, ἐν Κύπρῳ Χριστὸν ὁ κηρύξας·

χαῖρε, ἐν Πάφῳ λαὸν ἀγαπήσας·

Χαίροις, πάνυ Ἀπόστολε.

 

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἐπαφρᾶ, ἐπισκόπου Πάφου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ελέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Τὸν ὁλόφωτον, πυρσὸν Θεοῦ τῆς χάριτος ἐγκωμιάσωμεν, θεοειδῆ Ἐπαφρᾶν, τοῦ Παύλου συνέκδημον καὶ συναιχμάλωτον, καταυγάσαντα,  αὐτοῦ λόγων πυρσεύμασι, καὶ ποιμαντορίας Πάφον.

όδον πίστεως Κολοσσαέων βλάστημα, ἡδυτερπὲς Ἐπαφρᾶ, κατηύφρανας ἅπαντας τῇ εὐωδίᾳ σου, τοῦ κηρύγματος, καὶ ζήλου τοῦ ἐνθέου σου, ἀποστόλων κοσμιότης.

Ἀκατάβλητε, ἀπόστολε διήγειρας πρὸς ἐπιγνώσεως, φῶς Ἐπαφρᾶ, τοῦ Θεοῦ ἐν σκότει καθεύδοντας εἰδώλων ἔνθεε, ἀθεΐας τε, καὶ ἀγνωσίας λόγοις σου καὶ διδάγμασι πυρφόροις.

Θεοτοκίον.

Τὴν σκοτόμαιαν παθῶν ἡμῶν διάλυσον, τῶν τυραννούντων με, τῷ ἀνεσπέρῳ φωτί, Υἱοῦ τοῦ πανσέπτου σου, φωταγωγήσαντος, πάσης κτίσεως, τὰ περατα Μητρόθεε, Ἰησοῦ τοῦ Φωτοδότου.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

ερὸν Κολλοσαέων εὖχος, τοῖς ῥείθροις τῶν διδαχῶν σου καθηγίασας, Ἐπαφρᾶ ἀπόστολε, Κολοσσὰς πατρίδα σου, Λαοδικείαν εὔσημον, τὴν Ἱεράπολιν, καὶ ἐν Μακεδονίᾳ Φιλίππων πόλιν, συνοδῖτα  καὶ συνεργὲ τοῦ Παύλου.

ς πνευματοφόρων ἀποστόλων διάκοσμον, θεῖον ἐκ τῶν ἑβδομήκοντα, σὲ ἐγκωμιάζομεν, Ἐπαφρᾶ ἀοίδιμε, καὶ τὴν ἁγίαν μνήμην σου νῦν ἑορτάζοντες, βοῶμέν σοι· Ἐχθροῦ ἐπηρείας, σαῖς θερμαῖς πρεσβείαις, τοὺς σοὺς ἱκέτας ῥῦσαι.

Ταῖς θερμαῖς τοῦ Παύλου ἱκεσίαις ὁ Ὕψιστος, ἀσθενοῦντα σὲ ἠλέησεν, Ἐπαφρᾶ μακάριε, ὄντα παραπλήσιον θανάτου, καὶ πρὸς στήριξιν εἰς πίστιν ἔνθεε, εἰς δῆμον ἀπεστάλης Φιλίππων ὑπ’ αὐτοῦ, θεόφρον, τῆς εὐσεβείας κῆρυξ.

Θεοτοκίον.

δυμόλποις ᾄσμασι καὶ ὕμνοις ἀπαύστως σέ, Θεοτόκε μεγαλύνομεν, τὴν ἀφράστως τέξασαν, Λόγον τοῦ Παντάνακτος Χριστόν, Σωτῆρα κτίσεως, Θεὸν εὐΐλατον, ῥυσάμενον κατάρας ἀρχαίας γένος τῶν ἀνθρώπων, ἐκ τῆς φθορᾶς θανάτου.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νίκας κατ’ ἐχθρῶν, ἀπόστολε βράβευε, τοῖς ἑορτάζουσιν, Ἐπαφρᾶ τὴν μνήμην σου, τὴν λαμπροφόρον, κλεινὲ ἀπόστολε, ὁ Παύλου συνακόλουθος καὶ Πάφου πρόεδρος, Ἐκκλησίαν, ὁ λαμπρύνας λόγοις σου, ὑπερφώτοις τοῦ Λόγου τοῦ Κτίσαντος.

Χαῖρε ὁ φωτί, τῆς ἄνω λαμπρότητος περιχεόμενος, Ἐπαφρᾶ πανεύφημε, εἱρκτὴν σὺν Παύλῳ τῷ διδασκάλῳ σου, ὁ ὑπομείνας κράζοντες σὲ ἱκετεύομεν· Ῥῦσαι βλάβης, τοῦ δεινοῦ ἀλάστορος, τοὺς τιμῶντας σὴν μνήμην ἀπόστολε.

Μέλποντες ᾠδαῖς, εὐήχοις καὶ ᾄσμασι σὲ ἑορτάζομεν, Ἐπαφρᾶ ἀπόστολε, τὴν σεβασμίαν καὶ θείαν μνήμην σου, καὶ πόθῳ ἀνακράζομεν· Παύλου συνέκδημε, ῥῦσαι πάντας, ζοφερᾶς κολάσεως, αἰωνίου τοὺς σὲ μακαρίζοντας.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, πηγὴ ζωοπάροχε, ἡ ἀναβλύσασα, ὕδωρ τὸ ἀθάνατον, τὸν Ζωοδότην Χριστὸν καὶ Κύριον, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου, ἐνθέρμοις νάματα, δὸς πιεῖν μοι σωτηρίας ἄχραντε, τῷ προστρέχοντι, χάριτι θείᾳ σου.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν σύνδουλον τὸν φίλτατον, μεγίστου θεοκήρυκος, τοῦ θεοῤῥήμονος Παύλου, καὶ τῆς Χριστοῦ Ἐκκλησίας, διάκονον τὸν πάνσεπτον ἐκθύμως εὐφημήσωμεν, ὡς Πάφου οὐρανόσδοτον ἀρχιερέα, φωσφόρον, νῦν Ἐπαφρᾶν τὸν θεόπνουν.

Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !

Παύλου συνεργὲ ἀνύστακτε, συστρατιῶτα σεμνέ, καὶ αὐτοῦ χρείαις ἄοκνε, λειτουργὲ ἐσκήνωσεν, ἐν ψυχῇ σου τοῦ Πνεύματος, τοῦ παναγίου  ἡ χάρις πάνσοφε, καὶ ἀποστόλων τῶν ἑβδομήκοντα, κλέος ἀνέδειξεν, Ἐπαφρᾶ θεσπέσιε καὶ φωταυγῆ, Λύχνον πᾶσι φαίνοντα, κόσμου τοῖς πέρασι.

 

Παύλου θεῖε συναιχμάλωτε, ἐν τῷ Χριστῷ Ἰησοῦ, ἀποστόλων ὁμόσκηνε, καὶ βλαστὲ θεοτίμητε Κολασσαέων, ὅλῃ καρδίᾳ σου ἐν νήσῳ Κύπρῳ, τὸ Εὐαγγέλιον πόθῳ ἐκήρυξας, καὶ τῆς Πάφου ἔνδοξος ἀρχιερεύς, Ἐπαφρᾶ γεγένησαι, τῆς νῦν τιμώσης σε.

 

Μνήμην τὴν σεπτήν σου σήμερον, θεοειδὲς Ἐπαφρᾶ, ἐκτελοῦντες γηθόμενοι, εὐσεβῶν οἱ σύλλογοι, ἐν χορῷ ἀνακράζομεν· Τῆς ἀληθείας  σοφὲ διδάσκαλε, καὶ σωφροσύνης φωστὴρ ἀείφωτε, σαῖς παρακλήσεσι  πρὸς Χριστὸν κατεύθυνε, τοὺς ἐν σκιᾷ, καθημένους ἔνδοξε, ζοφώδους πτώσεως.

 

Μάκαρ Ἐπαφρᾶ, τὸ φρόνημα, τηρήσας σοῦ τῆς ψυχῆς, ἐν κινδύνοις ἀδούλωτον, εἰς τὴν νῆσον ἔφθασας, Κύπρον ἥνπερ διέσχισας, Χριστοῦ κηρύττων τὸ Εὐαγγέλιον, καὶ ἐπινεύσει τοῦ θείου Πνεύματος, ποίμνην τὴν ἔλλογον, Πάφου καθωδήγησας πρὸς ἀτραπούς, ἀρετῆς χρηστότητος,  καὶ ἀφθαρτότητος.

 

Δόξα. Ἦχος πλ. α΄.

Κολοσσαέων τὸ κλέος καὶ Ἀποστόλων τὸν σύναυλον, τὸν τοῦ θείου Παύλου ἀγαπητὸν συνεργὸν καὶ συστρατιώτην, Ἐπαφρᾶν τὸν θειότατον τῆς εὐσεβείας κήρυκα, οἱ πιστοὶ ἐγκωμιάσωμεν ἀπὸ καρδίας ψάλλοντες· Πιστὲ διάκονε τοῦ Χριστοῦ καὶ ὑπηρέτα τοῦ Εὐαγγελίου, ὁ σύνδουλος τοῦ οὐρανοβάμονος τῶν ἐθνῶν ἀποστόλου καὶ Πάφου ἀρχιθύτης γενόμενος, μὴ παύσῃ τοῦ Κυρίου δεόμενος ὑπὲρ τῶν τιμώντων τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς..

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Σύνδουλε τοῦ Παύλου καὶ συνεργέ, ἱεράρχα Πάφου, τῆς ἐν Κύπρῳ περικλεές, Ἐπαφρᾶ κοσμῆτορ, χοροῦ τῶν ἀποστόλων, ἀξίως ἐπαινοῦμεν,

σοῦ τὰ παλαίσματα.

 

Σάββατο 5 Απριλίου 2025

ΑΠΡΙΛΙΟΣ 26. ΟΣΙΟΣ ΚΑΛΑΝΔΙΩΝ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΑΠΡΙΛΙΟΣ ΚΣΤ!!

ΚΑΛΑΝΔΙΩΝ ΟΣΙΟΣ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ΄, καὶ τοῦ Ὁσίου γ΄. Ἦχος δ . Ἔδωκας σημείωσιν.

Φαιδρὰ ἐξανέτειλε, καθάπερ ἥλιος Ὅσιε, ἡ πανέορτος μνήμη σου, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ καταυγάζουσα πιστῶν, τὰς διανοίας φέγγει δογμάτων σου· αὐτὴν οὖν ἑορτάζοντες, περιχαρῶς σε γεραίρομεν, καὶ πιστῶς μακαρίζομεν, Καλανδίων Πατήρ ἡμῶν.

 

Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας· ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὅν σοι ἡτοίμασε Χριστός, ὁ κατ’ ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν· ὧν καὶ νῦν ἡμᾶς δρέψασθαι, θεοφόρε δυσώπησον.

 

Πάθη τὰ τοῦ σώματος, δι’ ἐγκρατείας ἐμάρανας, καὶ συντόνου δεήσεως, καὶ ὄφιν τὸν δόλιον, τῶν δακρύων ὄμβροις, ἀπέπνιξας μάκαρ, καὶ εὐηρέστησας Θεῷ, ὑπερβαλλόντως θεόφρον Ὅσιε · διό σε κατεκόσμησεν, ἐπουρανίοις χαρίσμασι, Καλανδίων Πατὴρ ἡμῶν, Ἰησοῦς ὁ φιλάνθρωπος.

 

Δόξα. Ἦχος πλ. β΄.

Θεία χάρις ἀπῃώρητο ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, ἡγιασμένε Καλανδίων· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου, πίστει προσερχόμενοι, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμεθα. Ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιών το Ανάγνωσμα. [Κεφ. 10. 7&3, 13-16 & εκλογή]

Μνήμη δικαίου μετ' ἐγκωμίων, καί εὐλογία Κυρίου ἐπί κεφαλήν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὗρε σοφίαν, καί θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γάρ αὐτήν ἐμπορεύεσθαι, ἤ χρυσίου καί ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστί λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδέν πονηρόν, εὕγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δέ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γάρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δέ καί ἔλεον ἐπί γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνά γάρ ἐρῶ, καί μακάριος ἄνθρωπος, ὅς τάς ἐμάς ὁδούς φυλάξει. Αἱ γάρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καί ἑτοιμάζεται θέλησις παρά Κυρίου. Διά τοῦτο παρακαλῶ ὑμᾶς καί προΐεμαι ἐμήν φωνήν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγώ ἡ Σοφία κατεσκεύασα βουλήν καί γνῶσιν καί ἔννοιαν, ἐγώ ἐπεκαλεσάμην. Ἐμή βουλή καί ἀσφάλεια, ἐμή φρόνησις, ἐμή δέ ἰσχύς. Ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ, οἱ δέ ἐμέ ζητοῦντες εὐρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δέ ἀπαίδευτοι ἕνθεσθε καρδίαν. Εἰσακούσατέ μου καί πάλιν, σεμνά γάρ ἐρῶ, καί ἀνοίγω ἀπό χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ο λάρυγξ μου, ἐβδελυγμένα δέ ἐναντίον μού χείλη ψευδῆ. Μετά δικαιοσύνης πάντα τά ρήματα τοῦ στόματός μου, οὐδέν ἐν αυτοῖς σκολιόν, οὐδέ στραγγαλιῶδες, Πάντα εὐθέα ἐστί τοῖς νοοῦσι, καί ὀρθά τοῖς εὐρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπίς ὑμῶν, καί πλησθήσεσθε Πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. ᾽Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτους ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαψαῖς κόσμον κατεπλούτισας Πάτερ· ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, ἱεράρχα Καλανδίων.

 

Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, τῶν Ἀρόδων ὁ φρουρός, καὶ Κυπρίων τὸ θεῖον καύχημα, Καλανδίων ἰατρὲ καὶ θαυματουργὲ Ὅσιε, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Τῶν ἁγίων λειψάνων σου, τῶν θαυμάτων τὴν ἐνέργειαν, ἣν πελαγίζουσι τοῖς προσερχομένοις μετὰ πίστεως, δώρησαι πᾶσι τὴν ἴασιν θαυμαστὲ Ὅσιε Καλανδίων, πρέσβευε ὑπὲρ τῶν ἐκτελούντων, τὸ ἱερόν σου μνημόσυνον.

 

Ψαλμῳδικῶς βοήσώμεν πιστοί· δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ θαυμαστώσαντι τὸν δοῦλον αὐτοῦ, ἱερὸν Καλανδίωνα, τῶν Ὁσίων τὸ ἀκροθίνιον, καὶ τῶν θαυμάτων τὸν ἀέναον ποταμόν, καὶ τῶν Ἀρόδων τὸν μέγιστον ἀντιλήπτορα· αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Καλανδίων Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν· μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων· μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἡ ἱερὰ κεφαλή, τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ κανὼν ὁ μέγας ὁ φανότατος, πυρσὸς ὁ τὴν νίκην, διακηρύττων τοῖς πέρασιν, ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι, ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τελοῦσι, τὴν παναοίδιμον μνήμην σου, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ἱερώτατος νοῦς, τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστὴρ ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκέδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, ἀσθενῶν ἡ ἀντίληψις, ὅρμος ὁ γλαηνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου, περιστατούμενοι σώζονται· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται

Χαίροις, ὁ τῶν Ἀρόδων φρουρός, καὶ τῶν Κυπρίων ὁ φωστὴρ ὁ λαμπρότατος, τὸ καύχημα πάσης Πάφου, τῶν ἀσθενούντων πιστῶν, ἡ ταχεῖα Ἅγιε ἀντίληψις, πνευμάτων ἐνέργειαν, ἀπωθῶν ὦ θαυμάσιε, ἀδικουμένων, βοηθὸς ἑτοιμότατος, καὶ πρὸς Κύριον, ὁδηγῶν τὰς ψυχὰς αὐτῶν· ὅθεν τοὺς ἐκτελοῦντάς σου, τὴν θείαν πανήγυριν, φύλαττε πάσης κακίας, ἐκδυσωπῶν τὸν φιλάνθρωπον, Χριστὸν σαῖς πρεσβείαις, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, Βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχῦ προκατάλαβε

Ὡς φύλακα ἄγρυπνον τῆς Ἐκκλησίας Χριστοῦ, τῆς Πάφου ἀγλάϊσμα, Ἀρόδων καύχημα, σοφὸν Καλανδίωνα, θεῖον ἀρχιερέα, τῶν θαυμάτων τὴν βρύσιν, ἱκετεύσωμεν πάντες, ἵνα λυτρωθῶμεν ταχέως, τῶν συμφορῶν καὶ τῶν περιστάσεων.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν πηγὴν τῶν θαυμάτων ὡς ἐφικτόν, ἀνεδέξω παμμάκαρ παρὰ Χριστοῦ, τὰ πάθη ἰώμενος, τῶν προσδραμόντων τῷ τάφῳ σου, μετὰ πίστεως ἔνδοξε· ὡς γὰρ ποιμὴν ὑπάρχων, καὶ κῆρυξ τῆς πίστεως, τοῦ ἀληθοῦς Ποιμένος τοὺς λόγους ἐτήρησας· ὅθεν παῤῥησίαν, πρὸς Αὐτὸν κεκτημένος, Πατὴρ ἡμῶν μακάριε, ἀνθρώπους διέσωσας, ἐκ κινδύνων πανεύφημε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν σεβάσμιον μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα

Τὸν ἀξιΰμνητον, καὶ θεῖον πρόεδρον, τὸν Καλανδίωνα, Ἀρόδων καύχημα, δεῦτε φιλέορτοι πιστοί, ἀξίως ἀνυμνήσωμεν· οὗτος γὰρ ἐξέλαμψεν, ὡς ἀστὴρ φαεινότατος· πάντας γὰρ ἐφώτισε, ταῖς σοφαῖς παραινέσεσι· διὸ οἱ συνελθόντες αὐτῷ βοήσωμεν· Πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ

Τὸν ἔνδοξον πιστοί, Καλανδίωνα πάντες, Ἀρόδων τὸν φρουρόν, καὶ σοφὸν ἱεράρχην, ὃς πάντας ἐφώτισε, διδαχαῖς ταῖς τοῦ Πνεύματος, δεῦτε σήμερον, τῇ ἱερᾷ αὐτοῦ μνήμῃ, ἀνυμνήσωμεν, ἀπὸ βαθέων καρδίας, πιστῶς ἑορτάζοντες.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. δ΄25- ε΄ 12): Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας... (Ζήτει τῇ Ι΄ Ἰανουαρίου)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν Αὐτοῦ θείων μυστηρίων, τῶν Κυπρίων ἀγλάϊσμα, τῶν Ἀρόδων τὸ καύχημα, Καλανδίων Πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ τῶν ἐπιτελούντων, τὴν πανσεβάσμιον καὶ θείαν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Ἁμαρτιῶν, τάφῳ δεινῷ συσχεθέντα με, τῇ ἀθανάτῳ νεύσει σου, καὶ τῇ εὐσπλάγχνῳ σου, ἀναστήσας παλάμῃ, ζώωσον ὡς οἰκτίρμων, καὶ πολυέλεος.

Τὰς γενικάς, τῶν ἀρετῶν τελειότητας, τετραμετρῶς κτησάμενος, καὶ ὡς ἐν ἅρματι, ἐπιβὰς θεοφόρε, εἰς νύσσαν θεωρίας, ἤχθης ἐκ πράξεως.

Σὺ τῆς ζωῆς, τῆς ἀκηράτου δεξάμενος, ἐκ τοῦ κρατῆρος Ὅσιε, τὸ θεῖον ἔπιες, καὶ νηφάλιον πόμα· διὸ καὶ τῆς σοφίας, δοχεῖον γέγονας.

Δεῦτε πιστοί, τὸν ἱεράρχην ὑμνήσωμεν, τὸν Καλανδίωνα, καὶ τῶν Ἀρόδων, ὡς φρουρὸν ἀντιλήπτορα, καὶ Χριστὸν δοξάσωμεν, τὸν δορήσαντα αὐῷ, θαυμάτων τὴν ἐνέργειαν.

Θεοτοκίον.

Τὸν τοῦ Πατρός, Λόγον τῷ λόγῳ συνείληφας, καὶ ὑπὲρ λόγον τέτοκας· καὶ μετὰ κυήσιν, ὑπὲρ φύσιν καὶ λόγον, Παρθένος ὡς πρὸ τόκου, πάλιν διέμεινας.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.

Τῷ ὅπλῳ τοῦ Σταυροῦ θωρακισάμενος, τὸ θεῖον ἐκτύπωμα τοῦ Σωτῆρος, περιγράφων προσεκύνεις εὐσεβῶς, πατρικοῖς ἐφεπόμενος θεσπίσμασιν.

Ἡ ποίμνη τὸν ποιμένα σε ποθήσασα, τὸν ταύτην κατ’ ὄνομα, συγκαλοῦντα, καὶ τοὺς λύκους ἐκδιώκοντα, τῇ τῆς πίστεως ῥάβδῳ σοὶ προστρέχει σοφέ.

Ὡς πάλαι Ἰωσὴφ τοῦ θείου σώφρονος, τὸ σῶμα ὁ Ἰσραὴλ συγκομίζει, οὕτω νῦν ἡ Ἐκκλησία Χριστοῦ, τὴν σορὸν τῶν λειψάνων σου σεβάζεται.

Θεοτοκίον.

Ναὸς καὶ ἱερὸν κατοικητήριον, τοῦ Λόγου ὑπάρχουσα Θεοτόκε, τῶν πταισμάτων ἱλαστήριον, Παναγία γενοῦ μοι θεονύμφευτε.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Πᾶσαν ἤρδευσας, χώραν τῆς Πάφου, ὥσπερ νάμασι, ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐκβλύζων τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγὴ ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὦ Πάτερ Ὅσιε· Ὃν ἱκέτευε, ὡς παῤῥησίαν κεκτημένος θεόπνευστε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Κιβωτὸς ἁγιάσματος, ἐξ ἧς πηγὴν ἰάσεων ἀντλοῦμεν, ἡ σορός σου γέγονε, τοῖς τιμῶσί σε.

Ἡ σορὸς τῶν λειψάνων σου, βρύει ἰαμάτων θεῖα νάματα, θεοφόρε Καλανδίων, πανσεβάσμιε.

Κατὰ χρέος τιμῶμέν σου, τὴν τῶν λειψάνων μάκαρ μυροθήκην, ὡς ζωῆς πηγάζουσαν, εὐωδίαν πιστοῖς.

Θεοτοκίον.

Νοητόν Σε παράδεισον, τῆς ζωῆς τὸ ξύλον δεξαμένην, ἐν γαστρὶ Παρθένε, Χριστὸν δοξάζομεν.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Ἱεραρχῶν καλλονή, καὶ τῶν Ἀρόδων φρουρὸς ἄγρυπνος, τοὺς προσερχομένους, ἐν τῷ σεπτῷ ναῷ σου, καὶ τὴν μνήμην σου, τελοῦντας περίσωζε.

Ἡ ἱερά σου σορός, τὰ τῶν δαιμόνων πονηρὰ πνεύματα, ὡς φοβερὰ μάστιξ ἐκδιώκει, καὶ νίκην κατ’ αὐτῶν, Καλανδίων τάχος, ἰάσεως χαρίζεται.

Λαὸς τῆς Πάφου πιστῶς, ἐπὶ τῇ μνήμῃ τοῦ Καλανδίωνος, λαμπρῶς γεραίρει, καὶ τοῦτον ᾄσμασι θείοις ὑμνεῖ, ἐν ὅλῃ καρδίᾳ, φαιδρῶς ἀγαλλόμενος.

Θεοτοκίον.

Ὡραιωθεῖσα σεμνή, τῇ ἐπελεύσει τοῦ σεπτοῦ Πνεύματος, Θεὸν μαζοῖς θηλάζεις, καὶ τούτων συνέχεις ἀγκάλαις, τὸν πᾶσαν τὴν κτίσιν, παλάμαις συνέχοντα.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ἀρετῶν ὁρμαθὸν κατεπλούτησας, τήν τε θεωρίαν τῶν ἄνω ἐπέτυχες· διὸ πολλῶν ἠξίωσαι, Καλανδίων θαυμάτων τῇ ποίμνῃ σου.

Συνελθόντας ἡμᾶς καὶ τελοῦντάς σου, μνήμην τὴν παγγέραστον ἔνδοξε Ἅγιε, ἀπὸ κινδύνων λύτρωσαι, ἀναγκῶν καὶ δεινῶν περιστάσεων.

Θαυμαστὸς ὁ Θεὸς ὁ δωρούμενος, σοὶ θείαν ἐνέργειαν τῶν θαυμασίων σου, καὶ τὴν πληθὺν ἰάσεων, ἃς δεχόμενοι πάντες τιμῶμέν σε.

Θεοτοκίον.

Τὸν ἀπόῤῥητον τρόπον τοῦ τόκου Σου, γλῶσσαι γηγενῶν καὶ Ἀγγέλων γεραίρουσι, τῶν ποιημάτων Δέσποινα, ὑπερτέραν Σε πάντων δοξάζουσαι.

 

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τῶν θαυμάτων εἴληφας, τὴν θείαν χάριν θεόφρον, Καλανδίων Ἅγιε, θαυματουργὲ θεοφόρε, ἅπαντα, τὰ τῶν πιστῶν πάθη ἀποκαθαίρων, πνεύματα, τῆς πονηρίας Πάτερ ἐλαύνων· διὰ τοῦτό σε ὑμνοῦμεν, ὡς μέγαν μύστην, Θεοῦ τῆς χάριτος.

Ὁ Οἶκος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ, ὃς ἐθαυμάστωσε καὶ τὸν Αὐτοῦ θεράποντα ἱερὸν Καλανδίωνα· διὰ γὰρ τὴν ἱερὰν καὶ σεβάσμιον πολιτείαν καὶ τὸν ἐνάρετον βίον αὐτοῦ, ὁ Κύριος ἐδόξασε τοῦτον ἐπὶ τῆς γῆς, διὰ τῆς τῶν θαυμάτων ἐνεργείας, καὶ ἐν τοῖς οὐρανοῖς μετὰ τῶν ἐνδόξων ἱεραρχῶν τε καὶ ὁσίων, κατ’ ἀξίαν ἐσκήνωσε· διὸ οἱ τῷ θείῳ αὐτοῦ ναῷ μετὰ πίστεως προσπελάζοντες, καὶ αὐτοῦ τὰ ἱερὰ λείψανα μετ’ εὐλαβείας ἀσπαζόμενοι, τῶν ἰαμάτων τὴν χάριν ἀρύονται· τὴν δὲ τῶν Ἀρόδων κώμην φυλάττει ἐκ πάσης περιστάσεως, καὶ φρουρεῖ αὐτὴν ἀκύμαντον ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, ὡς μέγας μύστης, Θεοῦ τῆς χάριτος.

 

Συναξάριον.

Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Καλανδίωνος τοῦ Ἱεράρχου, ἀσκήσαντος ἐν Ἀρόδαις Πάφου, καὶ τῶν συνασκητῶν αὐτοῦ· Ἀγαπίου καὶ Βαρλαάμ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς

Τῇ θείᾳ ῥοπῇ, ἀδιάφθορα τηρεῖται τὰ ἐντάφια· καὶ τὰ ὀστᾶ δὲ θείῳ νεύματι, τὴν ἁρμονίαν μὴ λύσαντα, πᾶσαν ἀκαθάρτων πνευμάτων, διασκεδάζει κακόνοιαν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Συντρέχει λαός, εὐσεβὴς τῇ ἱερᾷ σου πανηγύρει, καὶ ἱερέων σεπτὸς σύλλογος, ἐνθέῳ πίστει προσψαύοντες, εὐλαβῶς σῇ θήκῃ λειψάνων, καὶ ἰώμενοι ψάλλουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ποιμένος Χριστοῦ, ἐν πραότητι ψυχῆς ὤφθης ἀρνίον· καὶ ὑπὸ τούτου ποιμαινόμενος, ποιμὴν προβάτων ἐν Πνεύματι, Πάτερ λογικῶν ἀνεδείχθης, σὺν αὐτοῖς μέλπων πάντοτε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Χριστοῦ τὴν φρικτήν, παρουσίαν ἐννοῶν ἐν κατανύξει, πάντα τὸν βίον διετέλεσας, ἕως οὗ εὗρες μακάριε, κάθαρσιν πταισμάτων τελείαν, καὶ αἰωνίαν παράκλησιν, καὶ φωτισμὸν ἀληθινόν, καὶ δόξαν ἄῤῥητον.

Θεοτοκίον.

Μαρία σεμνή, ἀειπάρθενε ἁγνὴ εὐλογημένη, καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις, σῶσόν με τὸν ἄσωτον σῶσον, τῷ Υἱῷ Σου κραυγάζοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ὁ καθαρώτατός σου νοῦς, καθαραῖς προσομιλῶν φωτοχυσίαις, τῶν δαιμόνων τὸ σκότος, καὶ τῶν παθῶν τὴν ἀχλύν, ἐμφρόνως ἐξέκλινεν Ὅσιε· Χριστὸν ἀνυμνεῖτε, κραυγάζων εἰς αἰῶνας.

Πεπυρωμένα τοῦ ἐχθροῦ, βέλη ἔσβεσας σοφὲ ταῖς ἐπομβρίαις, τῶν ἀπαύστων δακρύων· καὶ πυρωθεὶς τῇ Χριστοῦ, ἀγάπῃ παμμάκαρ κατέφλεξας, τὰς ὑλομανούσας, τῶν ἡδονῶν ἀκάνθας.

Τοῦτο τὸ ποίμνιον σοφέ, ὃ συνήγαγες ταῖς σαῖς διδασκαλίαις, καὶ τοὺς πίστει τελοῦντας, τὴν ἱερὰν καὶ σεπτήν, καὶ πλήρη φωτὸς θείαν μνήμην σου, φύλαττε εὐχαῖς σου, πειρασμῶν καὶ κινδύνων.

Θεοτοκίον.

Ζῶσα ὑπάρχουσα πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τὴν ψυχήν μου τακεῖσαν, τῆς ἁμαρτίας φλογμῷ, Παρθένε Θεοτόκε πότισον, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ὤφθης ὡς ἥλιος μέγας, καταυγάζων τὴν Κύπρον, σημείοις θεοφόρε φοβεροῖς, καὶ ἀρετῶν ἀναλάμψεσι· διὰ τοῦτο τελοῦμεν, τὴν μνήμην σου τὴν ὄντως φωταυγῆ, φωτιζόμενοι Πάτερ, καρδίας αἰσθητήρια.

Σὲ τῶν Ἀρόδων ἡ κώμη, καὶ τῆς Πάφου ὁ δῆμος, ἡμέρας εὐφημοῦσι καὶ νυκτός, μέσον τὸ σῶμά σου ἔχοντες, ἀναβλύζον πλουσίως, θαυμάτων ποταμοὺς Πάτερ σοφέ, καὶ φωτίζον τὰ τούτων, ἀπαύστως διαβήματα.

Διὰ παντὸς Καλανδίων, σοῦ Δεσπότου τῷ θρόνῳ, θεόφρον παρεστὼς ἱκετικῶς, μὴ ἐπιλάθου ποιμνίου τοῦ σοῦ, ἵνα τυχώμεν πάντες ἀφράστου χαρᾶς ἐν οὐρανοῖς, μελῳδοῦντες ἐν πόθῳ, τὸν ὕμνον τὸν τρισάγιον.

Θεοτοκίον.

Φωτοκυῆτορ Παρθένε, τῆς ψυχῆς μου τὰ νέφη, ἀπέλασον καὶ δίδου καθαρῶς, προσενοπρίζεσθαι Δέσποινα, τὸ σωτήριον κάλλος, τοῦ λάμψαντος ἀῤῥήτως ἐκ τῆς Σῆς, παναγίας νηδύος, εἰς φῶς ἐθνῶν πανύμνητε.

 

Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.

Τὸν νοῦν καθάρας ἔνδοξε, τῆς τῶν παθῶν συγχύσεως, τρανῶς ἐδέξω τὴν χάριν, τοῦ Πνεύματος Καλανδίων, ἰᾶσθαι τὰ νοσήματα, ἐλαύνειν τε τὰ πνεύματα, ἱεραρχῶν ἀγλάϊσμα· καὶ νῦν πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν θεοφόρε.

Τὸν μέγαν Καλανδίωνα, καὶ ἱεράρχην ἔνδοξον, τοῦ Λόγου τὸν μέγαν μύστην, Ἀρόδων τὸν πολιοῦχον, καὶ θεῖον ἀντιλήπτορα, ὡς ποταμὸν ἰάσεων, καὶ συμπαθείας θάλασσαν, ἀνευφημήσωμεν πάντες, τὴν μνήμην τοῦτου τελοῦντες.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἱερομύστης τοῦ Λόγου Πάτερ γενόμενος, καὶ ἀρεταῖς ἐκλάμψας, τῇ τοῦ Πνεύματος αἴγλῃ, τρισμάκαρ Καλανδίων παρέχεις ἡμῖν, ἰαμάτων χαρίσματα, τοῖς ἐν τῇ μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, προσιοῦσι καὶ τιμῶσί σε.

 

Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι καὶ εὐσεβῶς, ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, Καλανδίων ἀξιάγαστε.

 

Ἡ θεία μνήμη σου μάκαρ ἡμᾶς συνήγαγε, ἐν τῷ σεπτῷ ναῷ σου, ἑορτάσαι τιμίως· ἐν κώμῃ τῶν Ἀρόδων τελοῦντας φαιδρῶς, τὸ μνημόσυνον ἅγιε, ἣν περιφύλαττε πάντοτε ἀσινῆ, Καλανδίων παναοίδιμε.

 

Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πράξεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε· διὸ τῆς Βασιλείας τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, Αὐτὸν ἱκέτευε Πάτερ ὑπὲρ ἡμῶν, ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι.

 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε τῶν Ὀρθοδόξων τὸ σύστημα, προσδράμωμεν ἐν τῷ σεπτῷ ναῷ τοῦ ἱεράρχου τοῦ Χριστοῦ, τῆς Πάφου τοῦ φωσφόρου λαμπτῆρος, τῶν Ἀρόδων φρουροῦ τε καὶ πολιούχου, τοῦ θαυματουργοῦ Καλανδίωνος, καὶ μετὰ πίστεως αἰδοῦς καὶ εὐλαβείας, τῶν λειψάνων προσψαύσωμεν, ἵνα ἁγιασμοῦ καὶ χάριτος ἐμπλησθῶμεν, τῶν θαυμάτων τὰς ἰάσεις ἀπολαύσωμεν, καὶ τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν ὁμοφρόνως δοξάσωμεν κράζοντες· Κύριε, διὰ τοῦ Σοῦ θεράποντος, ἐλέησον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.