Πέμπτη 5 Οκτωβρίου 2023

ΟΚΤΩΒΡΙΟΣ 30. ΑΓΙΑ ΑΠΟΛΛΩΝΙΑ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΟΚΤΩΒΡΙΟΣ Λ΄

ΑΠΟΛΛΩΝΙΑ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ   Τῼ   ΜΙΚΡῼ   ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Μάρτυς τοῦ Χριστοῦ πανευκλεές, τῆς Ἀλεξανδρείας λαμπρότης, Ἀπολλωνία σεμνή, ἀνδρικῷ φρονήματι, ἡ ἐναθλήσασα, καὶ Δεκίου πατήσασα, ὀφρῦν ἐπηρμένην, πρόσδεξαι τὴν δέησιν, τῶν εὐφημούντων σε, καὶ παράσχου πᾶσιν ὑψόθεν, δύναμιν πατῆσαι τοῦ πλάνου, μηχανὰς ἐχθροῦ τοῦ πολεμήτορος.

 

Ἄνθος γῆς Νειλῴας νοητόν, ἀρετῶν τερπνὴν εὐωδίαν, καὶ ἀριστείας ὀδμάς, πᾶσιν ἡ ἐκχέουσα, καὶ ἐπευφραίνουσα, εὐσεβῶν τὴν διάνοιαν, τῆς Ἀλεξανδρείας, εἰς λειμῶνα χάριτος, τὸν ἐπουράνιον, ὥσπερ ἀθληφόρος ἀνδρεία, καὶ στεῤῥόφρον μετεφυτεύθης, ὦ Ἀπολλωνία τρισμακάριστε.

 

Ὅτε ὡμολόγησας λαμπρῶς, μάρτυς τὴν χριστώνυμον κλῆσιν, Ἀπολλωνία τοῖς σοῖς, χείλεσιν ὀδόντων σου, τότε ἐκρίζωσιν, εὐθαρσῶς καθυπέμεινας, καὶ γνάθων σου ῥῆξιν, ῥωννυμένη χάριτι, τοῦ θείου Πνεύματος· ὅθεν τὴν ἁγίαν σου μνήμην, πόθῳ ἐκτελοῦντες πρὸς Κτίστην, πρέσβειραν θερμήν σε προβαλλόμεθα.

 

Χαίροις, τῶν παρθένων καλλονή, στῦλε ἀδιάσειστε τόλμης, Ἀπολλωνία στεῤῥῶν, ἀθληφόρων καύχημα, καὶ νύμφη πάγκαλε, Ἰησοῦ τοῦ ὡραίου σου, ἐν πόλῳ Νυμφίου, πάντες ἀνακράζοντες, ἐκδυσωποῦμέν σε· παῦσον ἀλγηδόνας ὀδόντων, τὰς ὀδυνηρὰς τῶν ταχέως, σοῦ καταφευγόντων ταῖς ἐντεύξεσι.

 

Δόξα. Ἦχος α΄.

Τὸν θησαυρὸν τῆς πίστεως ἀσύλητον ἐν τῇ καρδίᾳ φυλάττουσα, ἤνυσας δρομέως τὸ στάδιον τῆς ἀθλήσεως, καλλιμάρτυς Ἀπολλωνία· σὺ γὰρ αἰσχύνασα τοὺς ἐργάτας τοῦ ψεύδους, δυνάμει σῆς ἐνστάσεως, ὡς φρύγανον τῷ πυρὶ παρεδόθης στεῤῥόψυχε· καὶ νῦν σοῦ ποθεινοῦ Νυμφίου, ὁρῶσα τὴν λαμπρότητα ἐν θείᾳ παστάδι, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν τιμώντων τὴν πάνσεπτον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἤλεγξας εὐθαρσῶς, εἰδώλων τὴν ἀπάτην, ἐν τῇ Ἀλεξανδείᾳ, Ἀπολλωνία μάρτυς, Χριστὸν ὁμολογήσασα.

 

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Ἤνεγκας καρτερῶς, ἐκρίζωσιν ὀδόντων, καὶ συντριβὴν σῶν γνάθων, διὰ Χριστοῦ τὴν πίστιν, Ἀπολλωνία πάνσεμνε.

 

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Χαῖρε, τῶν γυναικῶν, τῶν ἀλκιφρόνων εὖχος, Ἀπολλωνία θεία, πυρὶ ἡ παραδοῦσα, ψυχὴν τὴν σὴν τῷ Κτίσαντι.

 

Δόξα. Τριαδικόν.

Χαῖρε, Τριὰς σεπτή, ἡ τὴν Ἀπολλωνίαν, τὴν ἀθληφόρον σθένει, πληρώσασα Σῷ θείῳ, κηρῦξαι τὴν Σὴν εὔκλειαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Φλόγινον τοῦ Χριστοῦ, Θεοῦ τοῦ Λόγου ἅρμα, ἁγνὴ Παρθενομῆτορ, καὶ ὑψηλὴ ὑπάρχεις, Αὐτοῦ καθέδρα πάμφωτος.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος πλ΄ α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν ὀδόντων ἐκρίζωσιν καθυπέμεινας, καὶ συντριβὴν τῶν σῶν γνάθων, Ἀπολλωνία σεμνή, ἐκλεκτὴ παρθενομάρτυς, καὶ παρέδωκας, σῶμα τὸ θεῖόν σου πυρί, ἵνα δρόσου θεϊκῆς, παστάδος ἐπαπολαύσῃς, καὶ χάριν λάβῃς ὀδόντων, διώκειν ἄλγη τὰ κατώδυνα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ   Τῼ   ΜΕΓΑΛῼ   ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.  Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Μάρτυς ἀκατάβλητε, Ἀπολλωνία πανεύφημε, ἐν ἀνδρείᾳ ἐκλάμπουσα, Χριστὸν ὡμολόγησας, πρὸ εἰδωλοφρόνων, βήματος καὶ τούτων, μὴ πτοηθεῖσα ἀπειλάς, τὸ σὸν σαρκίον πυρὶ παρέδωκας, καὶ στέφος νίκης εἴληφας, παρὰ Χριστοῦ τοῦ Νυμφίου σου, καὶ παστάδος ἠξίωσαι, οὐρανῶν καλλιπάρθενε.

 

Ἄνθος εὐωδέστατον, Ἀλεξανδρείας ἐμύρισας, ταῖς ὀδμαῖς συμπαθείας σου, πρὸς πάντας τοὺς ἔγγιστα, καὶ τοῦ μαρτυρίου, τοῦ σεπτοῦ σου δήμους, χριστεπωνύμων ἀληθῶς, ὡς ἐναθλήσασα ἀνδρικώτατα· διό σε μακαρίζοντες, ὡς τοῦ Χριστοῦ νύμφην ἄμωμον, καὶ ἀήττητον μάρτυρα, ἐκτελοῦμεν τὴν μνήμην σου.

 

Ἤνεγκας στεῤῥότατα, τῶν σῶν ὀδόντων ἐκρίζωσιν, τὴν κατώδυνον πάναγνε, καὶ ἅπασαν κάκωσιν, πρὸς Χριστὸν ὁρῶσα, ὅλῃ διανοίᾳ, ᾯ καὶ προσήγαγες πιστῶς, σὴν παρθενίαν, ῥοὰς αἱμάτων σου, καὶ καύματα σαρκίου σου, ἐν τῷ πυρὶ  ὡς εὐσπρόσδεκτον, προσφορὰν καὶ θυμίαμα, καλλιμάρτυς ἡδύπνευστον.

 

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Εἴληφας τὸ χάρισμα, διώκειν ἄλγη ὀδόντων, δαψιλῶς πανεύφημε, ἡ αὐτῶν ἐκρίζωσιν, ὑπομείνασα, διὰ τὸ ὄνομα, τοῦ Χριστοῦ τὸ θεῖον, καρτερόψυχε πολύαθλε· διὸ ἀείποτε, οἱ ἐξ ἀλγηδόντων τρυχόμενοι, ὀδόντων καὶ μὴ φέροντες, τὰς ὀδύνας τούτων προσφεύγουσι, χάριτι σῇ θείᾳ, καὶ τάχος ἐκλυτρούμενοι  αὐτῶν, ἣν παῤῥησίαν πρὸς Κύριον, εὕρηκας  γεραίρουσι.

 

Ἄγγελοι ἐξέστησαν, Ἀπολλωνία ἰδόντες, σὸν ἀνδρεῖον φρόνημα, καὶ ψυχῆς εὐσθένειαν, ἣν ἐπέδειξας, πρὸ ἐχθροῦ βήματος, σέβοντος ἀψύχους, λίθους φεῦ θεομακάριστε· διὸ καὶ χαίροντες, σοῦ τὴν μακαρίαν παρέλαβον, ψυχὴν χιτῶνα φέρουσαν, παρθενίας πάλλευκον στίγμασι, τὸν κεκοσμημένον, ἀθλήσεως λαμπρᾶς καὶ εἰς σκηνάς, αὐτὴν εὐκλείας μετήνεγκον, καὶ χαρᾶς ἀτέρμονος.

 

Ἄλγη τὰ κατώδυνα, Ἀπολλωνία ὀδόντων, φυγαδεύεις χάριτι, σὲ τοῦ δυναμώσαντος, ἐν τῷ σκάμματι, τοῦ μαρτυρίου σου, Λόγου τοῦ Ὑψίστου,  Θεανθρώπου τοῦ οἰκτίρμονος, Ὅνπερ δοξάζοντες, ᾄσμασιν εὐτάκτοις ἀείποτε, καὶ μελιῤῥύτοις μέλεσι, σὲ περιχαρῶς  καταστέφομεν, ὕμνων μελῳδίαις, ὡς νύμφην παναμώμητον Χριστοῦ, παρθένων ἔμπνουν θησαύρισμα, καὶ μαρτύρων κόσμημα.

Δόξα. Ἦχος πλ. β΄.

Ἐσθῆτι παρθενικῇ κεκοσμημένη, ἀθληφόρων συνηριθμήθης χορείαις, τὸν οὐράνιον Νυμφίον ὑπὲρ πάντας ἀγαπήσασα, Ἀπολλωνία θεόνυμφε· ἀνενδότῳ σου γὰρ ἐνστάσει, εἰδώλων λατρῶν τὸ θράσος ἀπήμβλυνας, καὶ ὀδόντων σου ἐκρίζωσιν, ἀγογγύστως ὑπέμεινας καρτερόψυχε· πυρὶ ὅθεν ὁλοκαυτωθεῖσα, Χριστῷ ἀνέδραμες εἰς οὐρανοὺς ὑπαντῆσαι, ᾯ καὶ θερμῶς πρεσβεύεις σωθῆναι, τὰς ψυχὰς τῶν τιμώντων τὴν μακαρίαν σου ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10 )

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ

τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ

αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,

καὶ ἐργάταις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ

καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς

τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο,

ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ

λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ

πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι,

καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ’ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, καὶ ἐγώ, Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὀνείδισα καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισαμένη ἐν Ἀλεξανδρείᾳ, τὸν δρόμον τοῦ μαρτυρίου τετέλεκας ἀνδρειοφρόνως, Ἀπολλωνία πάνσεμνε· παραδοῦσα γὰρ σεαυτὴν τοῖς βασάνοις, καὶ πυρὸς ἀνάλωμα ἑκουσίως γενομένη, Χριστῷ ἀπῆλθες συγχορεύειν, τῷ ποθεινῷ σου Νυμφίῳ· καὶ νῦν Ἀγγέλοις συγχορεύουσα, Χριστῷ ἀδιαλείπτως πρεσβεύεις ὀδόντων τὰς ἀλγηδόνας, καταπαῦσαι τῶν ἐπικαλουμένων τὸ θεῖόν σου ὄνομα.

 

Ἦχος β΄.

Καλῶς διακονήσασα τοῖς πένησι καὶ κάμνουσι, καὶ τὴν παρθενίαν ὡς ὄλβον φυλάξασα, ἀθλητικῶς Ἀπολλωνία μάρτυς τὸν βίον ἐπεράτωσας· σὺ γὰρ καταπατήσασα τὴν ἐπηρμένην ὀφρῦν, τῶν τὰ εἴδωλα σεβόντων, καὶ Χριστὸν παῤῥησίᾳ ὁμολογήσασα, στέφανον ἐδέξω τῆς ἀφθαρσίας· καὶ νῦν στεφηφόρος ἀγαλλομένη ἐν τῇ οὐρανίῳ παστάδι, Χριστὸν ἐκτενῶς μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Ἦχος γ΄.

Τῶν εἰδώλων τὴν πλάνην εὐθαρσῶς ἐλέγξασα, καὶ μὴ φεισαμένη σαρκός σου, ἀνδρικῷ φρονήματι προσεχώρησας πρὸς πυρὸς τὴν φλόγα, ἔνδοξε Ἀπολλωνία· Χριστὸν γὰρ ἀτενίζουσα καὶ δύναμιν θεόθεν λαμβάνουσα, ὀδόντων τὴν ἐκρίζωσιν καὶ συντριβὴν σῶν γνάθων, ὡς ἄλλου πάσχοντος ὑπέμεινας, καρτερόψυχε· διὸ καὶ χαριτωθεῖσα δαψιλῶς παρὰ τοῦ σοῦ Νυμφίου Χριστοῦ, ὀδόντων ἄλγη τῶν δεινῶς νοσούντων καταπαύεις, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Ἦχος δ΄.

Ἡ παμφαὴς Ἀπολλωνία μνήμη σου, λάμπει ὡς ἥλιος πυρφόρος τοῖς πέρασι τῆς οἰκουμένης, φωτίζουσα πιστοὺς πρὸς ἐκμίμησιν τῶν κατορθωμάτων σου· δίωξον οὖν καὶ ἡμῶν τὰ σκότη τῶν τιμώντων σε, σαῖς ἀπαύστοις πρὸς Κύριον ἐντεύξεσι, καὶ ὁδήγησον ἡμᾶς πρὸς παμφώτους, ὁδοὺς σωτηρίας πανεύφημε.

 

Δόξα. Ὁ αὐτός.

Δεῦτε φιλομάρτυρες ὁμοφρόνως ἅπαντες, εὐφημήσωμεν τὴν εὐσταλῆ ἀθληφόρον, τὴν ὑπὲρ τῆς εὐσεβείας καλῶς ἀγωνισαμένην, καὶ τὸ βραβεῖον ἀναδησαμένην τῆς ἀφθαρσίας, ἐν κατανύξει βοῶντες· Ἀπολλωνία καλλιμάρτυς ἔνδοξε, ἴσθι τῶν ἱκετῶν σου ἀρωγὸς καὶ προστάτις, καὶ σκέπη ἀσάλευτος, πρεσβεύουσα πρὸς Κύριον ἀσιγήτως, σωθῆναι τὰς ψυχὰς τῶν σπευδόντων ἀείποτε, τῇ πανσθενεῖ  σου χάριτι.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄ Χαίροις, ἀσκητικῶν.

Χαίροις, ἡ καλλιμάρτυς Χριστοῦ, ἡ ἐν σταδίῳ ἀλκιφρόνως ἀθλήσασα, ἡ πίστεως τῇ δυνάμει, ἐν ἀσθενείᾳ σαρκός, τοὺς εἰδώλων λάτρας, θριαμβεύσασα· τὴν πλάνην τὴν βέβηλον, εὐσεβείας ἀθλήμασι, τροπωσαμένη, καὶ Κυρίου τὴν δύναμιν, πᾶσι δείξασα, τοῖς οἰκοῦσι τὰ πέρατα· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, Ἀπολλωνία ὀλβία, καὶ τὴν σὴν ἄθλησιν σέβοντες, ὑμνοῦμεν τὸν δόντα, σοὶ ἰσχὺν καταπατῆσαι, ἐχθροῦ τὴν ἔπαρσιν.

 

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Χαίροις, Ἀλεξανδρείας βλαστός, τῶν ἀθληφόρων ἱερώτατον ἔκτυπον, καὶ πάσης τῆς οἰκουμένης, γέρας καὶ εὖχος τερπνόν, ἡ τῆς εὐσεβείας ὑποτύπωσις· παθένων ὡράϊσμα, καὶ περίδοξον καύχημα, ἡ ἐν σταδίῳ, μαρτυρίῳ δοξάσασα, τὸν Θεάνθρωπον, Ζωοδότην καὶ Κύριον· σθένει γὰρ ὑπομείνασα, ὀδόντων ἐκρίζωσιν, διὰ Χριστοῦ τὴν ἀγάπην, πυρὸς ἀνάλωμα γέγονας, βουλῇ ἑκουσίᾳ, ἵνα τύχῃς τῆς ἐν πόλῳ, ἀϊδιότητος.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Χαίροις, γενναία νύμφη Χριστοῦ, ἡ τὸν ἀγῶνα τὸν καλὸν τῆς ἀλήσεως, τελέσασα ἐν σταδίῳ, καὶ εὐτολμίᾳ τῇ σῇ, τοὺς εἰδώλων λάτρας

καταπλήξασα· στεῤῥῶς γὰρ κατάφλεξιν, τοῦ πυρὸς ὑπομείνασα παρὰ Κυρίου, ἐδοξάσθης ὡς ἄμεμπτος, καὶ ἀήττητος, μάρτυς θείοις  χαρίσμασι, καὶ δωρεαῖς τοῦ Πνεύματος· διὸ καὶ ἰάτειραν, Ἀπολλωνία πλουτοῦντες, σὲ τῶν ὀδόντων λυτρούμεθα, αὐτῶν ἐκ τοῦ ἄλγους, τῇ ἐνθέρμῳ ἐπικλήσει, τοῦ σοῦ ὀνόματος.

Δόξα. Ἦχος πλ. δ΄.

Μαρτυρικῶς ἀγωνισαμένη ἐν Ἀλεξανδρείᾳ, σκοτομήνην τῶν εἰδωλοφρόνων ἐσκέδασας, φωτὶ Χριστοῦ τῆς πίστεως, Ἀπολλωνία πολύαθλε· σὺ γὰρ μὴ πτήξασα τὰς ἀπειλὰς τῶν ἐναντίων, ἀλλὰ τῷ πόθῳ Χριστοῦ πυρπολουμένη, τὴν ἐν φλογὶ τελείωσιν ὡς ἀπαρχὴν ἡγήσω ζωῆς αἰωνίου· ἐν αὐτῇ οὖν χορεύουσα ἐν δόξῃ, ἀσιγήτως ἱκέτευε τὸν σὸν Νυμφίον Χριστόν, ὑπὲρ τῶν ψυχῶν τῶν τιμώντων, τὴν σεπτὴν καὶ σεβασμίαν σου ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος πλ΄ α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν ὀδόντων ἐκρίζωσιν καθυπέμεινας, καὶ συντριβὴν τῶν σῶν γνάθων, Ἀπολλωνία σεμνή, ἐκλεκτὴ παρθενομάρτυς, καὶ παρέδωκας, σῶμα τὸ θεῖόν σου πυρί, ἵνα δρόσου θεϊκῆς, παστάδος ἐπαπολαύσῃς, καὶ χάριν λάβῃς ὀδόντων, διώκειν ἄλγη τὰ κατώδυνα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ   Τῼ   ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Ἐξ ὅλης σου ψυχῆς, ἀγαπήσασα μάρτυς, Νυμφίον σου Χριστόν, καθυπέμεινας πᾶσαν, ἐπώδυνον βάσανον, σῶν ὀδόντων ἐκρίζωσιν, καὶ τὰ καύματα, Ἀπολλωνία ὀλβία, τοῦ φλογίζοντος, πυρὸς ἐν Ἀλεξανδρείᾳ· διὸ καὶ δεδόξασαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐλπὶς χριστιανῶν, βακτηρία καμνόντων, καὶ σκέπη ἀσφαλής, σὲ τῶν μεγαλυνόντων, πανύμνητε Δέσποινα,  Ὃν ἀφράστως ἐκύησας, καθικέτευε, Χριστὸν ἡμῖν δοῦναι πᾶσιν, ἄμφω δύναμιν, πρὸς τρῶσιν πλάνου ὀφρύος, καὶ βίου διόρθωσιν.

 

 

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ᾨδαῖς καταστέψωμεν, φιλομαρτύρων χοροί, εὐτάκτοις τὴν μάρτυρα Ἀπολλωνίαν σεμνήν, ἀδρείῳ φρονήματι, μέσῳ  ἐν τῷ σταδίῳ, μεγαλύνασαν πίστιν, τοῦ Θεανθρώπου πόθῳ, ἐκβοῶντες· δυσώπει, Χριστὸν τοῖς σὲ τιμῶσιν ἀεί, δοῦναι ὑγίειαν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ῥομφαίᾳ  με Δέσποινα, ἁγνὴ τρωθέντα κακῶς, τῆς φιλαμαρτήμονος, καὶ φεῦ ἀσώτου ζωῆς, καὶ νῦν κατακείμενον, πάναγνε τραυματίαν, μὴ παρίδῃς με κράζω, ἀλλὰ ταχὺ τῇ λόγχῃ, ἰασαί με Υἱοῦ σου, τοῦ σταύρωσιν φρικτὴν δι' ἐμέ, καθυπομείναντος.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Πυρὶ φλογίζοντι σάρκα παρέδωκας, τὴν σὴν πολύαθλε καθάπερ φρύγανον, Ἀπολλωνία ἐκλεκτὴ καὶ πάγκαλε Κτίστου νύμφη, ἵνα δόξης κρείττονος παραλάβῃς τὸν κότινον, ἐκ χειρῶν Νυμφίου σου οὐρανίου, τοῦ δείξαντος, σὲ χείμαῤῥον παντοίων θαυμάτων, μάρτυς, καὶ κρήνην ἰαμάτων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνῆ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαιμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον κατὰ Μᾶρκον. Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν.... Ζήτει τῇ Δευτέρᾳ τῆς ιε΄ ἑβδομάδος Ματθαίου.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τῆς ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλέησόν με, ὁ Θεός…

Σήμερον ἡ ἀήττητος παρθενομάρτυς Ἀπολλωνία, Ἀλεξανδρείας τὸ ἔξοχον καύχημα, ἀθλητικῶς τὸν εἰδωλόφρονα ἐχθρὸν θριαμβεύσασα, ἐν πυρὶ τὸν διὰ Χριστὸν δέχεται θάνατον· δεῦτε, οὖν, πάντες, χεῖρας κροτοῦντες, πιστῶς αὐτὴν μεγαλύνωμεν, καὶ τὴν σεβασμίαν αὐτῆς τελοῦντες ἐτησίαν πανήγυριν, ἐπιζητήσωμεν τὰς ἐνθέρμους αὐτῆς ἐντεύξεις , πρὸς τὸν εὔσπλαγχνον  Κύριον.

 

 

 

Εἶτα ὁ Κανὼν τῆς ἀθληφόρου, οὗ ἡ ἀκροστιχίς· Ἀπολλωνίαν, ὀδόντων ἰάτειραν, ὑμνῶ. Χ. Μ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἁγνὴν εὐφημήσωμεν, Ἀπολλωνίαν τὴν ἔνδοξον, παρθένον καὶ μάρτυρα, Ἀλεξανδρείας τρανῶς, ἀνακράζοντες·  ἰάτειρα ὀδόντων, ταχεῖα ἐπάκουσον, τῶν δεομένων σου.

Παρθένων ὀσφράδιον, καὶ ἀθληφόρων κειμήλιον, ἐκθύμως τιμήσωμεν, Ἀπολλωνίαν κλεινήν, τὴν προκρίνασαν, ὑπὲρ Χριστοῦ γενέσθαι, πυρὸς παρανάλωμα, τοῦ Παντοκράτορος.

Ὀδόντων ἐκρίζωσιν, καὶ τῶν σῶν γνάθων ὑπέμεινας, στεῤῥῶς ὡς ἀσώματος, περικλεές, συντριβήν, δι' ἀγάπησιν, Χριστοῦ Ἀπολλωνία,, τοῦ θείου Νυμφίου σου, σὲ στεφανώσαντος.

Θεοτοκίον

Λαμπὰς ἀγαθότητος, παμφαεστάτη Παντάνασσα, τῆς παρθενομάρτυρος, Ἀπολλωνίας λιταῖς, ζόφον σκέδασον, ἡμῶν Θεοκυῆτορ, τῶν μεγαλυνόντων σε, πάσης κακότητος.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Λειμῶνος τρυφᾷς τοῦ οὐρανίου, ὡς μάρτυς Κυρίου ἐκλεκτή, Ἀπολλωνία πάνσεμνε, Ἀλεξανδρείας ἔκθρεμμα, Χριστὸν καθικετεύουσα, ὑπὲρ τῶν ὕμνοις τιμώντων σε.

Ὡς μάρτυς χριστοῦ ἠγλαϊσμένη, ἀπείληφας χάριν δαψιλῆ, ὀδόντων τὰ ἀλγήματα, ἀποδιώκειν τάχιστα, ἐκ τῶν σπευδόντων πάντοτε, Ἀπολλωνία, σῇ χάριτι.

Νεκρώσασα πάθη τῆς σαρκός σου, ἀγάπῃ τῇ θείᾳ τὸν σὸν νοῦν, ἐζώωσας καὶ ἔδραμες, Ἀπολλωνία ἔνθεε, πρὸς ἄθλησιν ὡς ἔλαφος, ἐπὶ πηγὴν ζῶντος ὕδατος.

Θεοτοκίον

Ἰσχύος καρδίας πλῆσον δούλων, ἐχθροῦ κατισχῦσαι νοητοῦ, Παρθενομῆτορ Δέσποινα, καὶ κάθαρον συγχύσεως, παθῶν τὴν ἀσθενοῦσάν  μου, ψυχὴν ὑσσώπῳ σῆς χάριτος.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείου ἔρωτος δεχθεῖσα φλόγα, πῦρ τὸ ἔνυλον οὐκ ἐπτοήθης,, ἀλλ' αὐτοῦ ἐγένου μῆτερ ἀνάλωμα, καὶ πρὸς ζωὴν μεταστᾶσα τὴν ἄληκτον, Ἀπολλωνία σεμνὴ καλλιπάρθενε, τῷ ὡραίῳ σου Νυμφίῳ πρεσβεύεις πάντοτε, ὑπὲρ τῶν ἀνυμνούντων τὴν σὴν ἄθλησιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ταῖς ἐντεύξεσιν Ἀπολλωνίας, τῆς ἐν σκάμμασιν ἀριστευσάσης, τοῦ σταδίου, Θεοτόκε πανύμνητε, δίδου ἡμῖν σοῖς οἰκέταις ὑγίειαν, καὶ σθένος τρῶσαι ἐχθροῦ τὰ φρυάγματα, ἵνα πάντοτε σὲ ᾄσμασι μεγαλύνοντες, δοξάζωμεν Υἱὸν σου τὸν πανάγιον.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Αἵματί σου τῷ ἁγίῳ, τὴν στολὴν πορφυρώσασα, σοῦ τῆς παρθενίας, καὶ χερσὶ λαμπάδα κατέχουσα, Ἀπολλωνία Χριστοῦ ἀγάπης ἄσβεστον, πρὸς οὐράνιον, νυμφῶνα χαίρουσα ἔδραμες.

Νύμφη ἄσπιλε Κυρίου, στεῤῥοψύχως ἀθλήσασα, κότινον τῆς νίκης, ἐξ Αὐτοῦ ἀξίως ἀπείληφας, τοῦ ἐν σταδίῳ ἐχθροῦ σε ἐνισχύσαντος, τρῶσαι φρύαγμα, ἀψύχους λίθους τοῦ σέβοντος.

Ὅρμῳ τοῦ παρόντος βίου, διαπλεύσασα πέλαγος, οὐρανῶν τῷ θείῳ, μάρτυς καρτερόφρον κατήντησας, Ἀπολλωνία ἐν ᾧ ὁρᾷς τὸ πάμφωτον, τοῦ Παντάνακτος, Κυρίου κάλλος τὸ ἄχραντον.

Θεοτοκίον

Δέξαι δούλων σου δεήσεις, Μητροπάρθενε Δέσποινα, καὶ αὐτὰς ἀσμένως, τῷ Μονογενεῖ σου προσάγαγε· σὲ γὰρ μερόπων οἱ δῆμοι προβαλλόμεθα, ὡς μεσίτριαν, θερμὴν καὶ ἄγρυπνον πρέσβειραν.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὀδόντων ἰάτειρα, ὑπάρχεις εὐσυμπάθητε, μάρτυς τοῦ Χριστοῦ Ἀπολλωνία· διό σε πάντες, δεινῶς ἀλγοῦντες πιστοί, ἐκ πόνων ὀδόντων ζοφερῶν, σπεύδοντες σῇ χάριτι, μῆτερ οὐκ αἰσχυνόμεθα.

Νικήσασα Δέκιον, Ἀπολλωνία πάντιμε, ὅπλοις σθεναρᾶς ἐνστάσεώς σου, στεφάνους νίκης, ζωῆς ἀγήρω λαμπρούς, ἀπείληφας ἐκ χειρῶν Χριστοῦ, κατ' ἀξίαν νέμοντος, ἀθληταῖς γέρα πίστεως.

Τὸν Κτίστην ποθήσασα, Χριστὸν τὸν ὡραιότατον, μάρτυς ἀγλαὴ Ἀπολλωνία, ὡς ἀθληφόρος, καὶ παρθενίας εἰκών, νενύμφευσαι Τούτῳ ἀσφαλῶς· ὅθεν καὶ ἀνέδραμες, εἰς παστάδα οὐράνιον.

Θεοτοκίον

Ὡς θρόνος πυρίμορφος, Χριστοῦ τοῦ Παντοκράτορος, φέρεις ἐν ἀγκάλαις σου Παρθένε, τὸν ὑπὲρ λόγον, σωματωθέντα ἐκ σοῦ, ἁγνὴ ὑφηλίου Ποιητήν, Ὅν ὑπὲρ τῶν δούλων σου, ἐκδυσπώπει ἀείποτε.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Νυμφίου ἐπιποθήσασα, τοῦ σοῦ ἐπουρανίου τὸ ἄῤῥητον, κάλλος θεάσασθαι, Ἀπολλωνία ἰδίοις σου, βλεφάροις σοῦ τὸ σῶμα, πυρὶ παρέδωκας.

Ἰσχὺν οὐράνιον φέρουσα, κατίσχυσας ἐχθρὸν εἰδωλόφρονα, μάρτυς ἀήττητε, Ἀπολλωνία πανεύφημε, Ἀλεξανδρείας κλέος καὶ ἀγαλλίαμα.

Ἀμνὰς Χριστοῦ καλλιπάρθενε, καὶ νύμφη ἀληθῶς ἀκηλίδωτε, πυρὶ φλογίζοντι, τὸ σὸν σαρκίον παρέδωκας, σεμνὴ  Ἀπολλωνία, Μαρτύρων καύχημα.

Θεοτοκίον

Τῆς ἐπηρείας ἀπάλλαξον, τὸν νοῦν μου τοῦ δολίου ἀλάστορος, Θεογεννήτρια, καὶ τοῦτον θείας ἐλλάμψεως φωτὶ λιτῶν σου πλῆσον, ἵνα δοξάζω σε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὴν καλλιπάρθενον Χριστοῦ μεγαλομάρτυρα, τὴν τῶν ὀδόντων ὑπομείνασαν ἐκρίζωσιν, καὶ πυρὸς Ἀπολλωνίαν τὴν γευσαμένην, δι' εὐσέβειαν πιστῶς ἀνευφημήσωμεν, καὶ τὴν ἄθλησιν αὐτῆς ἐγκωμιάσωμεν,  πόθῳ κράζοντες· Χαίροις, μάρτυς πολύαθλε.

Ὁ Οἶκος

Ἄγγελοι τοὺς σοὺς ἄθλους, ἀπεθαύμασαν μάρτυς, Χριστοῦ Ἀπολλωνία γενναία· σῇ ἐνστάσει γὰρ τῇ σθεναρᾷ, τῶν λατρῶν εἰδώλων τὸ δεινὸν φρύαγμα, ἐπάτησας καὶ ἤγειρας, πιστῶν χοροὺς τρανῶς κραυγάζειν·

Χαῖρε, τὸ κλέος Ἀλεξανδρείας·

χαῖρε, τὸ εὖχος στεῤῥοψυχίας.

Χαῖρε, ἀθληφόρων ἀνδρείων ἐκτύπωμα·

χαῖρε, στεφηφόρων μαρτύρων ἀγλάϊσμα.

Χαῖρε, ὅτι καθυπέμεινας τῆς σῆς γνάθου συντριβήν·

χαῖρε, ὅτι διεσκέδασας ἀπιστίας τὴν ἀχλύν.

Χαῖρε, τῆς Ἐκκλησίας ἡ ἀσάλευτος βάσις·

χαῖρε, τῆς εὐσεβείας ἡ θεόφωτος φαῦσις.

Χαῖρε, ὀδόντων ἄλγους ἰάτειρα·

χαῖρε, ἁπάντων ἔνθερμε πρέσβειρα.

Χαῖρε, πυρὸς γευσαμένη ἐνύλου·

χαῖρε, φλογὸς ῥυομένη ἀλήκτου·

Χαίροις, μάρτυς πολύαθλε.

 

Συναξάριον.

Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῆς ἁγίας παρθενομάρτυρος Ἀπολλωνίας, τῆς ἐπὶ Δεκίου ἐν Ἀλεξανδρείᾳ ἀθλησάσης.

Ταῖς αὐτῆς πρεβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἐπεσκίασεν, Ἀπολλωνία εὔψυχε, ἡ θεία χάρις σε, μαρτύρων τὴν καλλονήν, καὶ ἄλγους ἰάτειραν, ὀδόντων ἔδειξε, τῶν τὴν κλῆσίν σου, φωνούντων μετὰ πίστεως, καὶ ὑμνούντων τοὺς σοὺς ἄθλους.

Ἵνα πάντοτε, τὸ κάλλος τὸ ἀμήχανον, Χριστοῦ καὶ ἄχραντον, ὁρᾷς ἐν κήποις Ἐδέμ, παρεῖδες ὁρώμενα, ὡς παρερχόμενα, κάλλη ἔνδοξε, καὶ ἤθλησας φρονήματι, ἀνδρικῷ Ἀπολλωνία.

Ῥώμην ἄνωθεν, σὸν σῶμα ἐνεδύσατο, παρὰ τοῦ Κτίσαντος· ὅθεν ἐχθροῦ ἀπειλαί, σοφῶς οὐκ ἐπτόησαν, σὲ καὶ ὡς πάσχοντος, ἄλλου ἤνεγκας, ὀδόντων σου ἐκρίζωσιν, ἀλγεινὴν Ἀπολλωνία.

Θεοτοκίον

Ἀειπάρθενε, τὸ βρότειον λελύτρωσαι, γένος Μητρόθεε, Ἀδὰμ τῆς πάλαι ἀρᾶς, τεκοῦσα τὸν Κύριον, δι' ἀγαθότητα, τὸν ὑψώσαντα, ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, πρὸς λειμῶνα σωτηρίας.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Νύμφη τοῦ Χριστοῦ ἠγλαϊσμένη, χαρὰ εὐσεβούντων δήμοις καὶ κραταίωμα, γέγονεν ἡ ἄθλησις, ἡ σεπτή σου πάνσεμνε, καὶ ἔλεγχος καὶ ὄνειδος, τοῖς εἰδωλόφροσι· λαμπρῶς γὰρ ἐμεγάλυνας κλῆσιν, σοῦ σεπτοῦ Νυμφίου, Ἀπολλωνία μάρτυς.

Ὕμνοις σε τιμῶμεν μελιῤῥύτοις, τὴν σπεύσασαν πρὸς μαρτύριον μακάριον, ὁλοθύμως εὔψυχε, καὶ τοὺς καθορῶντάς σε, ἐκπλήσασαν· ὑπέμεινας, γὰρ τὴν ἐκρίζωσιν, ὀδόντων σου καὶ γνάθων σου θλᾶσιν, ἀλκιφρόνως μάρτυς, Χριστοῦ Ἀπολλωνία.

Μύρου νοητοῦ Ἀπολλωνία, ἀλάβαστρον πολυτίμητον ὑπέρλαμπρε, γέγονας Νυμφίου σου, Ἰησοῦ τὸ ὄνομα, Οὗ ἔφερες ἐν χείλεσι, καὶ ἐν καρδίᾳ σου, καὶ Οὗπερ εὐωδία ὑπῆρχες, λύουσα δυσῶδες, τῆς εἰδωλολατρείας.

Θεοτοκίον

Νύκτα μου ζοφώδους ἁμαρτίας,ἐκδίωξον ταῖς αὐγαῖς τῶν σῶν δεήσεων, πρὸς τὸν φωτοπάροχον, Ἰησοῦν τὸν Τόκον σου, εὐλογημένη Δέσποινα, καὶ μετανοίας μοι, ἀνάτειλον ταχὺ ἧμαρ Μῆτερ, χρυσαυγὲς τῷ δούλῳ, μεγαλειότητός σου.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὥσπερ εὐσταλῶν, μαρτύρων διάκοσμον, ὑμνολογοῦμέν σε, τὴν διακοσμήσασαν, τὴν Ἐκκλησίαν, Χριστοῦ τοῖς ἄθλοις σου, Ἀπολλωνία εὔρωστε, καὶ ἀνακράζομεν· Χαῖρε νύμφη, Ἰησοῦ περίλαμπρε, ἡ ἀλήκτου τρυφῶσα φαιδρότητος.

Χάριν δαψιλῆ, θεόθεν ἀπείληφας, ὡς καλλιπάρθενος, μάρτυς καὶ ἀθλήτρια, στεῤῥὰ διώκειν, ἄλγη ἐπώδυνα, ὀδόντων· ὅθεν ἅπαντες, σὴν μνήμην σέβοντες, τοὺς γενναίους, ἄθλους σου δοξάζομεν, οὕς ὑπὲρ τῆς ἡμῶν ἔτλης πίστεως.

Μάρτυς θαυμαστή, ἀνδρείας κειμήλιον, καὶ γενναιότητος, γενομένη φάλαγγας, κατηγωνίσω, ἐχθρῶν τὰ ξόανα, σεβόντων, ὅπλῳ πίστεως, καὶ προσενήνεξαι, ὥσπερ θῦμα, λογικὸν τῷ Κτίσαντι, ἐν πυρὶ τὸν ἀγῶνα τελέσασα.

Θεοτοκίον

Μέμνησο ἡμῶν, ἐν ὥρᾳ τῆς Κρίσεως, Θεογεννήτρια, τῶν μεγαλυνόντων σε, καὶ μὴ ἐάσῃς, ἡμᾶς ἀνάλωμα, πυρὸς γενέσθαι Δέσποινα, γεέννης κράζομεν, στεντορείᾳ, τῇ φωνῇ οἱ δοῦλοί σου  οἱ προσφεύγοντες τῇ ἀντιλήψει σου.

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Βασάνοις ἀνυποίστοις σου, Θεῷ εὐαρεστήσασα, Ἀπολλωνία παστάδος, ὤφθης σεμνὴ κληρονόμος, τῆς  οὐρανίου πάγκαλος, ὡς νύμφη καλλιπάρθενος, Χριστοῦ τοῦ Παντοκράτορος, καὶ ποθεινοῦ σου Νυμφίου, δι' Ὅν καὶ ἤθλησας πόθῳ.

Θεοτοκίον

Τὸν Ποιητὴν τῆς κτίσεως, Χριστὸν σαρκὶ κυήσασα, τῶν σαρκικῶν ἀλγηδόνων, καὶ τῶν παθῶν σοὺς οἰκέτας, ἀπάλλαξον Μητρόθεε, καὶ τῆς μελλούσης λύτρωσαι, γεέννης ἵνα πάντοτε, σὲ μεγαλύνομεν πίστει, εἰς τοὺς αἰῶνας αἰώνων.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ, τοῦ παραδόξου θαύματος.

Μάρτυς τοῦ Χριστοῦ περίβλεπτε, Ἀπολλωνία πυρός, ὁλοκαύτωμα γέγονας, ἑκουσίως πάγκαλε, ἵνα τύχῃς θεώσεως, καὶ ἀπολαύσῃς,, ὧνπερ ἡτοίμασε, τοῖς ἀγαπῶσιν, Αὐτὸν ὁ Κύριος, ἐν θείοις δώμασιν, ἀγαθῶν στεῤῥόψυχε ἀθλητριῶν, ἀηττήτων καύχημα, καὶ σεμνολόγημα.

 

Χαίροις, μυροβόλον βλάστημα, Ἀλεξανδρείας ὀδμαῖς, εὐτολμίας καὶ σθένους σου, ψυχικοῦ ἡδύνασα, εὐσεβῶν τὴν ὁμήγυριν· σὺ γὰρ Κυρίου, ὁμολογήσασα, πρὸ ἀπιστούντων, τὸ θεῖον ὄνομα, καὶ ὑπομείνασα, συντριβὴν τῶν γνάθων σου ἀνηλεῆ, στέφος ἀφθαρτότητος, ἀξίως εἴληφας.

 

Δεῦτε, πάντες φιλομάρτυρες, τὴν ἐν σταδίῳ τρανῶς, τὸν Σωτῆρα κηρύξασαν, Ἰησοῦν καὶ φρύαγμα, τοῦ Δεκίου πατήσασαν, Ἀπολλωνίαν ἀνευφημήσωμεν, ὡς παρθενίας , λαμπάδα πάμφωτον, καὶ πρὸς τοὺς πένητας, συμπαθείας πύρσευμα τὸ τὴν δεινήν, λῦον τῆς κακότητος, ἡμῶν σκοτόμαιναν.

 

Ἄλγη τῶν ὀδόντων χάριτι, τοῦ σοῦ Νυμφίου Χριστοῦ, ἐκδιώκεις ἀήττητε, μάρτυς τῶν ὀδόντων σου, ἀλγεινὴν ἡ ἐκρίζωσιν, καὶ τῶν σῶν γνάθων, καθυπομείνασα, Ἀπολλωνία, θλᾶσιν κατώδυνον· ὅθεν σὸν ὄνομα, οἱ ἀλγοῦντες πάντοτε πανευλαβῶς, τὸ σεπτὸν καὶ ἅγιον, ἐπικαλούμεθα.

 

Δόξα. Ἦχος πλ. α΄.

Τῇ εὐσθενεῖ ἐνστάσει σου καὶ μαρτυρικῇ σου λαμπρότητι, τὴν Ἐκκλησίαν Χριστοῦ φαιδρύνεις, Ἀπολλωνία, κρίνον εὐῶδες τῆς χάριτος·, λαμπρῶς γὰρ ἀγωνισαμένη νίκης τρόπαιον ἔστησας, ἐν Ἀλεξανδρείᾳ τῇ βλαστησάσῃ, καὶ σεμνῶς καὶ ἐνθέως ἀνθρεψαμένῃ σε·, καὶ νῦν μαρτυρικῆς εὐκληρίας μετέχουσα ἐν δόμοις θείοις, ἀσιγήτως πρέσβευε τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Παρθενομαρτύρων τὴν καλλονήν, ἐν Ἀλεξανδρείᾳ, ἐνεγκοῦσαν τὴν ἀλγεινήν, τῶν αὐτῆς ὀδόντων, ἐκρίζωσιν ἐκθύμως, σεμνὴν Ἀπολλωνίαν, ἀνευφημήσωμεν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀπολλωνία καλλιμάρτυς χαρίτων, πολλῶν τῇ σῇ κατηξιώθης ἀθλήσει, ἐκ τοῦ Θεοῦ ὡς πάμφωτος σοφίας λαμπτήρ, καὶ σταδίου πρώταθλος· ὅθεν πρέσβευε βλάβης, ῥύεσθαι τοὺς σπεύδοντας σῇ θερμῇ ἀντιλήψει, καὶ ζοφερῶν λυτροῦσθαι πειρασμῶν, τοὺς ἐκτελοῦντας τὴν πάνσεπτον μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς· Ἄλγη ὀδόντων ἡμῶν, Ἀπολλωνία, πράϋνον. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀθλήσασα μάρτυς πανευσθενῶς, καὶ στέφος λαβοῦσα, ἀφθαρσίας παρὰ Θεοῦ, μὴ παύσῃ Αὐτὸν ἐκδυσωποῦσα, Ἀπολλωνία ὑπὲρ τῶν τιμώντων σε.

Λαμπὰς ἀριστείας καὶ ἀρετῆς, ἐν Ἀλεξανδρείᾳ, ἀναφθεῖσα μαρτυρικῇ, ἐνστάσει σεμνὴ Ἀπολλωνία, ἡμῶν παθῶν σκοτομήνην ἐκδίωξον.

Γαυρίαμα πλάνου ἡμᾶς τῇ σῇ, δυνάμει πατῆσαι, καταξίωσον ἡ λατρῶν, εἰδώλων ὀφρῦν τὴν ἐπηρμένην, ἀθλητικῇ σου ἐνστάσει πατήσασα.

Θεοτοκίον

Ἡ μόνη ἁπάντων τῶν γυναικῶν, Χριστὸν συλλαβοῦσα, ἀπειράνδρως ἐν σῇ γαστρί, Υἱὸν τοῦ Θεοῦ μὴ διαλλίπῃς, Αὐτῷ ὑπὲρ τῶν σῶν δούλων πρεσβεύουσα.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Οἱ ἐξ ἄλγους ὀδόντων, δεινῶς ἀεὶ πάσχοντες, σῇ μαρτυρικῇ παῤῥησίᾳ, πίστει προσφεύγουσι, καὶ ἐκλυτροῦνται αὐτῶν, Ἀπολλωνία ταχέως, τῇ δοθείσῃ ἄνωθεν, σοὶ μῆτερ χάριτι.

Δεῦτε, ὕμνοις εὐτάκτοις, τὴν τοῦ Χριστοῦ μάρτυρα, ἐν Ἀλεξανδρείας σταδίῳ, τὴν ἀριστεύσασαν, πανευλαβῶς οἱ πιστοί, ἐγκωμιάσωμεν χαῖρε κράζοντες,  πρὸς Κύριον, πάντων μεσίτρια.

Ὄλβον ὡς ἀθληφόρον, καὶ θησαυρὸν ἄσυλον, σὲ Ἀπολλωνία τιμῶντες, πόθῳ κραυγάζομεν· ἴσθι θερμὴ ἀρωγός, ἡμῶν προστάτις ἀκέστωρ, ταχινὴ καὶ πρέσβειρα, θεία πρὸς Κύριον.

Θεοτοκίον

Νεῦσον ταῖς ἱκεσίαις, τοῦ ταπεινοῦ δούλου σου, Κεχαριτωμένη Μαρία, Θεογεννήτρια, σαρκὸς ἀτάκτους ὁρμάς, καὶ τοῦ νοὸς τὰς κινήσεις, παύουσα ὡς εὔσπλαγχνος,ῥάβδῳ σῆς χάριτος.

Διάσωσον,  Ἀπολλωνία πανένδοξε σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν δολίου ἀλάστορος, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Μαρτύρων Χριστοῦ Ἀπολλωνία κλέϊσμα, Νυμφίον τὸν σὸν ἀπαύστως καθικέτευε, τῶν πταισμάτων ἄφεσιν, τοῖς σεμνοῖς διδόναι ἱκέταις σου, καὶ ἐκλυτροῦσθαι πάσης συμφορᾶς, ἡμᾶς τοὺς πιστῶς σε μακαρίζοντας.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Τῶν ὀδόντων ἐπώδυνα, ἄλγη καταπράϋνον τῶν σπευδόντων σοι, ἀθληφόρων τοῦ Παντάνακτος ὡς Ἀπολλωνία ἐγκαλλώπισμα.

Ὤφθης μάρτυς ἀήττητος, καὶ Χριστοῦ ἀμνάδων πανσέμνων κόσμημα· ὅθεν χάριν θείαν εἴληφας, φυγαδεύειν νόσους τῶν προσφύγων σου.

Νοῦν ἡμῶν τῶν τιμώντων σε, ἅγνισον καὶ κάθαρον τὴν διάνοιαν, τῶν ζητούντων τὴν σὴν εὔνοιαν, ὦ Ἀπολλωνία καλλιπάρθενε.

Θεοτοκίον

Ἡ ἑτοίμη ἀντίληψις, τῶν καταφευγόντων σοι Μητροπάρθενε, θραῦσον βέλη τοῦ ἀλάστορος, καθ' ἡμῶν δολίως τὰ κινούμενα.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Μάρτυς κραταιά, ἡ Χριστὸν ὁμολογήσασα, πρὸ τοῦ βήματος τῶν εἰδωλολατρῶν, τοῦ ἐχθροῦ Ἀπολλωνία βλάβης ῥῦσαί με.

Ὡς ἀθλητριῶν, σὲ τιμῶντες ἀγαλλίαμα, εὐκλεὲς Ἀπολλωνία σὰς λιτάς, πρὸς Χριστὸν τὸν σὸν Νυμφίον ἐξαιτούμεθα.

Νύκτα τῶν παθῶν, τῶν ἡμῶν ταχὺ ἐκδίωξον, ἀστραπαῖς Ἀπολλωνία σῶν εὐχῶν, πρὸς Χριστὸν τὸν Φωτοδότην πάσης κτίσεως.

Θεοτοκίον

Ἄνοιξον ἡμῖν, οὐρανίους πύλας Δέσποινα, ἵνα ἴδωμεν τὸ φῶς τοῦ σοῦ Υἱοῦ, καὶ Αὐτοῦ τῆς θείας δόξης ἀπολαύσωμεν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Πανένδοξε τοῦ Χριστοῦ ἀθλήτρια, καὶ παρθένων κοσμιότης φρονίμων, ἡ ἀνδρικῷ ὑπομείνασα σθένει, Ἀπολλωνία ὀδόντων ἐκρίζωσιν, θεόθεν χάριν δαψιλῆ, παύειν ἄλγη ὀδόντων ἀπείληφας.

Ὁδήγει με πρὸς ὁδὸν ἰθύνουσαν, οὐρανῶν εἰς τὰς παμφώτους ἐπάλξεις, Ἀπολλωνία στεῤῥόψυχε μάρτυς, ἡ οὐρανίου χαρᾶς ἀπολαύουσα, σὺν τῷ Νυμφίῳ σου Χριστῷ, ἐν παστάδι τῇ θείᾳ, πανεύφημε.

Λαμπρότητος ἐν Ἐδὲμ σκηνώσεσι, νῦν χορεύουσα Χριστὸν ἐκδυσώπει, Ἀπολλωνία, εὑρεῖν ἡμᾶς χάριν, τοὺς σὲ τιμῶντας ἐκθύμως καὶ ἔλεος· σὺ γὰρ φρονήματι στεῤῥῷ, ἀπεκρούσω τοὺς εἴδωλα σέβοντας.

Θεοτοκίον

Λευκάνθεμον μυριστὸν σεμνότητος, Παναγία Θεοτόκε Παρθένε, τὴν δυσωδίαν παθῶν μου ποικίλων, τῇ εὐωδίᾳ λιτῶν σου ἀπέλασον, πρὸς Ὅν ἐκύησας σαρκί, ὑπὲρ φύσιν Θεάνθρωπον Κύριον.

Διάσωσον, Ἀπολλωνία πανένδοξε σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν δολίου ἀλάστορος, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἀπολλωνία μαρτύρων εὐπρέπεια, Ἀλεξανδρείας τὸ θεῖον ἀγλάϊσμα, Χριστῷ τῷ Νυμφίῳ σου πρέσβευε, καταπραΰναι ἡμῶν τῶν τιμώντων σε, τὰ δυσαχθῆ τῶν ὀδόντων ἀλγήματα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μᾶρκον (ε´ 24-35).

Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα. Ταῖς τῆς ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχος. Ἐλέησόν με, ὁ Θεός...

Μάρτυς καλλιπάρθενε, Ἀπολλωνία γενναία, ἡ στεῤῥῶς ὀδόντων σου, πάντων τὴν ἐκρίζωσιν, ὑπομείνασα, καὶ πυρὶ φρύγανον, ἡ  παραδοθεῖσα, ὡς ξηρὸν ἀπαύστως πρέσβευε, τῷ Παντοκράτορι, καὶ σεπτῷ Νυμφίῳ σου ῥύεσθαι, ἁπάσης περιστάσεως, θλίψεων δεινῶν καὶ κακώσεων, ἡμᾶς καλουμένους, σὸν ὄνομα τὸ θεῖον εὐλαβῶς, καὶ τὴν θερμήν σου ἀντίληψιν, ἐκζητοῦντας πάντοτε.

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Νεκρωθεὶς τῇ  κακίᾳ, τοῦ δολίου Βελίαρ θερμῶς προσπίπτω σοι,  Ἀπολλωνία μάρτυς, κραυγάζων· ἔγειρόν με, ἐκ βορβόρου κακότητος, πρὸς ἀνιδιοτελοῦς, ἀγάπης θεῖον ὕψος.

Ὡραιότης μαρτύρων, καὶ φρονίμη παρθένε, ἡ ἐναθλήσασα, ἐν τῇ Ἀλεξανδρείᾳ, Ἀπολλωνία σῶφρον, ἐκτενῶς καθικέτευε, Χριστὸν διδόναι ἡμῖν, ὑγίειαν κατ' ἄμφω.

Ἰσχυρῶς ἀντετάξω, Βασιλεῖ παρανόμῳ, τῷ λίθους σέβοντι· διὸ καὶ χάριν εὗρες, Ἀπολλωνία πάντας, ἐκλυτροῦσθαι ἱκέτας σου, τῆς κακουργίας ἐχθροῦ, τοῦ πονηροῦ καὶ πλάνου.

Θεοτοκίον

Ἀνηρότως τὸν Λόγον, τοῦ Θεοῦ ἡ τεκοῦσα τὸν σοὶ προσφεύγοντα, παθῶν τῆς ἀλογίας, ἐκλύτρωσαι καὶ σῶσον, τὸν πιστῶς ἐκβοῶντά σοι· Χαῖρε Παρθένε ἁγνή, χριστιανῶν προστάτις.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Πυρὸς γεέννης, ταῖς σαῖς πρεσβείαις με ῥῦσαι, ἡ πυρὸς γευσαμένη τὴν φλόγα, διὰ τὴν ἀγάπην, Χριστοῦ Ἀπολλωνία.

Ῥώννυς στεῤῥόφρον, τοὺς εὐλαβεῖς σου ἱκέτας, ἐκδιώκουσα πόνους ὀδόντων, χάριτί σου θείᾳ, σεμνὴ Ἀπολλωνία.

Ἀπολλωνία, καταφυγὴ ἐν ἀνάγκαις, καὶ ἀκέστωρ γενοῦ ταχυτάτη, τῶν μεγαλυνόντων, τοὺς σοὺς τιμίους ἄθλους.

Θεοτοκίον

Ὑδάτων ῥῦσαι, τῆς ἀπωλείας Παρθένε, καὶ πρὸς ὕδωρ ζωῆς αἰωνίου, ἴθυνον σοὺς δούλους, ἁγνὴ Θεοκυῆτορ.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Νῦν πόθῳ ἐκβοῶ σοι· δίδου ἡμῖν σθένος, ἐν δυσχερείαις τοῦ βίου καὶ δύναμιν, Ἀπολλωνία, θερμαῖς σου εὐχαῖς πρὸς Κύριον.

Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, καὶ ἀθληφόρων χοροῖς συχγορεύουσα, μὴ ἐπιλάθῃ, ἀνδρεία, τῶν εὐφημούντων σε.

Νοός μου τὰς κινήσεις, ἴθυνον, κραυγάζω, Ἀπολλωνία, πρὸς ὕψος θεώσεως, καὶ πονηρῶν λογισμῶν με δεῖξον ὑπέρτερον.

Θεοτοκίον

Χαρίτων εὐωδίας, ἡ πεπληρωμένη, Θεοκυῆτορ, χαρίτων με ἔμπλησον τοῦ σοῦ Υἱοῦ, ἵνα πόθῳ ἀεὶ γεραίρω σε.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ἀθληφόρον νύμφην τοῦ Ἰησοῦ, μέλψωμεν ἐν ὕμνοις ὁλοθύμως, χοροὶ πιστῶν, ὡς καταβαλοῦσαν, ὀφρῦν εἰδωλοφρόνων, Ἀπολλωνίαν θείαν, τὴν καλλιπάρθενον.

Τὴν καθυπομείνασαν ἀνδρικῶς, συντριβὴν τῶν γνάθων, καὶ ἐκρίζωσιν ἀλγεινήν, τῶν αὐτῆς ὀδόντων, σεμνὴν Ἀπολλωνίαν, ἐν ὕμνοις μελιῤῥύτοις ἐγκωμιάσωμεν.

Πράϋνον τὰ ἄλγη τὰ ἐπαχθῆ, τῶν ἡμῶν ὀδόντων, τῇ σῇ χάριτι εὐσταλές, νύμφη τοῦ Κυρίου, κλεινὴ Ἀπολλωνία, ἐκρίζωσιν ἡ τούτων, καθυπομείνασα.

Κάλλος θεωμένη τὸ θαυμαστόν, νῦν τοῦ σοῦ Νυμφίου, ἐν σκηνώμασι θεϊκοῖς, πρέσβευε διδόναι, ἡμῖν Ἀπολλωνία, δεινῶν παραπτωμάτων, τὴν ἀπολύτρωσιν.

Χαίροις ἀθληφόρων ὑπογραμμέ, τῆς Ἀλεξανδρείας, γόνε τίμιε καὶ σεπτέ· χαίροις ἡ δεχθεῖσα, πυρὸς Ἀπολλωνία, ἀνάλωμα γενέσθαι, μάρτυς ἀήττητε.

Παρθενομαρτύρων τὴν καλλονήν, ἐν Ἀλεξανδρείᾳ, ἐνεγκοῦσαν τὴν ἀλγεινήν, τῶν αὐτῆς ὀδόντων, ἐκρίζωσιν ἐκθύμως, σεμνὴν Ἀπολλωνίαν, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς ἀκατάβλητε Χριστοῦ, γόνε θεῖε Ἀλεξανδρείας,  Ἀπολλωνία σεμνή, λύτρωσαι ἱκέτας σου, φθορᾶς καὶ θλίψεων, καὶ τὰ ἄλγη κατάπαυσον, ὀδόντων τῶν πίστει, προστρεχόντων πάντοτε, τῇ ἀντιλήψει σου· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς τὸν σὸν ὡραῖον Νυμφίον, δι' Ὅν καὶ τὸ αἷμά σου ἐξέχεας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

                                             

Δι’ εὐχῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου