Δευτέρα 5 Ιουνίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 10. ΑΓΙΟΣ ΠΕΤΡΟΣ ΝΙΚΑΙΑΣ ΟΜΟΛΟΓΗΤΗΣ ΚΑΝΩΝ

ΣΕΠΤΕΜΒΡΙΟΣ Ι

ΠΕΤΡΟΣ ΝΙΚΑΙΑΣ ΟΜΟΛΟΓΗΤΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ κανών, οὗ ἠ ἀκροστιχίς: Τὸν Πέτρον ὑμνῶ, τὸν σοφὸν θεηγόρον.

ᾨδὴ α. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Τὴν πέτραν τὴν ἀῤῤαγῆ τῆς πίστεως, ἔχων θεμέλιον, τὰς ἀρετὰς ὡς λίθους ἐκλεκτούς, ἐκλεκτῶς ᾠκοδόμησας, καὶ τοῦ Ἁγίου Πνεύματος, Πέτρε θεόφρον, ναὸς γέγονας.

Ὁ νοῦς σου τὴν δεσποτείαν εὔτακτον, κρατήσας Ὅσιε, τὰς τῶν παθῶν ἠμαύρωσεν ὁρμάς, καὶ φωτὶ προσωμίλησε, φωτοειδὴς γενόμενος, ἱεροφάντορ Πέτρε πάνσοφε.

Νομίμως τελειωθεὶς διέπρεψας, ἐν Ἐκκλησίᾳ Χριστοῦ, προκινδυνεύων ταύτης εὐσεβῶς, ἱεράρχα μακάριε· διὸ καὶ νῦν γεραίρουσα, Πέτρε παμμάκαρ μακαρίζει σε.

Θεοτοκίον.

Πατήσας τὴν ἐντολὴν τοῦ κτίσαντος, τρυφῆς ἐκβέβληται, δελεασθεὶς ὁ πρῶτος ἐν βροτοῖς· ἀλλὰ τοῦτον πεσόντα δεινῶς, τὸν Λυτρωτὴν κυήσασα, ἀνεκαλέσω Μητροπάρθενε.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ἐλπίδι βεβαιωθείς, τῶν αἰωνίων ἀγαθῶν ἤνεγκας, καρτερικῶς Ὅσιε, ταῖς ὑπερορίαις στελλόμενος.

Τῇ αἴγλῃ καταυγασθείς, τοῦ παναγίου καὶ σεπτοῦ Πνεύματος, αἱρετικῶν σύστρεμμα, θείᾳ σου σοφίᾳ διέλυσας.

Ῥωσθεὶς δυνάμει Θεοῦ, τὰ τῶν λεόντων πονηρὰ χάσματα, ὡς Δανιὴλ ἔφραξας, λάκκῳ πειρασμῶν ἐμβαλλόμενος.

Θεοτοκίον.

Ὁ Ἄγγελος Γαβριήλ, τὴν ὑπὲρ λόγον σοι χαρὰν ἔφησε· Χαῖρε Θεοῦ σκήνωμα, ὁ κατασκηνῶσαι εὐδόκησε.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὸν πλοῦτον ἐσκόρπισας τοῖς πενομένοις σοφέ, πεισθεὶς τοῖς προστάγμασι τοῖς τοῦ Σωτῆρος Χριστοῦ, χηρῶν προϊστάμενος καὶ πεινῶντας ἐκτρέφων, γυμνουμένους ἐνδύων, διπλῆν ἴασιν τούτοις, τῶν ψυχῶν καὶ σωμάτων· καὶ νῦν ὡς παρεστὼς τῷ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

 

 

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Νενοθευμένων δογμάτων ἱερομύστα, τοὺς εὑρετὰς διήλεγξας, ἐν λόγῳ σοφίας, δείξας ματαιόφρονας, κραυγάζων θεσπέσιε· δόξα τῇ δυνάμει Σου Κύριε.

Ὑποδεικνύων τὸ φέγγος τῆς ἀληθείας, τὴν τοῦ Χριστοῦ ἐδίδαξας, πάντιμον εἰκόνα, σέβειν παναοίδιμε, καὶ τῆς Θεομήτορος, καὶ τοῦ τῶν Ἁγίων συστήματος.

Μυσταγωγήσας παμμάκαρ τὴν Ἐκκλησίαν, μετὰ Χριστοῦ ὡδήγησας, πρὸς τρίβους εὐθείας, λόγοις τε καὶ δόγμασι, βοᾶν ὑποθέμενος· δόξα τῇ δυνάμει Σου Κύριε.

Θεοτοκίον.

Νεμομένην τοῦ θανάτου τὴν τυραννίδα, Μῆτερ Θεοῦ κατέπαυσας, ζωὴν τὴν ἀγήρω, πάναγνε κυήσασα· διό Σοι κραυγάζομεν· δόξα Θεομῆτορ τῷ τόκῳ Σου.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ὡς πέτρα ἀῤῥαγής, ἀνεδείχθης τῆς πίστεως, ἀσάλευτος διαμείνας, ἐν καιρῷ τῶν κινδύνων, ὦ Πέτρε παμμακάριστε.

Τοῦ Πέτρου μιμητής, ἀνεφάνης θεόληπτε· ὁμώνυμος πεφυκὼς γάρ, ὁμογνώμων ἐκείνου, ἐγένου πανσεβάσμιε.

Ὁ βίος σου λαμπρός, καὶ ὁ λόγος σου πάνσοφος· τοῖς πένησιν ὡς πατὴρ γάρ, καὶ ταῖς χήραις προστάτης, θεόφρον ἐχρημάτισας.

Θεοτοκίον.

Νῦν πᾶσαι γενεαί, μακαρίζουσιν ὄντως Σε, τὴν ἄχραντον Θεοτόκον, ὡς προέφης Παρθένε, καὶ πίστει μεγαλύνουσί Σε.

 

ᾨδὴ στ΄. Θύσω σοι.

Σοφίᾳ, τῇ τοῦ Θεοῦ σαφῶς φωτιζόμενος, τῶν θεομάχων τὰ στίφη, θεοπλόκοις λόγοις κατατιτρώσκων, καὶ μετ’ ἤχου, τὸ μνημόσυνον ὤλεσας πάνσοφε.

Ὅρμημα, τὸ τῶν παθῶν κατέσβεσας ἔρωτι, τῆς ἀπαθείας τρισμάκαρ· τὸν σταυρὸν γὰρ ἄρας ὡς προσετάγης, τῷ Δεσπότῃ, κατηκολούθησας Πέτρε μακάριε.

Θεοτοκίον.

Φωτίζεις, τῷ τοκετῷ Σου πάντα τὰ πέρατα, Θεογεννῆτορ Παρθένε· Σὺ γὰρ μόνη ὤφθης κεκαθαρμένη, ἀπ’ αἰῶνος, δικαιοσύνης ἥλιον φέρουσα.

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Ὁ ἐν καμίνῳ, τοὺς νεανίας Πάτερ σώσας Θεός, οὗτος τὴν ἰσχύν σοι Πάτερ ὑπερφυῶς, ἐναθλοῦντι ἐδωρήσατο, εὐλογημένος εἶ, ὁ Θεός μου βοῶντι καὶ Κύριος.

Νενευρωμένος, τῇ παντευχίᾳ τοῦ Πνεύματος, Πέτρε νικητὴς ἐφάνης τῶν δυσμενῶν, στεφηφόρος τῷ Δεσπότῃ σου, εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Θεοτοκίον.

Θεὸν τεκοῦσα, σαφῶς εἰδότες πανάμωμε, πάντες Θεοτόκον στόματι καὶ ψυχῇ, θεοφρόνως ὀνομάζομεν· εὐλογημένος γάρ, ὁ καρπὸς τῆς κοιλίας Σου πέφυκε.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ἐῤῥύσθης παγίδων τοῦ ἐχθροῦ, θεόφρον Ὅσιε, πρὸς οὐρανὸν ἀναπτάς, συνηριθμήθης δὲ πάνσοφε, Ἀθληταῖς Ἱερομάρτυσι, ὡς εὐσεβείας ἐραστής, μέλπων θεσπέσιε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἥπλωσας τὴν χεῖρα δαψιλῶς, σκορπίζων ἅπαντα, πλοῦτον τοῖς πένησιν, εἰς τὸν αἰῶνα δὲ μένει σου, τηλαυγῶς ἡ ὑπὲρ ἔννοιαν, δικαιοσύνη σοὶ ὡς φῶς, νῦν ἀνατέλλουσα, εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶντι τὸν Κύριον.

Γηθόμενος μάκαρ πρὸς Θεόν, σὺ ἐξεδήμησας, τὸν κόσμον ἅπαντα, ἀπεκδυσάμενος πάνσοφε, ὡς χρυσὸς διὰ νοσήματος, ἐκκαθαρθεὶς εἴ τι κακόν, ὕλη ὑφείλκυσε, καὶ κραυγάζεις· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τριαδικόν.

Ὁ θείᾳ δυνάμει συγκρατῶν, τὴν κτίσιν ἅπασαν, καὶ διευθύνων σαφῶς, χερσὶ κρατεῖταί σου πάναγνε, οἷα βρέφος ὁ ἀοίδιμος, καὶ συνεδρεύων τῷ Πατρί, καὶ θείῳ Πνεύματι, ᾯ βοῶμεν· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Ῥημάτων ἀκούσας παμμάκαρ, εὐαγγελίου τῆς εἰρήνης, ὅλον σεαυτὸν τῷ Κυρίῳ, ἀνέθου πάντα καταλιπὼν τὸν βίο, ᾯ παρεστὼς γηθόμενος, τῶν σὲ τιμώντων Πέτρε μέμνησο.

Ὅλῳ τῷ φωτὶ τῷ μεγάλῳ, πεφωτισμένος προσχωρήσας, τέλους μακαρίου προδήλως, ἐν μετουσίᾳ Πέτρε γεγένησαι, τοῦ τῶν σκιῶν αἰνίγματος, διαλυθέντος ἀληθείας αὐγαῖς.

Νίκης ἀμαράντινον στέφος, τῇ νικηφόρῳ κορυφῇ σου, ὁ ἀγωνοθέτης νῦν Χριστός, σαφῶς παρέσχε Πέτρε πανόλβιε, ᾯ καθωραϊζόμενος, περιπολεύεις τὰ οὐράνια.

Θεοτοκίον.

Νόμοις ἐγκωμίων ἡττᾶται, τῇ θείᾳ δόξῃ Σου Παρθένε, ἀλλ’ ὡς ἀγαθὴ καὶ εὐμενής, τῶν Σὲ ὑμνούντων δέχου τὸν ἔπαινον, ἁμαρτιῶν καθάρσιον, ἀντιδιδοῦσα Θεονύμφευτε.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου