Κυριακή 26 Μαρτίου 2023

ΑΠΡΙΛΙΟΣ 26. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΒΑΣΙΛΕΥΣ ΑΜΑΣΙΑΣ ΚΑΝΟΝΕΣ

ΑΠΡΙΛΙΟΣ ΚΣΤ΄.

ΒΑΣΙΛΕΥΣ ΑΜΑΣΕΙΑΣ

ΚΑΝΟΝΕΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὕμνοις γεραίρω τὸ σοφὸν Βασιλέα. Θεοφάνους.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ὑμνῆσαι ἀοίδιμε, προαιρουμένῳ σοφίας μοι, παράσχου καὶ γνώσεως, λόγον πρεσβείαις σου, θείους ἀγῶνας, τοὺς σοὺς Ἱερομάρτυς, Χριστοῦ δι’ ἀγάπησιν, οὓς ἐπεδείξω στεῤῥῶς.

Μύρῳ τῷ τῆς χάριτος, ἀρχιερεὺς ἀναδέδειξαι, χρισθεὶς ἱερώτατε, Χριστοῦ ἐπάξιον, σαυτὸν ὡς θῦμα, διὰ τοῦ μαρτυρίου, ἁγνὸν ἀναιμάκτους τε, θυσίας προσαγαγών.

Νίκης ἐγκοσμούμενος, τῇ ἀλουργίδι τῶν ἄθλων σου, αἱμάτων στεφάνῳ τε, καλλωπιζόμενος, βασιλεὺς παθῶν, ἐδείχθης ἱεράρχα, πορθήσας τὴν πλάνην δε, συμβασιλεύεις Χριστῷ.

Θεοτοκίον.

Ὁ πλάσας τὸν ἄνθρωπον, τὸ πρὶν ἐκ γῆς ἐν τῇ μήτρᾳ Σου, σαρκοῦται καὶ ἄνθρωπος, τέλειος γίγνεται· ὅθεν ἐν δύο, οὐσίαις Θεοτόκε, πανάμωμε τέλειον, τοῦτον γινώσκομεν.

 

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.

Ἱερεῖον σύ, τῷ Χριστῷ σεαυτὸν προσενήνοχας, οἷα ἄμωμος πυρί, τῆς σῆς σοφὲ συνειδήσεως, διὰ τῆς ἀθλήσεως, ὁλοκαυτούμενον.

Σοφίᾳ λόγων, τῇ γλαφυρᾷ Χριστὸς ἐβεβάιωσεν, ἐπὶ πέτραν ἀκλινῶς, τῆς πίστεως βεβηκέναι σε, Βασιλεῦ ἀοίδιμε, οἷα ποιμὴν ἀληθής.

Θεοτοκίον.

Γένος βρότειον, τῇ Σῇ γεννήσει πάναγνε λέλυται, τῆς ἀρχαίας ἀληθῶς, κατάρας· ὅθεν τῆς θείας Σου, μορφῆς τὴν ἐμφέρειαν, τιμῶμεν Δέσποινα.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Ἐπὶ ζωοπαρόχους, θείας πηγάς, Πάτερ ἐπὶ πόαν τε πίστεως, τῇ βακτηρίᾳ, τῶν δογμάτων σου σοφέ, τὴν τοῦ Χριστοῦ ὡδήγησας, ποίμνην Βασιλεῦ παμμακάριστε.

Ῥήμασι θεοφθόγγοις, Μάρτυς Χριστοῦ, τὴν τοῦ παρανόμου διήλεγξας· καὶ δυσωνύμου, Λικινίου εὐθαρσῶς, θεοστυγῆ παράνοιαν, νίκης τε βραβεῖον κατέστεψαι.

Ἀῤῥαγὲς θεμέλιον, πήξας σοφέ, σὺ ἐπὶ τὴν πέτραν τῆς πίστεως, τὰς τρικυμίας, Ἱερομάρτυς ἀτρέμας, πλάνην εἰδώλων ἤνεγκας, ταύτην διαλύων δυνάμει Χριστοῦ.

Θεοτοκίον.

Ἰάσω τὸ σύντριμμα, Μῆτερ τοῦ Χριστοῦ, φύσεως βροτείας τὸν ἄναρχον, Λόγον ἐν δύο, τετοκυῖα οὐσίαις, οὗ σχετικῶς πανάμωμε, τῆς σαρκὸς τιμῶ τὴν ἐμφέρειαν.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ῥωννύμενος ἔνδοξε, πρὸς τοῦ Χριστοῦ διήλεγξας, πλάνην τῶν εἰδώλων Ἱεράρχα, τὸν ἀρχηγόν τε, ταύτης στρουθίον οἰκτρόν, οἷάπερ ἐμπέπαιχας στεῤῥῶς, Μάρτυς τὸν τῆς πίστεως, δρόμον ἀνύσας σοφέ.

Ὡς ἄλλος τὴν θάλασσαν, Μωσῆς τῆς ἀπιστίας σοφῶς, πίστεως τῇ ῥάβδῳ διαῤῥήξας, νέον παμμάκαρ, Ἰσραὴλ ὦ Βασιλεῦ, τῆς ἐπαγγελίας εἰς τὴν γῆν, οἷάπερ διήγαγες, θεογνωσίας πρὸς φῶς.

Θεοτοκίον.

Τὴν θείαν ἐμφέρειαν, μορφῆς Σου Θεοτόκε ἁγνή, πάντες σχετικῇ ἐν προτιμήσει, ἔχοντες στῖφος, αἱρετιζόντων ἀεί, λογικῶς διώκομεν οἱ Σέ, πλουτοῦντες οἰκέται Σου, ἀρωγὸν ὦ πανάμωμε.

 

ᾨδὴ στ΄. Ἐβόησε.

Οὐκ ἔφερεν, ὁ δεινὸς καὶ παράνομος τύραννος, τὴν ἐν λόγοις, παῤῥησίαν σου Μάρτυς διάβολος· τὸν δεινὸν ὁπλίζει, κατὰ σοῦ δὲ Λικίνιον ἔνδοξε.

Νομίσας σου, τὸ στεῤῥόν τε καὶ εὔτολμον Ἅγιε, ἐκμαλάττειν, ταῖς θωπείαις ὁ κάκιστος τύραννος, τῆς ἐλπίδος Μάρτυς, διεψεύσθη ποσί σου πατούμενος.

Θεοτοκίον.

Σοῦ τῷ τόκῳ, τῶν ὠδίνων ἡ Εὔα λελύτρωται, Θεοτόκε· λυτρωτὴν γὰρ τοῦ γένους ἐγέννησας, τοῦ βροτείου μόνη, ἐγκαλλώπισμα πάναγνε Δέσποινα.

 

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.

Ὁ ὑπερήφανος ἐχθρός, καὶ ὡς νοσσιὰν μεγαλαυχῶν, τοῦ καταλήψεσθαι τὴν γῆν, τῇ ἐνστάσει σου ἥττηται κράτιστα, καὶ σαφῶς καταπέπτωκεν, ὑπὸ πόδας ἱερούς σου Ἱερομάρτυς.

Φωτὶ τῆς πίστεως σαφῶς, τὴν εἰδωλικὴν ἀβλεψίαν, σὺ ἐξεμείωσας σοφέ, τῷ Χριστῷ ἐν αἰνέσει μακάριε, μελῳδῶν ὡς οἱ Παῖδες τὸ πρίν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Οὔτε θωπείαις τὸ στεῤῥόν, οὔτε ἀπειλαῖς ἱεράρχα, ταῖς πρὸ τυράννου Βασιλεῦ, ἐχαυνώθης οὐδόλως ἀοίδιμε, τὴν ψυχὴν ἀλλ’ ἀνάλγητος, οἷα ἄκμων ταῖς βασάνοις ἐνεκαρτέρεις.

Θεοτοκίον.

Νόμους κυήσεως ἁγνή, τὸν δημιουργὸν ὑπερέβης, σαρκὶ κυήσασα σαφῶς, πάσης κτίσεως· ὅθεν κυρίως Σε, Θεοτόκον πανύμνητε, οἱ πιστοὶ πανευσεβῶς ἀνυμνολογοῦμεν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Βέλεσι σοφίας ἱεράρχα, βαλὼν καιρίως τὴν πλάνην πανόλβιε, βραβείοις κατέστεψαι, νίκης ὡς ὑπέρμαχον, πανευκλεῆ τῆς πίστεως, Χριστὸν κτησάμενος· τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Αὐχένα τῆς πλάνης Ἱεράρχα, τῷ ξίφει τῆς πίστεως διέκοψας, τμηθεὶς τὴν ἀοίδιμον, κάραν σου μακάριε, καὶ πρὸς Χριστοῦ τὸν στέφανον, τῆς νίκης εἴληφας· τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Συνήφθη τῷ σώματί σου μάκαρ, ἡ κάρα μετ’ ἐκτομὴν ὃ καὶ παράδοξον, ἄπειρον τὸ πέλαγος, σοφὲ διαπλεύσασα, τῇ κυβερνήσει Ἅγιε, τοῦ θείου Πνεύματος· καὶ νῦν μετὰ Ἀγγέλων χορεύων, σὺν Πατρὶ δοξάζεις, Υἱὸν καὶ θεῖον Πνεῦμα.

Θεοτοκίον.

Ἰὸν τὸν τοῦ ὄφεως Παρθένε, τῆς Εὔας ἐξετινάξω ἐν τῷ τόκῳ Σου, Λόγον ὡς γεννήσασα,  σαρκὶ καθ’ ὑπόστασιν, ἐν τῇ νηδύϊ πάναγνε, Σοῦ ἑνωθέντα φρικτῶς, Πατρὶ τὸν ἐνυπόστατον ὄντα, οὗπερ τῆς σαρκός τε, ἐμφέρειαν τιμῶμεν.

 

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Λιμένι σαφῶς προσορμισθείς, πανένδοξε τρικυμίας, τὸ κλυδώνιον, εἰδωλικῆς διαπεράσας, τῇ θείᾳ κυβερνήσει τοῦ Πνεύματος, ταῖς ἄνω συγχορεύων δυνάμεσι, μνήσθητι μάκαρ τῶν τιμώντων σε.

Ἐνθέως χορεύων Βασιλεῦ, ἀοίδιμε σὺν Ἀγγέλοις, ἐπινίκια, περὶ τὸν θρόνον τοῦ τῶν πάντων, Θεοῦ τε καὶ Δεσπότου γηθόμενος, ἱλέως ἐποπτεύοις ἡμᾶς ὡς ποιμήν, καὶ ἱεράρχης τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.

Ἀσπόρως τὸν ἄναρχον Υἱόν, γεννήσασα Θεὸν Λόγον, Μητροπάρθενε, πᾶσαν ἐκαίνισας τὴν φύσιν, ἡμῶν παλαιωθεῖσαν τοῖς πταίσμασιν, τῆς παραβάσεως· ὅθεν Σε Δέσποινα, ἀκαταπαύστως μεγαλύνομεν.

***

 

 

 

 

 

 

 

 

 

 

 

Ὁ β΄ Κανών. Γερμανοῦ.

ᾨδὴ α΄. Ἦχος γ΄. Τῷ ῥυσαμένῳ τὸν Ἰσραὴλ ἐκ δουλείας.

Τῷ στερεώματι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὡς ἑωσφόρον λάμψαντα τῇ οἰκουμένῃ, ἀνέδειξεν ἡ τοῦ Πνεύματος χάρις, τὸν Ἱεράρχην καὶ Μάρτυρα τοῦ Λόγου.

Ἀγγελομίμητον ἀναλαβὼν πολιτείαν, Βασιλεῦ θεοφόρε πρὸ τῶν ἀγώνων, ἐν σώματι τὸν ἀσώματον ἐχθρόν, πρὸς συμπλοκὴν κατεπάλαισας θεόφρον.

Τὴν διπλοΐδα τῆς ἱερᾶς σου ἀξίας, βάψας ἐν τῷ αἵματι τοῦ μαρτυρίου, ἀνέδειξας φαιδροτέραν Βασιλεῦ, ἵνα καὶ Μάρτυς ὀφθῇ καὶ Ἱεράρχης.

Θεοτοκίον.

Τὴν Μητέρα Σου Χριστὲ Θεοτόκον, οἱ πιστοὶ δοξάζομεν ἀκαταπαύστως, ὡς πρεσβεύουσαν ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ κινδύνων.

 

ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ.

Τὸν χαρακτῆρα Πάτερ τῆς εὐσεβείας, μυηθεὶς ἐν Πνεύματι ἀνεμάξω, μυσταγωγίαν ἀπόῤῥητον, ἐκ τῶν ἀγράφων βυθῶν.

Ὡς τοῦ κρατῆρος Ὅσιε τῆς σοφίας, μυστικῶς γευσάμενος θεοφράστους, εὐχὰς ἐξέθου θυόμενος, τῷ ἀκηράτῳ Θεῷ.

Ἐπὶ σφαγὴν ἑλκόμενος ἠκολούθεις, ὡς κριὸς ἐπίσημον οὐκ ἐρίζων, οὐ κραυγάζων ὡς γέγραπται, θρέμμα Χριστοῦ καὶ ποιμήν.

Θεοτοκίον.

Ἡ τὸν Θεὸν ἐν μήτρᾳ Σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, Θεοτόκε ἱκέτευε, τοῦ σωθῆναι ἡμᾶς.

 

ᾨδὴ δ΄. Τὴν ἀκοήν Σου Κύριε.

Τοῖς νοεροῖς σου ὄμμασι, τὴν ἀπρόσιτον αἴγλην ἐδέξω, φερώνυμε Βασιλεῦ παθῶν αὐτοκράτορ, καὶ προφητείας χρησμὸν ἐδέξω, καὶ προγνώσεως χάριν, τοῦ βλέπειν τὰ ἔμπροσθεν.

Τὸν χοῦν ἐάσας Ὅσιε, πρὸς τὴν ἄϋλον ἔσπευσας πόλιν· διὰ ὕδατος ὑποβρύχιος διέπλευσας, τὸν τῆς προνοίας βυθὸν ἀποῤῥήτως, καὶ τομῶς καταντήσας, πρὸς τὸν ὄντως σὸν ἐραστήν.

Ὡς ἱερεῖον ἄμωμον, ἱερὰ προσηνέχθης θυσία, καὶ γέγονας ὁλοκάρπωμα τῷ Κυρίῳ, καὶ ὡς ἀμνὸς τῷ βωμῷ ἐξετέθης, τῆς ἀμώμου λατρείας, ἀξιομακάριστε.

Θεοτοκίον.

Ὡς λιμένα εὔδιον, καὶ ἐλπίδα ἡμῶν Σὲ ὑμνοῦμεν, πανάχραντε Θεοτόκε Μῆτερ Ἁγία, τοῦ κατὰ σάρκα ἐκ Σοῦ γεννηθέντος, Βασιλέως τῆς δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

 

 

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες ὑμνοῦμέν Σε Κύριε.

Ἐῤῥύσθη σου ὡς ἐκ παγίδος στρουθίον, Ἱερομάρτυς ἡ ψυχή, συντριβείσης νοητῶς, τῆς παγίδος τοῦ ἐχθροῦ, ἐν τῷ ὀνόματι, τῆς Χριστοῦ Βασιλείας.

Φερώνυμον ἀνεδέξω τὴν κλῆσιν, Ἱερομάρτυς Βασιλεῦ· αὐτοκράτορι γὰρ νῷ, βασιλεύσας τῶν παθῶν, ὥσπερ διάδημα, ἀνεπλέξω τὴν νίκην.

Τῷ αἵματι τοῦ μαρτυρίου σου βάψας, ὡς ἀλουργίδα μυστικήν, τῆς σαρκός σου τὴν στολήν, ἀφθαρσίας ἔνδυμα, ταύτην ἀνέδειξας, θεομύστα Βασιλεῦ.

Θεοτοκίον.

Θεός ἐστιν ὁ τεχθεὶς ἐκ Παρθένου, εἰς ἀναγέννησιν ἡμῶν, καὶ ἐφώτισεν ἡμᾶς, εἰς ἐπίγνωσιν Αὐτοῦ, καὶ δοξάζομεν, τὴν Αὐτοῦ εὐσπλαγχνίαν.

 

ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.

Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, ὡς ἐμελώδει ὁ Δαυΐδ, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται, τῆς σῆς Μάρτυς πορείας ἧς ἐν βυθῷ, τὸ κῆτος παραδραμὼν διεσώθης.

Ἐπὶ λιμένας σωτηρίους, ἐπειγόμενος ἀείμνηστε, τῆς θεοπνεύστου σου ψυχῆς, τὸ ἱστίον ἀνεπέτασας καὶ ἔφυγες τὴν ζάλην τῶν νοητῶν, κυμάτων τὰς μηχανὰς τῶν τυράννων.

Κόσμον λιπὼν καὶ κοσμοκράτορα, καὶ σαρκὸς ἔξω γενόμενος, συνανεκράθης τῷ Θεῷ, ὑποτάξας καὶ τὸ φρόνημα, τῷ πνεύματί σου Πάτερ τὸ τῆς σαρκός, τὴν ἔχθραν τὴν πρὸς Θεὸν καταργήσας.

Θεοτοκίον.

Χαῖρε πύλη ἀδιόδευτε· χαῖρε βάτε ἀκατάφλεκτε· χαῖρε στάμνος ἡ χρυσῆ· χαῖρε ὄρος ἀλατόμητον· χαῖρε Θεοτόκε ἐλπὶς ἀῤῥαγής, καὶ τεῖχος τῶν ἐπὶ Σοὶ πεποιθότων.

 

ᾨδὴ ζ΄. Τρεῖς Παῖδες ἐν καμίνῳ.

Πραέως καὶ ἡπίως, τὸν αὐχένα ὑπέκλινας, καὶ τοῦ ξίφους τὴν τομὴν ὑπενεγκὼν ἀκλινῶς, τοῦ Βασιλέως τῆς δόξης, γνώριμος ὤφθης φερωνύμως, Βασιλεῦ ἱερέ.

Θαλάσσης κυμαινούσης, καὶ τῆς ζάλης ἀείμνηστε, τῶν εἰδώλων τὸν χειμῶνα διεπέρασας, καὶ πρὸς γαλήνης λιμένα, τῆς θείας δόξης τοῦ Χριστοῦ, ἐνεφωρμίσθης σοφέ.

Τιμᾷ σου Ἀμασέων, ἡ πολίχνη πανεύφημε, σὺν ἡμῖν τὴν ἱερὰν μνήμην δοξάζουσα, τὸν ἐν ζωῇ καὶ θανάτῳ, σὲ ἀδιαίρετον αὐτῆς, ὀφθέντα φύλακα.

Θεοτοκίον.

Ἐτέχθης ἐκ Παρθένου, ὡς ηὐδόκησας Κύριε, καὶ ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, διὰ τοῦτο βοῶμεν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν εν φλογί.

Τὴν ἐν φλογί, τῶν παθῶν μαρτυρίαν, Ἱερομάρτυς, δι’ εὐχῆς κατασβέσας, ἑαυτὸν ἐστόμωσας, ἀπαθείας ἄνθραξιν, ὅπλον χρηματίσας, κατὰ τῆς ἀσεβείας.

Κᾂν ἐν ταφῇ, Ἱεράρχα καὶ Μάρτυς, ὑπάρχεις κείμενος, ἀλλ’ ὡς ζῶν ἀναβλύζεις, ἰάσεως χάρισμα, τοῖς ἐν πίστει τιμῶσι, τοὺς ἐπινικίους, τῶν ἀγώνων σου ἄθλους.

Ἐν τῇ τρυφῇ, τῆς Χριστοῦ Βασιλείας, Ἱερομάρτυς, μυστικῶς συναυλίζῃ, ὡς πιστὸς συγκάθεδρος, τῶν σοφῶν Ἀποστόλων, καὶ συγκληρονόμος, τῶν Ἁγίων Ἀγγέλων.

Θεοτοκίον.

Χαῖρε σεμνή, δυσανάβατον ὕψος, τοῖς τῶν βροτῶν ὀφθαλμοῖς· χαῖρε ὄμμασι νόων, βάθος δυσθεώρητον· χαῖρε Μῆτερ Παρθένε, καὶ Θεοκυῆτορ, εὐλογημένη Μαρία.

 

ᾨδὴ θ΄. Σὲ τὴν ἀθάνατον πηγήν.

Νοῦν προκαθήρας τῆς σαρκός, ἐν νῷ Μάρτυς ἀοίδιμε, τῷ βαπτίσματι ἄμφω καὶ αἵματι, πιστῶς κατακεκόσμησαι, τοὺς στεφάνους κομισάμενος.

Ὡς καθαρὰ καὶ ἀναίμακτος σφαγή, ὡλωκαυτώθης ἀοίδιμε, καὶ δι’ ὕδατος ὤφθης μετάρσιος, πρὸς τὴν ζωὴν τὴν ἀχείμαστον, τοῦ Σωτῆρος καὶ Θεοῦ ἡμῶν.

Ἐν ταῖς χερσὶ τὴν ψυχήν σου παραδούς, τοῦ Ἰησοῦ ἱερώτατε, στήλην ἔμψυχον ταύτην κατέλιπες, ἡμῖν τὴν ἐνάρετον, καὶ δι’ αἵματος πολιτείαν σου.

Θεοτοκίον.

Σὲ τὴν ἐκ ῥίζης Ἰεσσαί, καὶ Δαυΐδ τοῦ προπάτορος, ἐκβλαστήσασαν ῥάβδον πανάχραντε, ἁγνὴ μεγαλύνομεν, ὅτι σώζεις τὰς ψυχὰς ἡμῶν.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου