Τρίτη 14 Φεβρουαρίου 2023

ΦΕΒΡΟΥΑΡΙΟΣ 2. ΥΠΑΠΑΝΤΗΣ ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ Β΄.

ΥΠΑΠΑΝΤΗ ΧΡΙΣΤΟΥ

ΚΑΝΟΝΕΣ

ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ

 


Ὁ α’ Κανὼν τῆς Ἑορτῆς.

ᾨδὴ α’. Ἦχος γ΄. Ὁ Εἱρμός

Τῷ ῥυσαμένῳ τὸν Ἰσραὴλ ἐκ δουλείας, καὶ Φαραὼ βυθίσαντι ἐν τῇ θαλάσσῃ, ᾄσωμεν τῷ Σωτῆρι Χριστῷ, ὅτι δεδόξασται εἰς τοὺς αἰῶνας.

Τὸν νηπιάσαντα καὶ ὑπὸ νόμον ἀχθέντα, ὁ Συμεὼν δεξάμενος ἐν ταῖς ἀγκάλαις, ἀνεβόα· Νῦν ἀπολύεις με Σωτήρ, ἐκ τῆς προσκαίρου ζωῆς πρὸς τὴν ἀγήρω.

Ἀγαλλιάσθω καὶ χορευέτω ἡ κτίσις, τὰ τοῦ ναοῦ προπύλαια ἐξανοιγέσθω, καὶ δεχέσθω τὸν ἱερέα καὶ ἀμνόν, τὸν τοῦ Μωσέως σαρκὶ πληρούντα νόμον.

Τὸν ἐν πλαξὶ θεοχαράκτοις τὸν νόμον, τῷ Μωϋσῇ προγράψαντα ἐν τῷ Σιναίῳ, ἐνηγκάλισαι θεοφόρε Συμεών, ὡς νομοδότην τὸν νόμον ἐκπληροῦντα.

Πανηγυρίσωμεν· Χριστὸς γὰρ ἦλθεν ἐφάνη, ἦλθεν ἡ ἀλήθεια ἦλθεν ἡ χάρις, ἀπολύων τῶν τοῦ γράμματος δεσμῶν, πρὸς τὴν ζωὴν τὴν ἐν πνεύματι τὰ ἔθνη.

Ὤφθη Θεὸς τῷ Ἀβραὰμ ἐν τῇ δρυΐ, τῇ Μαμβρῇ ὡς γέγραπται σὺ δὲ πρεσβῦτα, ἀγκάλαις τὸν σαρκωθέντα Θεόν, ὑποδεχόμενος χαίρων μετετέθης.

Μωϋσῆς μὲν τὰ ὀπίσθια εἶδε, τοῦ Θεοῦ ἐν γνόφῳ ποτὲ καὶ θυέλλῃ, ταῖς χερσὶ δὲ τὸν σαρκωθέντα Θεόν, ὁ Συμεὼν νῦν δεξάμενος μετέστη.

Ὡς πληρώσας τὸν τοῦ γράμματος νόμον, ἅμα καὶ τῆς χάριτος συναπολαύων, μετῆλθεν ὁ Συμεὼν πρὸς τὴν ζωήν, χρηματισθεὶς διὰ Πνεύματος Ἁγίου.

Ἡ σώφρων Ἄννα ἡ Προφῆτις καὶ χήρα, ἀνθομολογεῖταί σοι τῷ Δεσπότῃ, βοᾷ σοι δὲ Συμεὼν ὁ πρεσβύτης· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου οἰκτίρμον.

Συμβολικῶς ἡ ἀξιΰμνητος Ἄννα, ἀνθομολογήσατό σοι τῷ Δεσπότῃ, τῷ φανέντι καὶ νηπιάσαντι σαρκί, καὶ ἀνατείλαντι φῶς τοῖς ἐν σκότει.

Πῶς λοχεύεις ἀπειράνδρως Παρθένε; Πῶς ἀσπόρως τέτοκας καὶ παρθενεύεις; ὡς οἶδεν ὁ νηπιάσας μοι Θεός, Ὃν ἀσυγχύτως τεκοῦσα παρθενεύω.

 

 

 

 

 

Ἕτερος Κανὼν τῆς Ἑορτῆς.

ᾨδὴ α΄. Ἦχος ὁ αὐτός. Ὁ Εἱρμός

Φαραὼ τὰ ἅρματα, βυθῷ καλύψας Κύριε, τὴν θάλασσαν διέῤῥηξας, καὶ ἔσωσας, ᾄσμασιν ὑμνοῦντά Σε, λαὸν Ἰσραηλίτην.

Ὡς τοῦ νόμου Κύριος, τοῦ νόμου τὴν διάταξιν, ἐπλήρωσας Σωτὴρ ἡμῶν, καὶ ἔδειξας, πᾶσι τοῖς ὑμνοῦσί Σε, τὴν Σὴν οἰκονομίαν.

Ἡ Παρθένος σήμερον, φρικτὸν θυσιαστήριον, καὶ θρόνος καὶ ναὸς Θεοῦ, γινώσκεται· ὅθεν ἀνεδέξατο, Συμεὼν τὸν Δεσπότην.

Ὁ Ναὸς ἠνέῳκται, Συμεὼν ἀγκαλίζεται, Παρθένος ἐπιδίδωσι, τὸν ἄχρονον, χρόνῳ σωματούμενον, καὶ νόμον ἐκπληροῦντα.

Ὁ τοῦ νόμου Κύριος, ἐν τῷ ναῷ προσφέρεται, καὶ νόμῳ ὑποτάσσεται, καὶ δείκνυσι, πᾶσι τὸ σωτήριον, τῆς Αὐτοῦ εὐσπλαγχνίας.

Σὺν τῇ Ἄννῃ σήμερον, ὁ πρεσβύτης ἀγάλλεται· ἡ μὲν ὡς προφητεύουσα, τὰ μέλλοντα, οὗτος δὲ τὸν Χριστόν, δεχόμενος ἀγκάλαις.

Τὸ τοῦ νόμου πλήρωμα, ἀπαρχὴ δὲ τῆς χάριτος, Χριστὸν τὸν ὑπεράγαθον, καὶ Κύριον, πάντων θεασάμενος, Συμεὼν ἀπελύθη.

Οὐρανὸν ἀνέδειξεν, τὴν μήτραν Σου πανάχραντε· ἐκ Σοῦ γὰρ σάρκα ἔλαβεν, ἄνευ σπορᾶς μόνος, ὡς ηὐδόκησεν, ὁ πάντων εὐεργέτης.

 

Ἕτερος Κανών.

ᾨδὴ α΄. Ἦχος ὁ αὐτός. Ὁ Εἱρμός.

Μεγέθει βραχίονός σου, ἀπολιθωθήτωσαν, οἱ ὑπεναντίοι Σου, ἕως ἂν παρέλθη, ὁ λαός Σου Κύριε, ἕως ἂν παρέλθῃ, ὁ λαός Σου οὗτος, ὃν ἐκτήσω Δέσποτα τῇ δεξιᾷ Σου, καὶ ἐλυτρώσω.

Ἀγάλλου καὶ σὺ πρεσβῦτα, δέχου τὸν Σωτῆρά Σου, τὸν προκηρυχθέντα σοι, πάλαι διὰ νόμου, καὶ νῦν ἐν τῷ πνεύματι, σοὶ χρηματισθέντα, ἐκφανέστερον δέ, ἐν ναῷ γνωσθέντα σοι σεσαρκωμένον, καὶ ὑπὸ νόμον,

Μωσῆς μὲν πλαξὶ τὸν νόμον, πάλαι ὑπεδέξαντο, νῦν δὲ ὁ πρεσβύτατος, σὲ τὸν διὰ νομου, κηρυχθέντα Κύριον, σεσωματωμένον, γηραιαῖς ἀγκάλαις, χαίρων ὑπεδέξατο καὶ ἀνεβόα· Νῦν ἀπόλυσόν με

Ἡ Ἄννα ἡ ὄντως χήρα, ἀνθωμολογήσατο, τῷ Κυρίῳ κηρύξασα, Σὲ τὸν ἐν Προφήταις, προκαταγγελλόμενον, λύτρωσιν ποιοῦντα, τοῖς ἐν ἁμαρτίαις, καὶ γνωσθέντα σήμερον νόμους πληροῦντα, νῦν ἐν τῷ νόμῳ.

Τριαδικόν.

Τριάδα ὑμνῶ ἁγίαν, ἄναρχον ἀΐδιον, ἄκτιστον ἀόριστον, φῶς μὲν τὸν Πατέρα, φῶς δὲ τὸν Υἱὸν Αὐτοῦ, φῶς τὸ θεῖον Πνεῦμα, ἀλλ’ ἓν φῶς τὰ τρία, συμφυὲς ἀμέριστον ὡς ἐξ ἡλίου, ἑνὸς ἰόντα.

Θεόπαις ἁγνείας κλέος, Νύμφη ἀπειρόγαμε, Σὺ Θεὸν σαρκούμενον, μόνη συλλαβοῦσα, ὑπὲρ φύσιν τέτοκας, γάλα ἐκ μαζῶν Σου, ἐπιδοῦσα τούτῳ, καὶ ναῷ προσάξασα κατὰ τὸν νόμον, τὸν ὑπὲρ νόμον.

 

 

ᾨδὴ β΄. Ὁ Εἱρμός.

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστὸν τὸν Βασιλέα.

Εὐφράνθητι, Συμεὼν ὑποφῆτα· ἰδοὺ γὰρ εἶδες τὸν Σοὶ χρηματισθέντα.

Ὑπόδεξαι, γηραλέαις ἀγκάλαις, τὸν νομοθέτην πρεσβῦτα θεοφόρε.

Ἀνέωγεν, ὁ ναός Σοι τὰς πύλας, τῷ τῆς Παρθένου ἀνοίξαντι τὴν μήτραν.

Μετέλαβες, Μωσαϊκῶν καθαρσίων, ὁ τὰς τοῦ κόσμου καθάρας ἁμαρτίας.

Ἀγάλλεται, ὁ θεοφόρος πρεσβύτης, τὸ τῶν αἰώνων Θεὸν ὁρῶν ἐν χρόνῳ.

Εὐλόγησον, Συμεὼν τὴν Παρθένον, ἐξ ἧς προῆλθε Χριστὸς ἡ εὐλογία.

Ἀπόλυσον, τὸν προϊδόντα Σε Λόγε, πρὸς τὴν ἀγήρω ζωὴν ἐκ τῆς προσκαίρου.

 

Ἕτερος. Ὁ Εἱρμός.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ Σωτὴρ τοῦ κόσμου, τὸ φῶς τὸ ἀληθινόν, ἡ πηγὴ τῆς ζωῆς, ὁ Υἱὸς τοῦ Θεοῦ.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὃν ἐν ταῖς ἀγκάλαις, ὡς ἐπὶ θρόνου Χερουβίμ, τοῦ θεοφόρου Συμεών, ἡ Παρθένος ἀνέθετο.

Γνῶτε καὶ ἴδετε, ὅτι ἐγώ εἰμι, Ὃν ἔχρηματίσθη, ὁ θεοφόρος Συμεών, τοῦ μὴ γεύσασθαι θανάτου, πρὶν ἐν σαρκὶ κατίδῃ με.

Δέχου ὦ πρεσβῦτα, ἡ Παρθένος ἀνέκραγε, τὸν ὑπὸ τὸν γνόφον, ὀφθέντα πάλαι τῷ Μωσῇ, νῦν ἐν τῷ πνεύματι, σαρκὶ φανερωθέντα μοι.

Ἦλθεν ὁ Λυτρωτής, ἦλθεν ὁ ἀπολύων σε· δεῦρο οὖν πρεσβῦτα, τὰ νεκροτάφια λαβών, πρὸς τὴν ἐν πνεύματι ζωήν, τῆς προσκαίρου μετάβηθι.

Ἡ κύησις ἄσπορος, καὶ ὁ τόκος Σου ἄφθορος· Θεὸν γὰρ γεννῆσαι, ἀξιωθεῖσα ἐν σαρκί, ἐκαινοτόμησας μόνη, τὴν φύσιν Μητροπάρθενε.

 

Ἕτερος. Ὁ Εἱρμός.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὑμῶν, ὁ ἐν ἐρήμῳ τὸν λαόν, ὅταν ἀπεδίδρασκε, τὴν τυραννίδα Φαραώ, μαννοδοτήσας δαψιλῶς, καὶ τὰ νάματα ῥάβδῳ, πηγάσας ἐκ πέτρας, καὶ τεχθεὶς ἐκ Παρθένου, καθὼς ηὐδόκησα.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὑμῶν, ὁ ἐν χερσὶ πρεσβυτικαῖς, σήμερον ὡς νήπιον, καὶ ὑπὸ νόμον γεγονώς, καὶ τῷ ναῷ προσενεχθείς, καὶ τὸν νόμον πληρώσας, τὸν τοῦ Μωϋσέως, καὶ ῥυσάμενος πάντας, ἐκ τῶν τοῦ νόμου ποινῶν.

Ὄντως ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι, λέγει Κύριος, Ὃν ὁ πρεσβύτης Συμεών, ἀγκάλαις δεξάμενος, μετακεχώρηκεν ἐκ γῆς, πρὸς τὴν ἀΐδιον ζωήν, καθὼς ἐχρηματίσθη, ἰδὼ ἃ μὴ εἶδον, οἱ Προφῆται οἱ θεῖοι, πνευματοῤῥήτορες.

Ὄντως ἐγώ εἰμι, καὶ ἅλλος πλὴν ἐμοῦ, οὐκ ἐγνώσθη Θεός, ὁ τὸν πρεσβύτην ἐν ναῷ, σήμερόν μοι κράζοντα· Νῦν ἀπολύεις με Σωτήρ, εἶδον γάρ Σε τὸν λυτρωτήν, τῶν δεσμῶν ἀπολύσας, πρὸς τὰς αἰωνίους, καὶ ἀφθάρτους χορείας, τῶν προπατόρων Αὐτοῦ.

Δέχου ὦ πρεσβῦτα, ἀξιοθαύμαστε, τὸν τοῦ νόμου Θεόν, ἡ ἀπειρόγαμος ἁγνή, Σὲ τὸν νηπιάσαντα, δι’ εὐσπλαγχνίαν τῷ ναῷ, προσαγαγοῦσα νομικῶς, τῷ πρεσβύτῃ ἐβόα, πληροῦσα τὸ γράμμα, ἵνα ἔλθη τὸ πνεῦμα, καὶ λάμψει πᾶσι τὸ φῶς.

Εἶδόν Σε εἶδόν Σε, τὸν ἐν τῷ πνεύματι, γνωρισθέντά μοι· χρηματισθεὶς γὰρ μὴ ἰδεῖν, θάνατον ἀνθρώπινον, πρὶν ἄν Σε ἴδω ἐν σαρκί, τὴν ὑπεράρχιον ζωήν, τῶν χρησμῶν ἐδεξάμην, τὰς θείας ἐκβάσεις, ὁ πρεσβύτης ἐβόα, Σοὶ τῷ τῶν ὅλων Θεῷ.

Σὺ εἶ ζωὴ ἡμῶν, Σὺ εἶ Θεὸς ἡμῶν, Σὺ εἶ τὸ φῶς τῆς ζωῆς, Ὃν ἐν ἀγκάλαις Συμεών, σήμερον δεξάμενος, ἐκ τῆς προσκαίρου βιοτῆς, πρὸς Σὲ τὴν ἄϋλον ζωήν, μετανάστης ἐδείχθη, ὡς πλήρωμα νόμου, προστεθεὶς ἐν τῷ κλήρῳ, τῶν προπατόρων Αὐτοῦ.

Τριαδικόν.

Ἔγνωμεν ἔγνωμεν, ὅτι Θεὸς ἡμῶν, Σὺ εἶ Κύριε, ὁ ὁμοούσιος Πατρί, καὶ Ἁγίῳ Πνεύματι, ἡ ἀπαράλλακτος εἰκών, καὶ χαρακτὴρ καὶ ἰσουργός, τοῦ Πατρός Σου καὶ Λόγος, καὶ εἷς τῆς Τριάδος, ὁ Πατρὶ καὶ Πνεύματι, συμπροσκυνούμενος.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὑμῶν, ὁ ἐκ λαγόνων μητρικῶν, σάρκα προσλαβόμενος, καὶ ἀναπλάσας τὸν Ἀδάμ, καὶ ζωώσας τοὺς πάλαι, πρὸ τοῦ νόμου θανέντα, καὶ μετὰ τὸν νόμον, καὶ ἀείζωον αἴγλην, τῇ οἰκουμένῃ διδούς.

 

Ἕτερος. Ὁ Εἱρμός.

Προσέχετε τὰ τοῦ Θεοῦ μεγαλεῖα, πάντες λαοί, καὶ δῶμεν δόξαν τῇ Αὐτοῦ ἀγαθότητι.

Νῦν ὁ πρεσβύτης Συμεὼν ἀγκάλαις, τὸν Κύριον, ἐν τῷ Ναῷ ὑπεδέξατο.

Ὁ δι’ ἡμᾶς καὶ καθ’ ἡμᾶς ὑπὲρ πάντων, σήμερον, ἐν τῷ Ναῷ τῷ νομικῷ τὰ τοῦ νόμου πληροῖ.

Μέγιστο κλέος γυναιξὶν ἁγνείας, ὑπάρχουσα, ἡ Θεοτόκος νομικῶς ἐμφανίζεται.

Τὸν νομοδότην ἐν Ναῷ κατὰ νόμον, σήμερον, ὁ ὑπὸ νόμον Συμεὼν ὑπεδέξατο.

Ἀγάλλου σκίρτα Συμεὼν ἰδών, τὸν Σωτῆρά Σου, τὸν λύσαντά Σε τῶν δεσμῶν τῆς προσκαίρου ζωῆς.

Ὁ δι’ ἡμᾶς ἐν τῷ Ναῷ γενόμενος, σήμερον, ναοὺς ἀξίους Σου Χριστὲ ἡμᾶς ποίησον.

Τὴν τοῦ φυράματος ἡμῶν Θεῷ, προσενέγκασαν, οὐσίαν τε καὶ ἀπαρχὴν εὐφημήσωμεν.

ᾨδὴ γ΄. Ὁ Εἱρμός. Ἐστερώθη ἡ καρδία μου ἐν Κυρίῳ.

Τὸν ζωοδότην Κύριον ἐν ἀγκάλαις, Συμεὼν δεξάμενος ἀνεβόα· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου, κατὰ τὸ ῥῆμά Σου.

Ὢ μυστηρίου ξένου καὶ παραδόξου! ὁ πρεσβύτης δέχεται τὸν ἐν θρόνῳ, χερουβικῶς ἐποχούμενον, καὶ οὐ φλογίζεται.

Χαῖρε ἡ ζῶσα πύλη τῆς Βασιλείας, ἡ τὸ ζῆν ἐκθρέψασα ἐκ μαζῶν σου· χαῖρε ὁδὸς ἡ ἀνάγουσα, πρὸς τὴν ἐκεῖθεν ζωήν.

Χαῖρε λαβὶς ἣν εἶδεν Ἡσαΐας, ἡ τὸν θεῖον ἄνθρακα ἐπιδοῦσα, τὸν νηπιάσαντα Κύριον, τῷ ἱερῷ Συμεών.

 

Ἕτερος. Ὁ Εἱρμός.

Στερέωσόν με Κύριε, μόνε πολυέλεε, καὶ ἔκτεινόν μοι χεῖρα, σωτηρίας ὡς φιλάνθρωπος.

Στερέωσόν με Κύριε, ὁ μετὰ τὸ τεχθῆναί Σε, σαρκὶ ἐκ τῆς Παρθένου, τῷ ναῷ προσενεχθεὶς δι’ ἡμᾶς.

Τὴν μήτραν τῆς τεκούσης Σε, Σωτὴρ ἐν τῷ γεννᾶσθαί Σε, Αὐτὸς προδιανοίξας, προσηνέχθης τῷ σεπτῷ ἱερῷ.

Πρεσβύτης τῇ πρεσβύτιδι, εὐθέως συνευφραίνεται· ὁ μὲν ὡς θεοφόρος, ἡ δὲ ὡς θεολογήσασα.

Ἐν τῷ ναῷ Σε Δέσποτα, ἀγκάλαις ὑπεδέξατο, ὁ δίκαιος πρεσβύτης, καὶ ἀνέθαλε τῷ πνεύματι.

Ὃν τρέμει πᾶσα σύστασις, γηγενὴς καὶ ἀσώματος, ἀφράστως σαρκωθέντα, Συμεὼν ἐναγκαλίζεται.

Ἰδών Σου τὸ σωτήριον, ἐθνῶν εἰς ἀποκάλυψιν, Υἱὲ Θεοῦ ὁ πρέσβυς, ἐκβοᾶ· Νῦν ἀπολύεις με.

Σκῆπτρον Δαυΐδ τὸ ἅγιον, καὶ ἄστρον ἐξ Ἰούδα Σε, ἐπέγνωμεν Παρθένε, καὶ κιβωτὸν τοῦ ἁγιάσματος.

 

Ἕτερος. Ὁ Εἱρμός.

Στερεώθητι ψυχή, ἐν Κυρίῳ τῷ Θεῷ, καὶ βόα καυχωμένη· Οὐκ ἔστιν ἅγιον, πλήν Σου Κύριε.

Εὐφραινέσθω Συμεών, ἐκβοάτω τῷ Χριστῷ, ἀπόλυσόν με κράζω, σαρκὶ γὰρ κατεῖδόν Σε, τὸν τοῦ Μωσέως Θεόν.

Εὐτρεπίζου Συμεών, ἑτοιμάζου πρὸς ταφήν, ἀνάστηθι καὶ δέχου, Ὃν εἶδες ἐν πνεύματι, χρηματισθέντα σοι.

Καθαρσίων νομικῶν, ὁ τοῦ νόμου Ποιητής, μετέσχες κατὰ νόμον, δεικνὺς τὸ ἡμέτερον, ὅλον ἀτρέπτως ἐν Σοί.

Ἡ ἀπείρανδρος ἁγνή, ἡ τεκοῦσα τὸν Θεόν, τὸν νόμῳ ὑπαχθέντα, ἁγνίζεται σήμερον, καὶ ἁγιάζει ἡμᾶς.

Τριαδικόν.

Τῇ Τριάδι καὶ Θεῷ, προσκυνοῦντες εὐσεβῶς, βοήσωμεν ἀπαύστως· Τριὰς ὁμοούσιε, σῶσον τὸν κόσμον Σου.

Τριαδικόν.

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα προσκυνῶ, τὴν ἄκτιστον Τριάδα, Μονάδα Θεότητος, ὡς ἐν προσώποις τρισίν.

Θεοχώρητε ναέ, καὶ τοῦ μάννα κιβωτέ, τὸν Κτίστην καὶ Υἱόν Σου, ἱκέτευε Δέσποινα, ὑπὲρ τῆς ποίμνης Σου.

 

Κάθισμα. Ἦχος πλ. δ΄ Ἀνέστης ἐκ νεκρῶν.

Ἐτέχθης ἐκ μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ Ναῷ, ὁ Βασιλεὺς τῆς δόξης, χαίρων δὲ ὁ πρεσβύτης, εἰς τὰς ἀγκάλας Σὲ ὑπεδέξαντο, κράζων· Νῦν ἀπολύεις, Ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά Σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

ᾨδὴ δ΄. Ὁ Εἱρμός.

Εἰσακήκοα, τὴν ἀκοήν Σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα Σου, καὶ ἐξέστην οἰκτίρμον.

Τὰ παράδοξα, τῆς ἐν σαρκί Σου οἰκονομίας, τίς ἀξίως ἀκατάληπτε, γηγενῶν ἀνυμνήσει;

Πάντα ἔνδοξα, τῆς Σῆς ἀφράστου θεοφανείας· ἡ ἀνάδειξις ἡ κάθαρσις, ἡ τοῦ νόμου λατρεία.

Σὲ κηρύττομεν, τὸν ἐν Σιναίῳ νομοθετοῦντα, καὶ ὡς βρέφος προσαγόμενον, τῷ ναῷ κατὰ νόμον.

Θρόνος ἅγιος, ἡ Θεοτόκος ὤφθη Παρθένος, ὡς τὸν ἄναρχον γεννήσασα, Βασιλέα τῆς δόξης.

Θείαν τράπεζαν, τὰς τοῦ πρεσβύτου δέιξας ἀγκάλας, ἐν αὐταῖς Σωτὴρ ἐπλήρωσας, τὴν τοῦ νόμου λατρείαν.

Τριαδικόν.

Μία δύναμις, μία θεότης καὶ ἐξουσία, τρισυπόστατος τρισήλιος, ἡ Τριὰς ἠ ἁγία.

Χαῖρε ἄμωμε, ἀμνὰς καὶ Μήτηρ Θεοῦ τοῦ Λόγου, ἡ γεννήσασα τὸν αἴροντα, ἁμαρτίας τοῦ κόσμου

 

Ἕτερος. Ὁ Εἱρμός.

Τὴν ἀκοήν Σου Κύριε, εἰσακήκοα καὶ ἐφοβήθην, τὰ ἔργα Σου κατενόησα καὶ ἐξέστην, ὅτι Θεὸς πρὸ αἰώνων ὑπάρχων, ἐκ Παρθένου ἐτέχθης, γενόμενος ἄνθρωπος.

Ὃν τῇ λαβίδι ἄνθρακα, Ἡσαΐας ἐδέξατο πάλαι, ἡ ἄμεμπτος τῷ ναῷ σαρκὶ νῦν προσάγει, Ὃν ὁ πρεσβύτης δεξάμενος κράζει, χαίρων· Νῦν ἀπολύεις, τὸν δοῦλόν Σου Δέσποτα.

Τοῦ μὴ ἰδέσθαι θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστον Κυρίου, τῷ πνεύματι Συμεὼν προεχρηματίσθη, Ὃν καὶ δεξάμενος πᾶσι κηρύττει, λυτρωτὴν καὶ σωτῆρα, καὶ φῶς τῶν ἐν σκότει βοῶν.

Τὸν καὶ τοῦ νόμου Κύριον, ὑπὸ νόμον ἐλθόντα βουλήσει, δεξάμενος ἐν χαρᾷ ἐβόα ὁ πρέσβυς· νῦν ἀπολύεις τὸν δοῦλόν Σου, ὄντως, εἶδον οἱ ὀφθαλμοί μου, Χριστὲ τὸ σωτήριόν Σου.

Ἕτερος. Ὁ Εἱρμός.

Τί ἐξέστης Ἀββακούμ; Τίνι κράζεις καὶ βοᾷς; ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα, τρανῶς τὴν δόξαν Αὐτοῦ.

Ἐνεδύσω τὸν Ἀδάμ, ἵνα θεώσῃς τὸν Ἀδάμ, Ὃν Συμεὼν εἶδεν ἐν σαρκί, καὶ χαίρων ὑπεδέξατο, καὶ ἐβόησεν ἐν χαρᾷ· Νῦν ἀπολύεις με, πρὸς τὴν ἀγήρω ζωήν.

Ἑτοιμάζου Συμεών, πρὸς τὴν μετάρσιον ζωήν· ἰδοὺ γὰρ νῦν ἦλθεν ὁ Χριστός, ἦλθεν ὁ ἀπολύων Σε, ἦλθεν ὃν ἐπόθεις ἰδεῖν, Ὃν καὶ ἐθεάσω, βοῶν· Ἀπόλυσόν με.

Τίνα φέρω Συμεών, τίνι κράζεις καὶ βοᾷς; Τὸν ἐν Σινᾷ πάλαι τῷ Μωσῇ, σαρκὶ χρηματισθέντα μοι· διὰ τοῦτο χαίρων βοῶ· Νῦν ἀπολύεις με, πρὸς τὴν ἀγήρω ζωήν.

Εἰς ἀποκάλυψιν ἐθνῶν, φῶς προεκλάμψας ἐκ πατρός, τῷ Συμεὼν ὤφθης ἐν σαρκί· διὸ καὶ ἀνεκραύγαζεν· Νῦν ἀπόλυσόν με Σωτήρ, ὡς προεπηγγείλω, πρὸ τοῦ ἰδεῖν σε σαρκί.

 

Ἕτερος. Ὁ Εἱρμός.

Σὲ Ἀββακούμ, προδιετύπου Θεομῆτορ ἀπειρόγαμε, ὄρος κατάσκιον, ἐξ οὗ ὁ Θεὸς σεσαρκωμένος ὠφθείς, προῆλθεν ἀσυγχύτως, ὅλος Θεός, καὶ ἄνθρωπος ὁ αὐτὸς κατ’ οὐσίαν.

Σὲ Συμεών, πρεσβυτικαῖς ἀγκάλαις Λόγε νηπιάσαντα, ὑποδεξάμενος, ἐβόα Σωτήρ· Νῦν ἀπολύεις με Σύ, τὸν δοῦλον ὁ Δεσπότης, εἶδον γὰρ Σέ, τὴν δόξαν τὴν ἐκ Πατρὸς καὶ εὐφράνθην.

Ὃν Ἀβραάμ, ἐν τῇ σκηνῇ προεῖδε πάλαι ὡς ἐν σχήματι, ἀγγελικῷ ἐν Μαμβρῇ, ἐδέξατο νῦν ὁ Συμεὼν ἐν σαρκί, ἀγκάλαις καὶ ἐβόα· Εἶδον Σωτήρ, Σὲ τὸν Χριστὸν τοῦ Θεοῦ καὶ εὐφράνθην.

Ὃν Ἰακώβ, ἐπὶ τῆς κλίμακος ἑώρα νῦν ἐδέξατο, ὁ ἱερεὺς Συμεών, πρὸς Ὃν ἐκβοᾷ· Νῦν ἀπολύεις με Σύ, τὸν δοῦλον ὁ Δεσπότης, εἶδον γὰρ Σέ, τὸ φῶς τῆς ζωῆς καὶ εὐφράνθην.

Ὃν Μωϋσῆς, ἐπὶ τοῦ ὄρους ἐν τῷ γνόφῳ ἐθεάσατο, νῦν ἐν σαρκὶ θεωρῶν, ὁ πρέσβυς βοᾷ· Νῦν ἀπολύεις με Σύ, τὸν δοῦλον ὁ Δεσπότης, εἶδον γὰρ Σέ, τὸν θρέψαντα τὸν λαὸν ἐν ἐρήμῳ.

Τριαδικόν.

Ἕνα ὑμνῶ, Θεὸν Πατέρα τὸν προόντα τὸν ἀγέννητον, ἕνα κηρύττω Υἱόν, Θεὸν ἐκ Θεοῦ καὶ ἐκ Πατρὸς γεννητόν, καὶ ἓν δοξάζω Πνεῦμα, φύσει Θεόν, ἐκπορευτὸν οὐ κτιστὸν οὐδὲ δοῦλον.

Πάντα σεμνά, πάντα τερπνὰ τῆς σῆς ἁγνείας τὰ μυστήρια, Θεογεννῆτορ ἁγνή· ἡ σύλληψίς Σου ὁ ὑπὲρ νοῦν τοκετός, ὁ θεῖος ἁγνισμός Σου· πάντα καινά, καὶ ὄντως δόξης Θεοῦ πεπλησμένα.

 

 

 

Ἕτερος. Ὁ Εἱρμός.

Ἀκήκοα Κύριε, τὴν ἀκοήν Σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σε φιλάνθρωπε.

Ἐπλήρωσας πληρέστατε, σαρκὶ τοὺς νόμους ὡς νομοθέτης, τὸν τῆς φύσεως γεννώμενος, καὶ τὸν ἐν Σινᾷ αὐξανόμενος.

Ἐν τῷ Ναῷ προσήνεγκεν, ἡ Θεοτόκος Σὲ τὸν Σωτῆρα, καὶ ἀγκάλαις ὑπεδέξατο, Συμεὼν ὁ πρέσβυς καὶ δίκαιος.

Ἠξίωσας εὔσπλαγχνε, καὶ σὰρξ παγῆναι καὶ γεννηθῆναι, καὶ ὡς ἐν νόμῳ ὑπαχθῆναί Σε, καὶ γονεῦσιν ὑποταγῆναι σαρκί.

Ἀσπάζεται σήμερον, ἡ Ἐκκλησία τὴν Θεοτόκον, καὶ Προφήτης ὑποδέχεται, τὸν Θεὸν ἐν ἀγκάλαις πρεσβύτατος.

Ὁ Ἀββακοὺμ προβλέπων Σε, προανεφώνει· ἐν τῷ παρεῖναι, τὸν καιρὸν ἀναδειχθήσεται, ἀπὸ Θαιμὰν ἀνατείλας ὁ Θεός.

Τρυγόνα τύπον φέρουσαν, τὴν σωφροσύνην περιστερὰν δε, τὴν ἁγνείαν ὑπογράφουσαν, προσηγάγετο ἡ Θεόπαις Θεῷ.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός.

Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἐκτός Σου ἄλλον Θεόν, οὐ γινώσκομεν, τὸν ἐν τοῖς Ὑψίστοις, σὺν Πατρὶ καὶ Πνεύματι, δοξολογούμενον.

Σὲ Συμεὼν δεξάμενος, ἐβόα πάλαι Σωτήρ· Εἶδόν σε νῦν ἐν σαρκί, κατὰ τὸ ῥῆμά Σου, εἶδόν Σε τὸν Σωτῆρα, εἶδόν Σε φῶς τὸ τῶν ἐθνῶν, εἶδον ἀπόλυσόν με

Τὴν κατὰ νόμον Δέσποτα, λατρείαν νῦν ἐκπληροῖς, ἵνα τοὺς πρὶν ὑπὸ νόμον, ἀναδείξῃς Υἱούς, τοῦ Σοῦ Εὐαγγελίου, ἀπαλλάξας τοῦ ζυγοῦ, τοῦ νομικοῦ ὁ Θεός.

Ἄννα ἡ ὄντως ἄμεμπτος, χήρα μονόζυγος, τῷ ἱερῷ ἐπιστᾶσα, καθὼς γράφει Λουκᾶς, Σοὶ ἀνθωμολογεῖτο, τῷ ἐγείραντι ἡμῖν, κέρας σωτηρίας.

Ὡς ἐκ τραπέζης ἄνθρακα, τὸν Σὸν Παρθένε Υἱόν, τῇ τῶν χειρῶν Σου λαβίδι, περιπτύξασα, ὡς ἄλλῳ Ἡσαΐᾳ, τῷ πρεσβύτῃ Συμεών, βρέφος μετέδωκας.

Τὸ Μωϋσέως πρόσωπον, Σωτὴρ δεδόξασται· ὡς ἐν ὀπῇ γὰρ τῆς πέτρας, ἐθεάσατό Σε, Ὃν εἶδεν ὁ πρεσβύτης, καὶ ἀγκάλαις γεγηθώς, νῦν ὑπεδέξατο.

Τὰ τῶν ἁγίων ἅγια, Σωτὴρ ἐδέξαντό Σε, ὡς τὴν νηδὺν τῆς Μητρός, προανοίξαντα, καὶ Ἁγία Ἁγίων, ἀναδείξαντα αὐτήν, ὡς τοῦ Ἁγίου τροφόν.

Ζεῦγος τρυγόνων ἤγαγεν, ἡ ἁγνὴ Μήτηρ Σου, προτυποῦσα τὴν πτῶσιν, τῶν ἀπίστων Σωτήρ, τῶν δὲ πιστευσάντων, τὴν ἀείζωον σημαίνουσα, ἀνάστασιν.

Τοῦ ἱεροῦ Δεσπότης ὤν, προσηνέχθης Αὐτῷ, καὶ τὸν ἐκεῖ ἱερέα, καθιέρωσας, κράζοντα καὶ λέγοντα· Νῦν ἀπόλυσον τὸν δοῦλόν Σου, φιλάνθρωπε.

Τριαδικόν.

Τριὰς ἁγία δόξα Σοι, εἰς τοὺς αἰῶνας ἀμήν· ἡ ἐν Πατρὶ καὶ Υἱῷ, καὶ θείῳ Πνεύματι, θεολογουμένη, ὡς ἀμέριστος μονάς, καὶ τρισυπόστατος.

Οἱ ἐξ ἐθνῶν ὑμνοῦμέν Σε, Θεοτόκε ἁγνή, ὅτι Χριστὸν τὸν Θεόν, ἡμῖν τέτοκας, τὸν ἐκ τῆς κατάρας, τοὺς ἀνθρώπους διὰ Σοῦ, ἐλευθερώσαντα.

 

Ἕτερος. Ὁ Εἱρμός.

Πρὸς Σὲ ὀρθρίζω, τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου, ἐκλάμψαντα τῷ κόσμῳ ὄρθρον· ἐσκοτισμένον τοῖς πλημμελήμασιν, Σωτὴρ προφθάσας διάσωσών με.

Ἡ Θεοτόκος, τῷ θεοφόρῳ πρεσβύτῃ, τὸν ἄσπορον Υἱὸν προσήγαγέ Σε, τὸν πρωτότοκον πάσης κτίσεως, Σωτὴρ δεικνῦσα τὴν σάρκωσίν Σου.

Ἐν ταῖς ἀγκάλαις, ὁ θεοφόρος πρεσβύτης, δεξάμενός Σε ἀνεβόα· Νῦν ἀπολύεις Σωτὴρ τὸν δοῦλόν Σου, ὅτι εἶδόν Σε σήμερον Κτίστα.

Πρὸς τὴν παρθένον, προανεφώνει ὁ πρέσβυς, ἐθνῶν τὴν κλῆσιν προδιαγράφων· οὗτος εἰς πτῶσίν τε καὶ ἀνάστασιν, πολλῶν ἐν κόσμῳ κεῖται Παρθένε.

Τὰ ἐν τῷ νόμῳ, συγκαταβάσει πληρώσας, ἐν τῷ ναῷ κατὰ τὸν νόμον, ὡς νόμου κύριος καὶ διδάσκαλος, Σωτὴρ ἐγνώσθης φῶς τῶν ἐν σκότει.

Τὴν ἐξ ἐθνῶν Σοι, προσαγομένην λατρείαν, προέλεγεν ὁ ἱερεύς Σου· εἰς φῶς ἐθνῶν ἡμῖν ἀπεκάλυψας, Σωτὴρ τὴν δόξαν τὴν πατρικήν Σου.

Τὸ τῆς ἁγνείας, καὶ παρθενίας δοχεῖον, ἐν τῷ καιρῷ τῶν καθαρσίων, κατὰ τὸν νόμον τὸν νόμου κύριον, ἐν τῷ ναῷ Σου προσήνεγκέ Σε.

Τριαδικόν.

Τὴν παναγίαν, καὶ ὁμοούσιον Τριάδα, Πατέρα καὶ Υἱὸν καὶ θεῖον Πνεῦμα, τριαδικῶς ἱερολογήσωμεν· αὕτη γὰρ σώζει πάντα τὸν κόσμον.

Ἡ τὸν Σωτῆρα, τὸν ἐκ πατρὸς πρὸ τῶν αἰώνων, ἐκλάμψαντα σαρκὶ τεκοῦσα, καὶ μετὰ τόκον παρθένος μείνασα, σῶζε τὸν κόσμον Θεογεννῆτορ.

 

ᾨδὴ στ΄. Ὁ Εἱρμός.

Ἐβόησα, ἐν στεναγμοῖς ἀσιγήτοις, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.

Ὑπόδεξαι, Συμεὼν τὸν Δεσπότην, καὶ εὐτρεπίζου πρὸς ταφήν· ἰδοὺ γὰρ εἶδες ἃ ποθεῖς, καὶ βαστάζεις Ὃν ζητεῖς, ἀλλ’ ἑτοιμάσθητι, πρὸς τὴν ἔξοδον λοιπόν.

Ἐδέξατο, Συμεὼν ἐν ἀγκάλαις, τὸν ζωοδότην καὶ φησίν· Σὺ εἶ ὄντως ὁ Χριστός, ἡ αἰώνιος ζωή, Σὺ εἶ Ὃν ἤλπισα, κατιδεῖν πρὸ τοῦ τέλους.

Ἀπόλυσον, τῆς ζωῆς τῆς προσκαίρου, πρὸς τοὺς πατέρας με Σωτήρ, ὅτι εἶδον ὀφθαλμοῖς, Σὲ τὸν Χριστὸν τοῦ Θεοῦ, τὸν ἀπολύοντά με.

Ἐκαίνισεν, ὁ Υἱὸς καὶ Θεός Σου, ἐν Σοὶ τὴν φύσιν τοῦ Ἀδάμ, ξένην γέννησιν ἡμῖν, ὑποδείξας Παρθένε, καὶ τὴν χαρὰν ἡμῖν, ἀντεισάξας τῆς ἀρᾶς.

Τριαδικόν.

Δοξάσωμεν, οἱ πιστοὶ τὴν Τριάδα, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην εὐσεβῶς, ὑπὸ πάντων τῶν πιστῶν, τὴν τρισυπόστατον ἐν μονάδι ἀνάρχῳ.

Ὁ τόκος Σου, Θεοτόκε Μαρία, ἡμᾶς συνῆψε τὸ Πατρί, καὶ ἐθέωσεν ἡμᾶς, τῇ προσλήψει τῆς σαρκός, ἣν ἐνεδύσατο, δι’ ἡμᾶς ὡς οἰκτίρμων.

 

Ἕτερος. Ὁ Εἱρμός.

Ἐν βυθῷ πταισμάτων, Σωτήρ μου ὑπάρχων βοῶ Σοι· ὡς τὸν Προφήτην Κύριε, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου.

Συμεὼν πρεσβῦτα, ἀγάλλου καὶ χόρευε καὶ σκίρτα, τὸν Βασιλέα Κύριον, δεχόμενος πρεσβυτικαῖς ἀγκάλαις.

Ἡ Προφῆτις Ἄννα, ὡς κτίστῃ ἀνθομολογουμένη, προανεφώνει Κύριε, τὴν ἔλευσιν τῆς Σῆς οἰκονομίας.

Νεοσσοὺς τρυγόνων, Σωτήρ μου εἰκόνα σωφροσύνης, περιστεράν τε ἄμωμον, προσήνεγκεν ἡ τεκοῦσά Σε Σωτήρ.

 

Ἕτερος. Ὁ Εἱρμός.

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίᾳ πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας μὴ παρίδῃς· Σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

Τὰ μεγαλεῖά Σου Παρθένε, ἃ ἐποίησέ Σοι Κύριος, ἰδὼν ὁ πρέσβυς Συμεών, ἀνεβόα Σοι ἐν τῷ ἱερῷ· Ὁρᾷς τοῦτο τὸ βρέφος; Οὗτος ἐστίν, ὁ θρέψας τὸν Ἰσραὴλ ἐν ἐρήμῳ.

Τὰ κατὰ νόμον ὑπὲρ νόμον, ὁ τοῦ νόμου νομοθέτης, καὶ ὑπὸ νόμον δι’ ἡμᾶς, ὑπαχθεὶς πάντα ἐπλήρωσεν, ἡμᾶς λύσας τοῦ νόμου, καὶ εἰς τὸ φῶς, τὸ γράμμα πνευματικῶς μεθαρμόσας.

Ὁ ἑνωθείς μοι κατ’ οὐσίαν, καὶ τροπὴν μὴ ὑπομείνας, πάντα ἠνέσχου δι’ ἡμᾶς, καὶ γνωσθῆναι καὶ τεχθῆναι σαρκί, καὶ γάλακτι τραφῆναι, καὶ τῷ ναῷ, προσενεχθῆναι Σωτὴρ κατὰ νόμον.

Φῶς τῶν ἐθνῶν φῶς τῶν ἐν σκότει, φῶς ὑπάρχεις ὅπερ εἶδε ποτέ, ὁ θεοφόρος Συμεών, ἐν ἀγκάλαις Σε δεξάμενος, βοῶν· Νῦν ἀπολύεις, ἐκ τῶν δεσμῶν, τὸν δοῦλόν Σου ἀγαθὲ τοῦ θανάτου.

Ἡ ἀληθῶς ἡ σώφρων Ἄννα, τῷ ναῷ προσταττομένη, σήμερον χάριτος χρησμῶν, προφητείας ἀνεδέξατο· ὅθεν, βοᾶ· τοῦτο τὸ βρέφος, τὸν Ἰσραήλ, διέθρεψεν ἐν ἐρήμῳ πεινῶντα.

Ὁ ὑπὲρ νόμον τὰ τοῦ νόμου, κατὰ νόμον ἐκπληρώσας, καὶ καθαρσίων δι’ ἡμᾶς, ἀνασχόμενος ὡς νήπιος, βοώντας μὴ παρίδῃς· Σῶσόν με Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

Ὁ σαρκωθεὶς ἐκ τῆς Παρθένου, δι’ ἡμᾶς ἀνερμηνεύτως σαρκί, Ὃν ἐν ἀγκάλαις Συμεών, ὁ πρεσβύτης ὑπεδέξατο, βοῶν· Ἀπόλυσόν με, ἐκ τῆς ζωῆς, τῆς προσκαίρου καὶ φθαρτῆς ἐν εἰρήνῃ.

Τριαδικόν.

Ἄναρχε Πάτερ τοῦ Υἱοῦ Σου, καὶ συνάναρχε Υἱὲ τοῦ Πατρός, καὶ θεῖον Πνεῦμα τὸ συνόν, τῷ Υἱῷ καὶ ἐκ Πατρὸς προϊόν, Τριὰς ἡ ἐν μονάδι, σῶσον ἡμᾶς, δοξάζοντάς Σε Θεὸν κατ’ οὐσίαν.

Χαῖρε πύλη ἀδιόδευτε· χαῖρε βάτε ἀκατάφλεκτε· χαῖρε ἡ ῥάβδος Ἀαρών· χαῖρε ὄρος ἀλατόμητον· χαῖρε Θεοτόκε, ἐλπὶς ἀῤῥαγής, καὶ τεῖχος τῶν ἐπὶ Σοὶ πεποιθότων.

Τὸν εἰς τὸ πλήρωμα τοῦ χρόνου, γεννηθέντα ἐκ Παρθένου Μητρός, καὶ ἐκ δουλείας καὶ φθορᾶς, λυτρωσάμενον τὸ γένος ἡμῶν, ὑμνοῦμεν καὶ βοῶμεν· Σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

 

ᾨδὴ ζ΄. Τρεῖς Παῖδες ἐν καμίνῳ.

Τὴν ἄγραφόν σου χάριν, Συμεὼν ὁ πρεσβύτατος, ὥσπερ πλάκας νομικάς, Σωτὴρ ἐδέξατο, ἐνδοξασθεὶς τῷ προσώπῳ, ὑπὲρ τὸν πάλαι Μωϋσῆν, ἐπὶ τοῦ ὄρους Σινᾶ.

Τῷ πνεύματι τὸ γράμμα, καὶ τὸν νόμον τῇ χάριτι, καὶ τοὺς τύπους μετελθών, πρὸς τὴν ἀλήθειαν, Συμεὼν ἀνεβόα, πρὸς τὸν Σωτῆρα γεγηθώς· νῦν ἀπολύεις με.

Τοῦ γράμματος τοῦ νόμου, ἀπολύεσθαι ηὔχετο, ὁ πρεσβύτης Συμεών, καὶ ἀνεβόα τῷ Χριστῷ· νῦν ἠλευθέρωμαι λέγων, εἶδόν σε φῶς τὸ τῶν ἐθνῶν, εἶδον ἀπόλυσόν με

Ἀπήλαυσε τοῦ νόμου, Συμεὼν καὶ τῆς χάριτος, τὸν ἀσώματον Θεόν, ἀγκαλισάμενος, σωματωθέντα ἀτρέπτως, πρὸς Ὃν ἠγάλλετο βοῶν· Νῦν ἀπολύεις με.

Ἡ ἄναδρός Σου Μήτηρ, τὰ τοῦ νόμου ἐντάλματα, ἐξεπλήρωσε Σωτήρ, κατὰ τὸν νόμον Μωσέως, ἀναγαγοῦσά Σε Λόγε, ἐν τῷ καιρῷ τῶν καθαρσίων, ἐν τῷ θείῳ ναῷ.

Οὐκ ἦλθες καταλῦσαι, ὁ πληρώσας τὰ νόμιμα, ἀλλ’ ἐπέστης τῷ ναῷ, ὁ τοῦ ναοῦ ἁγιασμός, καὶ ἐπεγνώσθης πρεσβύτῃ, ὁ προφανεὶς τῷ Μωϋσῇ, ἐν τῷ τῆς βάτου πυρί.

Ἡ ἄχραντος Παρθένος, ὁ ναὸς ὁ ἀμόλυντος, τὸν Δεσπότην τοῦ παντός, καὶ τοῦ ναοῦ ἐν τῷ ναῷ, κατὰ νόμον προσάγει, ὅπως ἐργάσηται ναούς, τοὺς δεξαμένους αὐτόν.

Τριαδικόν.

Τὴν ἄναρχον Τριάδα, ὀρθοδόξως ὑμνήσωμεν· αὕτη γὰρ ἡμᾶς ἐκ πλάνης, ἐλυτρώσατο, καὶ διὰ τοῦτο βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

 

 

 

 

 

 

Ἕτερος. Ὁ Εἱρμός.

Ὡς χρυσὸς ἐν χωνευτηρίῳ, οἱ Παῖδες ἐν καμίνῳ, ἐδοκιμάζοντο, καὶ ἀνεδείχθησαν φαιδροί, οὐκ ἐν τῷ χωνεύεσθαι, ἀλλ’ ἐν τῷ φυλάττεσθαι, οὐκ ἐν τῷ φλογίζεσθαι, ἀλλ’ ἐν τῷ δροσίζεσθαι, καὶ ψάλλει ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κατὰ νόμον τὸν ὑπὲρ νόμον, ὡς νόμου νομοθέτην, ἡ ἀπειρόγαμος, ἀναγαγοῦσα ἐν τῷ ναῷ, τῷ πρεσβύτῃ ἔλεγεν· δέχου ἱερώτατε, τὸν τοῦ νόμου Κύριον, καὶ τὸ φῶς τῆς χάριτος, καὶ σκίρτα Προφῆτα· ἰδοὺ γὰρ εἶδες σήμερον, τὸν Χριστὸν ὁραθέντα σαρκί.

Ὁ ναὸς τῷ ναῷ προσφέρει, τὸν Κτίστην τῶν αἰώνων, καὶ νομοδότην Θεόν, τὸν νηπιάσαντα σαρκί, καὶ ἀνακαινίσαντα, τοὺς νόμους τῆς φύσεως, καὶ αὔξησιν σώματος, οὐκ ἀπαξιώσαντα, ἡ τοῦτον τεκοῦσα, καθάπερ γράφων ἔλεγεν, ὁ Μωϋσῆς ἐν τῷ νόμῳ ποτέ.

Παρθενίαν παιδοποιΐαν, ἡ ἄχραντος Παρθένος, συνεισενέγκατο, ἐν τῷ ναῷ τῷ νομικῷ, τὴν μὲν ὡς ἀσύλητον, μετὰ τόκον ἔχουσα, τὴν δὲ ὡς ἀπείρανδρος, ἀλοχεύτως φέρουσα, καὶ ἐγκαυχωμένη, Θεὸν ἐβόα ἔτεκον, ἐν σαρκὶ τὸν ἐν κόλποις Πατρός.

Συμεὼν ἱερὲ πρεσβῦτα, τὸν Κτίστην τῶν αἰώνων, ἐν ταῖς ἀγκάλαις Σου, ὑποδεξάμενος σαρκί, ἀπόθες τοῦ γράμματος, νῦν τὴν παλαιότητα, καὶ τὴν ἐκ τοῦ Πνεύματος, δέχουν ἀνακαίνισιν· ἡ χάρις γὰρ ἦλθε, καὶ πᾶς ὁ νόμος ἤργησε, τοῦ Χριστοῦ ἐνδημήσαντος.

Ἐν ἀγκάλαις τὸν πάντων Κτίστην, δεξάμενος ἐσκίρτα, ἐν τῷ ναῷ Συμεών, καὶ ἐβόα πρὸς Αὐτόν· νῦν μὲν ἠλευθέρωμαι, τοῦ ζυγοῦ τοῦ γράμματος, αὐτὸς δὲ φιλάγαθε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν μετανάστην, ἀπόλυσόν με δέομαι, ὁ Θεὸς τῶν Πατέρων μου.

Ὁ πρεσβύτης νῦν ἐν Προφήταις, ὁρᾶται προφητεύων, διὰ τοῦ Πνεύματος, πρὸς τὴν Παρθένον καὶ φησίν· οὗτος κεῖται πάνσεμνε, εἰς πτῶσιν καὶ ἔγερσιν, καὶ ἀντιλεγόμενον, σημεῖον τῆς πίστεως, καὶ Σοῦ δὲ Παρθένε, ῥομφαία διελεύσεται, τὴν ψυχὴν τῇ σταυρώσει Αὐτοῦ.

Τὴν ὀγδόην αὐτὸς ἡμέραν, ἡγίασας τὴν σάρκα, περιτεμνόμενος, ἐν τῷ βαπτίσματι τῷ Σῷ, τὴν περιτομὴν Χριστέ, τῆς ἐν Σοὶ σαρκώσεως, καὶ τῇ Ἀναστάσει Σου, φαιδρύνας τὴν ἔνδοξον, ὀγδόην ἡμέραν, δι’ ἧς ἑβδόμη ἤργησεν, ὁ αἰὼν τῆς παρούσης ζωῆς.

Ξυνωρὶς δικαίων πανσέπτων, ὤφθη Συμεών τε, καὶ Ἄννα σήμερον, τὰς ἑκατέρων τῶν λαῶν, εἰκόνας κομίζουσα, ὁ μὲν τοῦ γηράσαντος, νόμου τὴν παλαίωσιν, ἡ δὲ τὴν ἐν χάριτι, ἐθνῶν Ἐκκλησίαν, μεθ’ ὧν βοῶμεν· δόξα Σοι, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τριαδικόν.

Τὸν Πατέρα Υἱὸν καὶ Πνεῦμα, Τριάδα παναγίαν, πιστοὶ δοξάσωμεν, τῆς ἐν Μονάδι συμφυῶς, εἰς μίαν συντρέχουσαν, οὐσίαν καὶ δύναμιν, καὶ ἴσην ὑπάρχουσαν, φύσει καὶ θεότητι, αὐτὴν προσκυνοῦντες, εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὡς τεκούσῃ ἀφράστῳ λόγῳ, τὸν Κύριον τῆς δόξης, Παρθένε ἄχραντε, χαῖρέ Σοι κράζομεν ἀεί, Νύμφη ἀπειρόγαμε· χαῖρε Θεοῦ τράπεζα· χαῖρε πόλις ἔμψυχε, καὶ ὄρος τὸ ἅγιον, σκηνὴ καὶ νεφέλη, ναὸς καὶ βάτος ἄφλεκτος, καὶ χρυσῆ στάμνος μάννα Θεοῦ.

 

ᾨδὴ η΄. Ὁ Εἱρμός. Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων.

Ὁ ἱερὸς Συμεὼν ἐν ἀγκάλαις, Σὲ τὸν Σωτῆρα ὑπεδέξατο χαίρων, καὶ ἡ Ἄννα χαίρουσα ἀνθωμολογήσατο, τῷ ἀναδειχθέντι εἰς ἀνακαίνισιν πάντων.

Ἦλθε Χριστὸς ἦλθεν ἡ ἀφθαρσία, ἦλθε τὸ φῶς τῶν ἐθνῶν ἦλθεν ἡ σωτηρία, ἦλθεν ἡ ἀλήθεια ἦλθεν ὁ Θεὸς ἡμῶν, Συμεὼν ὁ πρέσβυς τῷ Χριστῷ ἀνεβόα.

Μωσαϊκοῦ προαπήλαυσας νόμου, καὶ τῆς ἐν γράμματι νομικῆς καὶ σκιώδους, λατρείας μακάριε ἀλλ’ ἀπόλαβε χαίρων, τὸν τῆς ἀληθείας καὶ τῆς χάριτος Λόγον.

 

Ἕτερος. Ὁ Εἱρμός.

Τὸν ἐπὶ θρόνον Χερουβίμ, ἐποχούμενον, καὶ ἀσιγήτως ὡς Θεόν, δοξαζόμενον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν νομοδότην ἐν ναῷ, ἡ απείρανδρος, κατὰ τὸν νόμον ἱερῶς, προσηγάγετο, καὶ ταῖς τοῦ Πρεσβύτου, ἀγκάλαις ἀνετίθη, Χριστὸν ἀνευφημοῦσα.

Χρηματισθεὶς ὁ Συμεών, τὸν ἐρχόμενον, κατηξιώθη ἐν σαρκί, Θεὸν δέξασθαι, καὶ πιστῶς ἐβόα· εἶδόν Σε τὸν Σωτῆρα· διὸ ἀπόλυσόν με.

Μετὰ τῆς Ἄννης Συμεών, εὐηρέστησε, τῷ εὐεργέτῃ καὶ Θεῷ, χρησμοδούμενος· διὸ προεφήτευσε, τὸ βρέφος τῆς Μαρίας, Θεὸν εἰς τοὺς αἰῶνας.

Ἀγάλλου σκίρτα Συμεών, ἱερώτατε· τὸν γὰρ Θεὸν τοῦ Ἰσραήλ, ἐποχούμενον, γηραιαῖς ἀγκάλαις, ὡς βρέφος ὑπεδέξω, τὸν ἕνα τῆς Τριάδος.

Σὲ τὸν δοτῆρα τῆς ζωῆς, ὑπεδέξατο, ἐν ταῖς ἀγκάλαις Συμεών, ἀγαλλόμενος, καὶ πρὸς τὴν ἐκεῖθεν, ζωὴν εὐθὺς ἀπῆρεν, ἐκ γῆς μεταναστεύσας.

Προετοιμάζου Συμεών, πρὸς τὴν ἔξοδον· τῶν ἐνταφίων γὰρ καιρός, νῦν ἐφέστηκε, καὶ βοᾷ Σοι· δεῦρο, πρὸς τὴν ἀγήρω λῆξιν, δεῦρο πρὸς τοὺς Πατέρας.

 

 

 

 

 

 

 

Ἕτερος. Ὁ Εἱρμός.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ’ ἐσχάτων, ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἐν τῷ ναῷ τὸν τοῦ ναοῦ, κατὰ νόμον ἡ Παρθένος Θεόν, ἀναγαγοῦσα, ἀπέδωκε βρέφος, τῷ πρεσβύτῃ σήμερον, βοῶσα· δέχου Θεόν, Ὃν ἰδεῖν πρὸ τελευτῆς, προσηύχου καὶ κατεῖδες, ὡς ἐχρηματίσθης, σαρκὶ ἐπιφανέντα.

Σὲ τὸν ποιμένα καὶ ἀμνόν, τῷ Πατρί Σου καλλιέρημα, ὡς ἱερεῖον, ἐπέδωκε βρέφος, ἡ Παρθένος λέγουσα· Ἀπόλαβε Συμεών, τὸν τοῦ Μωσέως Θεόν, τὸν ἐν νόμῳ καὶ Προφήταις, προκεκηρυγμένον, Υἱόν μου καὶ Θεόν μου.

Ὡς ὑπερούσιος Θεός, οὐσιώθη τὸ ἡμέτερον, ὑπερουσίως, ἐκ Σοῦ Θεοτόκε, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός, ἀλλ’ ἄνθρωπος γεγονώς, ἔμεινεν ὅλος Θεός, ἀφύρτως ἡνωμένος, καὶ σώζει τὸ γένος, ἡμῶν ταῖς Σαῖς πρεσβείαις.

Τὸν προανοίξαντα Θεόν, τῆς Παρθένου τὴν ἁγίαν νηδύν, καὶ γεννηθέντα, ἐκ ταύτης ἀφράστως, ἅγιον ἁγίων ὁρῶν, ὁ ἅγιος Συμεών, ὑπεδέξατο βοῶν· ἐλύθην τῶν δεσμῶν μου, εἶδον γὰρ τὸ φῶς Σου, Σωτήρ ἀπόλυσόν με.

Τὸν προεκθέμενον Μωσῇ, τὸν γραπτὸν νόμον ἐν ὄρει Σινᾷ, ὁ ὑπὸ νόμον, δεξάμενος πρέσβυς, κατὰ νόμον σήμερον, τὸ γράμμα τὸ νομικόν, εἰς πνεῦμα ζωοποιοῦν, ἑώρα μεταβαίνων, ἐκ τῆς ἐπικήρου, ζωῆς πρὸς τὴν ἀγήρω.

Τὸν εὐδοκήσαντα σαρκί, ἐκ Παρθένου γεννηθῆναι Θεόν, καὶ ὑπὸ νόμον, ἀνθρώπων ἀχθῆναι, σήμερον δεξάμενος, ὁ Ὅσιος Συμεών, ἐν ἀγκάλαις γηραιαῖς, ἐβόα εὐλογῶν Σε, Ὃν πᾶσα κτίσις, ὑμνεῖ ἐπιφανέντα.

Τὸν σαρκωθέντα δι’ ἡμᾶς, καὶ φθορᾶς ἡμᾶς ῥυσάμενον, καὶ ἀφθαρσίαν, τὴν τοῦ Πρωτοπλάστου, πᾶσι δωρησάμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, σὺν Πατρὶ καὶ Πνεύματι, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁ τοῦ νόμου ποιητής, ὁ αὐτὸς καὶ νομοδότης Θεός, καὶ ἐπ’ ἐσχάτων, πληρωτὴς τοῦ νόμου, σαρκὶ ἐπεδήμησεν, ἀγκάλαις ὑποδεχθείς, τοῦ πρεσβύτου Συμεών, τοῦ νόμου τῆς κατάρας, ἐῤῥύσατο πάντας, ὡς μόνος εὐεργέτης.

Τριαδικόν.

Πατέρα ἄναρχον Θεόν, καὶ συνάναρχον Θεὸν τὸν Υἱόν, δοξολογοῦμεν, καὶ Ἅγιον Πνεῦμα, τὸ συμπροσκυνούμενον, ὡς ὄντως φύσει Θεόν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὑμνοῦμεν εὐλογοῦμεν, Τριάδα ἁγίαν, εἰς πάντας τοὺς αἰῶνας.

Σὲ μακαρίαν ἀληθῶς, ἐκ πασῶν τῶν γενεῶν ὁ Χριστός, προεκλεχθεῖσαν, Μητέρα Παρθένον, ἄνανδρον ἀπέδειξεν, ἀσπόρως κυήσασαν, καὶ τεκοῦσαν ἀπαθῶς· ὢ θαῦμα ὁ ἀμήτωρ, ἐτέχθη ἀχρόνως, ἐν χρόνοις ὁ ἀπάτωρ.

Τὸν σαρκωθέντα δι’ ἡμᾶς, καὶ φθορᾶς ἡμᾶς ῥυσάμενον, καὶ ἀφθαρσίαν, τὴν τοῦ πρωτοπλάστου, πᾶσι δωρησάμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, σὺν Πατρὶ καὶ Πνεύματι, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ὁ Εἱρμός.

Σὲ τὴν ἀκατάφλεκτον βάτον, καὶ ἁγίαν Παρθένον, τὴν Μητέρα τοῦ φωτός, καὶ Θεοτόκον, τὴν ἐλπίδα πάντων ἡμῶν, μεγαλύνομεν.

Πάντας προσκαλεῖται ὁ πρέσβυς, εἰς τὴν δόξαν Κυρίου· τὸ γὰρ σωτήριον Αὐτοῦ, ἰδὼν καὶ χαίρων, πρὸς τὴν ἀγήρω ζωὴν μετελθεῖν, κατεπείγεται.

Ἄννα ἡ Προφῆτις καὶ χήρα, ἀνθομολογουμένη, τῷ Σωτῆρι καὶ Θεῷ, ἠγαλλιᾶτο, Συμεὼν δὲ ἐβόα θαῤῥῶν· Νῦν ἀπολύεις με.

Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, Ἰσραὴλ δὲ ἡ δόξα, ἐπεφάνη τοῖς ἐν γῇ, ὁ Κύριός μου, καὶ ἀγκάλαις ἐδέχθη Συμεών, καθὼς γέγραπται.

Πᾶσαι τῶν βροτῶν αἱ συστάσεις, καὶ Ἀγγέλων αἱ τάξεις, μετὰ τῆς Προφήτιδος, τῆς χήρας Ἄννης, καὶ τοῦ ἐνδόξου πρεσβύτου Συμεών, ἑορτάσωμεν.

Δέσποτα Χριστὲ ταῖς πρεσβείαις, Συμεὼν τοῦ πρεσβύτου, καὶ τῆς Σῆς προφήτιδος, τῆς χήρας Ἄννης, καὶ τῆς ἀχράντου Μητρός Σου κινδύνων, ἡμᾶς λύτρωσαι.

Χαῖρε Θεομῆτορ Παρθένε, τῶν πιστῶν σωτηρία· χαῖρε πύλη νοερά, τοῦ θείου Λόγου, δι’ ἧς ὥδευσε μόνος αὐτός, ὡς ηὐδόκησεν.

 

Ἕτερος. Ὁ Εἱρμός.

Παρθένε Μήτηρ καὶ ἁγνή, ἡ τεκοῦσα τὸν Λόγον ὑπὲρ λόγον, οἱ πιστοὶ καταχρέος, σὲ ᾄσμασιν ἅπαντες, ᾠδαῖς καὶ ὕμνοις μεγαλύνομεν.

Ὡς νόμου μόνος πληρωτής, κατὰ νόμον τῷ νόμῳ ὑπακούεις, βασιλεῦ τῶν ἐν νόμῳ, ἵνα ἅπαντας Δέσποτα, δεσμῶν τοῦ νόμου ἐλευθερώσῃς ἐν Σοί.

Εἰσήχθης ὡς βρέφος ἐν ναῷ, προσηνέχθης ἀγκάλαις τοῦ πρεσβύτου, καὶ ζωῆς τῆς προσκαίρου, τὸν δεξάμενος ἔλυσας, πρὸς τὴν ἀγήρω ζωὴν ἀπάρας Σωτήρ.

Διήνοιξας μήτραν γεννηθείς, ἁγιάσας οὐ φθείρας παρθενίαν, τῆς τεκούσης Παρθένου, Σὲ τὸν λύσαντα ἅπαντας, δεσμῶν τοῦ νόμου τῇ παρουσίᾳ Σου.

Τὰ ἄλυτα ἔλυσας δεσμά, τοὺς τῆς φύσεως νόμους καινουργήσας, γεννηθεὶς ἐκ Παρθένου, καὶ γενόμενος νήπιον, καὶ ὑπὸ νόμον ὁ ὑπὲρ νόμον ἀχθείς.

Ὁ ἄνω φρικτὸς τοῖς Σεραφείμ, ἐν ἀγκάλαις πρεσβύτου συγκρατεῖται, τῇ σαρκὶ νηπιάσας, καὶ καθαίρεται σήμερον, κατὰ τὸν νόμον ὁ ὑπὲρ νοῦν καθαρός.

Εὐφραίνου πρεσβῦτα Συμεών, συναγάλλου καὶ σκίρτα τῇ Παρθένῳ, καὶ τῇ σώφρονι Ἄννῃ, καὶ τὴν ἀπόλυσιν αἴτησαι, τοῦ ἀναλῦσαι πρὸς τὴν ἐκεῖθεν ζωήν.

Εὐφραίνονται σήμερον λαοί, καὶ τὰ ἔθνη φωτὸς ἐπαγγελίαν, θεασάμενα κράζει· ἦλθες ἔσωσας ἅπαντας, ὁ ἀνατείλας τῷ κόσμῳ ἥλιος.

Τὸ γράμμα εἰς πνεῦμα μεταλθόν, αἱ σκιαὶ δὲ τῶν τύπων πρὸς τὴν φύσιν, τῶν πραγμάτων τραπεῖσαι, τὸν πρεσβύτατον ἔπεισαν, πρὸς τὴν ἐκεῖθεν ἑτοιμασθῆναι ζωήν.

Ἐν πνεύματι κράζει Συμεών, προαπήλαυσα Νόμου καὶ Προφητῶν, καὶ τῆς χάριτος κῆρυξ, ἀναδέδειγμαι σήμερον, ἰδὼν τὴν δόξαν τοῦ σαρκωθέντος Θεοῦ.

Συντρέχει ἡ κτίσις τῷ Θεῷ, εἰσιόντι ὡς βρέφος κατὰ νόμον, ἐν ναῷ τῷ ἁγίῳ· μεθ’ ἧς ἅπαντες σπεύσωμεν, καὶ τὴν Παρθένον μακαρίσωμεν.

Ὡς πάντων Θεὸν καὶ Ποιητήν, καὶ Σωτῆρα τῶν ὅλων ὁ πρεσβύτης, Συμεὼν ἐν ἀγκάλαις, Σὲ Δέσποτα ἔφερεν, ὡς βρέφος ὅτε εἰσήχθης ἐν τῷ ναῷ.

Τριαδικόν.

Τριάδα πανάχραντον πιστοί, καὶ Μονάδα ἁγίαν κατ’ οὐσίαν, σὺν Υἱῷ τὸν Πατέρα, ὕμνοις δοξάσωμεν ἅπαντες, καὶ θεῖον Πνεῦμα συμπροσκυνούμενον.

Ὑμνείσθω ἡ νέα κιβωτός, τῆς Καινῆς Διαθήκης ἡ Παρθένος, εὐφημείσθω ἀξίως, ὅτι γέγονε πρόξενος, ἡμῖν τῆς θείας συγκαταβάσεως.

 

Ἕτερος. Ὁ Εἱρμός. Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε.

Τὸν ἐμῇ τῇ σαρκὶ νηπιάσαντα, ὁ πρεσβύτης Συμεών, ἐν ἀγκάλαις δεξάμενος ἔχαιρε, καὶ ἐβόα Σοι Σωτήρ· ἦλθες ὤφθης ἐφάνης, τὸ φῶς ἡ ἀλήθεια· ἦλθες ὁ κτίστης μου, ἵνα ἀπολύσῃς με, τῶν δεσμῶν τῆς σαρκός.

Τὰ τοῦ νόμου πληρώσας ἐντάλματα, ὁ τὸν νόμον δεδωκώς, τῶν τοῦ νόμου δεσμῶν ἡμᾶς ἔλυσεν, ὡς Θεὸς καὶ λυτρωτής, καὶ τὸ γράμμα εἰς πνεῦμα, μετήνεγκε σήμερον· ὅθεν ὁ δίκαιος, Συμεὼν ἐβόα αὐτῷ· Νῦν ἀπολύεις με.

Ἑκουσίως πτωχεύσας ὁ πλούσιος, τὴν πτωχείαν τοῦ Ἀδάμ, ἐμορφώθης Χριστὲ τὸ ἀλλότριον, καὶ ἐθέωσας ἡμᾶς· ὑπὸ χρόνον ἐγένου, καὶ αὔξησιν σώματος, νόμῳ ἐδούλευσας, φύσεως ἐφύλαξας, τὰ γνωρίσματα.

Συμεὼν ὁ πρεσβύτης ἀγάλλεται, καὶ ἡ Ἄννα σὺν Αὐτῷ· ὁ μὲν ὅτι ἀγκάλαις ἐδέξατο, τὸν ἀχώρητον παντί, ἡ δὲ ὅτι τῷ Κτίστῃ, ἀνθωμολογήσατο· οἷς συγχορεύοντες, πάντες ἀλαλάξωμεν, τῷ Σωτῆρι Χριστῷ.

Ἀνοιγέσθω Ναοῦ τὰ προπύλαια, καὶ δεχέσθω τὸν Χριστόν, Συμεὼν ταῖς ἀγκάλαις ὁ δίκαιος, τὸν τοῦ νόμου πληρωτήν· ἡ Παρθένος τιμάσθω, ὡς θρόνος οὐράνιος, Ἄννα ἡ ἄμεμπτος, ἀνθομολογεῖτω Θεῷ, τῷ ἐλθόντι σαρκί.

Τριαδικόν.

Ἡ Θεότης Μονὰς καὶ Τριὰς ἐστίν, παραδόξου συστροφῆς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμουμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται· αὕτη Πατὴρ ἐστίν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Παρθενία καὶ τόκος συνέδραμε, τῇ γεννήσει Σου Χριστέ, ὑπὲρ νοῦν γὰρ ὑπάρχει ἀμφότερα· οὐ σπορὰ γὰρ οὐ φθορά, ἐμεσίτευσεν ὅλως, Θεὸς γὰρ καὶ ἄνθρωπος, ὤφθης ὁ Κτίστης μου, ἵνα μεταλλάξῃς με, ἐκ φθορᾶς πρὸς ζωήν.

***

 

Κανὼν ἕτερος τῆς Ἑορτῆς.

ᾨδὴ α’. Ἦχος δ΄. Ὁ Εἱρμός.

Ὁ πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Ὁ τῆς δόξης Κύριος, σεσαρκωμένος σήμερον, βαστάζεται ὡς βρέφος, χερσὶν ἀχράντοις τῆς Παρθένου, καὶ νομικὴν κάθαρσιν, τέλει ἀποκαθαίρων, πάντων τὰ πταίσματα.

Ἡ Παρθένος σήμερον, τὸν ἑαυτῆς βαστάζουσα, Υἱόν τε καὶ Δεσπότην, ἀγκάλαις πάντας προσκαλεῖται, τοῦ μετασχεῖν Πνεύματος, Ἁγίου τῇ καθάρσει, τῶν ψυχικῶν μολυσμῶν.

Ὥσπερ παλαιότητα, τὰς ἁμαρτίας σπεύσωμεν, ἐκδύσασθαι καὶ νέοι, Θεοῦ υἱοὶ ἀναδειχθῆναι, τοῦ δι΄ ἡμᾶς σήμερον, ὡς νήπιον ἀχθέντος, ἐν τῷ ἰδίῳ ναῷ.

Τὸν τὰ πάντα φέροντα, νεύματι νῦν φερόμενον, ἀγκάλαις τοῦ πρεσβύτου, ὁρῶσαι τάξεις τῶν Ἀγγέλων, ξενοπρεπῶς ἅπασαι, ἐθαύμαζον τοῦ τρόπου, τὴν συγκατάβασιν.

 

ᾨδὴ γ΄. Ὁ Εἱρμός.

Μὴ καυχάσθω ὁ καυχώμενος, ἀλλ’ ἢ ἐν τούτῳ· ἐν τῷ συνιέναι, ὅτι οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, ὁ ὑψῶν τὸ κέρας ἡμῶν, καὶ διδοὺς ἰσχὺν τοῖς βασιλεύσιν ἡμῶν.

Νοερὸν θυσιαστήριον, τὴν Θεοτόκον ὁ πρέσβυς προέβλεπεν, καὶ τὸν Δεσπότην Κύριον ἄνθρακα θείου πυρός, καθαιρόμενος τὴν ψυχήν, περιπλέκεται ὥσπερ λαβὶς τῷ Χριστῷ

Ἐν νεφέλῃ ἐποχούμενος, ἐμψυχωμένῃ Χριστὸς ὡς ἐν θρόνῳ, πρὸς τὴν Σιὼν ἐπήγετο σωματοφόρος τελῶν, τὰς προστάξεις τὰς νομικάς, καὶ τῆς χάριτος ἀνακαλύπτων τὸ φῶς.

Τῷ Θεῷ Πατρὶ προσάγεται, ὁ κατὰ φύσιν Υἱὸς νηπιάσας, πρωτοτοκίας λύτρα δὲ φέρει καὶ ὅλον ἐμέ, ἁγιάζει τοῦ νομικοῦ, παρεχόμενος, ἐλευθερίαν ζυγοῦ.

 

ᾨδὴ δ΄. Ὁ Εἱρμός.

Ἀκοὴν ἀκήκοα, φησὶν ὁ Ἀββακούμ, ὅτι Θεὸς ἐξ ὄρους, ἐκ γαστρὸς παρθενικῆς, προῆλθεν ἀφράστως, καὶ ἐκστὰς ἀνέκραζε· δόξα τῇ δυνάμει Σου Κύριε.

Ὁ τῆς δόξης Κύριος, τὸν νόμον ἐκπληροῖ· δοῦλος γὰρ ὁ Δεσπότης, χρηματίζει δι’ ἡμᾶς, τοὺς τῇ ἁμαρτίᾳ, δουλωθέντας πταίσμασι, λύων τῆς ἀρᾶς τὴν κατάκρισιν.

Ὡς πρωτοτοκούμενος, Παρθένου ἐκ Μητρός, τῇ τῆς σαρκὸς προσλήψει, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, Πατρὶ προσκομίζει, τῆς ὁλοκαυτώσεως, δῶρα ταῖς τοῦ νόμου προστάξεσιν.

Ἅγιος ὡς γέγραπται, κληθῆναι τῷ Θεῷ, Σοὶ μόνῳ ἀπεφάνθη, τῷ Δεσπότῃ μητρικήν, ἀνοίξαντι μήτραν, καὶ ἀκαινοτόμητον, ταύτην μετὰ τόκον φυλάξαντι.

Φρενῶν νηπιότητι, ὁ πρῶτος ἐν βροτοῖς, εἰς ἁμαρτίας βόθρον, κατωλίσθησε φθαρείς, ὅνπερ νηπιάσας, ὁ Σωτὴρ ἀνέστησεν, πᾶσιν ἀφθαρσίαν δωρούμενος.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός.

Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ πρὸς σὲ καταφεύγω, τῆς εἰρήνης Βασιλεῦ.

Τὴν πρὸς ἡμᾶς κατάβασιν, Θεοῦ τοῦ πανοικτίρμονος, ὁ Συμεὼν ἀπεκδεχόμενος, ἰδεῖν κατηξιώθη, καὶ ἐνηγκαλίσατο, Σύ μου λέγων ὑπάρχεις, λυτρωτὴς καὶ ποιητής.

Ἐχρηματίσθη Πνεύματι, Ἁγίῳ ὁ πρεσβύτατος, μὴ ὁμιλῆσαι τῷ θανάτῳ, πρὶν Θεοῦ Υἱὸν ἀτρέπτως, ἰδεῖν νηπιάσαντα, καὶ ἰδὼν ἀπελύθη, πρὸς τὴν ἀθάνατον ζωήν.

Ἐπ’ ὤμων Σε βαστάζοντα, τὰ Χερουβὶμ Υἱὲ Θεοῦ, σὺν τῷ Πατρί Σου καὶ τῷ Πνεύματι, ἀνύμνουν ἀσιγήτως, καὶ σαρκί Σε βλέποντα, ἐν ἀγκάλαις πρεσβύτου, κατεπλήττοντο σφοδρῶς.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Ὁ Εἱρμός[1].

Ζάλη με, λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων πλημμελημάτων, ἀλλὰ σὺ Κυβερνῆτα ἀγαθέ, προφθάσας διάσωσόν με.

Ἡ Εὔα, καταδίκης ἐλυτρώθη, ἐν σαρκὶ βαστάσασαν, τὴν ἑαυτῆς θυγατέρα, κατιδοῦσα τὸν πάντων λυτρωτήν, καὶ ὑπὸ τοῦ πρεσβύτου, εὐλογουμένην ἐν τῷ ἱερῷ.

Θυσίαν, ἑαυτὸν ὑπὲρ τοῦ κόσμου, τῷ Πατρὶ βουλόμενος, Χριστὲ ἐφ’ ἅπαξ πρόσδεξαι, τὴν τῶν δύο λαῶν Σου Σωτήρ, σαρκὶ ἐφανερώθης, θεοποιήσας τὸ γένος ἡμῶν

Τοὺς λόγους, τοῦ πρεσβύτου ὁ προπάτωρ, ἀκούων ἠγάλλετο· Χριστὸς γὰρ ἐν τοῖς τοῦ ᾍδου, καταβῆναι κηρύττοντα τρανῶς, ἵνα τοὺς κατακρίτους, ἐκ τῶν δεσμῶν ἐκλυτρώσηται

 

ᾨδὴ ζ΄. Ὁ Εἱρμός.

Τὸν ἐν καμίνῳ τοὺς Παῖδας, ἀφλέκτους τηρήσαντα, καὶ τὸ πῦρ κατασβέσαντα, ὑμνήσωμεν λέγοντες· εὐλογητὸς εἶ Κύριε.

Τὸν νηπιάσαντα Λόγον, Θεοῦ καὶ Θεὸν ἡμῶν, ὁ πρεσβύτης φερόμενον, ἐν ἀγκάλαις θεώμενος, παρθενικαῖς ἐθαμβεῖτο, εὐλογῶν σὺν τῇ Ἄννῃ, ὡς Κτίστην τῶν ἁπάντων

Τῇ τοῦ Ναοῦ προσεδρίᾳ, ἡ Ἄννα εὐπρόεδρος, τῷ Θεῷ ἐδείκνυτο, καὶ πρωτοτοκούμενον, ἐκ τῆς Παρθένου ὁρῶσα, φρικτὴν κυοφορίαν, εὐλόγει τὴν τεκοῦσαν.

Πρεσβυτικῶς καὶ ἐμφρόνως, ἀνθωμολογεῖτο, ὑποφητεύουσα· Θεὸν γὰρ ἐνόησεν, τὸν νηπιάσαντα Λόγον, Χριστὸν καὶ τὴν Παρθένον, ὑμνοῦσα προσεκύνει.

 

ᾨδὴ η΄. Ὁ Εἱρμός.

Τὰ σύμπαντα Δέσποτα, τῇ σῇ σοφίᾳ συνεστήσω, γῆν δὲ πάλιν ἕδρασας, ὡς οἶδας τὸν πυθμένα, τὴν βάσιν πηξάμενος, ἐφ’ ὑδάτων ἀπείρων· διὸ πάντες βοῶμεν, ἀναμέλποντες· εὐλογεῖτε τὰ ἔργα.

Τὰ σύμπαντα Δέσποτα, τῇ Σῇ ἐνδόξῳ ὑπαντήσει, ἡγίασται σήμερον· ἡ γῆ τοῖς ἴχνεσί σου, ὁ ἀὴρ τοῖς λόγοις Σου, ὁ οὐρανὸς σὺν Ἀγγέλοις, τῇ ὁράσει ἡμεῖς δε, τῇ μορφώσει Σου, ὁ ναὸς τῇ εἰσόδῳ Σου, Λόγε Θεοῦ ἀναλλοίωτε.

Τὴν Σὴν ὑποπάντησιν, πᾶσα ἡ κτίσις ἐλειτούργει· γῆ ναοῦ τὴν εἴσοδον, παρεῖχεν οὐρανὸς δε, τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἡμεῖς τὴν ἁγίαν, καὶ σεπτήν Σου Μητέρα, τὴν Ἄνναν Χριστέ, αἱ χηρεύουσαι τῶν τρυγόνων τὸ ζεῦγος, προσῆγε νόμου καθάρσιον.

Προσάξωμεν τῷ Κυρίῳ, τὴν παρθενίαν ὡς θυσίαν, ἀμόλυντον πράξεις δε, τὰς ἀληθεῖς ὡς δῶρα, ὡς ναὸν τὰ σώματα, ἁγιάσματος πάντες, τὸν νοῦν ὡς ἱερέα, τὴν ψυχὴν ἡμῶν, ὡς πρεσβύτιδα πάσης, κακίας χηρεύουσαν.

Ἠγάλλετο Κύριε, σεμνυνομένη ἡ θεόφρων, Ἄννα θεωροῦσά Σε, νήπιον ἐν ἀγκάλαις, Παρθένου φερόμενον, καὶ τοῖς πᾶσι τὰ θεῖα, μεγαλεῖα ἐμφρόνως, διηγόρευε, προσκυνοῦσα τὴν Σὴν καὶ τιμῶσα, Μητέρα τὴν ἄχραντον.

 

ᾨδὴ θ΄. Ὁ Εἱρμός.

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.

Ἐποίησε κράτος, ἐν βραχίονι Αὐτοῦ, τὸν ὄντα κατὰ φύσιν Αὐτοῦ Λόγον, δι’ εὐσπλαγχνίαν πολλήν, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐκπέμψας ἡμῖν σαρκοφανῶς, ἵνα ἁγιασθῶμεν, καθαρσίοις τῆς Αὐτοῦ, θεοφαντορίας.

Ἡ ὄντως σοφία, καὶ παντέλειος Θεός, αὐξήσεως καὶ χρόνου ἡλικίας, δι’ εὐσπλαγχνίαν πολλήν, καθορᾶται δι’ ἡμᾶς, καὶ φαίνων ἣν εἶχε φυσικῶς, ἐν αὐτῷ οὐσίαν, θεϊκὴν τοῖς θαύμασι, τοῖς ἐνεργουμένοις.

Προκόπτων σοφίᾳ, καὶ αὐξήσει σαρκικῇ, καὶ χάριτι Θεοῦ τε καὶ ἀνθρώπων, ἐδείκνυτο ὁ Χριστός, κατὰ πρόσβασιν σαρκός, καὶ νόμους τιθέμενος ζωῆς, τῆς εὐταξίας πᾶσιν· εἰς ἡμῶν γὰρ ἔπραττεν, σωτηρίαν πάντων.

Ὁ πάντα κατέχων, κατὰ φύσιν θεϊκήν, ἐν μέσῳ σοφιστῶν καὶ γραμματέων, σωματοφόρος ἑστώς, ὡς Παρθένου Υἱός, ἑρμήνευσεν ὅλης τῆς Γραφῆς, τὴν κεκρυμμένην χάριν· Αὐτὸν γὰρ ἐκήρυττον, πάντες οἱ Προφῆται

 

 

 

 

 

 

 



[1] Ἀναντιστοιχία μεταξὺ Εἱρμοῦ καὶ Κανόνων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου