ΔΕΚΕΜΒΡΙΟΣ Ζ΄.
ΦΙΛΟΘΕΗ ΜΑΡΤΥΣ ΑΡΤΖΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ ́ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ ́. Ἔδωκας σημείωσιν.
Παίδων τὰ ἀθύρματα, καταλιποῦσα ἠνάλωσας, σεαυτήν ἀξιάγαστε, ταῖς χρείαις τῶν ἔγγιστα, ἀγλεινῶς καμνόντων, καὶ πτωχῶν Τυρνόβου, σῆς γενετείρας τῆς κλεινῆς, ἧς καὶ τὴν χθόνα ῥοαῖς αἱμάτων σου, ἐπίανας, παιδόαθλε, τῶν κορασίδων ὡράϊσμα, Φιλοθέη πανεύφημε, θείας Χάριτος σκήνωμα.
Μάρτυς ὑπερένδοξε, σοῦ μιαιφόνου γεννήτορος, ταῖς χερσὶν ἐμαρτύρησας, παιδίσκη πανεύφημε, ἐν τῇ ἡλικίᾳ, ἕνδεκά σου χρόνων, διὰ πολλήν σου προσφοράν, πρὸς τοὺς πεινῶντας καὶ χρείαν ἔχοντας, καὶ Τύρνοβον ἡγίασας, τοῖς ὀχετοῖς τῶν αἱμάτων σου, Φιλοθέη, τῆς πίστεως, θησαυρὲ πολυτίμητε.
Σκήνωμά σου πάνσεπτον, κατὰ τὴν θείαν σου βούλησιν, Φιλοθέη πανύμνητε, ἐκ τοῦ μαρτυρίου σου, τόπου μετηνέχθη, εἰς τὴν Ῥουμανίαν, καὶ κατετέθη εὐλαβῶς, ἐν Ναϋδρίῳ σεπτῷ Γεννήσεως, τῆς μόνης Θεομήτορος, εἰς πόλιν Ἄρτζες τιμῶσάν σε, ὡς αὐτῆς ἀντιλήπτορα, πολιοῦχον καὶ πρόμαχον.
Φρέαρ ἀκεσώδυνον, ὤφθη τὸ πάντιμον σκῆνός σου, καὶ κρουνὸς ἁγιάσματος, ἰώμενος ἅπαντας, ἐξ ἐπιληψίας, πάσχοντας ταχέως, Παιδομαρτύρων καλλονή, τῆς Θείας Χάριτος ἐνδιαίτημα, καὶ νεανίδων κλέϊσμα, ἡ σὺν Ἀγγέλοις χορεύουσα, Φιλοθέη, ἐν δώμασιν, οὐρανίου λαμπρότητος.
Δόξα. Ἦχος β ́.
Τὴν θαυματόβρυτον Παιδομάρτυρα, Φιλοθέην τὴν ἀξιέραστον, ὕμνοις ἐγκωμιάσωμεν, ὡς φιλανθρωπίας βάθρον ἀδιάσειστον, καὶ πίστεως πολύεδρον ἀδάμαντα, οὕτω λέγοντες· ἡ χερσὶ πατρῴαις ἐν παιδικῇ ἡλικίᾳ τὸ ζῆν ἐκμετρήσασα, καὶ πρὸς παστάδα μεταστᾶσα οὐράνιον Ἀγγέλοις συνευφραίνεσθαι, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεουμένη, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β ́. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, ἡ εὐλαβής, παιδίσκη τοῦ Τυρνόβου, ἡ λάμψασα ἐν κόσμῳ, ἀκτῖσι, Φιλοθέη, λαμπραῖς φιλανθρωπίας σου.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου.
Χαῖρε, θαυματουργέ, τοῦ Ἄρτζες Ῥουμανίας, Ἁγία Φιλοθέη, χερσὶν ἡ μιαιφόνοις, κτανθεῖσα σοῦ γεννήτορος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαῖρε, ὁ χορτασμός, πεινώντων Φιλοθέη, κανὼν φιλανθρωπίας, καὶ συμπαθείας ἄκρας, πρὸς ἐνδεεῖς καὶ πένητας
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ τροφεύς, Θεέ, τῶν Σῶν πλασμάτων, Τριὰς Ὑπεραγία, διὰ βροτῶν τὸ γένος, ὁ μεριμνῶν ἀείποτε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, Μῆτερ Θεοῦ, ἡ εὐλογοῦσα πάντας, τοὺς μεγαλύνοντάς Σε, καὶ ῥυομένη πόνων, τοὺς πίστει Σοι προστρέχοντας.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Μιαιφόνου πατρός σου ὀργὴν κατέπαυσας, μαρτυρικῷ σου θανάτῳ, Τυρνόβου εὖχος σεπτόν, Φιλοθέη Παιδομάρτυς ἡ ἐκλάμψασα, φιλοθεΐας ἀστραπαῖς, καὶ ἀκτῖσι νοηταῖς, ἀφάτου φιλανθρωπίας, καὶ χάριν εὗρες σκεδάζειν, νόσων ἡμῶν εὐχαῖς σου ζόφωσιν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ ́ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α ́. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν παιδομάρτυρα ὕμνοις, ἀνευφημήσωμεν, εὐήχοις Φιλοθέην, τοῦ Τυρνόβου τὸ εὖχος, ὡς Θείου Παρακλήτου τῶν δωρεῶν, πολυτίμητον σέμνωμα, καὶ ἰαμάτων ἀσύλητον θησαυρὸν, φιλεόρτων τὰ συστήματα.
Φιλανθρωπίας σου τρόπους, καὶ ἀγαθότητα σῆς, παιδικῆς καρδίας, προτροπῇ μητρυιᾶς σου, φθονήσας Φιλοθέη, ὁ σὸς πατήρ, ταῖς παλάμαις ἐφόνευσε, ταῖς ἀνοσίαις, παιδόαθλε, ταῖς αὐτοῦ, καλλιμάρτυς παμμακάριστε.
Τὴν εὐκλεῆ Φιλοθέην, ἀνευφημήσωμεν, διακοσμοῦσαν Ἄρτζες, Ῥουμανίας τὴν πόλιν, αὐτῆς τῷ πανιέρῳ σκήνει τρανῶς, ἐκβοῶντες· Παιδόαθλε, θεόθεν σκέπε καὶ λύτρωσαι πειρασμῶν, καὶ κινδύνων τοὺς ἱκέτας σου.
Διαβληθεῖσαν ἀδίκως, εἰς τὸν γεννήτορα, αὐτῆς ὑπὸ κακίστης, μητρυιᾶς, Φιλοθέην, ἐλέους διὰ σπλάγχνα καὶ οἰκτιρμῶν, πρὸς πεινῶντας καὶ στένοντας, αὐτῆς ἐκθύμως ὑμνήσωμεν ἐν χορῷ, φιλεόρτων τὰ συστήματα.
Ὑπερφυῶς ἐβαρύνθη, ὑπὲρ τὸν μόλυβον, τὸ πάνσεπτόν σου σκῆνος, θαυμαστὴ Φιλοθέη, ὃ ξένως ἐλαφρύνθη θείας Μονῆς, Ἄρτζες ταῖς ἐπικλήσεσιν, νῦν σὲ ἐχούσης θησαύρισμα καὶ πηγὴν, ἰαμάτων, χαριτόβρυτε.
Τὴν σὴν πανίερον μνήμην, πανηγυρίζοντες, ἐν ὕμνοις, Φιλοθέη, Παιδομάρτυς ἁγία, αἰτούμεθα λιτάς σου θεοπειθεῖς, πρὸς χαρὰν ἀδιάπτωτον, καὶ τῆς νεότητος πρόοδον ἀληθοῦς, ἀρετῆς πρὸς ὁλοκλήρωσιν.
Δόξα. Ἦχος πλ. β ́.
Τὴν χειρὶ πατρῴᾳ στυγνῶς καὶ ἀδίκως κτανθεῖσαν, Παιδομάρτυρα Φιλοθέην ἐγκωμιάσωμεν, τὴν ἐνδεκαετῆ μεταστᾶσαν πρὸς παστάδα οὐράνιον, Ἀγγέλοις συνεπαγάλλεσθαι, ὡς εὐσεβείας εὐῶδες μυράλειπτρον, λέγοντες· ἡ συμπαθείας πρὸς τοὺς πένητας δαψιλεστάτη κρήνη, ἡ κιρνῶσα νάματα ἀγάπης σου, μὴ παύσῃ ἐκ τῆς οὐρανίου μακαριότητός σου, ἁγιάζουσα τοὺς τιμῶντάς σε νάμασιν εὐχῶν διαθέρμων σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τὴν φιλανθρωπίαν ἀγαπήσασα σὺν τῇ φιλοθεΐᾳ, ὑπὲρ τὰ τῶν παίδων ἀθύρματα, μαρτυρικῶς ἀπῆλθες ἐν παιδικῇ ἡλικίᾳ πρὸς Κύριον, χερσὶ πατρός σου ἀνοσίαις, Φιλοθέη πάνσεμνε· Αὐτῷ οὖν συναγαλλομένη, ὡς καλῶς καὶ θεαρέστως τὸν ἀγῶνα τελέσασα, χάριν εὗρες Αὐτὸν ἀπαύστως ἱκετεύειν, ὑπὲρ τῶν τιμώντων ἐκθύμως τὴν μνήμην σου.
Ἦχος β ́.
Προκρίνασα Θεῷ μᾶλλον ἀρέσκειν ἢ ἀνθρώποις, καὶ ὑπὲρ τῆς Ἐκείνου εἰκόνος, τῶν συνανθρώπων σου, ἑαυτὴν ἀναλίσκειν, Φιλοθέη, μαρτυρικῶς πρὸς Αὐτὸν ἀπῆλθες· ὅθεν ὡς Παιδομάρτυρα φιλάνθρωπον, οἱ πιστοὶ σὲ μεγαλύνομεν, τὴν πεπλησμένην συμπαθείας καὶ ψυχικῆς γενναιότητος, τὰς ἀδιαλείπτους σου εὐχὰς πρὸς Κύριον αἰτούμεθα, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος γ ́.
Περικεκοσμημένη μαρτυρικῇ ἁλουργίδι, καὶ ἐστεμμένη διαδήματι χρυσοπλόκῳ ἀγάπης πρὸς πένητας, κατέλιπες ἐνδεκαετὴς τὸν μάταιον κόσμον, Φιλοθέη, καὶ εἰσῆλθες εἰς παστάδα οὐράνιον αἰωνίου ἀγαλλιάσεως· χάριν οὖν πολλὴν εὑροῦσα ὡς Χριστὸν ὑπὲρ πάντας ἀγαπήσασα, Αὐτὸν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῆς χριστωνύμου νεότητος, καὶ σωτηρίας τῶν τιμώντων τὴν μνήμην σου.
Ἦχος δ ́.
Τὸ πάνσεπτον καὶ χαριτόβρυτον σκήνωμά σου, Φιλοθέη, μετακομισθὲν κατὰ τὴν ἰδικήν σου ἐπιθυμίαν, ἐκ τοῦ Τυρνόβου εἰς Ἄρτζες Ῥουμανίας, πηγὴ δαψιλεστάτη χαρίτων ἐδείχθη, θαυματόβρυτε· ὡς οὖν θεραπεύουσα πάντας τοὺς προσκυνοῦντάς σε, καὶ ἐκ τῆς ἐπιληψίας ἐξαιρέτως αὐτοὺς ἀπαλλάττουσα, ἰάτειρα ἀπεφάνθης ταχεῖα, Παιδομάρτυς, τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ὁ αὐτός.
Ἐν ἁπαλῷ παιδικῷ σαρκίῳ πολιὸν κρύπτουσα φρόνημα, καὶ προκρίνασα διδόναι μᾶλλον ἀγάπην ἢ λαμβάνειν, θεαρέστως τὸν σύντομον ἐπὶ γῆς βίον σου ἠνάλωσας· μαρτυρικῶς οὖν χερσὶ τοῦ ὀργίλου πατρός σου ἀθλήσασα, μετέστης πρὸς Ὃν ἠγάπησας Κύριον, αἰωνίως Αὐτῷ συνευφραίνεσθαι, καὶ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α ́. Χαίροις, ἀσκητικῶν.
Χαίροις, Παιδομαρτύρων λαμπάς, περιστερὰ ἡ χρυσοπτέρυξ πρὸς πένητας, καὶ πάσχοντας συμπαθείας, τῆς ἀρετῆς ἀετός, τοῦ Χριστοῦ στρουθίον ἀγαπήσεως· Τυρνόβου ἐκβλάστημα, παρθενίας λευκάνθεμον, εὐῶδες κρίνον, ψυχικῆς γενναιότητος, ἡ προκρίνασα, ὑπὲρ πάντας οἰκείους σου, τῷ Βασιλεῖ τῆς κτίσεως, ἀρέσκειν καλλίνικε, ἡ ἐν μικρᾷ ἡλικίᾳ, μεγάλους ἐπιτελέσασα, πανεύφημε, ἄθλους, Φιλοθέη, εὐσεβείας κανὼν εὐθύτατε.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ μιαιφόνῳ χειρὶ, τοῦ σοῦ γονέως τοῦ ὀργίλου ἀθλήσασα, ὑπείκοντος μητρυιᾶς σου, κακίστης λόγοις σαπροῖς, Μάρτυς Φιλοθέη, παναοίδιμε, ἐν πόλει πατρῴᾳ σου, τοῦ Τυρνόβου ἣν αἵμασι, τοῖς παιδικοῖς σου, ἀγυιὰς ἐπορφύρωσας, νύμφη πάγκαλε, Ἰησοῦ Παντοκράτορος· ὅθεν τὴν θείαν μνήμην σου, λαμπρῶς ἑορτάζοντες, τῶν Χριστωνύμων ἁπάντων, φιλομαρτύρων οἱ σύλλογοι, τὰς σὰς ἱκεσίας, πρὸς Χριστόν, τὸν Στεφοδότην, ἀπεκδεχόμεθα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Μνήμην ἐν εὐλαβείᾳ πολλῇ, ἡ πόλις Ἄρτζες Ῥουμανίας κατέχουσα, τὴν θήκην σκηνώματός σου, ἐπιτελεῖ, εὐσταλὲς, Μάρτυς, Φιλοθέη, παίδων σέμνωμα, καὶ σπεύδει ἑκάστοτε, τῇ δοθείσῃ σοι χάριτι, ἐν βίου ζάλαις, καὶ ἀνάγκαις καὶ θλίψεσιν, ἀξιάγαστε, τοῦ Χριστοῦ νύμφη πάνσεμνε· εὗρες γὰρ, παναμώμητε, ἰσχὺν τοῖς τιμῶσί σε, παρέχειν πρόσφορα πᾶσι, καὶ ἐξαιρέτως ὑγίειαν, καὶ τὴν θεραπείαν, ἐξ ἐπιληψίας νόσου, τοῖς σοὶ προστρέχουσι.
Δόξα. Ἦχος πλ. δ ́.
Θαυμάζων ὁ Ὕψιστος τὴν πρὸς Αὐτὸν ἀγάπην σου, καὶ τὴν συμπάθειάν σου πρὸς τοὺς πένητας, δι’ ἣν καὶ μαρτυρικῶς ἐτελειώθης, Φιλοθέη, λαμπρῶς σε ἐδόξασε ποικίλοις θαύμασιν· ὅθεν καὶ ἡμεῖς τὴν πανσεβάσμιον μνήμην σου ἑορτάζοντες, καὶ τὴν μαρτυρικὴν ἀριστείαν σου ἐπαινοῦντες, τὰς θεοπειθεῖς σου λιτὰς ἐκδεχόμεθα, ἵνα χάριν εὕρωμεν καὶ ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Μιαιφόνου πατρός σου ὀργὴν κατέπαυσας, μαρτυρικῷ σου θανάτῳ, Τυρνόβου εὖχος σεπτόν, Φιλοθέη Παιδομάρτυς ἡ ἐκλάμψασα, φιλοθεΐας ἀστραπαῖς, καὶ ἀκτῖσι νοηταῖς, ἀφάτου φιλανθρωπίας, καὶ χάριν εὗρες σκεδάζειν, νόσων ἡμῶν εὐχαῖς σου ζόφωσιν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ δὲ τὴν α ́ Στιχολογίαν, Κάθισμα. Ἦχος α ́. Τὸν τάφον Σου Σωτήρ.
Παιδόαθλε σεμνή, θαυμαστὴ Φιλοθέη, ἡ ἐνδεκαετὴς, τοῦ Χριστοῦ, χαῖρε, Μάρτυς, χερσὶν ἡ ἀθλήσασα, μιαιφόνοις γεννήτορος, σοῦ ἀλλόφρονος, ἐξ εὐποιΐας σου ἔργων, καὶ ἀγάπης σου, πρὸς τοὺς πεινῶντας Τυρνόβου, εὐσήμου πατρίδος σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Εἰρήνευσον ἡμῶν, τὴν ζωὴν καὶ τὰ ἔργα, ἁγίασον, Ἁγνή, Θεοτόκε Παρθένε, τῶν μακαριζόντων Σε, ὡς προστάτιν ἀνύστακτον, σκέπην ἄγρυπνον, καὶ ταχινὴν προστασίαν, τῶν ἐν θλίψεσι, καὶ λυπηροῖς, Παναγία, πιστῶν ἀγαλλίαμα.
Μετὰ τὴν β ́ Στιχολογίαν Κάθισμα. Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Παιδίσκην ὑμνήσωμεν, τὴν θεαυγῆ εὐλαβῶς, χερσὶν ἐναθλήσασαν, τοῦ μιαιφόνου πατρός, αὐτῆς καὶ τοῖς αἵμασι, χρώσασαν τοῦ Τυρνόβου, Βουλγαρίας τὴν χθόνα, ἔνδοξον Φιλοθέην, τὴν ἀμνάδα Κυρίου, πανάσπιλον Χριστοῦ τοῦ Θεοῦ, ὡς καλλιμάρτυρα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡμῶν τῆς νεότητος, καταφυγὴ ἐν δεινοῖς, ἀνάγκαις καὶ θλίψεσι, Θεογεννῆτορ σεμνή, ἐξ ὕψους εὐκλείας Σου, σκέπε τὴν νεολαίαν, τὴν Ὀρθόδοξον, Μῆτερ, καὶ καθοδήγει ταύτην, πρὸς ὁδοὺς εὐφροσύνης, προόδου καὶ χαρᾶς ἀληθοῦς, Σαῖς παρακλήσεσι.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ ́. Τὴν ὡραιότητα.
Τὴν Παιδομάρτυρα, τὴν χαριτόβρυτον, ἧς θεῖον σκήνωμα, βρύει ἰάματα, καὶ ἁγιάζει τοὺς πιστοὺς, ἐν Ἄρτζες τῆς Ῥουμανίας, Φιλοθέην, μέλψωμεν, συμπαθείας ἀκρώρειαν, πρὸς πτωχοὺς καὶ στένοντας τοῦ Τυρνόβου κραυγάζοντες, εὐτάκτοις μελῳδίαις καὶ ὕμνοις· χαῖρε, τῶν θαυμασίων φρέαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α ́ Ἀντίφωνον τοῦ δ ́ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν.... (Ζήτει τῇ Δευτέρᾳ τῆς ιε ́ ἑβδομάδος Ματθαίου).
Ὁ Ν ́ (50) Ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β ́. Στ.: Ἐλέησόν με, ὁ Θεός,...
Ὁλοθύμως τοὺς πτωχοὺς ἀγαπήσασαν, καὶ πλούτου οὐρανίου εὐκλείας δι’ ἀθλήσεως ἀπολαύουσαν, Φιλοθέην, τιμήσωμεν, τὴν τοῦ Τυρνόβου Παιδομάρτυρα, περισκέπουσαν νῦν καὶ περιφρουροῦσαν Ἄρτζες τοὺς ἐνοίκους, ἐν εὐλαβείᾳ κραυγάζοντες· ἡ χαριτωθεῖσα δαψιλῶς οὐρανόθεν, καὶ νόσον ἐπιληψίας ἐξαιρέτως θεραπεύουσα, Χριστόν, τὸν σὲ δοξάσαντα, ἡμῖν ἱλέωσαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἀθληφόρου, οὗ ἡ ἀκροστιχίς· Παιδίσκης Μάρτυρος Φιλοθέης αἶνος. Χ. Μ.
ᾨδὴ α ́. Ἦχος δ ́. Ἀνοίξω τὸ στόμα μου.
Παιδίσκης ὑμνήσωμεν, τῆς καλλιμάρτυρος ἄθλησιν, Τυρνόβου βλαστήματος, καὶ εὐσεβείας πυρσοῦ, τοῦ φωτίσαντος, τὸν κόσμον, Φιλοθέην, ἀγάπης πυρσεύμασι, πάντα πρὸς πάσχοντα.
Ἀνδρείας ὑπάρχουσα, περιφανὲς σεμνολόγημα, παιδίσκη πανεύφημε, νύμφη Χριστοῦ τοῦ Θεοῦ, ὑπεράμωμε, τὸν σύντομόν σου βίου, παλάμαις ἐτέλεσας, σοῦ τοῦ γεννήτορος.
Ἰσχὺν καὶ εὐπρέπειαν, ἐνδεδυμένη τῆς πίστεως, ἐκ βρέφους ἠνάλωσας, τῇ συμπαθείᾳ πτωχῶν, βίον σύντομον, σὸν θεῖον, Φιλοθέη, ἐν οἷς τὸν Νυμφίον σου, ἔβλεπες Κύριον.
Θεοτοκίον.
Δυνάμεως ἔμπλησον, τοῦ Σοῦ Υἱοῦ, Μητροπάρθενε, τοὺς Σὲ μακαρίζοντας, Θεογεννῆτορ Σεμνή, καὶ ἐν ᾄσμασι, τιμῶντας Φιλοθέην, Τυρνόβου ὡράϊσμα, τὴν Παιδομάρτυρα.
ᾨδὴ γ ́. Τοὺς Σοὺς ὑμνολόγους.
Ἱλέωσαι Κτίστην, Φιλοθέη, τοῖς σὲ ἀνυμνοῦσιν εὐλαβῶς, ἐλέους ὥσπερ χείμαῤῥον, πολύῤῥυτον, πανεύφημε, παιδόαθλε, καὶ ἄφθονον, πηγὴν πιστῶν ἁγιάσματος.
Συνέσεως βάθρον, Φιλοθέη, ἀθύρματα πάντα παιδικὰ, καὶ τὰς ματαίας φεύγουσα, ἀναστροφὰς ἐσχόλαζες, τῇ προσευχῇ καὶ πράξεσι, τῆς εὐποιΐας, παιδόαθλε.
Κακία συζύγου τῆς δευτέρας, πατρός σου ἐξῆψε κατὰ σοῦ, αὐτοῦ ὀργήν, ὥς ἔμαθεν, ὅτι αὐτοῦ ἐδέσματα, διατροφῆς διένειμες, τοῖς ἐνδεέσι καὶ πάσχουσι.
Θεοτοκίον.
Ἡ μόνη ἐν δίναις ἀντιλήπτωρ, καὶ σκέπη ἐν βίου συμφοραῖς, καὶ πάσαις περιστάσεσι, Θεογεννῆτορ Ἄχραντε, ἐπάκουσον δεήσεων, ἡμῶν θερμῶς προστρεχόντων Σοι.
Κάθισμα. Ἦχος γ ́. Θείας πίστεως.
Τὴν εὐγένειαν τῆς σῆς καρδίας, ἐν τοῖς χρόνοις σου προεφηβείας, καὶ συμπάθειάν σου πάντας πρὸς πάσχοντας, ὁ σὸς Νυμφίος καὶ Κτίστης θεώμενος, μαρτυρικοῦ, Φιλοθέη, σέ, πάναγνε, κατηξίωσαι καὶ στέφει αἰωνιότητος, κατέστεψε, παιδόαθλε, τὴν κάραν σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῆς νεότητος ἡ προστασία, παίδων στήριγμα, χειραγωγία, καὶ ἀντίληψις ταχεῖα, Μητρόθεε, τῆς Φιλοθέης θερμαῖς παρακλήσεσι, τὴν νεολαίαν ὁδήγει πρὸς θέωσιν, τὴν τιμῶσάν Σε καὶ πίστει Σοι καταφεύγουσαν, ἐν βίου πειρασμοῖς καὶ περιστάσεσι.
ᾨδὴ δ ́. Ὁ καθήμενος ἐν δόξῃ.
Σωφροσύνῃ καὶ ἁγνείᾳ, Φιλοθέην πανύμνητον, τὴν κεκοσμημένην, ὕμνοις Παιδομάρτυρα μέλψωμεν, τὴν μιαιφόνῳ πατρὸς χειρὶ ἀθλήσασαν, καὶ φοινίξασαν, Τυρνόβου ῥύμας τοῖς αἵμασι.
Μάρτυς ἐν προεφηβείᾳ, Φιλοθέη, ἀθλήσασα, εἴληφας βραβεῖα, οὐρανόθεν πολυτιμότατα, τῆς συμπαθείας σου πάντας πρὸς τοὺς πάσχοντας, καὶ ἐνδόξου σου, μαρτυρικῆς τελειώσεως.
Ἀριστείας ἐκμαγεῖον, Φιλοθέη, κατέπαυσας, τὴν ὀργὴν πατρός σου, λιμενοβραχίων ὡς κύματα, θαλάσσης, Μάρτυς παιδίσκη παναμώμητε, προπυργίῳ σου, ὑπομονῆς ἐν κολάσεσι.
Θεοτοκίον.
Ῥύπον πλῦνόν μου πταισμάτων, τῶν πολλῶν, Μητροπάρθενε, νάμασιν εὐχῶν Σου, ῥυπτικῶν πρὸς Τόκον Σου Ἅγιον, καὶ τῷ ὑσσώπῳ τῆς θείας προστασίας Σου, πρὸς τὸν σῴζοντα, ἐκ τοῦ θανάτου τοὺς δούλους Σου.
ᾨδὴ ε ́. Ἐξέστη τὰ σύμπαντα.
Ταμεῖον ἀσύλητον, ἰάσεων τὸ σκῆνός σου, ὤφθη, Φιλοθέη, Παιδομάρτυς, ἡ οὐρανόθεν λαβοῦσα χάριν πολλὴν, πραΰνειν τὰ ἄλγη τῆς σαρκὸς, καὶ διώκειν πνεύματα, πονηρὰ καὶ ἀκάθαρτα.
Ὑμνοῦντες μαρτύριον, τὸν πάνσεπτόν σου, ἔνδοξε, ὃ χερσὶν ὑπέμεινας πατρός σου, ταῖς ἀνοσίαις σῆς μητρυιᾶς προτροπῇ, δοξάζομεν θαύμασι πολλοῖς, τὸν ἀντιδοξάσαντα, σὲ Δεσπότην καὶ Κύριον.
Ῥανίσιν αἱμάτων σου, ἡγίασας τὸ Τύρνοβον, γόνε τούτου, Μάρτυς Φιλοθέη, ἡ σαῖς πρεσβείαις χορείας προσκυνητῶν, σοῦ σκήνους τοῦ θείου, θαυμαστή, ἐν τῷ Ἄρτζες πάντοτε, ἁγιάζεις, Παιδόαθλε.
Θεοτοκίον.
Ὁδὸν μοι ὑπόδειξον, θεώσεως, Μητρόθεε, Κεχαριτωμένη Παναγία, τῷ καθ’ ἑκάστην σὲ ἀνυμνοῦντι λαμπρῶς, ἰθύντειραν ὥσπερ ἀπλανῆ, πάντων πρὸς σκηνώματα, οὐρανῶν, Παντευλόγητε.
ᾨδὴ στ ́. Τὴν θείαν ταύτην.
Σέ, Φιλοθέη, γεραίροντες, ἐκθύμως φιλεόρτων οἱ σύλλογοι, ὡς Παιδομάρτυρα, τὸ σὸν πανίερον σκήνωμα, ἰάματα τὸ βρῦον, κατασπαζόμεθα.
Φωτὶ εὐχῶν διαθέρμων σου, παθῶν ἡμῶν σκεδάζεις σκοτόμαιναν, μακαριζόντων σε, ὥσπερ προσφύγων ἰάτειραν, θερμῶν σου, Φιλοθέη θεομακάριστε.
Ἰδεῖν Χριστοῦ κατηξίωσαι, Νυμφίου οὐρανίου σου πρόσωπον, πόλου ἐν δώμασιν, ὄμμασι, Μάρτυς, ἰδίοις σου, τοῦ θαυμασίων κρήνην, σὲ ἀναδείξαντος.
Θεοτοκίον.
Λαμπὰς ἁγνείας ἀείφωτε, καὶ λύχνε συμπαθείας πρὸς δούλους Σου, ἐν περιστάσεσι, λῦσον παθῶν τὴν σκοτόμαιναν, τῶν Σὲ μακαριζόντων, Θεογεννήτρια.
Κοντάκιον. Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Σεμνὴν παιδίσκην τοῦ Τυρνόβου εὐφημήσωμεν, ταῖς μιαιφόνοις πατρικαῖς χερσὶν ἀθλήσασαν, Φιλοθέην, τὴν ἀκτῖσι φιλοθεΐας, τηλαυγῶς καὶ συμπαθείας πρὸς τοὺς πένητας, διαλάμψασαν, ὡς φέγγος ἀγαθότητος, πόθῳ κράζοντες· χαίροις, Μάρτυς Παιδόαθλε.
Ὁ Οἶκος.
Ἄγγελος συμπαθείας πρὸς τοὺς πένητας, Μάρτυς, καλλίπαις Φιλοθέη, ἐπώφθης, ἡ κτανθεῖσα χειρὶ πατρικῇ, τοῦ Τυρνόβου γόνε καὶ Ναοῦ σέμνωμα τοῦ Ἄρτζες· ὅθεν ἅπαντες ἐν ὕμνοις μελιχροῖς βοῶμεν·
Χαῖρε, τὸ κλέος τῆς Βουλγαρίας·
χαῖρε, τὸ εὖχος τῆς Ῥουμανίας.
Χαῖρε, συμπαθείας κρηπὶς ἀδιάσειστος·
χαῖρε, εὐσεβείας φανὸς τηλαυγέστατος.
Χαῖρε, γέρας πολυτίμητον κορασίδων εὐλαβῶν·
χαῖρε, σέλας παμφαέστατον ἀθληφόρων εὐσταλῶν.
Χαῖρε, ἐπιληψίας ταχινὴ θεραπεία·
χαῖρε, τῆς Ἐκκλησίας βοηθὸς ἡ ταχεῖα.
Χαῖρε, Μαρτύρων παίδων ἡ σύναυλος·
χαῖρε, Ἀγγέλων θείων ὁμόσκηνος.
Χαῖρε, σεμνῶν κορασίδων φαιδρότης·
χαῖρε, πολλῶν θαυμασίων ἀκρότης·
Χαίροις, Μάρτυς Παιδόαθλε.
Συναξάριον.
Τῇ ζ ́ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Παιδομάρτυρος Φιλοθέης, τῆς ἐκ Τυρνόβου Βουλγαρίας καὶ ἐν Ἄρτζες Ῥουμανίας,
Φιλανθρώπως δρῶσα χειρί, Φιλοθέη,
μιαιφόνου πατρός σου πρὸς Θεὸν ἤρθης.
Ταῖς αὐτῆς ἁγίαις πρεβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ ́. Οὐκ ἐλάτρευσαν.
Οὐρανόφοιτε, παιδόαθλε, ἰάσεων, πηγὴ ἀκένωτε, τὰς ἀσθενείας ἡμῶν, θεράπευσον τάχιστα τῶν προσιόντων σοι, καὶ σὸν σκήνωμα, ἐν Ἄρτζες τὸ πανάγιον, προσκυνούντων, Φιλοθέη.
Θείας πίστεως, λευκάνθεμον πανεύοσμον, καὶ ἴον πάντερπνον, θεοφιλοῦς ἀγωγῆς, ὀδμαῖς σου κατηύφρανας, στεῤῥᾶς ἀθλήσεως, τοὺς τιμῶντάς σε, ἐν ᾄσμασι, Παιδόαθλε, μελιῤῥύτοις, Φιλοθέη.
Εὐωδέστατον, κιννάμωμον, καλλίνικε, Μάρτυς τῆς πίστεως, ἀγάπης πρὸς ἐνδεεῖς, καὶ πάσχοντας ηὔφρανας, τοὺς ἀνυμνοῦντάς σε, καὶ τῷ σκήνει σου, τοὺς προσιόντας, ἔνδοξε, τῷ ἁγίῳ, Φιλοθέη.
Θεοτοκίον.
Ἡ ἀνύστακτος, ἀντίληψις τῶν δούλων Σου, Θεογεννήτρια, ἡ ἐναργὴς ἀρωγὴ, καὶ σκέπη, Πανύμνητε, δεῖξον τὴν χάριν Σου, τοῖς ἐν ᾄσμασι, φαιδροῖς Σε μεγαλύνουσι, Κεχαριτωμένη Μῆτερ.
ᾨδὴ η ́. Παῖδας εὐαγεῖς.
Στῦλος, Φιλοθέη, συμπαθείας, ἐχόρτασας τοῦ πατρός σου τοῖς ἐδέσμασι, τοὺς πεινῶντας, ἔνδοξε, Μάρτυς, καὶ κατηύφρανας, σῇ ἀγωγῇ τὸν Κύριον, σὸν ἐπουράνιον, Νυμφίον, ᾯ ψυχῆς σου ἰκμάδα, ἔδωκας ὡς προῖκα, ἐκβλάστημα Τυρνόβου.
Αἴγλῃ θείᾳ περιβεβλημένη, παστάδος ἐπαπολαύεις, Μάρτυς ἔνδοξε, πόλου καὶ τὸ πρόσωπον, καθορᾷς τὸ ἄῤῥητον, Χριστοῦ, τοῦ σὲ δοξάσαντος, θαυμάτων χαρίσιν, ὀλβία Φιλοθέη, Τυρνόβου, γόνε καὶ τοῦ Ἄρτζες, φρουρὲ καὶ πολιοῦχε.
Ἴθυνον ἡμᾶς πρὸς σωτηρίας, σκηνώματα, Φιλοθέη ἀθληφόρητε, ἡ σαφῶς σὰ βήματα, πίστει ὁδηγήσασα, πρὸς ἀναγκῶν τὴν κάλυψιν, πενήτων, πάντιμε, Παιδόαθλε στεῤῥὲ τοῦ Τυρνόβου, ἡ θαυμαστωθεῖσα, ἀφθόνως οὐρανόθεν.
Θεοτοκίον.
Νεῦσον παρακλήσεσι Σῶν δούλων, πραΰνουσα τῆς σαρκὸς ἡμῶν σκιρτήματα, τῶν μακαριζόντων Σε, καὶ παθῶν ἐκκόπτουσα, ζιζάνια, Πανύμνητε, Θεογεννήτρια, τῶν πίστει προσιόντων Σοι, Μῆτερ, Κεχαριτωμένη, χαρὰ τῶν Χριστωνύμων.
ᾨδὴ θ ́. Ἅπας γηγενής.
Ὄμβρισον πιστοῖς, θεόθεν τὴν χάριν σου, τοῖς ἀνυμνοῦσί σου, μαρτυρίου σκάμματα, ἐν ἡλικίᾳ, σμικρᾷ, πανεύφημε, καὶ προσκυνοῦσι σκήνωμα, σὸν χαριτόβρυτον, ἐν τῇ πόλει, Ἄρτζες, Μάρτυς ἄριστε, Φιλοθέη, ἧς πέλεις θησαύρισμα.
Στήριγμα πτωχῶν, ἐδείχθης, Παιδόαθλε, καὶ ἀδιάσειστος, στῦλος ἀγαθότητος, καὶ συμπαθείας, πρὸς πάντα στένοντα, Παιδόαθλε πανύμνητε, Τυρνόβου βλάστημα, Φιλοθέη, ἡ λαβοῦσα ἄνωθεν, δαψιλῶς τῶν ἰάσεων χάρισμα.
Χάριτος πηγὴ, ἐδείχθη ἀκένωτος, σὸν θεῖον σκήνωμα, ὅπερ ὡς ἀσύλητον, ὄλβον κατέχει καὶ ἀδαπάνητον, ταμεῖον τῶν ἰάσεων, Μάρτυς Παιδόαθλε, Φιλοθέη, Ἄρτζες ἡ διάσημος, πόλις τῆς Ῥουμανίας καὶ εὔανδρος.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, πηγὴ ἁγιάσματος τῶν προστρεχόντων Σοι, δὸς πιεῖν τοῖς δούλοις Σου, σωτηριώδη Σῆς ἀντιλήψεως, καὶ προστασίας νάματα τοῖς μεγαλύνουσι, Φιλοθέης ἄθλους δοξασάσης Σου, τὸν σεπτὸν καὶ Πανάχραντον Τόκον Σου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φιλοθεΐας πρότυπον, φιλανθρωπίας ἄγαλμα, καὶ βιοτῆς ἰσαγγέλου, θεοειδὲς Φιλοθέη, πολύτιμον θησαύρισμα, χερσὶ πατρῴαις ἤθλησας, ἐν τῷ Τυρνόβῳ, ἄριστα, καὶ ἰαμάτων θεόθεν, χάριν ἀφθόνως ἐδέξω.
Θεοτοκίον.
Ἐπάκουσον δεήσεων, ἡμῶν μακαριζόντων Σε, Χριστιανῶν ὡς προστάτιν, Θεογεννῆτορ Παρθένε, καὶ τῷ εὐσπλάγχνῳ Τόκῳ Σου, αὐτὰς θερμῶς ἀνάγαγε, τῷ δωρουμένῳ ἅπασιν, ἄμφω ὑγίειαν, ῥῶσιν, ἰσχὺν καὶ σθένος, Κυρία.
Αἶνοι. Ἦχος πλ. δ ́. Ὢ τοῦ παραδόξου θαύματος!
Μάρτυς, Φιλοθέη πάγκαλε, Τυρνόβου εὖχος λαμπρόν, εὐωδίᾳ, Παιδόαθλε, τῆς φιλανθρωπίας σου, καὶ ἀγάπης πρὸς στένοντας, δεινῶς ἀλγοῦντας καὶ πάντας κάμνοντας, τῶν Χριστωνύμων, χοροὺς κατηύφρανας, νῦν ἑορτάζοντας, τὴν ἁγίαν μνήμην σου πνευματικῷ, τρόπῳ μελῳδήμασι, λαμπροῖς καὶ ᾄσμασι.
Χαῖρε, εὐσταλὲς παιδόαθλε, ἡ μιαιφόνοις χερσὶν, ἐν Τυρνόβῳ ἀθλήσασα, Φιλοθέη πάντιμε, τῇ εὐάνδρῳ πατρίδι σου, καὶ σῶν πανάγνων, αἱμάτων χεύμασι, στολὴν ψυχῆς σου, καταγλαΐσασα, ἣν πρὶν ἐκόσμησας, μαργαρίταις, πάναγνε, σῆς ἀκραιφνοῦς, ἀγωγῆς καὶ δράσεως, τῆς φιλανθρώπου σου.
Σκῆνος τὸ σεπτόν σου, ἔνδοξε, μετὰ τὴν σὴν τελευτήν, ἐβαρύνθη ὡς μόλυβος, καὶ σαφῶς ἀδύνατος, ἡ αὐτοῦ μετακόμισις, ἐκ μαρτυρίου, κατέστη τόπου σου, ἀλλ’ ἐλαφρύνθη, Θεοῦ τῇ Χάριτι, ὡς ἀπεφάσισαν, Φιλοθέη πάναγνε, μετενεγκεῖν, τοῦτο, Μάρτυς ἄριστε, εἰς Ἄρτζες, πίστεως.
Μνήμην Φιλοθέη ἄγοντες, πανευλαβῶς οἱ πιστοὶ, τὴν σεπτὴν καὶ πανέορτον, εὐλαβῶς βοῶμέν σοι· Παιδομάρτυς πανάριστε, μὴ διαλείπῃς, ἐξ ὕψους δόξης σου, ἱλεουμένη, τὸν Παντοκράτορα, καὶ πολυεύσπλαγχνον, Πλαστουργὸν καὶ Κύριον ἡμῖν σεμνή, δοῦναι θεῖον ἔλεος, Αὐτοῦ τὸ ἄμετρον.
Δόξα. Ἦχος πλ. α ́.
Παιδομάρτυς πανάριστε, Φιλοθέη ἀξιάγαστε, ἡ ἐν προεφηβικῇ ἡλικίᾳ πολιὸν δεικνῦσα φρόνημα, καὶ τὴν κενωτικήν σου ἀγάπην πρὸς τοὺς πάσχοντας, σφραγίσασα σφραγῖσι μαρτυρίου σου, ἀξιοχρέως παρὰ Κυρίου δεδόξασαι· ὅθεν ἡμεῖς σήμερον τὴν μνήμην σου πανηγυρίζοντες, καὶ ὡς στεφηφόρον παιδίσκην, Ἀγγέλοις συνοικοῦσαν γεραίροντες, τὰς ἀδιαλείπτους σου πρεσβείας αἰτούμεθα πρὸς Κύριον, τὸν παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις, Παιδομάρτυς θεοφιλές, Φιλοθέη γόνε, τοῦ Τυρνόβου περικλεές, ἧς τὸ θεῖον σκῆνος, ἐν Ἄρτζες Ῥουμανίας, παρέχει τοῖς νοσοῦσιν, ἄμφω ὑγίειαν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου