ΙΟΥΝΙΟΥ
ΚΣΤ΄
ΜΝΗΜΗ
ΤΟΥ ΟΣΙΟΥ ΔΑΒΙΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗ
ΑΚΟΛΟΥΘΙΑ
Ποιηθεῖσα
ὑπὸ Γερασίμου Μοναχοῦ τοῦ Μικραγιαννανίτου
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ', καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐκ νεότητος σοφέ, χαίρων τὸν σταυρὸν τοῦ Κυρίου, ᾖρας
ἐπ' ὤμων σου, τότε καταλέλοιπας στεῤῥῷ φρονήματι, τὰ ἐπίγεια ἅπαντα, καὶ βίον
Ἀγγέλων, ἔζησας ἐν σώματι, Δαβὶδ μακάριε.
Ὅθεν οὐρανίων χαρίτων, σκεῦος πολυτίμητον ὤφθης, ἐπὶ γῆς μεγάλης θαυμαζόμενος.
Ὅτε ἐπὶ δένδρου σεαυτόν, ὕψωσας ἐν τούτῳ σκηνώσας, οἷά περ
ἄσαρκος, τότε ὑπερυψώσας τὸν νοῦν σου Ὅσιε, πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, τῆς
δόξης Κυρίου, καὶ ὡς δένδρον εὔκαρπον, τοὺς γλυκυτάτους καρπούς, ἤνεγκας
πλουσίως παμμάκαρ, τῆς πνευματικῆς εὐκαρπίας, δι' ὧν διατρέφεις τάς ψυχὰς ἡμῶν.
Ὅτε τῇ τοῦ κρείττονος βουλῇ, ἧκες πρὸς βασίλειον πόλιν, Δαβὶδ θεόσοφε, τότε ὥσπερ ἄγγελον σὲ ὑπεδέξαντο,
βασιλεῖς οἱ θεόφρονες, τὴν τῆς ἀρετῆς σου, ἄγαν ἐκπληττόμενοι, πολλὴν
λαμπρότητα• ἄνθρακας χερσὶ γὰρ κατέχων, τούτοις θυμιᾷς παραδόξως, Πνεύματι Ἁγίῳ
δοξαζόμενος.
Ὅτε τὴν ἁγίαν σου ψυχήν, ἄμεμπτον Κυρίου ἀπέδως, ἐν πλῷ ὡς
εἴρηκας, τότε σου τὸ πάντιμον λείψανον Ὅσιε, ὡς τῆς χάριτος σκήνωμα,
Θεσσαλονικέων, πόλις ὑπεδέξατο, ἐν εὐλαβείᾳ πολλῇ• ὅπερ ὁ Χριστὸς θαυμαστώσας,
ἔδειξε πηγὴν ἰαμάτων, τοῖς πιστῶς Δαβὶδ αὐτῷ
προστρέχουσι.
Δόξα...
Ἠχος β'.
Τῇ θείᾳ στοιχειούμενος ἀγάπῃ, ἀγγελικῶς τὸν βίον
διελήλυθας, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, δοξάσας τὸν Κύριον, Δαβὶδ παναοίδιμε• τῶν γὰρ ἐν κόσμῳ ἡδέων, χωρίσας
τὸν νοῦν, τῶν ὑπὲρ αἴσθησιν ἠξίωσαι, ὡς Θεοῦ θεράπων γνήσιος. Ἀλλ' Ὅσιε Πάτερ,
τῷ θείῳ ἐντρυφῶν φωτὶ ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν... Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.
Ἀπόστιχα. Ἦχος β'. Οἶκος
τοῦ Ἐφραθᾶ.
Ἤρθης εἰς ἀρετῶν, ἀκρώρειαν παμμάκαρ, ἀμυγδαλῆς εἰς
δένδρον, ὑψώσας σου
τὸ σῶμα, Δαβὶδ καθάπερ ἄσαρκος.
Στιχ. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ...
Θαύμασι δοξασθείς, παρὰ Θεοῦ παμμάκαρ, ὡς ἄγγελος βιώσας,
παρέχεις τοῖς αἰτοῦσι, Δαβὶδ χάριν καὶ ἔλεος.
Στίχ. Μακάριος
ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Ὤφθης διαπρεπής, τῷ βίῳ καὶ τῷ εἴδει, ὡς ἀρετῶν ἐργάτης,
καὶ φίλος τοῦ Κυρίου, Δαβὶδ θεομακάριστε.
Δόξα...
Τριαδικόν.
Τρίφωτε Παντουργέ, ὁμότιμε Θεότης, πρεσβείαις
εὐπροσδέκτοις, Δαβὶδ τοῦ σοῦ Ὁσίου, τὸν σὸν
λαόν οἰκτείρησον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀπολυτίκιον.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς φοῖνιξ ἐξήνθησας, τῶν ἀρετῶν τοὺς καρπούς, ἀσκήσας ὡς
ἄσαρκος, ἐν ἀμυγδαλῆς φυτῷ, Δαβὶδ πάτερ
Ὅσιε. Ὅθεν Θεσσαλονίκη, τοῖς ὁσίοις σου πόνοις, χάριν παρὰ Κυρίου, δαψιλῆ
καρπουμένη, γεραίρει ὡς μεσίτην σε, θερμὸν πρὸς τὸν Φιλάνθρωπον.
Ἕτερον.
Ἦχος πλ’. α. Τὸν συνάναρχον λόγον.
Τῇ ἀγάπῃ τοῦ Λόγου Πάτερ πτερούμενος, ἐπὶ τοῦ δένδρου
διῆλθες ἀγγελικὴν βιοτήν, καὶ ἐξήνεγκας ἡμῖν καρποὺς τῆς χάριτος, ἐξ ὧν
τρυφῶντες νοερῶς, ἐκβοῶμέν σοι πιστῶς, Δαβὶδ ὁσίων
ἀκρότης, μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, Χαῖρε τεῖχος καὶ σκέπη τῶν
προστρεχόντων εἰς σέ, Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ
τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς ὑπὲρ τῶν ἀνυμνούντων, καὶ
προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος
ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος
δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐν σαρκὶ ὡς ἀσώματος, τοῦ Σωτῆρος τοῖς ἴχνεσιν, ἀκλινῶς
ἑπόμενος ὤφθης Ὅσιε, καὶ ἐπὶ δένδρου τὸ σῶμά σου, ὑψώσας ἀπέῤῥιψας, ἅπαν ἄχθος
γεηρόν, καὶ χαρίτων τοῦ Πνεύματος, πλήρης γέγονας, θεοφόρε Δαβὶδ Πατέρων κλέος• διὰ τοῦτο σοῦ τὴν μνήμην, τὴν
φωταυγῆ ἑορτάζομεν.
Καὶ τῇ ὄψει αἰδέσιμος, καὶ τῷ βίῳ περίβλεπτος, καὶ τοῖς
τρόποις ἔνθεος ἐχρημάτισας, τῇ ἰσαγγέλῳ ἀσκήσει σου, Δαβὶδ
παμμακάριστε• διὰ τοῦτο τὴν πολλήν, ἀρετήν σου ᾐδέσθησαν, οἱ θεόφρονες
βασιλεῖς, ὧν ἐνώπιον κατέχων, ταῖς χερσὶν ἄνθρακας Πάτερ, τὴν σὴν ὑπέφηνας
ἔλλαμψιν.
Τὸν ἰσάγγελον βίον σου, θαυμαστώσας ὁ Κύριος, ἄστρον σε
πολύφωτον κόσμῳ ἔδειξε καὶ ἰαμάτων θησαύρισμα• διὸ τῇ σῇ χάριτι, ἐπαγάλλεται
φαιδρῶς, καὶ γεραίρει τὴν μνήμην σου, εὐφημοῦσά σε, θεοφόρε Δαβὶδ Θεσσαλονίκη, ἡ περίβλεπτός σου πόλις, ἣν
περιφρούρει πρεσβείαις σου.
Προσόμοια
ἕτερα. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ Δαβὶδ παμμακάριστε,
δι' ἐγκρατείας τὸν νοῦν, λαμπρυνόμενος ἄριστα, πρὸς τὸ πρῶτον αἴτιον, τῶν καλῶν
ἀνεπτέρωσας, καὶ στῦλος ὤφθης φωτοειδέστατος, φωτίζων πάντας λόγοις καὶ
θαύμασι, τοὺς προσιόντας σοι, διανοίᾳ πάντοτε θεοπρεπεῖ• ὅθεν σε γεραίρομεν,
καὶ μακαρίζομεν.
Καθάπερ ὄρνις εὐκέλαδος, ἐν ἀναβάσει φυτοῦ, καλιὰν Πάτερ
ἔπηξας, τῷ κρύει πηγνύμενος, καὶ τῷ θέρει φλεγόμενος• χρυσᾶς ἐντεῦθεν ἔλαβες
πτέρυγας, τῆς ἀπαθείας καὶ τελειότητος, καὶ πρὸς οὐράνιον, ὕψος κατεσκήνωσας,
ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.
Θείῳ ἀπαθείας ἄνθρακι, φλέξας σαρκὸς ἡδονάς, ἀκατάφλεκτος
ἔμεινας ἐν χερσὶ τοὺς ἄνθρακας, πρὸ προσώπου θεόπνευστε, τοῦ βασιλέως κατέχων
Ὅσιε, ἐκπληττόμενου τὴν σὴν λαμπρότητα• ὅθεν παρέσχε σοι, τὰς αἰτήσεις
μέγιστον, πρὸς τὸν Θεόν, πρέσβυν σε μακάριε, πλουτίσας χάριτι.
Δόξα...
Ἦχος πλ. β'.
Σήμερον ἐν τῇ θέρους ὥρᾳ, ἡ τοῦ Ὁσίου Δαβὶδ ἐπέστη μνήμη, νοητὴν συγκομιδὴν φέρουσα, τῇ
Ἐκκλησίᾳ τοῦ Χριστοῦ• δεῦτε οὖν, ὡς ἐν ἅλῳ μυστικῇ, στάχυας ζωῆς ταμιευσώμεθα,
τῷ θεοφόρῳ Πατρὶ βοῶντες• χαίροις ὁ τῇ κλήσει τὴν πρᾶξιν προτυπώσας, καὶ
φερωνύμως Θεῷ ἀγαπητὸς πεφηνώς, τῇ ἐναρέτῳ ζωῇ σου• χαίροις ὁ τῆς ὕλης τοῦ
κόσμου σαυτὸν χωρίσας, καὶ ἄγγελος ἀληθῶς, φανεὶς ἐν σώματι• χαίροις
Θεσσαλονίκης λαμπτήρ, Ὁσίων ὡράϊσμα, καὶ Μοναστῶν ὑποτύπωσις. Ἀλλ' ὦ Πάτερ
Ὅσιε, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν... Ὁ αὐτὸς
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου
τὸν ἀλόχευτον τόκον• ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς
ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει
γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα φύσεων, ἀσυγχύτως γνωριζόμενος.
Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ
τὰ Ἀναγνώσματα.
Σοφία
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξεν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα• οἱ δέ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ• ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφία
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε'. 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,
καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα• ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς
ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης• ποταμοὶ δὲ
συγκλίνουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἡ ἀνομία, καὶ ἡ κακοπραγία
περιστρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε. Μάθετε
δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Σοφία
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ'. 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας
γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη• καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς• ἀρεστὴ
γὰρ ἦν ἡ ψυχὴ αὐτοῦ• διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες
καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α'.
Ἀγάλλεται ἐνθέως, ἡ πόλις Θεσσαλονίκη, λαμπρυνομένη τῇ σῇ
χάριτι. Δαβὶδ θεοφόρε• ταύτην γὰρ ἡγίασας,
τῇ σῇ ἁγίᾳ ἀσκήσει, καὶ τῷ φωτὶ τῶν ἔργων σου, ὥσπερ λύχνος φαεινός, φωταγωγεῖς
ἑκάστοτε, πρὸς σωτηρίας τρίβους, τὸν περιούσιον λαὸν τοῦ Θεοῦ• ὡς υἱὸς γὰρ
φωτός, σοφῶς πολιτευσάμενος, ἀξίως δεδόξασαι, τοῦ Παρακλήτου τῇ δωρεᾷ. Ἀλλ' ὦ
Πατέρων ἀκροθίνιον, καὶ Ἀγγέλων συνόμιλε, τῇ Παναγίᾳ Τριάδι πρέσβευε,
Παμμακάριστε Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
β'.
Ἀγάπης θείας τὸ πῦρ δεξάμενος, ἀπὸ νεότητος σαυτὸν
ἀνατέθεικας, τῷ Χριστῷ Πάτερ Ὅσιε• καὶ τὸν ζυγὸν αὐτοῦ βαστάσας, ὅλῃ ψυχῇ αὐτῷ
ἠκολούθησας, ὡς ἔλαφος διψῶσα, ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων• ὁ γὰρ θεῖος ἔρως, ὅλον
θεόληπτόν σε ἔδειξε, καὶ ἄγγελον ἐν σώματι, καὶ λειμῶνα ἀρετῆς ἀειθαλῆ• ὡς γὰρ
ἄσαρκος ἐβίωσας, νεκρωθεὶς τοῖς ἐν κόσμῳ, καὶ ζωῆς τῆς θείας τοὺς καρπούς,
πλουσίους ἐξήνεγκας• δι' ὧν ψυχὰς Θεὸν ταπεινώσας τρέφεις, καὶ θαυμάτων
ἐνεργεῖς δυνάμεις, Δαβὶδ θεοδόξαστε, τοῖς
πίστει σοι προστρέχουσι.
Ἦχος
γ΄.
Πάσης ἐκκλίνων σχέσεως, ἐπὶ δένδρου ἀνῆλθες, ὡς ἀσώματος
διάγων, Δαβὶδ πάτερ Ὅσιε• καὶ τὸν νοῦν
ὑψώσας πρὸς Κύριον, μετάρσιος τῷ βίῳ, καὶ αἰθεροβάμων ταῖς ἀρεταῖς, ἀληθῶς
ἐχρημάτισας• ἔνθεν τοῦ θείου φωτός, τὰς λαμπηδόνας δεχόμενος, τῇ μορφῇ μὲν ὡς
ἄγγελος, καὶ τοῖς τρόποις διαπρεπὴς τῆς θεοειδοῦς εἰκόνος τοὺς χαρακτῆρας
ἐκφαίνων, ὤφθης ἅπασι• καὶ νῦν τοῦ θείου κάλλους ἀμέσως ἐντρυφῶν, ἱκέτευε ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ΄.
Τῇ θείᾳ δόξῃ λελαμπρυσμένος, καὶ ἀσκητικῇ διαπρέπων
χάριτι, θεράπων ἐνθεώτατος ὤφθης, τοῦ Βασιλέως τῶν οὐρανῶν, Δαβὶδ θεόληπτε• ὅθεν τῷ ἐπιγείῳ βασιλεῖ ἐπιστάς,
τοῦτον ἐξέστησας, τοῖς ἐν σοὶ χαρίσμασι, καὶ δωρεῶν τῷ πλούτῳ καὶ τῇ ἀγγελικῇ
ἐμφανείᾳ• Χριστὸς γὰρ ὃν ἐδόξασας, θαυμαστῶς σὲ ἐμεγάλυνεν, ὡς ἀψευδῶς
ἐπηγγείλατο• ἐν ᾧ δυνάμεις θαυμάτων ἐνεργῶν, ψυχῶν καὶ σωμάτων νόσους ἴασαι,
καὶ πιστῶν παιδεύεις τὸ φρόνημα, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, ἀληθεῖ ἐφέσει• ὧν
τῆς εὐκλείας ἀπολαύων, πρέσβευε μακάριε, πάσης ἡμᾶς ῥύεσθαι θλίψεως.
Δόξα...
Ὁ αὐτός.
Φερωνυμίᾳ ἑπόμενος, ὁλοσχερῶς Θεὸν ἠγάπησας, καὶ παρ'
αὐτοῦ ἀξίως ἠγαπήθης, Δαβὶδ παμμακάριστε•
ὅλον γὰρ τὸν βίον σου, τῷ θείῳ ὑπέταξας θελήματι, τῆς σαρκὸς μηδόλως,
ποιούμενος πρόνοιαν καὶ ὡς ἄγγελος βιώσας, ἀγγελικοῖς χαρίσμασιν, ἐμεγαλύνθης
Ὅσιε. Διὸ Θεσσαλονίκη ἡ πόλις σου, τὰς σὰς κηρύττει ἀριστείας, δεξαμένη τοὺς
ἱδρῶτάς σου• καὶ τὴν σὴν ἁγίαν ἑορτάζουσα μνήμην, θερμῶς βοᾷ σοι· Πάτερ
ἁγιώτατε, εἰρήνην σταθηρὰν καὶ βίου εὐπραγίαν, αἴτει ἡμῖν παρὰ Χριστοῦ, καὶ τὸ
μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε Εὐλογημένη
Θεοτόκε, ἵνα σε δοξάζωμεν τὴν Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Εἰς
τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις Θεσσαλονίκης πυρσός, ὁ τῶν ὁσίων ἀρετῶν σου τὴν
ἔλλαμψιν, ἐκχέων ἀεὶ τῷ κόσμῳ, καὶ καταλάμπων ψυχάς, τὰς ἐσκοτισμένας ἐν τοῖς
πάθεσι· Δαβὶδ παμμακάριστε, τῆς ἀγάπης
θησαύρισμα, τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, τῆς πραότητος, θαυμαστὸν
στηλογράφημα• βότρυς ὁ τῆς ἀσκήσεως, ὁ νέμων ἐν χάριτι, τῆς θεϊκῆς εὐφροσύνης,
τὸν γλυκασμὸν τοῖς ὑμνοῦσί σε• Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν, δοθῆναι τὸ
μέγα ἔλεος.
Στίχ. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίρων ἀκολουθήσας Χριστῷ, ἀπὸ νεότητος θερμῷ, Πάτερ,
ἔρωτι, ἰσάγγελον πολιτείαν, ἐπολιτεύσω σαφῶς, τῆς σαρκὸς νεκρώσας τὰ
σκιρτήματα• ἐντεῦθεν ὡς εὔλαλος, ἀηδὼν ἀνελήλυθας, ἐν ἀμυγδαλῆς, τῷ φυτῷ τὴν
οὐράνιον, φωνὴν ἅπασι, μυστικῶς ἀφιέμενος• ὅθεν ὁ μεγαλόδωρος, Σωτὴρ μεγαλύνων
σε, διαπρεπῆ σε τοῖς πᾶσι, καὶ ἀγγελόμορφον ἔδειξε, Δαβὶδ
θεοφόρε• ὂν ἱκέτευε σωθῆναι τοὺς σὲ γεραίροντας.
Στίχ. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον...
Πλήρης ὑπάρχων θείου φωτός, καὶ οὐρανίων χαρισμάτων τοῦ
Πνεύματος, ἐπέστης τοῖς βασιλεῦσιν, οἷα θεράπων Θεοῦ, ὑπὲρ τοῦ λαοῦ σου Πάτερ
ὅσιε, καὶ τούτους ἐπεύφρανας, τῇ πλουσίᾳ σου χάριτι• καὶ ἐπὶ πλεῖον, ἀφορᾶν
ἐπαιδεύθησαν, πρὸς τὸν ἄναρχον, Βασιλέα καὶ Κύριον. Ὅθεν πρὸς τὰ οὐράνια,
μετέστης σκηνώματα, προφητικῶς προαγγείλας τὴν ἱερὰν ἐκδημίαν σου, Δαβὶδ θεοφόρε, Θεσσαλονικέων μέγας, πρέσβυς πρὸς
Κύριον.
Δόξα...
Ἦχος πλ. δ΄.
Τῇ ἰσαγγέλῳ σου ζωή, τῆς καθ' ὁμοίωσιν εἰκόνος, ἐμορφώσω
τὴν λαμπρότητα, περιφανῶς Ὅσιε• τῇ συντόνῳ γὰρ σπουδῇ, τῶν γεηρῶν ὑπεραρθεὶς
ἐμφάσεων, τὰς ὑπὲρ νοῦν ἀποῤῥοίας, τοῦ θείου κάλλους εἰσδέδεξαι• καὶ τοῦτο πᾶσι
δηλῶν, θεοειδὴς ἐφαίνου, τοῖς ὁρῶσί σε, Ἅγιε. Καὶ νῦν τῆς δόξης Χριστοῦ, ἀμέσως
ἐντρυφῶν, Δαβὶδ παναοίδιμε, ἱκέτευε ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἀπολυτίκιον.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς φοῖνιξ ἐξήνθησας, τῶν ἀρετῶν τοὺς καρπούς, ἀσκήσας ὡς
ἄσαρκος, ἐν ἀμυγδαλῆς φυτῷ, Δαβὶδ πάτερ
Ὅσιε. Ὅθεν Θεσσαλονίκη, τοῖς ὁσίοις σου πόνοις, χάριν παρὰ Κυρίου, δαψιλῆ
καρπουμένη, γεραίρει ὡς μεσίτην σε, θερμὸν πρὸς τὸν Φιλάνθρωπον.
Ἕτερον.
Ἦχος πλ’. α. Τὸν συνάναρχον λόγον.
Τῇ ἀγάπῃ τοῦ Λόγου Πάτερ πτερούμενος, ἐπὶ τοῦ δένδρου
διῆλθες ἀγγελικὴν βιοτήν, καὶ ἐξήνεγκας ἡμῖν καρποὺς τῆς χάριτος, ἐξ ὧν
τρυφῶντες νοερῶς, ἐκβοῶμέν σοι πιστῶς, Δαβὶδ ὁσίων
ἀκρότης, μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, Χαῖρε τεῖχος καὶ σκέπη τῶν
προστρεχόντων εἰς σέ, Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ
τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς ὑπὲρ τῶν ἀνυμνούντων, καὶ
προσκυνούντων τὸν τόκον σου.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α’ Τὸν τάφον σου Σωτήρ.
Τὸν βίον τῶν πτηνών, ἐν σαρκὶ βιοτεύων, ὡς ἄγγελος σοφέ,
ἐν τῷ δένδρῳ ἐφάνης, μετάρσιος γενόμενος, τῷ φρονήματι Ὅσιε• ὅθεν μέτοχος, τῆς
τῶν Ἀγγέλων εὐκλείας, ὤφθης Ἅγιε, μετατεθεὶς τῶν προσκαίρων Δαβὶδ πρὸς οὐράνια.
Θεοτοκίον.
Τὸν πάντων Ποιητήν, καὶ Θεὸν καὶ Δεσπότην, κυήσασα σαρκί,
ἀποῤῥήτως Παρθένε, Ἀδὰμ τὴν κατάκρισιν, τῷ σῷ τόκῳ διέλυσας• ὅθεν ῥῦσαί με, τῇ
μητρικῇ συμπρεσβείᾳ κατακρίσεως τῆς αἰωνίου, Μαρία, καὶ σῶσόν με δέομαι.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'.
Θείας πίστεως.
Θείοις θαύμασι κατακοσμήσας, ὁ Σωτὴρ ἡμῶν, τὴν βιοτήν σου,
θαυμαστόν σε τοῖς ἐν κόσμῳ ἀνέδειξεν• ὅθεν νοσήματα πλεῖστα ἰατρεύσας, καὶ
πανταχοῦ περιβόητος πέφηνας, Δαβὶδ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θείου Πνεύματος, τῇ ἐπελεύσει, τὸν Ὑπέρθεον, ἐν τῇ γαστρί
σου, Θεὸν Λόγον συνείληφας Ἄχραντε, καὶ μετὰ σώματος τοῦτον γεγένηκας, καὶ μετὰ
τόκον Παρθένος διέμεινας. Ὅθεν ἅπαντες, ὑμνοῦμεν τὰ μεγαλεῖά σου, προστρέχοντες
ἀεὶ τῇ προστασίᾳ σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τῇ ἀσκήσει σου Πάτερ χαίρει καὶ τέρπεται, ἡ περιώνυμος
πόλις Θεσσαλονίκη φαιδρῶς• ὡς ἀστέρα γὰρ λαμπρὸν ἔχει σε Ὅσιε, καὶ ταῖς σαῖς
μαρμαρυγαῖς, λαμπομένη μυστικῶς, τὴν μνήμην σου τὴν φωσφόρον, χαρμονικῶς
ἑορτάζει, Δαβὶδ ὁσίων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Τὸν Σωτῆρα ἀσπόρως κυοφορήσασα, τῆς σωτηρίας Παρθένε πύλη
ἐδείχθης λαμπρά, πρὸς αἰώνιον ζωὴν ἡμᾶς εἰσάγουσα, τοὺς Θεοτόκον ἀληθῆ, σὲ
κηρύττοντας ἀεί, καὶ πίστει σοι ἐκβοῶντας• χαῖρε Ἀγγέλων ἡ δόξα, καὶ τῶν
ἀνθρώπων τὸ διάσωσμα.
Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον τὸ τοῦ Ἀγ. Σάββα.
Ὁ Ν'.
Δόξα... Ταῖς
του σοῦ Ὁσίου...
Καὶ νῦν... Ταῖς τῆς
Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ
Θεὸς κατὰ τὸ μέγα ἔλεός σου. Ἰδιόμελον. Ἦχος
πλ. β'.
Ἀσκητικῶς ἀγωνισάμενος, τοῦ παλαιοῦ πτερνιστοῦ, τὴν ὀφρὺν
κατέβαλες, ταπεινώσεως ὅπλοις, Δαβὶδ παναοίδιμε•
καὶ ὑψωθεὶς πρὸς Κύριον, ἐθεώθης κατὰ μέθεξιν, τῆς θείας εὐπρεπείας,
ἀναδησάμενος τὸ κάλλος• διὸ Ἀγγέλοις συνηδόμενος, ἐκτενῶς ἱκέτευε πρὸς Κύριον,
σῴζεσθαι ἡμᾶς πάσης θλίψεως Ὅσιε Πάτερ.
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου
καὶ τοῦ Ἁγίου.
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ
ἀκροστιχίς: Τοὺς σοὺς γεραίρω Δαβὶδ ἀγῶνας, Γερασίμου.
ᾨδὴ
α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Τριάδος τὴν ἔλλαμψιν,
λαμπρῶς δεχόμενος Ὅσιε, τὸν νοῦν μου καταύγασον, ταῖς ἱκεσίαις σου, ἵνα μέλψω
σου, Δαβὶδ τὴν πολιτείαν, δι' ἧς ἐμεγάλυνας,
τὸν πάντων Κύριον.
Ὁσίων τὸ καύχημα, ὁ τῶν
Ἀγγέλων ἐφάμιλλος, τὸ σκεῦος τὸ πάγχρυσον, τῶν ἱερῶν ἀρετῶν, ὁ ἀείφωτος,
λαμπτὴρ Θεσσαλονίκης, Δαβὶδ ὁ μακάριος,
ὑμνολογείσθω μοι.
Ὑψώσας πρὸς Κύριον, τὴν
τῆς καρδίας σου ἔφεσιν, αὐτῷ ἠκολούθησας, ἀπὸ νεότητος, καὶ ὑπέρτερος, ἡδέων
τῶν τοῦ κόσμου, Δαβὶδ ἐχρημάτισας, βίου
λαμπρότητι.
Θεοτοκίον.
Σωτῆρα καὶ Κύριον,
πάντων ἀνθρώπων κυήσασα, Χριστὸν τὸν Φιλάνθρωπον, δι' ἀγαθότητα, κόσμον
σῴζοντα, φθορᾶς τε καὶ θανάτου, σωθῆναι Πανάμωμε κἀμὲ ἀξίωσον.
ᾨδὴ
γ'. Τοὺς σοὺς ὑμνολόγους.
Σταυρώσας σαυτὸν τοῖς
ἐν τῷ κόσμῳ, ὡς ᾖρας Κυρίου τὸν Σταυρόν, ἐν τῇ Μονῇ προσέδραμες, Θεοδώρου τοῦ
Μάρτυρος, καὶ Μερκουρίου Ὅσιε, ἀσκητικῶς γυμναζόμενος.
Ὁσίως λατρεύων τῷ
Κυρίῳ, τῶν πάλαι Ἁγίων τὴν ζωήν, τῶν ἐν τῷ Νόμῳ Ὅσιε, καὶ ἐν τῇ θείᾳ χάριτι,
θαυμάζων διετέλεσας, καὶ μιμητὴς τούτων γέγονας.
Ὑπῆλθες πολλῇ ἐν
ταπεινώσει, καὶ γνώμῃ στεῤῥᾷ Πάτερ Δαβίδ,
τοὺς πόνους τῆς ἀσκήσεως, καὶ τῆς σαρκὸς τὸ φρόνημα, ἐνέκρωσας τὴν ἄνωθεν,
χάριν πλουσίως δεχόμενος.
Θεοτοκίον.
Συνδέσμῳ ἀγάπης τῆς
τελείας, τοῦ λάμψαντος Κόρη ἐξ ἁγνῶν, αἱμάτων σου δι' ἔλεος, σύνδεσον τὴν
καρδίαν μου, καὶ τῶν δεσμῶν με λύτρωσαι, τῆς ἁμαρτίας καὶ σῶσόν με.
Κάθισμα.
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείᾳ τὰ πάθη τὰ τῆς σαρκός, τῇ ψυχῇ ὑποτάξας Πάτερ
σοφέ, ὡράθης μακάριε, μετὰ σώματος ἄγγελος• καλιὰν δὲ πήξας, ὡς ὄρνις
εὐκέλαδος, ἐν φυτῷ εἰς ὕψος, τὸν νοῦν ἀνεπτέρωσας• ὅθεν τῶν θαυμάτων, ἐνεργείας
πλουτίσας, μετῆλθες πρὸς Κύριον, ὃν ἐκ βρέφους ἐπόθησας• διὰ τοῦτο βοῶμέν σοι•
Πρέσβευε Χριστῷ, τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι, πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ
χαλεπά, ἴασαι δέομαι καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως
ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! Τί ποιήσω, ἐν ἐκείνῃ
τῇ ὥρᾳ ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος•
τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος• σὲ γὰρ ἔχω ἐλπίδα ὁ
ἀνάξιος δοῦλός σου.
ᾨδὴ
δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Γῆς ἁπάσης ἀποκλίνων,
οὐρανίῳ φρονήματι, τῷ φυτῷ ἀνῆλθες, καὶ ἐν τούτῳ ἔστης ἀκλόνητος, πρὸς
τελειότητος ὕψος ἀναγόμενος, Πάτερ Ὅσιε, ταῖς μυστικαῖς ἀναβάσεσι.
Ἐπιβὰς ἐπὶ τοῦ δένδρου,
θείῳ πόθῳ πτερούμενος, καὶ ἐν τούτῳ Πάτερ, αἴθριος δοξάζων τὸν Κύριον, δένδρον
ὡράθης κατάκαρπον τοῦ Πνεύματος, προβαλλόμενος, καρποφορίαν τὴν κρείττονα.
Ῥείθροις Πάτερ τῶν
δακρύων, δαψιλῶς ἀρδευόμενος, ὡς λειμὼν εὐώδης, ἀρετῶν τὰ ἄνθη ἐξήνθησας, τῆς
Ἐκκλησίας εὐφραίνοντα τὸ πλήρωμα, καὶ διώκοντα, παθῶν ὀσμὴν τὴν παμβέβηλον.
Ἄγγελος ἐν γῇ ἐφάνης,
μετὰ σώματος Ἅγιε, ἐγκρατείας πόνοις, καὶ ἀσκητικοῖς κατορθώμασιν ἔνθεν τῇ σῇ
καλλωπίζεται λαμπρότητι, Δαβὶδ Ὅσιε,
Θεσσαλονίκη ἡ πόλις σου.
Θεοτοκίον.
Ἱλασμὸν καὶ σωτηρίαν,
καὶ αἰώνιον λύτρωσιν, τοῖς βροτοῖς Παρθένε, τέτοκας Χριστὸν τὸν πανάγαθον, τὸν
τὴν ἀρχαίαν κατάραν ἀφανίσαντα• διὰ τοῦτό σε, σεσωσμένοι γεραίρομεν.
ᾨδὴ
δ'. Ἐξέστη τὰ σύμπαντα.
Ῥημάτων ὑπήκοος, τῶν
του Ἀγγέλου γέγονας, ἄνωθέν σοι Πάτερ καταπτάντος• ὅθεν κατῆλθες ἀπὸ τοῦ
δένδρου σοφέ, πλήρης εὐκαρπίας ψυχικῆς, θάλλων ἐν ταῖς πράξεσι, καὶ κομῶν τοῖς
χαρίσμασι.
Ὡς ἄγγελος ἅπασι, κατὰ
τὴν ὄψιν πέφηνας, τῆς ἐν τῇ ψυχῇ διαδοθείσης, ἐν τῷ προσώπῳ χάριτος Ὅσιε· ὅθεν
ὥσπερ ἄλλον Ἀβραάμ, οἱ πιστοὶ κατεῖδόν σε, καὶ πιστῶς ὑπεδέξαντο.
Δαβὶδ τὴν πραότητα,
Πάτερ τοῦ Προφητάνακτος, ὡς τὴν κλῆσιν ἔχων ἐμιμήσω• ὅθεν τοῖς πᾶσι πρᾷος καὶ
μέτριος, καὶ διαπρεπὴς ὤφθης σοφέ, ὡς φωτὸς ἀνάπλεως, ἐπιπνοίας τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἁγνὴ Ἀειπάρθενε, Θεοῦ
μήτηρ πανάφθορε, Κεχαριτωμένη Θεοτόκε, τὴν ἐναγῆ μου καρδίαν κάθαρον, ταῖς
ἐπιφοραῖς τοῦ δυσμενοῦς, καὶ πηγάζειν ποίησον, ταύτην θεῖα νοήματα.
ᾨδὴ
στ'. Τὴν θείαν ταύτην.
Βίου τοῦ σοῦ τὴν
λαμπρότητα, ἐθαύμασαν οἱ τότε ὁρῶντές σε, Δαβὶδ μακάριε•
ἔξω σαρκὸς γὰρ καὶ αἵματος, ἔζης συντονωτάτῃ, ἀσκήσει χρώμενος.
Ἰδόντες Πάτερ ὡς
Ἄγγελον, τῇ ὄψει καὶ τοῖς τρόποις σε Ἅγιε, τὴν πολιτείαν σου, οἱ βασιλεῖς οἱ
θεόφρονες, ᾐδέσθησαν ὑμνοῦντες, τὸν σὲ δοξάσαντα.
Δυνάμει Πάτερ τοῦ
Πνεύματος, θαυμάτων αὐτουργὸς ἀναδέδειξαι• ὅθεν ἡ πόλις σε, Θεσσαλονίκη
γεραίρουσα, Δαβὶδ ταῖς ἀρεταῖς σου,
ἐγκαλλωπίζεται.
Θεοτοκίον.
Ἀπειρογάμως ἐκύησας,
τῶν πάντων Ποιητὴν Ἀειπάρθενε, κόσμον καινίζοντα• ὢ τῶν πολλῶν μεγαλείων σου!
ὅτι Ὑψίστου ὤφθης, Μήτηρ Πανάφθορος.
Κοντάκιον.
Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον Θεσσαλονίκη, τὴν ἁγίαν μνήμην σου, Δαβὶδ Ὁσίων καλλονή, σὲ πρεσβευτὴν ἀξιόθεον,
προβαλλομένη πρὸς Κύριον Ὅσιε.
Ἕτερον.
Ἦχος β'. Τοὺς ἀσφαλεῖς.
Ὡς μιμητὴν τῶν οὐρανίων τάξεων, καὶ ἀγαθῶν τῶν ἐπιγείων
πάροικον, ἐπαξίως μακαρίζομεν, σὲ ὦ Δαβὶδ θεομακάριστε•
τὸν βίον γὰρ ὡς ἄγγελος ἐτέλεσας, καὶ θείων δωρημάτων κατετρύφησας, ἐξ ὧν καὶ
ἡμῖν μετάδος Ὅσιε.
Ὁ
Οἶκος.
Ἀπὸ νεότητος σοφέ, ἀπεριτρέπτῳ πόθῳ, κατηκολούθησας
Χριστῷ, τῶν ζωοφόρων ἐντολῶν, καὶ θείων προσταγμάτων, ἐργάτης δόκιμος φανείς,
ὁλοτρόπῳ, σπουδῇ, καὶ φλεγομένῃ θείῳ ἔρωτι καρδίᾳ• πᾶσαν γὰρ ἠρνήσω του κόσμου
προσπάθειαν, καὶ πρὸς Ἀγγέλους ἁμιλλωμένους ὤφθης συντόνῳ ἐγκρατείᾳ καὶ πάσῃ
ἄλλῃ ἀρετῇ ἀσκητικῆς ἐμφρόνως ἀγωγῆς• καὶ ἔτι μεταρσιούμενος Κυρίῳ, ἐπὶ δένδρου
ἀνῆλθες, καὶ πρὸς γνόφον ὑψηλῶν θεωριῶν εἰσῆλθες, ὅλος καθαρθείς, καὶ θεουργικῇ
ἑνώσει ἐθεώθης, καὶ θείων χαρισμάτων ἐπληρώθης. Διὸ Θεσσαλονίκη ἐν σοὶ
ἀγαλλιᾶται, καὶ τὴν σὴν ἑορτάζουσα μνήμην κραυγάζει, Δαβὶδ
Θεοῦ θεράπων γνησιώτατε. Ἐκ τῶν θείων δωρεῶν ὧν κατετρύφησας, καὶ ἡμῖν
μετάδος Ὅσιε.
Συναξάριον.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ
Ὁσίου Δαβὶδ τοῦ ἐν Θεσσαλονίκη.
Δαβὶδ συνήφθης τῷ πάλαι
Δαβὶδ νέε,
Ἄλλον Γολιὰθ σαρκικὰ κτείνας
πάθη.
Ἕκτη ἐξεπέρησε πύλας βίου
εἰκάδι Δαβίδ.
Ταῖς αὐτοῦ πρεσβείαις
Χριστέ, ὁ Θεός, καὶ πάντων σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Οὐκ ἐλάτρευσαν.
Γνόφον ἄϋλον,
ὑπεισελθὼν ἐν Πνεύματι, Δαβὶδ μακάριε, ὡς
καθαρὸς τὴν ψυχήν, Θεοῦ τὴν λαμπρότητα, καρδίας ὄμμασιν, εἶδες Ὅσιε, καὶ μετοχῇ
τῇ κρείττονι, ὅλος φῶς τῷ κόσμῳ ὤφθης.
Ὡς συνώνυμος, Δαβὶδ τοῦ προφητάνακτος, τοῦτον μιμούμενος, τὸν
νοητὸν Γολιάθ, σφενδόνῃ τῶν πόνων σου, εἰς γῆν κατέβαλες καὶ συνέτριψας, τὴν
κάραν τούτου Ὅσιε, ταπεινώσεως τοῖς ὅπλοις.
Νοῦν θεόφρονα, Πάτερ Δαβὶδ κτησάμενος, σοφῶς ἐβάδισας, τῶν ἀρετῶν τὴν
ὁδόν, καὶ σκεῦος πολύτιμον, ὤφθης τοῦ Πνεύματος, καὶ ὑπόδειγμα, τῶν μοναζόντων
Ἅγιε, πρὸς ἐνθέους ἐπιδόσεις.
Ἀκαθαίρετος πύργος τῆς
ταπεινώσεως, Δαβὶδ γενόμενος, καὶ κατ'
ἐχθρῶν νοητῶν, ἰσχὺν ἀπροσμάχητον, περιζωσάμενος, ἐθεράπευσας, τὸν δαιμονῶντα
Ὅσιε, νεανίαν προσευχῇ σου.
Θεοτοκίον.
Σωματούμενον, ἐν τῇ
γαστρί σου ἔσχηκας, τὸν ἀπερίληπτον, καὶ ἐπὶ πάντων Θεόν, καὶ τοῦτον γεγένηκας,
διπλοῦν ταῖς φύσεσι, μίαν ἔχοντα, ὑπόστασιν Πανάμωμε, καὶ μετὰ τὸν φρικτὸν
τόκον.
ᾨδὴ
η'. Παῖδας εὐαγεῖς.
Γέρας σε καὶ ἄδυτον
λαμπτῆρα, ἡ πόλις Θεσσαλονίκη Πάτερ κέκτηται, καὶ ταῖς σαῖς ἐλλάμψεσι, σκότους
παθῶν ῥύεται, καὶ πρὸς τὸ φῶς ἰθύνεται τῆς ἄνω κλήσεως• διὸ τὴν φωτοφόρον σου
μνήμην, Δαβὶδ Θεοφόρε, λαμπροφανῶς γεραίρει.
Ἔχων σου τὸ ὄμμα τῆς
καρδίας, πρὸς φέγγος ἀποσκοποῦν Θεοῦ τὸ ἄδυτον, τῆς τυφλῆς διήνοιξας, γυναικὸς
τὰ ὄμματα, Δαβὶδ Θεομακάριστε, θείᾳ ἐντεύξει
σου• Χριστὸς γὰρ ὃν ἐδόξασας Πάτερ, λαμπρῶς σε δοξάζει, θαυματουργίαις θείαις.
Ῥήσεων τῶν σῶν
καθυπακούσας, ὁ ἄναξ ὁ εὐσεβὴς Δαβὶδ θεόπνευστε,
ἅπαντα πεπλήρωκε, Πάτερ ἅπερ ᾔτησας• χερσὶ γὰρ φέρων ἄνθρακας καὶ μείνας
ἄφλεκτος, ἐνώπιον αὐτοῦ ὑπεδήλους, τὴν ἐν σοὶ θεόφρον, πλουσιωτάτην χάριν.
Θεοτοκίον.
Ἄνω οἱ χοροὶ τῶν
Ἀσωμάτων, Παρθένε, τὸ πρόσωπόν σου λιτανεύουσιν τὴν σὴν ἐξιστάμενοι, δόξαν
ἀκατάληπτον, κάτω δὲ τὸ ἀνθρώπινον γένος προσπίπτει σοι, καὶ πίστει ἐκβοᾷ σοι,
Παρθένε σκέπε Θεοτόκε, ἡμᾶς πάσης ἀνάγκης.
ᾨδὴ
θ'. Ἅπας γηγενής.
Σοῦ τὴν πρὸς Θεόν,
προεῖπας μετάστασιν ἡνίκα Ὅσιε, πρὸς τὴν Βασιλεύουσαν, ἐν γήρᾳ πίονι τὰς
πορείας σου, ἐποίεις δι' ἀγάπησιν Πάτερ τῆς Πόλεως, ἐν ᾗ χαίρων, τὸν καλὸν
ἀγῶνά σου, ἠγωνίσω Δαβὶδ παναοίδιμε.
Ἵνα ἐκ τοῦ σοῦ, ἁγίου
κομίσωνται Λειψάνου Ἅγιε, χάριν τε καὶ ἔλεος, Θεσσαλονίκης ἡ πόλις ἅπασα,
ἐξῆλθε προϋπάντησιν ποιοῦσα πάνδημον, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Ὅσιε, ἀνυμνοῦσα
τὴν θείαν σου Κοίμησιν.
Μύρου νοητοῦ, ὀσμὴ
ἐπουράνιος πλουσία κέχυται, καὶ ᾠδαὶ ἠκούοντο, ἀπὸ στομάτων Ἀγγέλων Ἅγιε, ὅτε
πρὸς τὰ οὐράνια ἔβης σκηνώματα, τοῖς ἐν κόσμῳ, ἐμφανῶς σημαίνουσαι, ἣν
ἐπλούτησας δόξαν αἰώνιον.
Ὁ περιφανής, ἀστὴρ τῆς
ἀσκήσεως Δαβὶδ μακάριε, κλέος τὸ περίδοξον,
Θεσσαλονίκης καὶ τεῖχος ἄῤῥηκτον, σῷζε ἀεὶ τὴν πόλιν σου ἐκ πάσης θλίψεως, καὶ
πταισμάτων, αἴτει Πάτερ ἄφεσιν, τῷ ὑφάναντι τόνδε τὸν ὕμνον σου.
Θεοτοκίον.
Ὕψιστον Θεόν, γενόμενον
ἄνθρωπον ἐκ τῶν αἱμάτων σου, πλούτῳ ἀγαθότητος, κυοφορήσασα ὑπὲρ ἔννοιαν, Ἀδὰμ
τὴν πάλαι ἔκπτωσιν Ἁγνὴ ἀνύψωσας, καὶ τοῦ πλάνου, τὴν ὀφρὺν κατέῤῥαξας• διὰ
τοῦτο ὑμνοῦμέν σε ἅπαντες.
Ἐξαποστειλάριον.
Τοῖς μαθηταῖς συνέλθωμεν.
Πάσης προσύλου σχέσεως, ἐγκρατείᾳ συντόνῳ καὶ τοῖς λοιποῖς
παλαίσμασι τῆς ἀμέμπτου ζωῆς σου, τὴν σὴν ψυχὴν ἐκκαθάρας, ὄργανον ἀπαθείας,
καὶ δωρεῶν τοῦ Πνεύματος, ἀνεδείχθης δοχεῖον περιφανές, ἅπασι παρέχων Δαβὶδ παμμάκαρ, τὴν χάριν τὴν σωτήριον, ὡς θεράπων
Κυρίου.
Θεοτοκίον.
Ὑπερφυῶς κυήσασα, τὸν Σωτῆρα καὶ Κτίστην, καὶ μετὰ τόκον
μείνασα, ὥσπερ ἧς πρὸ τοῦ τόκου, Παρθένος πανακήρατος, Ἀειπάρθενε Κόρη, πάσης
φθορᾶς καὶ θλίψεως, καὶ ὀργῆς καὶ μανίας τοῦ δυσμενοῦς, ἀσινεῖς διάσῳζε
Θεοτόκε, τοὺς πίστει καταφεύγοντας τῇ Ἁγίᾳ σου Σκέπῃ.
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν
στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τὴν τῶν Ἀγγέλων ἐν κόσμῳ ζωὴν μιμούμενος, τῶν ἐπὶ γῆς
ἡδέων, ἐμακρύνθης Θεόφρον, καὶ πόνοις ἐγκρατείας Πάτερ Δαβίδ,
τὴν ψυχὴν καθηράμενος, τοῦ Παρακλήτου ἐδέξω τὰς δωρεᾶς, διαλάμπων ἐν τοῖς
θαύμασιν.
Ἐπὶ τοῦ δένδρου ἀνῆλθες ἐνθέῳ ἔρωτι, καὶ ἐν αὐτῷ σκηνώσας,
ὡς ἀσώματος Πάτερ μετάρσιος ἐδείχθης ταῖς ἀρεταῖς, καὶ φωτὸς θείου ἔμπλεως,
καταφωτίζων τοὺς πίστει εἰλικρινεῖ, προσιόντας τῇ σῇ χάριτι.
Πρᾶος καὶ ἄκακος ὤφθης Πάτερ καὶ μέτριος, τὸν κεκρυμμένον
ἔνδον, τῇ καρδίᾳ σου πλοῦτον, τῇ ὄψει ὑποφαίνων καὶ τοῖς λοιποῖς, θαυμαστοῖς
προτερήμασι, δι' ὧν ῥυθμίζεις τὸ φρόνημα τῶν πιστῶν, πρὸς ἀγάπην Δαβὶδ ἔνθεον.
Θεσσαλονίκη τελοῦσα τὴν θείαν μνήμην σου, τοὺς σοὺς
λαμπροὺς ἀγῶνας Θεοφόρε γεραίρει, ᾗ δίδου οὐρανόθεν τὴν Πατρικήν, εὐλογίαν σου
Ὅσιε, σὺν τῷ κλεινῷ Δημητρίῳ φρουρῶν αὐτήν, ἀπὸ πάσης περιστάσεως.
Δόξα...
Ἦχος πλ. α'.
Ὅσιε Πάτερ, ἀγάπῃ θείᾳ πτερωθείς, τῶν χαμαὶ κειμένων τὸν
πόθον, ἐμφρόνως ὑπερεῖδες• Θεόληπτος γὰρ ὤφθης, ἐν τῇ μελέτῃ τοῦ κρείττονος,
καὶ Θεοφόρος ἐγένου ἐν τῇ ἀποθέσει τῶν γεηρῶν φρονημάτων, δι' ἀσκητικῶν
καμάτων• πράξει γὰρ διαπρέπων, θεωρίᾳ τὸν βίον ἐκόσμησας, καὶ θαύμασι
δεδόξασαι, τῇ Θεϊκῇ χορηγίᾳ. Ὅθεν δυσωποῦμέν σε, οἱ τὴν μνήμην τελοῦντές σου Δαβὶδ μακάριε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε...
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ συνήθη. Ἀπόστολον καὶ
Εὐαγγέλιον τοῦ Ἁγίου Σάββα.
Κοινωνικόν. Εἰς
μνημόσυνον...
Μεγαλυνάριον.
Βίῳ διαπρέπων ἀσκητικῷ, ἄγγελος ἐδείχθης, μετὰ σώματος ἐπὶ
γῆς• ὅθεν τὴν σὴν χάριν, Πόλις Θεσσαλονίκη, Πάτερ Δαβὶδ
κηρύττει, ἣν σκέπε πάντοτε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς
Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς
τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς
τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός
ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν
μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς
κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι
κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με
ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί
ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ
ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου.
Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς
λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν
μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου,
ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν
τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς
πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις
ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα
τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀγγελικῶς ἐπὶ τῆς γῆς βιοτεύσας,
ἀγγελικῆς κατηξιώθης εὐκλείας, καὶ τοῦ φωτὸς τοῦ θείου πλήρης γέγονας· ὅθεν
πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ παντοίων θλίψεων, τοὺς πιστῶς
προσιόντας, τῇ σῇ πρεσβείᾳ Ὅσιε Δαβίδ, ὡς παῤῥησίαν, πλουτήσας πρὸς Κύριον.
Δόξα.
Θεσσαλονίκη ἡ περίβλεπτος πόλις,
τῇ σῇ ἀσκήσει τῇ ἁγίᾳ καυχᾶται, καὶ σὲ μεσίτην ἔχουσα πρὸς Κύριον, θείας
ἀγαθότητος, δαψιλῶς ἀξιοῦται, Πάτερ τῇ πρεσβείᾳ σου, καὶ θερμῇ ἀντιλήψει· ἀλλὰ
Δαβὶδ μὴ παύσῃ εὐλογῶν, τοὺς τῷ ἁγίῳ ναῷ σου προστρέχοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός
ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό
πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ
γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς
ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας
Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ
χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας
τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί
τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου
καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Σὴν ἀρωγήν, Δαβίδ, ἡμῖν δίδου. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Στενὴν διανύσας Πάτερ ὁδόν, στενώσεως πάσης, τῶν ἐν βίῳ
δυσχερειῶν, Δαβὶδ πλατυσμῷ τῶν πρεσβειῶν σου, ῥῦσαι ἡμᾶς τοὺς τιμῶντάς σε Ὅσιε.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, διάλυσον Πάτερ, τῶν παθῶν μου τὸν
σκοτασμόν, καὶ λάμψον μου φέγγος εὐφροσύνης, τῇ φωτοφόρῳ πρεσβείᾳ σου Ὅσιε.
Ναμάτων ἀΰλων ἐπιῤῥοάς, ἐπόμβρησον Πάτερ, τοῖς ἐν ἄνθραξι
τῶν παθῶν, δεινῶς θλιβομένοις θεοφόρε, ὡς πρεσβευτὴς ἡμῶν μέγας πρὸς Κύριον.
Θεοτοκίον.
Ἁγνείας θησαύρισμα παμφαές, ἁγνόν με συντήρει, καὶ καρδίᾳ
τε καὶ νοΐ, καὶ πάσῃ αἰσθήσει Θεοτόκε, καὶ τῷ φωτὶ τῆς σῆς δόξης με λάμπρυνον.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ῥώμην ἄνωθεν δίδου καὶ ἀληθῆ
δύναμιν, τοῦ πατεῖν ἀεὶ τοῦ δολίου, τὰ μηχανήματα, Δαβὶδ μακάριε, καὶ φωτισμὸν
και εἰρήνην, τοῖς θερμῶς προστρέχουσι, τῇ ἀντιλήψει σου.
Ὡς ἐν δένδρῳ διῆλθες τὴν σὴν ζωὴν
Ὅσιε, οὕτω καρποφόρον με δένδρον, Πάτερ ἀνάδειξον, βίου σεμνότητος, τῇ μυστικῇ
γεωργίᾳ, τῆς ἐπιστασίας σου, Δαβὶδ μακάριε.
Γέρας ἅγιον Πάτερ ὡς ἀληθῶς
κέκτηται, ἡ Θεσσαλονίκη τὸν τόπον, τῆς σῆς ἀσκήσεως, ἔνθα προστρέχοντες, οἱ
εὐσεβεῖς καθ’ ἑκάστην, ἐξ αὐτοῦ λαμβάνουσιν, χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Ἡ περίδοξος πόλις καὶ λογικὴ
Δέσποινα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, σκεῦός με εὔχρηστον,
τῆς θεϊκῆς ἐπιπνοίας, βίου καθαρότητι, δεῖξον καὶ σῶσόν με.
Διάσωσον, Δαβὶδ παμμάκαρ παντοίων πειρατηρίων, ἱκεσίᾳ τῇ
ἐκ σοῦ πρὸς Κύριον, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε
Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ
ἄλγος.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν ἐν πάσαις περιστάσεσι, Δαβὶδ θαυμαστέ, καὶ
ἀντιλήπτωρ φάνηθι, ἐπερχομένων θλίψεων, καὶ ἀπαύστως Χριστόν, διδόναι ἡμῖν
πταισμάτων ἄφεσιν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα μακάριε, τοὺς
προστρέχοντας τῇ σκέπῃ σου, καὶ ἐκδεχομένους τὴν πρεσβείαν σου.
Δωρεῶν τῶν τοῦ Πνεύματος, σκεῦος πολυτίμητον ὤφθης Ἅγιε,
δωρεὰν ὅθεν πρυτάνευσον, Πάτερ τοῖς αἰτοῦσι τὰ αἰτήματα.
Ἁγιάζει ἑκάστοτε, τῇ ἀΰλῳ ἐπιφοιτήσει σου, ὁ ναός σου ὁ
πανάγιος, τῶν πιστῶς φοιτώντων τὰ νοήματα.
Βασιλέα τῆς κτίσεως, Κόρη ἀποῤῥήτως σαρκὶ κυήσασα,
βασιλεύειν με ἐνίσχυσον, κατὰ τῶν παθῶν τῶν τοῦ ἀλάστορος.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, πατρικῷ σου Πάτερ ὄμματι, τοὺς φοιτῶντας τῷ
ἁγίῳ σου ναῷ, καὶ ἑκάστῳ τούτων δίδου ὧν ἂν δέηται.
Δόξης κοινωνός, αἰωνίου πέλων Ὅσιε, λύτρωσαί με ὦ Δαβὶδ
θαυματουργέ, ἀδοξίας χαλεπῆς παθῶν τοῦ χείρονος.
Ἤθροισται λαός, τῷ ναῷ σου Δαβὶδ Ὅσιε, ὧν προσδέχου τὰς
δεήσεις τὰς θερμάς, καὶ παράσχου τούτοις Πάτερ χάριν ἄφθονον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, συνοχῆς με ἀπολύτρωσαι
δεινῆς, καὶ τὸν νοῦν μου θείῳ φόβῳ καταλάμπρυνον.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Ἰάσεις, ὡς πάλαι Πάτερ ἐτέλεις, ἐνεργείᾳ Παρακλήτου τῇ
θείᾳ, οὕτω καὶ νῦν, ταχινῆς θεραπείας, τοὺς χαλεπῶς τρυχομένους ἀξίωσον, Δαβὶδ
Ὁσίων καλλονή, ὡς θεράπων Θεοῦ ἐνθεώτατος.
Νεκρώσας, ἀπὸ νεότητος Πάτερ, τῆς σαρκός σου τὰ φρονήματα
πάντα, τῇ ζωηφόρῳ ἐν σοὶ ἐνεργείᾳ, τὰ τῆς σαρκὸς ἡμῶν πάθη θανάτωσον, καὶ πρὸς
ζωὴν τὴν ἀληθῆ, τὰς ἐφέσεις ἡμῶν καθοδήγησον.
Δαιμόνων, ἀποδιώκων τὴν λύμην, τοὺς τῇ μάστιγι αὐτῶν
θλιβομένους, τῇ πρὸς Χριστὸν θεραπεύεις πρεσβείᾳ, καὶ τοῖς τυφλοῖς τὸ ὁρᾷν
Πάτερ δέδωκας· ἀλλ’ ὦ Δαβὶδ θαυματουργέ, καὶ ἡμῖν ἀεὶ δίδου τὴν χάριν σου.
Θεοτοκίον.
Ἰλύρος, τῶν ἐν τῷ κόσμῳ φροντίδων, καὶ ματαίων μερίμνων
Θεοτόκε, καὶ πολλαπλῶν ἐννοιῶν χαμαιζήλων, τούτων ἁπάντων τὸν νοῦν μου
ἀνύψωσον, καὶ πολιτεύεσθαι σεμνῶς, ἐν φρονήσει με Κόρη ἐνίσχυσον.
Διάσωσον, Δαβὶδ παμμάκαρ παντοίων πειρατηρίων, ἱκεσίᾳ τῇ
ἐκ σοῦ πρὸς Κύριον, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Φωτὸς τοῦ θείου πλησθεὶς Πάτερ Ὅσιε, παθῶν τὸν ζόφον φωτὶ
τῆς σῆς χάριτος, σκεδάζεις καὶ νέμεις ἑκάστοτε, χαρὰν καὶ ῥῶσιν ψυχῆς τε καὶ
σώματος, Δαβὶδ τοῖς πιστῶς προσιοῦσί σοι.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ
τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις
ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με
πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου
ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ
εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον
μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ
Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἄγγελος ἐν σώματι, τῇ οὐρανίῳ ζωῇ σου, Πάτερ ἀναδέδειξαι,
καὶ δοχεῖον ἔμψυχον θείας χάριτος, καὶ ἀεὶ Ὅσιε, νέμεις τοῖς αἰτοῦσι, σωτηρίας
τὰ δωρήματα, λύσιν καὶ ἴασιν, πάσης χαλεπῆς περιστάσεως, καὶ νόσους
παρεχόμενος, τοῖς εἰλικρινῶς προσιοῦσί σοι· ὅθεν σοι βοῶμεν· μὴ παύσῃ περιέπειν
πατρικῶς, καὶ κατευθύνειν πρὸς Κύριον, τοὺς σὲ μακαρίζοντας.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δαιμονῶντα ὡς πάλαι νεανίαν ἰάσω Πάτερ τῷ λόγῳ σου· οὕτω
καὶ νῦν ἁπάσης, δαιμονικῆς ἀπάτης, καὶ μανίας ἀπάλλαξον, τῶν εὐσεβῶν τὰς ψυχάς,
Δαβὶδ θαυματοφόρε.
Ὁ τὸ ἄδυτον φέγγος τῇ ψυχῇ σου πλουτήσας βίου λαμπρότητι,
καὶ δοὺς τὸ βλέπειν αὖθις, Δαβὶ τῇ τυφλωθείσῃ, οὕτω φώτισον δέομαι, τοὺς
νοεροὺς ὀφθαλμούς, ἡμῶν φωτὶ ἀΰλῳ.
Ὑπηρέτην σε θεῖον τοῦ Σωτῆρος ὡς οἶδεν ὁ εὐσεβὴς βασιλεύς,
ἐξέστη ἐν τῷ πλούτῳ, τῶν θείων σου χαρίτων, ἐξ ὧν δίδου ἑκάστοτε, ἡμῖν τοῖς
τέκνοις τοῖς σοῖς, ῥανίδα θεοφόρε.
Θεοτοκίον.
Γαληνῶς διανύειν τὴν ζωήν μου Παρθένε τῇ προστασίᾳ Σοι,
ἀξίωσόν με Κόρη, καὶ φέγγει μετανοίας, ἀπροσκόπτως πορεύεσθαι, ἐνίσχυσόν με
ἁγνή, ὁδὸν τὴν πρὸς τὰ ἄνω.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ἐν ταῖς χερσί σου, ἄνθρακας φέρων ἀφλέκτως, φλέξον Ὅσιε ὡς
ὕλην μοχθηρίας, πᾶσαν τοῦ βελίαρ, τὴν καθ’ ἡμῶν μανίαν.
Ῥάβδῳ ἁγίᾳ, τῆς προστασίας σου Πάτερ, καθοδήγησόν με πρὸς
τρίβον σωτηρίας, Θεσσαλονικέων, τὰς εὐσεβεῖς χορείας.
Ἀγαλλιᾶται, Θεσσαλονίκη ἡ πόλις, τῇ σῇ χάριτι Δαβὶδ
θαυματοφόρε, ἣν ἀπάυστως σκέπε, δεινῶν ἐπερχομένων.
Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ Σου πρεσβείᾳ, τὴ τοῦ δράκοντος
ὀλεθροτόκον πλάνην, τὴν καθοδηγοῦσαν, πρὸς βόθρον ἀπωλείας.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ἱλέωσαι παμμάκαρ, ἡμῖν τὸν Σωτῆρα, ὡς ἂν πταισμάτων
συγχώρησιν εὕρωμεν, καὶ Βασιλείας τῆς ἄνω θείαν ἀπόλαυσιν.
Μεγίστων σου ἐπάθλων, Πάτερ ταῖς ἀκτῖσι, λαμπρυνομένη ἡ
πόλις σου Ὅσιε, Θεσσαλονίκη προστρέχει ἀεὶ τῇ σκέπῃ σου.
Ὁ μέγας ἐν Ὁσίοις, Δαβὶδ θεοφόρε, Θεσσαλονίκη ὁ στῦλος ὁ
πάμφωτος, φῶς σωτηρίας ἀνάτειλον ἐν τῇ πόλει σου.
Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, τὰ Σὰ μεγαλεῖα, καὶ σὺν Ἀγγέλῳ βοῶμεν τὸ
χαῖρέ Σοι· Σὺ γὰρ ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ἀγγέλων ὁ μιμητής, Δαβὶδ θεοφόρε, θείου ἔρωτος
θησαυρός· σὺ γὰρ τὸν Σωτῆρα, ἐκ βρέφους ἀγαπήσας, Αὐτῷ ἀπὸ νεότητος
ἠκολούθησας.
Ἔρωτι πτερούμενος θεϊκῷ, ἀνῆλθες ἐν δένδρῳ, ὥσπερ ἄσαρκος
ἀληθῶς, καὶ πτηνῶν τὸν βίον, ἀνύσας θεοφόρε, πλουσίας ἠξιώθης, ἄνωθεν χάριτος.
Ἄγγελος ὡράθης μετὰ σαρκός, εὐπρεπὴς τῷ εἴδει, καὶ τοῖς
τρόποις θεοειδής· ὅθεν βασιλέων, ἐξέπληξας τὰς φρένας, Δαβὶδ τῇ σοὶ δοθείσῃ,
πλουσίᾳ χάριτι.
Τῇ σῇ πολιτείᾳ τῇ θαυμαστῇ, ἡ Θεσσαλονίκη, ἡγιάσθη Πάτερ
Δαβίδ· ὄθεν καὶ προστρέχει, ἀεὶ τῇ σῇ πρεσβείᾳ, ὡς ἂν ἀπροσδοκήτων, ρὑήται
θλίψεων.
Τοὺς ἐν εὐλαβείᾳ Πάτερ Δαβίδ, ἀεὶ προσιόντας, τῷ ναῷ σου
τῷ ἱερῷ, ῥύου πάσης βλάβης, καὶ πάσης ἐπηρείας, καὶ δίδου τὴν ὑγείαν, ψυχῆς καὶ
σώματος.
Μετὰ Δημητρίου τοῦ εὐκλεοῦς, θείου Γρηγορίου, καὶ
θεόφρονος Θεωνᾶ, Νέστορός τε ἅμα, Ὁσίας Θεοδώρας, ὑπὲρ ἡμῶν δυσώπει, Δαβὶδ τὸν
Κύριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι
ἡμᾶς.
Τό
Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα
Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί
Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ
γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί
νῦν…
Τῆς εὐσπλαγχνίας τὴν
πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν,
ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ
Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις.
Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου,
ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Ὃν τῇ ἰσαγγέλῳ ζωῇ σου,
Πάτερ ἐδόξασας, πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν ἐκτενῶς, ἵνα πάσης ῥυώμεθα, ὀργῆς
καὶ ἀνάγκης, καὶ παντοίων θλίψεων, καὶ περιστάσεων· πίστει γὰρ τῇ σῇ προστασίᾳ,
Ὅσιε Δαβὶδ προσιόντες, τῆς σῆς πατρικῆς εὐνοίας τύχοιμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’
εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου