Τῌ ΚΕ´ ΤΟΥ
ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
ΤΗΣ ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ
ΦΕΒΡΩΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακόν, τό, Μακάριος
ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η´ καὶ
ψάλλομεν τοῦ Προδρόμου ἰδιόμελα β΄. Ἦχος δ´.
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν,
γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν
πατέρα σιωπῶν, προελθούσης τῆς φωνῆς, ἀλλ᾿ ὥσπερ ἀπιστηθεῖσαν πρῴην τὴν γλῶτταν
ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν ᾧ καὶ εὐηγγελίσθη,
καὶ ἐγεννήθη φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ὁ αὐτός.
Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν
φωνὴν δι᾿ ἀπιστίαν κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει
τὴν εὐτεκνίαν δεσμὰ τῆς στειρώσεως λύονται μητρικά· ὁ λύχνος τοῦ φωτὸς
προέρχεται ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν
πάντων, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Τῆς Ἁγίας. Ἦχος
α´. Πανεύφημοι Μάρτυρες.
Παρθένος ἀκήρατος σεμνή, ὤφθης ἐκ
νεότητος, καὶ τῷ Χριστῷ ἠκολούθησας, ἀσχέτῳ ἔρωτι, ἀρετῶν ἰδέαις, καὶ μαρτύρων
αἵματι, τὸ κάλλος τῆς ἁγνείας λαμπρότερον, ἀποτελέσασα, Φεβρωνία καλλιπάρθενε· διὰ τοῦτο, ἀξίως δεδόξασαι.
Ῥωσθεῖσα δυνάμει τοῦ Χριστοῦ,
ὑπὲρ φύσιν ἤθλησας, Ὁσιομάρτυς πολύαθλε, καταπαλαίσασα, ἀηττήτῳ γνώμη, τοῦ
ἐχθροῦ τὴν δύναμιν, καὶ καύσεις καὶ τομὰς τοῦ σου σώματος, στεῤῥῶς ὑπέμεινας, Φεβρωνία καλλιπάρθενε, καὶ τῆς πλάνης, ᾔσχυνας τὸ
φρύαγμα.
Ἰδοῦσά σε Μάρτυς τὸν καλόν,
δρόμον διανύσασαν, τοῦ σώματός σου ἠσπάζετο, τὰ μέλη ἔνδακρυς, ἡ σοφὴ Βρυαίνη,
καὶ θερμῶς ἐβόα σοι· Πῶς ᾄσω σοι, ᾠδὴν ἐπινίκιον, Κυρίου θύγατερ, Φεβρωνία καλλιπάρθενε; ὅτι ὤφθης, ἡμῶν ἀγαλλίαμα.
Ἕτερα. Ἦχος δ´.
Ἔδωκας σημείωσιν.
Ἄθλησιν ὑπέμεινας, τῇ σὴ
παλαίστρα κατάλληλον, Φεβρωνία πανεύφημε, ἱδρῶσιν
ἀσκήσεως, μαρτυρίου αἷμα, συγκερασαμένη· ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης
σοι ἐχαρίσατο· πρὸς ὃν καὶ ἀνελήλυθας, πεποικιλμένη λαμπρότητι, ὡς Παρθένος πανάμωμος,
καὶ ὡς Μάρτυς ἀήττητος.
Κάλλει τῷ του σώματος, ἡ ὡραιότης
ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν ὡς κρίνον γὰρ ἔλαμψας, ἐν μοναῖς ὁσίαις,
ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη νύμφη πανάμωμε, διὸ σὲ
καὶ οὐράνιος, τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς Παρθένον καὶ
Μάρτυρα.
Κύκλῳ παρενέβαλε, σοῦ Φεβρωνία πανεύφημε, ὁ ῥυόμενος Ἄγγελος· ἐκ βρέφους
γὰρ Κύριον, φοβούμενη ὤφθης, καὶ ἀνακειμένη, ὥς περ ἀνάθημα τερπνόν,
τετηρημένον τῷ Παντοκράτορι, ἐντεῦθεν κατεπάτησας, τήν του Σελήνου παράνοιαν,
καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.
Δόξα. Ἦχος πλ.
β´.
Τίς ἐπαξίως ὑμνήσει, τοὺς ὑπὲρ
φύσιν ἀγῶνάς σου, οὓς ὑπὲρ τῆς εὐσέβειας ἤνυσας, Ὁσιομάρτυς Φεβρωνία; ἐξ ἁπαλῶν γὰρ ὀνύχων, ἀνατεθεῖσα τῷ Θεῷ,
ἐν ἐγκρατείᾳ καὶ ὁσιότητι αὐτῷ εὐηρέστησας, οἷα παρθένος ἄμωμος· καὶ πρὸς
μαρτυρικοὺς ἄθλους χωρήσασα, ξενοπρεπῶς ἠνδραγάθησας, εὐτονωτέρα φανεῖσα, πυρὸς
καὶ σιδήρου, τῇ κραταιᾷ ἀγάπῃ στομουμένη, τοῦ σου νυμφίου Χριστοῦ. Ὅθεν θαυμαστῶς
ἐδοξάσθης, καὶ πρεσβεύεις ἀπαύστως δοθῆναι ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα
ἔλεος.
Καὶ νῦν. Ὁ
αὐτός.
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον
τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες,
καὶ τὸ βρέφος ἐσκίρτησεν, ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην. Θαυμάσασα ἡ
Μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾷν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου
ἔλθῃ πρὸς μὲ; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον.
Εἴσοδος, Φῶς
ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καί τα Ἀναγνώσματα.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα. (Κεφ. λα᾿ 10- 26)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν
εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει
δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ
ἐργατάις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς,
κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας
αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται
ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,
τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι,
καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν
ἡμέραις ἐσχάταις.
Προφητείας Ἠσαΐου
τὸ Ἀνάγνωσμα. (Κεω. μγ᾿ 9)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη
συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν
αὐτοῖς; ἡ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν
καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθε μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς
Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγὼ εἶμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ εἶμι ὁ Θεός, καὶ οὐκ ἐστὶ πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα, καὶ
ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἢν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἐστὶν ὁ ἐκ τῶν χειρῶν μου
ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα. (Κεφ.γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ
οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα οἱ δὲ εἶσιν ἐν εἰρήνη.
Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ ,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενούσιν αὐτῷ, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν,
Ἰδιόμελα. Ἦχος α´.
Ἠγάλλετο πάλαι, ἡ σὴ ἁγία Μονή,
ὡς θησαυρὸν τὸ σῶμά σου ἔχουσα, καὶ θεῖον παραμύθιον, Φεβρωνία
πανθαύμαστε· νῦν δὲ ἡμεῖς τὴν μνήμην σου τελοῦντες, τῶν πολλαπλών σου
ἀντιλήψεων, τὴν χάριν τρυγῶμεν, καὶ τῆς πρὸς Χριστὸν παῤῥησίας σου, τὰς δωρεὰς
λαμβάνομεν· ἀλλ᾿ ὡς ἐφαίνου τότε, ἐν τῷ συμψάλλειν, ταῖς σαῖς συμμοναστρίαις,
καὶ εὐφροσύνης ἐπλήρους αὐτάς, οὕτω καὶ νῦν ἡμῖν ἐπισκίασον ἀοράτῳ ἐπισκέψει
σου, καὶ πλήρωσον χαρᾶς τὰς ψυχὰς ἡμῶν, καὶ θείου φόβου πρὸς σωτηρίαν,
Ὁσιομάρτυς ἀξιάγαστε.
Ἦχος β´.
Ἀνακειμένη Χριστῷ ἐκ νεότητος,
ἀνάθημα θεῖον πέφηνας, καὶ παρθενίας ἔξοχον ἄγαλμα, κάλλει ψυχῆς καὶ σώματος,
διαφερόντως ἐκλάμπουσα, Φεβρωνία
καλλιπάρθενε· ὅθεν ὡς νεᾶνις καλῇ καὶ ἄμωμος, τῶν ἀρετῶν τὰ μύρα Χριστῷ
προσφέρουσα, ὑπὲρ αὐτοῦ τὸ αἷμά σου, προθύμως ἐξέχεας, ἀθλητικῶς ἀριστεύσασα·
πικροτάταις γὰρ αἰκίαις ὡμίλησας, καὶ ἀνυποίστοις κατατομαῖς τὸ σῶμά σου
δέδωκας, ἀνενδότῳ ψυχῇ· διὸ σὲ ὁ Κύριος, πλουσιωτάτως ἀντημείψατο.
Ἦχος γ´.
Ἀσκητικῶν ἀρετῶν, γεωργούσα τὸν
σπόρον, μαρτυρικῶν καμάτων ἐξήνεγκας, τοὺς γλυκύτατους καρπούς, Φεβρωνία πανεύφημε· ἐξ ὧν νοερῶς μετέχοντες,
ἀληθοῦς ἀγαλλιάσεως, καὶ κατανύξεως θείας πληρούμεθα, ἀναπολοῦντές σου τὴν
ἄθλησιν· ὢ τοῦ θαύματος! πῶς φύσις ἀσθενῆς καὶ ἄναλκις, τὰς δριμυτάτας ὀδύνας
ὑπέμεινας; τήν του σώματος κατάφλεξιν, τῶν ὀδόντων τὴν ἐκρίζωσιν, καὶ τῶν ἁγίων
σοῦ μελῶν, τὰς θηριώδεις τομάς· ὅθεν πάντας ἐξέπληξας, τῇ στεῤῥοτάτῃ ἀνδρείᾳ
σου, καὶ τῷ σὲ δοξάσαντι νυμφίῳ σου διήγειρας κράζειν· Κύριε δόξα σοι.
Ἦχος δ´.
Τετηρημένη τῷ Θεῷ, ὡς κάλλος
ἀπόθετον, εὐωδέστατον κρίνον ὤφθης, νοητοῦ λειμῶνος, Φεβρωνία
καλλιπάρθενε· ὅθεν ἐξ ἀγκαλῶν σὲ μητρικῶν, τῆς θεοφόρου Βρυαίνης, ὁ διώκτης
ἥρπασεν ἐχθρός, ὅλῃ ἐφέσει Χριστῷ ἀτενίζουσαν· ὅθεν οὐδόλως ἐκάμφθης, ταῖς
ἀφορήτοις βασάνοις, οὔτε τὴν μανίαν ἔπτηξας, τοῦ δυσσεβοῦς Σελήνου· ἀλλ᾿ ἐπὶ
Κύριον θεμένη τὴν ἐλπίδα, ἀνδρειοφρόνως κατεπάλαισας, τὸν πονηρὸν κοσμοκράτορα,
καὶ λαμπαδηφόρος ἔδραμες, πρὸς τὸν νυμφῶνα τῆς ἄνω δόξης, ἐν εὐφροσύνῃ βοῶσα·
Κύριε δόξα σοι.
Δόξα. Ὁ αὐτός.
Τὴν ἐν ἀσκήσει διαπρέψασαν, καὶ
μαρτυρικῶς Χριστῷ προσενεχθεῖσαν, ὡς προσφορὰν τελείαν καὶ ἄμωμον, Φεβρωνίαν τὴν Ὁσιομάρτυρα, μαρτυρικοῖς ἐπαίνοις
μακαρίσωμεν τὸν ζυγὸν γὰρ τοῦ Κυρίου ἀραμένη, τὴν ὁδὸν τῆς ζωῆς, οὐρανόφρονι
γνώμη ἐβάδισε· καὶ τὸ ἀσθενὲς τοῦ θήλεος ἀποῤῥίψασα, ὑπερφυῶς ἠνδρίσατο, κατὰ
τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν· καὶ κατ᾿ αὐτῶν τρόπαιον μέγα ἄρασα, τὸ βραβεῖον
τῆς ἄνω κλήσεως, ἐπαξίως ἐδέξατο, πρεσβεύουσα ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους
σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, τῆς
παρθενίας μυροθήκη πολύτιμος, ὁσίων ἠθῶν τὸ ἄνθος, νύμφη Χριστοῦ εὐκλεής, ἡ
πεποικιλμένη θείαις χάρισι, Παρθένων ἀγλάϊσμα, Ἀθλοφόρων ὡράϊσμα, Μοναζουσῶν
δέ, ἀδιάσειστον ἔρεισμα, καὶ διήγημα, τὰς ψυχὰς πληροῦν χάριτος· ῥόδον τὸ
εὐωδέστατον, ὀσμῆς ζωῆς κρείττονος, καὶ εὐωδίας τῆς θείας, τῶν ὑπὲρ νοῦν
ἀπολαύσεων, σεμνὴ Φεβρωνία, ἡ τοῖς πᾶσιν
αἰτουμένη, τὸ μέγα ἔλεος.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, ἡ ἀπὸ
βρέφους ὡς θυσία εὐπρόσδεκτος, Κυρίῳ ἀνατεθεῖσα, καὶ τῆς ἀμέμπτου ζωῆς, δαψιλῶς
τὸν πλοῦτον θησαυρίσασα· φυτεία κατάκαρπος, καὶ σοφὸν καλλιέργημα, λόγων καὶ
ἔργων, τῆς Βρυαίνης τῆς μάκαρος, καὶ ὑπέρλαμπρον, ἀρετῶν στηλογράφημα· Κόρη
θεομακάριστε, ἡ ὄψει μὲν ἔκλαμπρος, τῇ δὲ ψυχῇ λαμπρότερα, καὶ τὸ ἀθλήσει
περίδοξος, σεμνῇ Φεβρωνία, ἡ τοῖς πᾶσιν
αἰτουμένη, τὸ μέγα ἔλεος.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, ἡ τῇ
στεῤῥῇ καὶ ὑπὲρ φύσιν ἀθλήσει σου, ἐκπλήξασα πᾶσαν φρένα, καὶ καθελοῦσα ἐχθροῦ,
πᾶσαν τὴν μανίαν καὶ κακόνοιαν, ἀνδρείως γὰρ ἤνεγκας, τὰς στρεβλώσεις τοῦ
σώματος, σαρκῶν ἐκκαύσεις, καὶ ὀδόντων ἐκρίζωσιν, καὶ ποδῶν ὁμοῦ, καὶ μαστῶν
τὴν ἀφαίρεσιν· ὅθεν λαμπρῶς δεδόξασαι, χειρὶ τοῦ Παντάνακτος, καὶ ἀναβλύζεις τῷ
κόσμῳ, τῶν ἰαμάτων τὰς χάριτας, σεμνὴ Φεβρωνία,
ἡ τοῖς πᾶσιν αἰτουμένη, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ.
δ´.
Μαρτυρικοῖς σοῦ σκάμμασι, τῆς
εὐσέβειας ἡ δύναμις, ἐν γυναικείῳ σώματι, περιφανῶς ἐξέλαμψεν, Ὁσιομάρτυς
ἔνδοξε· ἐν ἀπτοήτῳ γὰρ φρονήματι, τῶν τῆς σαρκὸς περιεγένου πόνων, καὶ τὸν ἐν
κακίᾳ ἰσχυρόν, ἐξενεύρισας δράκοντα· ἐν τοῖς ἁγίοις σοῦ γὰρ μέλεσιν, ὁ Χριστὸς
δεδόξασται, κατὰ Παῦλον τὸν μέγαν. Καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς, κατατρυφώσα ἀεί,
Φεβρωνία πανθαύμαστε, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Ὁ
αὐτός.
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν
Παρθένον Μαριὰμ διαλεγομένην· Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου;
σὺ Βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τὸν Νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ
τὸν Λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρύξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.
Νῦν ἀπολύεις, τὸ
Τρισάγιον.
Ἀπολυτίκια. Ἦχος
γ´. Τὴν ὡραιότητα.
Ὡς τῆς ἀσκήσεως, ῥόδον
ἡδύπνευστον, ὀσμὴν ἀθλήσεως, τῷ κόσμῳ ἔπνευσας, εἰς ὀσμὴν μύρων τοῦ Χριστοῦ,
δραμοῦσα ἀσχέτῳ πόθῳ. Ὅθεν ὡς παρθένον σέ, καὶ Ὁσίαν καὶ Μάρτυρα, θαυμαστῶς
ἐδόξασε, Φεβρωνία ὁ Κύριος· ὢ πρέσβευε ὑπὲρ
τῶν βοώντων Χαῖρε σεμνὴ Ὁσιομάρτυς.
Δόξα. Ἕτερον. Ἦχος
πλ. α´. Τὸν Συνάναρχον Λόγον.
Χαῖρε σκεῦος χαρίτων τοῦ θείου
Πνεύματος, Ὁσιομάρτυς καὶ νύμφη τοῦ Βασιλέως Χριστοῦ, Φεβρωνία
ἡ στεῤῥῶς ἀνδραγαθήσασα· χαῖρε λαμπὰς θεοφεγγής, τῶν ἐνθέων ἀρετῶν, Ἀγγέλων ἡ
συμπολίτις, μεθ᾿ ὧν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος·
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σὲ· χαῖρε ἀχείμαστε λιμὴν καὶ
ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ
ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄
Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς ὄρθρος φαεινὸς καὶ φωσφόρος
ἡμέρα, ἀνέτειλεν ἡμῖν, ἡ σὴ μνήμη Ἁγία, ἡμᾶς καταπυρσεύουσα, ταῖς ἀκτῖσι τῶν
ἄθλων σου, οὓς διήνυσας, Ὁσιομάρτυς ἀνδρείως, καὶ ἐδόξασας, μαρτυρικῶς Φεβρωνία, Χριστὸν τὸν νυμφίον σου.
Θεοτοκίον.
Ὡς ἔγνω σὲ Ἁγνή, συλλαβοῦσαν
ἀφράστως, τὸν Λόγον τοῦ Θεοῦ, ἐν ἀχράντῳ γαστρὶ σοῦ, ὁ Πρόδρομος τῆς χάριτος,
ἐν νηδύϊ ἐσκίρτησεν, ἀναγγέλων σε, Θεοῦ Μητέρα τοῖς πᾶσι, μεθ᾿ οὐ πρέσβευε,
θεοχαρίτωτε Κόρη, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν β΄
Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς λύκος ἀφήρπασε, σὲ τὴν ἀμνάδα
Χριστοῦ, σεμνὴ καλλιπάρθενε, τῶν τῆς Βρυαίνης χειρῶν, ἐχθρὸς ὁ παράνομος· ὅθεν
καὶ ταῖς βασάνοις, σοῦ τὸ σῶμα σπαράξας, πλοῦτον τὸν τῆς ψυχῆς σου, οὐκ
ἐσύλησεν ὅλως· διὸ σὲ Ὁσιομάρτυς, Χριστὸς ἐθαυμάστωσε.
Θεοτοκίον.
Ἡνίκα ἠγκάλισαι, τὴν Ἐλισάβετ
Ἁγνή, χορεύων ἐσκίρτησεν, ἐν τῇ γαστρὶ τῆς μητρός, ὁ ἔνδοξος Πρόδρομος· ἔνδον
γὰρ ἐν νηδύϊ, τὸν Ὑπέρθεον Λόγον, ἔφερες Θεοτόκε, σαρκωθέντα ἀτρέπτως, ᾧ
πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὸν
Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν τὴν σήν, ἀνδρείαν
Μάρτυς ἀληθῶς, οἱ ὁρῶντες τὴν πολλήν, ὑπομονήν σου καὶ στεῤῥάν, ἢν ἐνεδείξω ἐν
τῷ σταδίῳ μεγαλοφρόνως· πῦρ γὰρ καὶ δεινάς, στρεβλώσεις ἤνεγκας, ξέσεις καὶ
τομάς, μελῶν τοῦ σώματος, δι· ὧν αἰσχύνασα ὄφιν τὸν δόλιον, Χριστὸν λαμπρῶς
ἐμεγάλυνας· Ὃν ἐκδυσώπει, Ὁσιομάρτυς, σῴζεσθαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Ἀποῤῥήτως τὸν Χριστόν,
κυοφορήσασα Ἁγνή, τὴν οὐσίαν τῶν βροτῶν, ἐκ τῆς του ᾍδου κατοχῆς, πρὸς τὴν
ἀρχαίαν ἀνύψωσας εὐκληρίαν· ὅθεν ὡς ἀρχήν, τῆς σωτηρίας σε, μέλπομεν ἀεί, καὶ
μεγαλύνομεν, καὶ εὐχαρίστως τὸ χαῖρε βοῶμεν σοι, οἱ σεσωσμένοι τῷ τόκῳ σου·
χαῖρε Παρθένε, Ἀγγέλων δόξα, καὶ τῶν ἀνθρώπων διάσωσμα.
Τὸ α΄
Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας
μου.
Εὐαγγέλιον
τῆς γ᾿ Κυριακῆς τῶν Νηστειῶν.
Ὁ Ν´.
Δόξα:
Ταῖς τῆς Ἀθληφόρου...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στίχ.: Ἐλέησον μὲ ὁ
Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Τῷ θείῳ πόθῳ τὴν ψυχὴν τρωθεῖσα,
νύμφη ὤφθης περίδοξος, τοῦ Βασιλέως τῶν οὐρανῶν, Φεβρωνία
Ὁσιομάρτυς πανθαύμαστε, ἀγγελικῇ ζωῇ λελαμπρυσμένῃ, καὶ τοὺς σπαραγμοὺς τῶν
μελῶν σου, καὶ τῶν αἱμάτων τοὺς κρουνούς, ὡς πολύτιμον προῖκα, αὐτῷ προσήγαγες,
μαρτυρικῶς ἀγωνισθεῖσα· ὅθεν ἀφθάρτων θαλάμων ἠξίωσαι, καὶ ἀϊδίου δόξης, ὑπὲρ
ἡμῶν πρεσβεύουσα, τῶν τιμώντων τοὺς ἀγῶνάς σου.
Ὁ
Κανὼν τοῦ Προδρόμου, καὶ τῆς Ἁγίας, οὐ ἡ Ἀκροστιχὶς· Ὕμνοις σὲ μέλπω προσφόρως Φεβρωνία. Ποίημα Θεοφάνους.
Ἦχος πλ. δ´. ᾨδὴ
α´. Ὑγρὰν διοδεύσας.
Ὑπέρμαχε
δόξης τῆς του Χριστοῦ, παράσχου μοι χάριν, Φεβρωνία
καὶ φωτισμόν, τὴν σὴν εὐφημῆσαι φωτοφόρον, καὶ σεβασμίαν πανήγυριν ᾄσμασι.
Μελέτη
θανάτου διηνεκεῖ, λαμπρύνασα Μάρτυς, Φεβρωνία
σου τὴν ψυχήν, ἔδραμες πρὸς ὕψος μαρτυρίου, διὰ βασάνων πολλῶν προσαχθεῖσα
Χριστῷ.
Νεώσασα
πόνοις ἀσκητικοῖς, τὴν ἄρουραν Μάρτυς, τῆς καρδίας σου τηλαυγῶς, Μαρτύρων
ἐδρέψω τοὺς στεφάνους, ἀθλητικῶς τῷ Θεῷ ἡμῶν ᾄδουσα.
Θεοτοκίον.
Ὁ
νεύματι πάντα δημιουργῶν, ἐκ σοῦ Θεομῆτορ, ἐσαρκώθη· ὃν εὐσεβῶς, ποθήσασα Κόρη Φεβρωνία, μαρτυρικῶς ἐν αὐτῷ προσενήνεκται.
ᾨδὴ γ΄. Σύ εἰ τὸ
στερέωμα.
Ἰσχύσας
τῷ Πνεύματι, καταβαλεῖν ὀφρὺν ἔνδοξε, τυραννικήν, καὶ πολυθεΐας, Φεβρωνία τὸ ἄθεον.
Σὺ
νῦν ἐστερέωσας, τῇ κραταιᾷ χειρὶ Δέσποτα, μαρτυρικῶς, ἀγωνιζομένην, Φεβρωνίαν τὴν ἔνδοξον.
Σῶμά
σου τεμνόμενον, ὑπὲρ Χριστοῦ ἁγνὴ πάνσοφε, μαρτυρικῶς, σὺ τοῦ παραδείσου,
ἐγεώργεις ἀπόλαυσιν.
Θεοτοκίον.
Εὗρε
σὲ βοήθειαν, τὴν θεομήτορα Πάναγνε, ἡ εὐκλεής, Μάρτυς Φεβρωνία,
καὶ τυράννους κατῄσχυνε.
Κάθισμα τοῦ
Προδρόμου. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὁ πάλαι ταῖς ῥοαῖς, Ἰορδάνου
βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοῖς μὲ βυθιζόμενον,
πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν Φιλάνθρωπον,
διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπρόσδεκτος.
Δόξα. Τῆς Ἁγίας.
Ποθήσασα Χριστόν, τὸν ὡραῖον ἐν
κάλλει, ἐχώρησας τομώς, πρὸς μέγιστους ἀγῶνας, δι᾿ ὧν τὸν ἀρχέκακον, παντελῶς
ἐθανάτωσας· οὐ μὲ λύτρωσαι, τῶν πολύπλοκων παγίδων, ὁδηγοῦσά με, ταῖς σαῖς
εὐχαῖς Φεβρωνία, πρὸς θείαν μετάνοιαν.
Καὶ νῦν.
Θεοτοκίον,
Νηδύϊ μητρικῇ, Ἰωάννης σκιρτήσας,
φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς
προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας
Λόγον, σωθῆναι τὸν δοῦλόν σου.
Ὠδή δ´. Σύ μου
ἰσχύς.
Μῶμος
ἐν σοί, ὅλως οὐκ ἐστὶ πανεύφημε, Φεβρωνία·
σὺ γὰρ ἀμφοτέρωθεν, τῷ Λυτρωτῇ σου καὶ ἐραστῇ, τῷ πεποθημένῳ, εὐαρεστῆσαι
ἐσπούδασας, ἀσκήσεως ἐν πόνοις, καὶ Μαρτύρων ἐν ἄθλοις, κοσμουμένη θεόφρον
πανόλβιε.
Ἐξ
ἁπαλῶν, Μάρτυς ὀνύχων ἐπόθησας, τῆς ἀγάπης, πηγὴν τὴν ἀένναον, τὴν ἐφετὴν πᾶσι
λογικοῖς ἧς ὀρεγομένη, βασάνων πόνους ὑπέμεινας, πυρὶ φλογιζομένῃ, καὶ μελῶν
στερούμενη, Φεβρωνία παρθένων τὸ καύχημα.
Λόγοις
Θεοῦ, ἐντεθραμμένη θεόσοφε, τοῖς ποθοῦσι, λόγον τὸν σωτήριον, τὰς ἱερᾶς βίβλους
ἱερῶς, ἐγχειριζομένη, ἐνθέως Μάρτυς ἐξήπλωσας, καὶ τῆς διδασκαλίας, τοὺς
μισθοὺς ἐκομίσω, τῶν Μαρτύρων τὴν δόξαν πλουτήσασα.
Θεοτοκίον.
Πύλη
φωτός, πᾶσιν ἐδείχθης Πανάμωμε, τοῖς ἐν σκότει, φῶς τὸ ἀπερίγραπτον, περιγραπτῷ
σώματι Χριστόν, τῆς δικαιοσύνης, τὸν ἥλιον ἀπαστράψασα, οὗ νῦν ταῖς
φρυκτωρίαις, Φεβρωνία ῥωσθεῖσα, τῶν Μαρτύρων
τὸ κλέος ἐκτήσατο.
ᾨδή ε´. Ἵνα τι
μὲ ἀπώσω.
Ὡραιώθης
πορφύρα, Μάρτυς ἐξ αἱμάτων σου ἐξυφανθείσῃ σὸν ἐγυμνώθης σῶμα, καὶ παθῶν τὸν
χιτῶνα ἀπέῤῥιψας, πρὸ βημάτων στᾶσα τῶν δικαστῶν, ὦ Φεβρωνία,
τοῦ Χριστοῦ μιμούμενη τὴν γύμνωσιν.
Πυρωθεῖσα
τῷ πόθῳ, Μάρτυς τοῦ νυμφίου σου, τοῦ νοητοῦ τὴν ψυχήν, καὶ θελχθεῖσα τούτου,
καλλοναῖς ἀκηράτοις ὑπέμεινας, τεμνόμενη χεῖρας, καὶ τῶν πληγῶν τὰς ἀλγηδόνας, Φεβρωνία Μαρτύρων τὸ καύχημα.
Ῥοὴ
τῶν σῶν αἱμάτων, τῆς πολυθεΐας τὴν φλόγα κατέσβεσεν οἱ δὲ σοὶ ὀδόντες,
ἐκριζούμενοι πᾶσαν ἀνέσπασαν, τῶν εἰδώλων πλάνην, καὶ τῆς τρυφῆς σοι Φεβρωνία, τὴν αἰώνιον τέρψιν εἰργάσαντο.
Θεοτοκίον.
Οἱ
σοὶ πόδες τμηθέντες, θείων μαρτυρίων τὴν τρῖβον διώδευσαν, καὶ πρὸς τὸν
τεχθέντα, ἐκ Παρθένου Ἁγίας μετέβησαν, ἐμπεριπατοῦντες, χαρμονικῶς ἐν
Παραδείσῳ, Φεβρωνία παρθένε θεόνυμφε.
ᾨδὴ στ´. Τὴν
δέησιν, ἐκχεῶ.
Σελήνου,
τοῦ δυσσεβοῦς ἡ ἄθεος, καὶ θρασεῖα κατεβλήθη ὠμότης, τῆς του Θεοῦ, περὶ πάντων
προνοίας, ἐκζητησάσης τὸ αἷμά σου ἔνδοξε, καὶ σέσῳσται διὰ τῆς σῆς, καρτερίας ὁ
θεῖος Λυσίμαχος.
Φωστῆρα,
θεολαμπῆ σε ἔδειξεν, ἡ σοφὴ καὶ θεοφόρος Βρυαίνη, ταῖς διδαχαῖς ἐκβιβάσασα
Κόρη, καὶ τῆς ἐλπίδος οὐδόλως διήμαρτε· παρέστησε γὰρ τῷ Χριστῷ, Φεβρωνία σὲ νύμφην ἀμόλυντον.
Θεοτοκίον.
Ὁ
ἔμψυχος, τοῦ Δεσπότου θάλαμος, ὁ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς,
ὥσπερ κρίνον ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ πάναγνος καὶ
εὐπρεπής, Θεοτόκος ἀξίως δοξάζεται.
Κοντάκιον, Ἦχος
γ´. Ἡ Παρθένος σήμερον.
Παρθενίας χάρισι, καὶ μαρτυρίου
τῷ κάλλει, κοσμηθεῖσα ἔνδοξε, ὡς πανακήρατος νύμφη, ἔδραμες, λαμπαδηφόρος τῷ σῷ
νυμφίῳ ἔστεψαι, τῆς ἀφθαρσίας τῇ εὐπρεπείᾳ, καὶ πρεσβεύεις Φεβρωνία, ὑπὲρ τῶν πίστει ὑμνολογούντων σε.
Ὁ Οἶκος.
Καθάπερ ῥόδον ἐκλεκτόν, ἀπὸ παιδὸς
ἐδόθης, τῷ Βασιλεῖ τῶν οὐρανῶν, καὶ ἠκολούθησας αὐτῷ, ἀγγελικῇ διαγωγῇ, καὶ
ἤθεσιν ἀσκητικοῖς, οἷα σεμνὴ παρθένος· ἔνθεν παρθενίας ἐκλάμπουσα κάλλει, καὶ
θεουργῶν ἀρετῶν τῇ εὐδοκιμήσει, ἀθλητικοὺς ἀγῶνας διήνυσας, ἀνδρειοτάτῳ
λογισμῷ, καὶ ἀκαταπλήκτῳ καρδίᾳ, καταπλήξασα ἅπαντας, τῇ σὴ ἀθλήσει Ὁσιομάρτυς·
ὅτι στεῤῥῶς ὑπέμεινας, τοὺς ἀνυποίστους αἰκισμούς, ὀδόντων ἐκρίζωσιν, καύσεις
καὶ τομὰς τῶν ἁγίων μελῶν σου, δι ἀγάπην Χριστοῦ τοῦ νυμφίου σου· ὅθεν παρ᾿
αὐτοῦ θαυμαστῶς ἐδοξάσθης, καὶ πρεσβεύεις ἀεὶ Φεβρωνία,
ὑπὲρ τῶν πίστει ὑμνολογούντων.
Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ μηνάς, μνήμη τῆς
Ἁγίας Ὁσιομάρτυρος Φεβρωνίας.
Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία,
Τομὴ κεφαλῆς· ὡς καλὴ σοι προὶξ γύναι!
Δῶκε δὲ Φεβρωνίη ξίφει αὐχένα εἰκάδι πέμπτῃ.
Αὕτη ἡ ἀοίδιμος καὶ Ὁσία, ἐκ νεαρᾶς ἡλικίας τὸν
χρηστὸν τοῦ Κυρίου ζυγὸν ἀραμένη, καὶ ὁσίως βιοῦσα ὑπὸ τὸν κανόνα τῆς κατ’
αὑτὴν Μονῆς, ἐν τοῖς μεθορίοις Περσῶν καὶ Ῥωμαίων διακειμένης, ἐν πόλει
λεγομένῃ Νισίβει, ἥτις λέγεται Ἀντιοχεία τῆς Μυγδονίας, πάσας τὰς σὺν αὐτῇ,
μεθ’ ὧν ἦν, ὑπερήλασεν ἐν τῇ ἀσκήσει καὶ συνέσει, καὶ τῇ τῶν γραφῶν ἀναγνώσει.
Ἐξῆρχε δὲ καὶ καθηγεῖτο πασῶν, ἡ οὕτω καλουμένη Βρυαίνη. Κατὰ δὲ τοὺς καιροὺς
Διοκλητιανοῦ, Σελήνου τοῦ Ἡγεμόνος διώκοντος τοὺς χριστιανοὺς, αἱ μὲν λοιπαὶ
τῶν μοναζουσῶν τοῦ Μοναστηρίου ἐξῆλθον, ἐκφυγεῖν τὸν ἐπικείμενον θάνατον
σπεύδουσαι. Ἡ δὲ μακαρία Φεβρωνία, νόσου τότε κατασχούσης αὐτὴν, μὴ δυναμένη τῷ
σώματι χρήσασθαι, ἐπί τινος κατέκειτο βάθρου, παρακαθεζομένων αὐτῇ τῆς τε
Βρυαίνης, καὶ τῆς οὕτω καλουμένης συγκλητικῆς Ἱερείας. Ἐπεί δὲ παρῆσαν οἱ
Σελήνου στρατιῶται, καὶ πελέκεσι τὰς θύρας καταῤῥάξαντες εἰσῆλθον, εὐθὺς μὲν
σπασάμενοι τάς μαχαίρας, κατακόψαι ἐβούλοντο τὴν Βρυαίνην. Ἀλλὰ ταῦτα μὲν τὰ
ἀνήκεστα παθεῖν αὐτὴν παρῃτήσατο Πρῖμος ὁ τοῦ Λυσιμάχου ἀνεψιὸς, τοῖς Χριστιανοῖς
ἀεὶ ἐπιεικῶς καὶ συμπαθῶς προσφερόμενος. Τὴν οὖν Φεβρωνίαν ἁρπάσαντες, πρὸς τὸν
ἡγεμόνα Σελῆνον ἦγον, ᾗ παρηκολούθουν Βρυαίνη καὶ Ἱέρεια καὶ Θωμαΐς,
ἐπιστηρίζουσαι αὐτὴν τῇ πίστει, καὶ νουθετοῦσαι μὴ καταπλαγῆναι τὰς βασάνους,
μηδὲ τὴν εἰς Χριστὸν προδοῦναι εὐσέβειαν, μνησθεῖσαν Λιβύης καὶ εωνίδος τῶν
ἀδελφῶν, καὶ τῆς Εὐτροπίας. Ὧν Λιβύη μὲν διὰ Χριστὸν ἐτμήθη τὴν κεφαλὴν, ἡ
Λεωνὶς δὲ παρεδέδοτο πυρὶ, τὸ δὲ παιδίον Εὐτροπία, ἀκούσασα παρὰ τῆς μητρός: Μὴ
φύγῃς τέκνον, τὰς χεῖρας αὐτῆς οπίσω ποιήσασα, τοῖς δημίοις τὸν αὐχένα ὑπέθηκε.
Καὶ ἡ μὲν Βρυαίνη, μετὰ τὸ ἱκανῶς νουθετῆσαι αὐτὴν, ἐν τῷ Μοναστηρίω
ὑπέστρεψεν, ὀλολύζουσα, καὶ θρηνοῦσα, καὶ τοῦ τέλους τὸ ἅδηλον φοβούμενη, καὶ
νίκην αὐτῇ κατὰ τοῦ Διαβόλου παρὰ Θεοῦ ἐξαιτοῦσα. Ἡ δὲ Θωμαΐς καὶ Ἱέρεια, ἀνδρικὸν
σχῆμα περιθέμεναι, συνηκολούθουν τῇ Ἁγίᾳ, μετὰ τῶν οἰκετῶν ἑαυτὰς
ἐγκαταμίξασαι. Ἐπεὶ δὲ ἤχθη, πρῶτον μὲν ἐπὶ Λυσιμάχου τοῦ ἀνεψιοῦ Σελήνου
κατέστη· ὅς αὐτὴν θωπείαις καὶ κολακείαις μεταθεῖναι ἀπὸ τῆς εἰς Χριστὸν
πίστεως ἐπιχειρήσας, καὶ μὴ δυνηθεὶς,, ταθῆναι ἐκ τεσσάρων ἐκέλευσε, καὶ
κάτωθεν μὲν πυρὶ ὑποκαίεσθαι, ἄνωθεν δὲ ὐπὸ στρατιωτῶν τύπτεσθαι. Ὑπὸ δὲ τῶν
πληγῶν καὶ τοῦ πυρὸς ἐλαίῳ ἐρεθιζομένου καὶ ἀναφλεγομένου, διελύοντο καὶ
κατέῤῥεον αἱ σάρκες αὐτῆς. Εἶτα κρεμασθῆναι ταύτην, καὶ σιδηροῖς ξέεσθαι
πλήκτροις, καὶ πυρὶ καταφλεχθῆναι προστάττει, καὶ μετὰ ταῦτα τὴν γλῶτταν
τμηθῆναι, ἥν προὔτεινεν εὐθαρσῶς· καὶ τοῦς ὀδόντας ἐκριζωθῆναι. Εἶτα ξίφει τοὺς
δύο ἀφαιρεθῆναι μασθοὺς, καὶ κατὰ τῆς τομῆς πῦρ ἐπιχεθῆναι, καὶ ἐπὶ τούτοις τὰς
χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναι, καὶ ἐπὶ πᾶσι τούτοις ἀποτμηθῆναι τὴν κεφαλήν. Συγκομισθὲν
δὲ τὸ τῆς Ἁγίας λείψανον παρὰ τῶν πιστῶν, τοῦ Λυσιμάχου προστάξαντος, διὰ
Φίρμου τοῦ Κόμητος ἀπήχθη ἐν τῇ Μονῇ στρατιωτῶν βαστασάντων αὐτὸ, ἅμα τῷ Φίρμῳ.
Καὶ συνετέθη ἕκαστον ἐν τάξει τῶν μελῶν, τῶν ὀδόντων αὐτῆς ἐν τῷ ἑαυτῆς στήθει
τεθέντων. Καὶ οὕτω, μετὰ ψαλμῶν καὶ ὕμνων, συνδραμόντων Ἐπισκόπων καὶ Κληρικῶν
ἅμα καὶ Μοναχῶν, καὶ πλήθους πολλοῦ τῶν Χριστιανῶν, παννύχοις ᾠδαῖς ἔτυχε τῆς
ὀφειλομένης κηδείας. Τῆς οὖν μνήμης αὐτῆς ἐτησίως τελουμένης ἐν τῇ Μονῇ,
λέγεται ἡ Μάρτυς καθορᾶσθαι, συμπαροῦσα καὶ συμψάλλουσα ταῖς παρθένοις, καὶ τὸν
ἑαυτῆς τόπον ἀναπληροῦσα μέχρι τῆς εὐχῆς. Ἥν ἐπιχειρησάσης τῆς Βρυαίνης ποτὲ
κατασχεῖν, εὐθέως ἀφανῆ γενέσθαι, τὴν ἐπιβολὴν μὴ ὑπομείνασαν τῆς χειρός. Τὸν δὲ
Λυσίμαχον, βαρεῖαν συμφορὰν ἡγησάμενον τὸ συμβὰν, διά τε τὸ ἐκ μητρὸς εἶναι
Χριστιανῆς, καὶ διὰ τὸ ὠμῶς αὐτῇ καὶ θηριωδῶς τὸν Σελῆνον χρήσασθαι, καὶ
διαφθεῖραι τὸ τῆς παρθένου κάλλος, κρεῖττον ἤ κατὰ ἄνθρωπον ὄν, τότε μὲν
ἀπόσιτον γενέσθαι, καὶ τὸν τῆς Μάρτυρος θάνατον κόψασθαι, καὶ θρηνῆσαι πικρῶς.
Μικρὸν δὲ ὕστερον, μετὰ Πρίμου προσελθεῖν τῷ Χριστῷ, καὶ τὸ θεῖον δέξασθαι
Βάπτισμα. Τὸν δὲ Σελῆνον, ἔξω γενόμενον αὐτοῦ, ἀτενίσαι πρὸς τὸν οὐρανὸν, καὶ
ὥσπερ βοῦν μυκησάμενον μέγα, ἑνὶ τῶν κιόνων προσρῆξαι τὴν κεφαλὴν, καὶ οὕτω
κακῶς τὴν ψυχὴν ἀποῤῥῆξαι.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἕξ γνησίων ἀδελφῶν
αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φίρμος, Φιρμίνος, Κυριάκος καὶ Λογγίνος.
Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
Ἐν γῆ τελεύτᾳ καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἐρως,
Πρὸς οὓς μεταστάς, ὡς πὲρ ἦρα χαιρετῶ.
Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φίρμος,
Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακὸν Λογγίνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.
Ἐν γῆ τελεύτᾳ καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἐρως,
Πρὸς οὓς μεταστάς, ὡς πὲρ ἦρα χαιρετῶ.
Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φίρμος,
Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακὸν Λογγίνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.
Οὗτοι οἱ Ἅγιοι ἑπτὰ Μάρτυρες ἀδελφοὶ ὑπῆρχον ἐπὶ
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ὁρμώμενοι τῶν ἀφ’ ἡλίου ἀνατολῶν,
στρατευόμενοί τε μετὰ χιλίων διακοσίων Τυρώνων [νεοσύλλεκτων στρατιωτῶν] ὑπὸ
Ῥόδωνα Κουβικουλάριον [κατακοιμιστὴν] ἐν τῇ Ἀντιοχέων πόλει· οἵ καὶ ἦλθον ἐν
τοῖς Θρακῴοις μέρεσι, ταχθέντες εἰς λεγεῶνα, καλούμενον Λεγέανδρον,
Ἐπαναστάσεως δὲ κατὰ τοὺς τότε χρόνους γεγενημένης, τῶν Σκυθῶν διαβάντων τὸν
Ἴστρον, καὶ τὴν Θρᾴκην ληιζομένων, ἄρτι μετὰ τὴν τελευτὴν Διοκλητιανοῦ,
Μαξιμιανὸς τὴν βασιλείαν κατασχὼν, ἐν φροντίδι πολλῇ καὶ ἀμηχανίᾳ γέγονε,
μάλιστα διὰ τὸ τὸν Μαραθὼμ τὸν ἐξάρχοντα τῶν Σκυθῶν, μεγέθει σώματος καὶ ῥώμῃ
τῶν πολλῶν διαφέροντα, προσκαλεῖσθαι αὐτὸν, ἤ τινὰ τῶν μετ’ αὐτοῦ διαγωνίσασθαι,
τούτοις παραχωρῆσαι τοὺς ἑτέρους τῆς νίκης. Διὰ ταῦτα τοίνυν τοῦ βασιλέως ἐν
πολλῇ ἀπορίᾳ καθεστηκότος, ὡς μηδενὸς θαῤῥοῦντος ἀντεπεξιέναι καὶ συμπλακῆναι
τῷ βαρβάρῳ, προετράπη ὁ Ἅγιος Ὀρέντιος ἐξελθεῖν. Πάσαις γὰρ ψήφοις ἐκρίθη, ὡς
εἴη ῥωμαλέος, καὶ πολέμων ἔμπειρος, καὶ δι’ εὐστροφίαν σώματος καὶ συντομίαν,
δεινὸς ἐπιθέσθαι, καὶ τὸν ἐπεξιόντα καταβαλεῖν. Ὅς τὴν εἰς Χριστὸν πίστιν
προβαλλόμενος, καὶ πρὸς τὸν πόλεμον ἐξελθὼν, καὶ τῷ Σκύθῃ παραταξάμενος,
ἀκοντίῳ τοῦτον διήλασε· καὶ ξίφει αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν, τῷ βασιλεῖ
προσεκόμισε, καὶ τὸ τρόπαιον ἔστησεν. Ἐφ’ οἷς τοῦ βασιλέως ὐπερθαυμάσαντος καὶ
ἀγασθέντος, καὶ διὰ τοῦτο ἐπινικίους σπονδὰς τοῖς εἰδώλοις προσάγοντος, αὐτὸς
τῇ τοῦ Χριστοῦ συμμαχίᾳ καὶ δυνάμει περιγενέσθαι τοῦ ἀλαζόνος, οὐ τῇ τῶν ψευδωνύμων
θεῶν βοηθείᾳ, παῤῥησίᾳ καθομολογεῖ. Ἀλλὰ τότε μὲν καρποῦσθαι τὰς βασιλικὰς
συνεχωρήθη τιμὰς, αἰδεσθέντος οἶμαι, τοῦ βασιλέως τὸ τοῦ κατορθώματος μέγιστον,
καὶ τὴν ζώνην αὐτῷ προπαρασχομένου τοῦ καταβληθέντος βαρβάρου, πολυτελῆ καὶ
πολυτάλαντον οὖσαν. Ὕστερον δὲ, ἐπεὶ παραινῶν ἀποστῆναι τοῦ Χριστοῦ οὐκ
ἔπειθεν, ἐκπέμπει αὐτὸν μετὰ τῶν ἕξ ἀδελφῶν αὐτοῦ ἐν τῇ κατὰ Ἁρμενίαν πόλει τῶν
Σατάλων, ἐπιστείλας τῷ ἐκεῖ Δουκὶ, εἰ μὲν ἐξεταζόμενοι πεισθῶσι θῦσαι τοῖς
θεοῖς, ἀναπέμψαι τούτους πρὸς αὐτὸν· εἰδὲ οὐ πείθονται, ὑπερορίους ἐν ταῖς κατὰ
Ἀβασγίαν καὶ Ζηκχίαν χώραις ποιῆσαι. Κατὰ οὐν τὸ τοῦ Βασιλέως πρόσταγμα,
ἀπαγομένων αὐτῶν, καὶ τὴν οὕτω λεγομένην Παρεμβολὴν φθασάντων, Ἔρως, ὁ τῶν
ἀδελφῶν πρῶτος, πρὸς Κύριον ἐξεδήσε, μηνὶ Ἰουνίῳ εἰκοστῇ δευτέρᾳ. Ὁ δὲ Ἅγιος
Ὀρέντιος, Ῥίζιον καταλαβὼν, λίθῳ τῷ τραχήλῳ περιτεθεὶς, ἐῤῥίφῃ ἐν τῇ θαλάσσῃ·
περὶ αὐτοῦ γὰρ καὶ τοῦτο ἐδέδοκτο. Ἐκεῖθεν δὲ, δι’ ἐπιστασίας Ἀγγέλου, ἀβλαβὴς
ἐξῆλθε, κομίσαντος αὐτὸν, καὶ κατὰ τὴν ξηρὰν ἐπὶ τινος πέτρας στήσαντος· καὶ
εὐξάμενος, ἀφῆκε τὸ πνεῦμα, καὶ ἐκεῖ ἐτάφη, μηνὶ τῷ αὐτῷ εἰκοστῇ τετάρτῃ. Ὁ δὲ
Ἅγιος Φαρνάκιος, γενόμενος ἐν Κορδύλῃ, πρὸς Κύριον μετετέθη, τῇ τρίτῃ τοῦ
Ἰουλίου μηνός. Τῇ δὲ ἑβδόμῃ, Φῖρμος καὶ Φιρμῖνος καταλαβόντες τὴν Ἄψαρον, τέλος
εὕραντο τῆς προσκαίρου ζωῆς. Ὁ δὲ Ἅγιος Κυριακός, ἀπαχθεὶς εἰς τὴν τῶν Λαζῶν
χώραν, ἐν τόπῳ λεγομένῳ Ζυγανέως ἀνεπαύσατο ἐν Κυρίῳ, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ
μηνός. Ὁ δὲ μακάριος Λογγῖνος ὕστερος πάντων· ὅς, ἐν τῷ παραπλέειν ἀπὸ τῆς
Ζυγανέως ἐπὶ τὴν Λιβυκὴν, τρικυμίας ἐν τῇ θαλάσσῃ γενομένης, καὶ μεγάλου
κλύδωνος, εὐξάμενος τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, καὶ κατετέθη εἰς Πιτυοῦντα, μεθ’
ἡμέρας τέσσαρας ἐκεῖσε τοῦ πλοίου ὁρμήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν
βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν
πρεσβειῶν τῆς ἀσπόρως αὐτὸν τεκούσης, κατὰ τῶν διὰ γῆς τε καὶ θαλάσσης
κυκλωσάντων τὴν καθ᾿ ἡμᾶς Βασιλίδα τῶν πόλεων καὶ πανωλεθρίᾳ παραδοθέντων καὶ
τελείῳ ἀφανισμῷ .
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων Λεωνίδος, Λιβύης καὶ Εὐτροπίας, τῆς μὲν διὰ
πυρὸς, τῶν δὲ, διὰ ξίφους τελειωθεισῶν.
Πηδὰ Λεωνὶς εἰς τὸ πῦρ τῆς καμίνου,
Ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Κομμωτικόν τι βάμμα νύμφη Κυρίου,
Βάπτη Λιβύη δούσα τὴν δέριν ξίφει.
Ὁ κόσμος αὐχῶν βοσσιὰς συσχεῖν δίκην,
Ὑπ’ Εὐτροπίας παίζεται τετμημένης.
Ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Κομμωτικόν τι βάμμα νύμφη Κυρίου,
Βάπτη Λιβύη δούσα τὴν δέριν ξίφει.
Ὁ κόσμος αὐχῶν βοσσιὰς συσχεῖν δίκην,
Ὑπ’ Εὐτροπίας παίζεται τετμημένης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Σίμων, ἐν εἰρήνῃ τελειοῦται.
Σορὸς, Σίμωνι σαρκὶς ἐστιν ἑστία,
Πόλος δὲ τούτῳ πνεύματος κατοικία.
Ὁ Ὅσιος οὕτος Σίμων, δὲν ἠγάπα νὰ ἀποκτήση φιλίας
τῶν μεγάλων ἀνθρώπων, ἀλλὰ ἐποῖει κάθε τρόπον διὰ νὰ ἐξουθενωθῆ ἀπὸ αὐτοῦς.
Ὅθεν γράφει περὶ αὐτοῦ ὁ Εὐεργετινὸς ἐν σελ. 703, ὅτι μῖαν φορὰν ἐπήγεν εἰς
αὐτὸν ὁ ἄρχων τοῦ τόπου, θέλωντας διὰ νὰ τὸν ἰδή. Ὁ δὲ Σίμων, μαθῶν πῶς ὁ ἄρχων
ἔρχεται, ἐπήρε τὴν ζώνην του, καὶ ἐπήγε διὰ νὰ καθαρίση ἕνα φοίνικα. Οἱ δὲ
ἄνθρωποι τοῦ ἄρχοντος, βλέποντες αὐτὸν καθαρίζοντα τὸν φοίνικα, εἴπον αὐτῷ:
Γέρν, ποῦ εἶναι ὁ ἀναχωρητής; Ὁ Ὅσιος ἀπεκρίθη: Δέν εἶναι ἐδῶ ἀναχωρητὴς. Οἱ δὲ
ἀκούσαντες ἀνεχώρησαν. Ἄλλοτε πάλιν, ἦλθεν ἄλλος ἄρχων διὰ νὰ τὸ ἰδῆ.
Ἐπρόφθασαν δὲ οἱ κληρικοῖ καὶ εἶπον αὐτῷ: Ἀββὰ ἑτοίμασον, ὅτο ὁ ἄρχων ἀκούωντας
περί σου, ἔρχεται διὰ νὰ εὐλογηθῆ ἀπὸ λόγου σου. Ὁ δὲ Ὅσιος ἀπεκρίθη: Ναὶ, ἐγὼ
ἑτοιμάζω τὸν ἑαυτόν μου. φορέσας λοιπὸν τὸ κεντώνιόν του, ἦτοι τὸ παλαιὸν
φόρεμά του, τὸ μὲ πολλὰ κεντήματα καὶ μπαλώματα ἑρραμμένον, καὶ πέρνωντας εἰς
τὸ χέρι του ψωμὶ καὶ τυρὶ, ἐπήγε καὶ ἐκάθισεν εἰς τὴν πόρταν τοῦ κελλίου του
καὶ ἔτρωγεν. Ὁ δὲ ἄρχων μὲ τοὺς ἀνθρώπους του, βλέποντες αὐτὸν τρώγοντα, τὸν
ἐξευτέλισαν λέγοντες: Ἑτούτος εἶναι ὁ περίφημος ἀναχωρητὴς ὁποῦ ἠκούομεν; Καὶ
εύθὺς ἀνεχώρησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Διονύσιος, ὁ κτίτωρ τῆς ἐν ὅρει τοῦ Ἄθω ἱερὰς καὶ
κοινοβιακὴς Μονὴς τοῦ τιμίου Προδρόμου, ἐν εἰρήνῃ τελειοῦται.
Κτίτωρ Μονὴς σὺ τοῦ μεγίστου Προδρόμου,
δειχθεῖς ἐνοικεῖς νῦν Μοναῖς ταῖς τοῦ πόλου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος, ὁ φίλος καὶ συνασκητὴς τοῦ ῥηθέντος Ἁγίου
Διονυσίου, ὁ καὶ ποιμὴν καὶ Ἡγούμενος χρηματίσας τῆς αὐτῆς κοινοβιακὴς Μονὴς
τοῦ Διονυσίου, ἐν εἰρήνῃ τελειοῦται.
Δόμους παρελθῶν τοὺς κάτω Δομέτιος,
Ἀνακτόροις νῦν ἐγχορεύει τοῖς ἄνω.
Τῇ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαρτυρίου τοῦ ἐπισκόπου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου νεομάρτυρος Γεωργίου, τοῦ ἐξ Ἀτταλείας, μαρτυρήσαντος ἐν
ἔτει 1823.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Προκοπίου, τοῦ ἀπὸ Βάρνα καταγομένου,
καὶ ἀθλήσαντος ἐν Σμύρνῃ ἐν ἔτει 1810.
Οὗτος, ἦτον ἀπὸ τὰ μέρη τὰ πλησιόχωρα τῆς Βάρνας,
ἀπὸ γονεῖς εὐσεβεῖς· ὅστις ἀφ’ οὖ ἔφθασεν εἰς ἡλικίαν χρόνων εἴκοσι, ἐπεθύμησε
τὴν μοναδικὴν πολιτείαν, καὶ ἐπῆγεν εὀς τὸ Ἅγιον Ὅρος, καὶ μετέρχεται τὴν
ἀσκητικὴν ζωὴν, ὑποταγεὶς εἰς ἕνα γέροντα ὀνόματι Διονύσιον, εἰς τὴν σκήτην τοῦ
Τιμίου Προδρόμου, ἔλαβε δὲ καὶ τὸ Ἅγιον σχήμα τῶν μοναχῶν. Ὅμως, ὁ διάβολος,
τοῦ ἔσπειρεν συνεχόμενους λογισμοὺς νὰ εὔγῃ εἰς τὰ ἐγκόσμια· ὅθεν ἀναχώρησε διὰ
τὴν Σμύρνην. Ἐκεὶ, τοῦ ἔρχεται ἄλλος λογισμὸς χειρότερος, ὅτι ἐπειδὴ καὶ ἄφησε
τὴν μετάνοιάν του, ἔχει ἐξάπαντος νὰ κολασθῇ. Ὅθεν ὁ τῆς ἀπογνώσεως λογισμὸς
κατακυριεύσας αὐτὸν, τὸν κατέστησε νὰ ἀφήσῃ τὴν ἄγκυραν τῆς Ὀρθοδοξίας,
πηγαίνοντας εἰς τον Κριτὴν τῆς πόλεως, κρύβοντάς του ὅτι ἦτον καλόγηρος, καὶ
ἔπειτα ἀπὸ δεκαπέντε ἡμέρες, τὸν ἐσουνέτισαν. Ἀλλὰ, εὐθὺς ὁποῦ ἔλαβε τὴν
βδελυρὰν σφραγίδα, ἄλλαξεν ὁ λογισμός του, ἤρξατο νὰ τὸν κατακεντᾷ ἡ
συνείδησις, καὶ ὁ πρὶν ἀπεγνωσμένος, ἦλθεν εἰς τὴν αἴσθησιν τοῦ ἀπεῖρου ἐλέους
τοῦ Θεοῦ. Ὅθεν, πήγε σε ἕναν φίλο του πνευματικὸ, ἐκ τῆς σκήτεως, ἔκλαψε,
μετενόησε, καὶ ἐζήτησε την ἄδειαν ὅπως μαρτυρήσει. Ὁ δε πνευματικὸς, προσπάθησε
νὰ τὸν ἀποτρέψει, ἀλλὰ μάταια. Ὅθεν προσευχήθηκε, ἐκοινώνησε τῶν Ἄχράντων
Μυστηρίων, καὶ ὕστερα ἀπὸ δεκαπέντε ἡμέρες, ἐπαρουσιάστει εἰς τὸν Κριτὴν καὶ ὁμολόγησε
τὴν Ὀρθόδοξον πίστιν. Ὕστερα ἀπὸ κολακείας καὶ βασανιστήρια ὑπὸ του Κριτοῦ, καὶ
βλέποντας αὐτὸς, τὸ ἀμετάθετον τῆς γνώμης τοῦ Ἁγίου, ἀπεφάσισε καὶ ὁ Ὁσιομάρτυς
Προκόπιος, λαβὼν τὸν διὰ ξίφους θάνατον, ἐτελειώθη ἡμέρᾳ Σαββάτῳ· σαββατίσας
καὶ καταπαύσας τὴν πρόσκαιρον ταύτῃν ζωὴν, χάριν τῆς αἰωνίου καὶ ὑπερφροσύνου,
λαβὼν τὸ τοῦ Μαρτυρίου στέφανον, καὶ ἀναλλαξάμενος τῶν φθαρτῶν τὰ ἀκήρατα.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Μεθοδίου τοῦ Νιβρύτου Καινούργιου, τοῦ ἐν Γορτύνῃ Κρήτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου [+1419].
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
καὶ θαυματουργῶν δουκῶν Μουρόμης Πέτρου καὶ
Φεβρωνίας, τῶν διὰ τοῦ Ἀγγελικοῦ σχήματος μετονομασθέντων Δαβὶδ καὶ Εὐφροσύνης
τῶν Ῥώσσων.
Ταῖς τῶν Σῶν Ἁγίων
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Παῖδες
Ἑβραίων.
Ῥεῖθρα
πηγάζεις ἰαμάτων, τοῖς προστρέχουσιν ἐν πίστει τῷ ναῷ σου, Φεβρωνία σεμνή, καὶ τῷ Χριστῷ βοῶσιν Εὐλογητὸς εἰ
Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὢ
τῆς καλῆς σοῦ πραγματείας! σαρκὸς αἵματος θεόφρον ἀντηλλάξῳ, βασιλείαν Θεοῦ
πανεύφημε βοῶσα· Εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Στίφει
παρθένων συγχορεύεις, ἀξιάγαστε παρθένε Φεβρωνία,
τῇ Παρθένῳ καὶ Θεομήτορι βοῶσα· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
ᾨδή η´.
Ἑπταπλασίως κάμινον.
Φωτοφανῶς
ἡ μνήμη σου, Φεβρωνία τελεῖται νῦν, ταῖς
φωτοειδέσιν ἀστραπαῖς πυρσεύουσα· φωτὶ γὰρ ὡμίλησας, καὶ φωτοφόρος γέγονας, τὸν
φωτοποιόν, καὶ φωτοδότην βοῶσα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐθαυμαστώθης
πρότερον, ἐν ἀσκήσει πανεύφημε, καὶ μαρτυρικῶς κατεκοσμήθης ὕστερον ὀπίσω γὰρ
ἔδραμες, τοῦ ἐραστοῦ νεᾶνις φαιδρά, καὶ σοῦ τοὺς μαστούς, τοὺς ἀγαθοὺς ὑπὲρ
οἶνον, ἐτμήθης Φεβρωνία, ὑπὲρ τῆς εὐσέβειας·
ὀσμὴ δὲ σοῦ τῶν μύρων, πιστοὺς εὐωδιάζεις.
Βεβαρυμένος
πταίσμασι, Φεβρωνία πανεύφημε, καὶ ταῖς
τρικυμίαις τῶν παθῶν κυκλούμενος, προσφεύγω τῇ σκέπη σου, τῶν ἀμφοτέρων λύσιν
ζητῶν ἀλλ· ὡς θαυμαστή, καὶ ἐκλεκτὴ τῷ Δεσπότῃ, βοῶντα μὴ παρίδῃς, ἀλλά με σαῖς
πρεσβείαις, ἑξάρπασον θεόφρον, ἐκ βρόχων ψυχοφθόρων.
Θεοτοκίον.
Ῥητορευόντων
γλῶσσαί σε, ἀνυμνῆσαι οὐ σθένουσιν, ὢ Θεογεννῆτορ Μαριὰμ θεόνυμφε· Θεὸν γὰρ
ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος· ὢ νῦν ἡ
Φεβρωνία, μελῳδοῦσα κραυγάζει· Λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδή θ´. Ἐξέστη
ἐπὶ τούτῳ.
Ὢ
θεία τοῦ Δεσπότου περιστερά, περιηργυρωμένη λαμπρότητι, παρθενικῇ, σῶμα
λαμπρυνθεῖσα ἀσκητικῶς, κεχρυσωμένη πτέρυγας, ταῖς χλωροειδέσι μαρμαρυγαῖς, τῆς
σῆς ὁμολογίας, καὶ θείων σοῦ αἱμάτων, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.
Νοΐ
προσομιλοῦσα γυμνῷ τῷ νῷ, Φεβρωνία
κατέλαβες, τῶν ὀρεκτῶν, ἔσχατον καὶ τέλους μακαριστοῦ, ἐπιτυχεῖν ἠξίωσαι, νῦν
συμβασιλεύουσα τῷ Χριστῷ, λαμπρῶς τῷ σῷ νυμφίῳ, ἀφράστοις ἐν θαλάμοις, ἐν
εὐφροσύνη διαμένουσα.
Ἰάσεις
ἀναβρύεις ὡς ποταμός, ῥοιζηδὸν τοῖς ἐν πίστει προστρέχουσι, σοῦ τῇ σεπτή, θήκῃ Φεβρωνία θεοειδές, τῆς παρθενίας ἄγαλμα, ἄνθος τὸ
τῆς φύσεως τὸ τερπνόν, θυγάτηρ Βασιλέως, ἡ ἔνδον κεκτημένη, τῆς θείας δόξης τὸ
ἀγλάϊσμα.
Θεοτοκίον.
Ἀνώρθωσας
Παρθένε τῶν γυναικῶν, τὸ ὀλίσθημα Λόγον κυήσασα, τὸν ἀνορθοῦν, τοὺς κατεῤῥαγμένους
ὡς ἀγαθόν, καὶ κραταιὸν δυνάμενον ὃν ἡ Φεβρωνία
ἡ εὐκλεής, ποθήσασα συντόνως, ὀπίσω σου δραμοῦμαι, ἀγαλλομένῃ ἀνεβόησεν.
Ἐξαποστειλάριον
τοῦ Προδρόμου. Ἦχος πλ. δ´.
Πρέπει τῷ Ἰωάννῃ ἡ εὐωδία, πρέπει
τῷ Βαπτιστῇ, τῶν ᾀσμάτων ἡ τερπνότης, οὗτος γὰρ ἐκήρυξε τὴν ἀπαρχὴν τῆς ἡμῶν
σωτηρίας, ὁ σκιρτῶν ἐν κοιλίᾳ, καὶ βοῶν ἐν ἐρήμῳ· Μετανοεῖτε· τοῦ Βασιλέως ὁ
στρατιώτης, ὁ Πρόδρομος τῆς χάριτος, ὁ τὸν ἀμνὸν προμηνύων, καὶ τὸν Σωτῆρα πρεσβεύων,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν,
Τῆς Ἁγίας. Ἦχος
γ΄. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς τὸ πρότερον, Χριστῷ
εὐαρεστήσασα, πλήρης φωτὸς οὐρανίου, ὡς ἀληθῶς ἀνεδείχθης, καὶ μαρτυρίου
σκάμμασι, μεγαλυνθεῖσα πάνσεμνε, μεγίστης δόξης ἔτυχες, Ὁσιομάρτυς Κυρίου,
πανεύφημε Φεβρωνία.
Θεοτοκίον.
Ὑπερφυῶς συνέλαβες, καὶ ὑπὲρ
λόγον τέτοκας, ἐν ἀνθρωπίνῃ οὐσίᾳ, τὸν Ὑπερούσιον Λόγον, τῆς ἀλογίας Ἄχραντε,
τὸν κόσμον ἐκλυτρούμενον, δι’ εὐσπλαγχνίαν ἄφατον διὸ σὲ πάντες Παρθένε,
χρεωστικῶς ἀνυμνοῦμεν.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἱστῶμεν Στίχους δ΄ καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Ὦ τοῦ παραδόξου θαύματος! τοῦ
μεγαλαύχου ἐχθροῦ, τὸ μαινόμενον φρύαγμα, καθελοῦσα ᾔσχυνε, Φεβρωνία ἡ πάνσεμνος, ἐν ἀσθενείᾳ σαρκὸς ἀθλήσασα,
καὶ δριμύτατους πόνους ἐνέγκασα· ὦ τῆς ἀνδρείας σου, καλλιμάρτυς ἔνδοξε! ὦ τῆς
πολλῆς, πρὸς Χριστὸν ἀγάπης σου! δι’· ἧς ἠρίστευσας.
Ὦ τοῦ παραδόξου θαύματος! πῶς τῶν
μελῶν σου σεμνή, τὰς τομὰς καθυπέμεινας, ὥσπερ ἀλλοῦ πάσχοντος, Φεβρωνία ἀήττητε; ἀλλ᾿ ἡ τῷ πόθῳ τῷ του νυμφίου
σου, περιεγένου πάντων ὡς ἄσαρκος· ὅθεν ἐξέστησαν, πάντες οἱ ὁρῶντές σε, ἐν ἁπαλῷ
, σώματι ἀνύουσαν, στεῤῥῶς τὴν ἄθλησιν.
Μάρτυς Φεβρωνία
ἔνδοξε, τῶν ἀρετῶν τὴν ὁδόν, ἰσαγγέλως ἀνύουσα, μαρτυρίου στάδιον, θεοφρόνως
διήθλησας, καὶ φοινιχθεῖσα οἰκείοις αἵμασι, δι’ ἀμφοτέρων Χριστὸν ἐδόξασας·
ὅθεν ἀπείληφας, δόξαν τὴν οὐράνιον, ὑπὲρ ἡμῶν, πάντοτε πρεσβεύουσα, τῶν
εὐφημούντων σε.
Μάρτυς Φεβρωνία
πάνσεμνε, πίστει καὶ πόθῳ πολλῷ, ἡ Βρυαίνη ἡ πάνσοφος, τὸ σὸν θεῖον λείψανον,
δεξαμένη ἐβόα σοι· Πῶς σὲ ὑμνήσω τέκνον γλυκύτατον, σὲ τὴν μεγάλα στήσασαν
τρόπαια; Ὅθεν ἱκέτευε, Χριστὸν τὸν νυμφίον σου, ὑπὲρ ἡμῶν, τῶν ὑμνολογούντων
σου, μνήμην τὴν πάνσεπτον.
Δόξα. Ἦχος πλ.
α´.
Τὴν καθαρωτάτην σου ζωήν,
μαρτυρικοῖς ἄθλοις ἐλάμπρυνας, Ὁσιομάρτυς ἀξιάγαστε· ἐν γὰρ ἀσκήσει τοῦ
κρείττονος, παρθενικῶς Χριστῷ ἐμνηστεύθης, ὡς ἁγνὴ ψυχή τε καὶ σώματι· καὶ ἐν
ἀθλητικοῖς ἀγῶσι, τὴν ἐν σοὶ κεκρυμμένην χάριν ἔδειξας, καὶ τῷ ἀφθάρτῳ νυμφίῳ
παρέστης, τῆς εὐσέβειας τὸν δρόμον τελέσασα. Ἀλλ’ ὦ Φεβρωνία
καλλιπάρθενε, τῶν αἰωνίων ἀγαθῶν τυχεῖν ἱκέτευε, τοὺς ἐτησίως σὲ γεραίροντας.
Καὶ νῦν.
Θεοτοκίον.
Μακαρίζομέν σέ, Θεοτόκε Παρθένε,
καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ
ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ
ΚΑΙ ΑΠΟΛΥΣΙΣ
ΕΙΣ ΤΗΝ
ΛΕΙΤΟΥΡΠΑΝ
Τὰ
Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας ἡ γ᾿ καὶ στ᾿ ᾠδή.
Ἀπόστολον
ὅρα μηνολόγιον. Εὐαγγέλιον τῶν δέκα Παρθένων, ὅπερ ζήτει τῷ ιζ᾿ Σαββάτῳ
Ματθαίου.
Κοινωνικόν: Εἰς μνημόσυνον...
Μεγαλυνάριον.
Χαίροις Φεβρωνία
πανευκλεής, Ὁσίων ἡ δόξα, καὶ Μαρτύρων ἡ καλλονή, ἐν γὰρ ἀμφοτέροις, ἀθλήσασα
νομίμως, εἰκότως καὶ βραβείων, διπλῶν ἠξίωσαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου