Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 25. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ ΑΤΤΑΛΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΥ 25!!
ΓΕΩΡΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΕΞ ΑΤΤΑΛΕΙΑΣ & ΕΝ ΚΡΗΝΗ Μ. ΑΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς εὐσεβείας τὸν πλοῦτον ἐν τῇ καρδίᾳ σου, Γεώργιε θεόφρον, μυστικῶς θησαυρίσας, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ ἐπαξίως ἐδέξω ἐν οὐρανοῖς, ἀφθαρσίας τὸ διάδημα.

Καρτερικῶς ἐν τῇ Κρήνῃ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Γεώργιε ἐδέξω, τὸ μαρτύριον χαίρων, διὸ νῦν τῶν Κρηναίων ᾀσματικῶς, ἡ ὁμήγυρις Ἅγιε, πανηγυρίζει τὴν μνήμην σου τὴν σεπτήν, τὸν Σωτῆρα μεγαλύνουσα.

Τὸν δι’ ἀγχόνης ἀνδρείως θάνατον ἤνεγκας, καὶ ᾔσχυνας εἰς τέλος, τὸν ἀρχέκακον ὄφιν, τὸν πάλαι ἐν ἀώρῳ σε Ἀθλητά, ἡλικίᾳ πτερνίσαντα, καὶ τῶν Μαρτύρων ἰσότιμος ἀληθῶς, ἀναδέδειξαι Γεώργιε.

Φῶς ουρανόθεν κατῆλθεν ἐν τῷ λειψάνῳ σου, ἐμφαῖνον ἀριδήλως, ἣν ἐπλούτησας δόξαν, Γεώργιε τρισμάκαρ ὡς ἀθλητής, τοῦ Χριστοῦ ἐνθεώτατος, Ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος α΄.
Τῆς εὐσεβείς γεωργήσας τὸν σπόρον, καταλλήλως τῇ κλήσει Γεώργιε, τοῦ μαρτυρίου τοὺς καρποὺς ἐξήνεγκας, ὡς δῶρον πολύτιμον, τῷ γεωργῷ τῶν ὅλων, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑπὲρ αὐτοῦ γὰρ θανεῖν ᾑρετίσω, ἵνα τῆς ἄνω ζωῆς δρέψῃ τὰ ἀγαθά, θεολήπτῳ ψυχῇ, καὶ νῦν τυχὼν τῆς ἐφέσεως, σὺν Μάρτυσιν πρέσβευε, τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμῶν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγονῶν Σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄνθος ὡς ἀληθῶς, τῆς Ἀτταλείας ὤφθης, ἐν Κρήνῃ δὲ ἄθλήσας, Γεώργιε τῷ κόσμῳ, ὀσμὴν θείαν διέπνευσας

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἔπνιξας τὸν ἐχθρόν, τῇ σῇ ἀγχόνῃ μάκαρ, τὸν πάλαι τρώσαντά σε, καὶ ἤθλησας νομίμως, ὑπὲρ τοῦ Παντοκράτορος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δόξης μαρτυρικῆς, Γεώργιε μετέσχες, λιπὼν πάντα τοῦ κόσμου, καὶ χαίρεις σὺν Ἀγγέλοις, ἐν τοῖς ὑψίστοις Ἅγιε.

Δόξα. Τριαδικόν.
Νέος Σοι Ἀθλητής, Τριὰς Ὑπεραγία, Ὑπέρθεε Θεότης, Γεώργιος προσήχθη, ἀθλήσας θείῳ ἔρωτι.

Καὶ νῦν. Θεοτοκίον.
Πόθῳ τοῦ Σοῦ Υἱοῦ, Γεώργιος ὁ Μάρτυς, ἐν Κρήνῃ ἀριστεύσας, δοξάζει Σου Παρθένε, τὴν ὑπὲρ νοῦν λαμπρότητα.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Ἀτταλείας, καὶ ἀγλάϊσμα, πόλεως Κρήνης, ἀνεδείχθης Νεομάρτυς Γεώργιε, ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσας στεῤῥότατα, τὸν δι’ ἀγχόνης ὑπέμεινας θάνατον. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Στν μεσιτεσασαν τν σωτηραν τογνους μν, ἀνυμνομεν Θεοτόκε Παρθένε· ν τσαρκγρ τῇ ἐκ σοπροσληφθεσῃ, ὁ Υἱός σου καΘες μν τδιΣταυροκαταδεξμενος πάθος, ἐλυτρσατο μς, ἐκ φθορς ς φιλάνθρωπος.

Ἀπόλυσις.




























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Κρηναίων τὰ στίφη πανδημεί, σήμερον συνέλθωμεν, καὶ Γεωργίου τοῦ Μάρτυρος, τοῦ ἀνατείλαντος, ἐκ τῆς Ἀτταλείας, μνήμην τὴν πανίερον, ᾠδαῖς πνευματικαῖς ἑορτάσωμεν, στεῤῥῶς γὰρ ἤθλησεν, ἐν τῇ Κρήνῃ πόθῳ κρείττονι, καὶ Μαρτύρων, ὤφθη ἰσοστάσιος.

Ὡς ἄνθος ὑπάρχοντα τερπνόν, ὁ ἐχθρὸς ὁ δόλιος, βασκάνῳ βλέψας σε ὄμματι, Χριστοῦ ἐμάκρυνεν, ἀλλὰ τούτου Μάρτυς, τῶν παγίδων πέφευγας, γνωρίσας την ἀπάτην ἡν πέπονθας, καὶ ὡμολόγησας, τοῦ Χριστοῦ τὸ θεῖον ὄνομα, Νεομάρτυς, Ἅγιε Γεώργιε.

Ἐν Κρήνῃ ἀνδρείᾳ λογισμῷ, καὶ στεῤῥῷ φρονήματι, ὑπὲρ Χριστοῦ ἠνδραγάθησας, καὶ χαίρων ἤνεγκας, τὴν ἀγχόνην Μάρτυς, δι’ ἧς ἀπηγχόνισας, τὸν πάλαι μοχθηρῶς σε πτερνίσαντα, καὶ νῦν ἱκέτευε, Ἀθλητὰ Χριστοῦ Γεώργιε, ὑπὲρ πάντων τῶν ἀνευφημούντων σε.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀτταλείας τὸ βλάστημα, καὶ τῆς Κρήνης τὸ καύχημα, καὶ θεῖον καλλώπισμα, καὶ ἀγλάϊσμα, τῶν Ἀθλοφόρων τὸν σύναθλον, Γεώργιον μέλψωμεν, ὡς γεώργιον καινόν, φερωνύμως ὑπάρχοντα, τοῦ Παντάνακτος, καὶ καρπὸν ἐναγκόντα ἀφθαρσίας, δι’ ἀθλήσεως ἁγίας, τῷ Γεωργῷ πάσης κτίσεως.

Ἐν ἀώρῳ τοῦ σώματος, ἐπελθὼν ὁ πολέμιος, τοῦ Χριστοῦ τῆς πίστεως σὲ ἐμάκρυνεν, ἀλλ’ ἀνανήψας τοῦ πτώματος, Χριστὸν ὡμολόγησας, καὶ ἐνήθλησας στεῤῥῶς, Νεομάρτυς Γεώργιε, καὶ συνόμιλος, τῶν Ἁγίων Ἀγγέλων ἀνεδείχθης, διανύσας τὸν ἀγῶνα, ἀπεριτρέπτῳ φρονήματι.

Τὴν ἀγχόνην ὡς ἄσαρκος, ὑπομείνας Γεώργιε, τῷ Χριστῷ ἀνέδραμες ἀγαλλόμενος, καὶ φῶς ὑψόθεν ἐκάλυψε, τὸ ἅγιον σῶμά σου, ὑπεμφαῖνον ἐναργῶς, ἥνπερ εὗρες λαμπρότητα, ὡς περίδοξος, Αθλητὴς τοῦ Σωτῆρος, Ὃν δυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων , τὴν μακαρίαν σου ἄθλησιν.

Δόξα. Ἦχος πλ. β΄.
Την πανοπλίαν τοῦ φωτὸς ἐνδεδυμένος, τοῦ σκότους καθεῖλες τὸν ἄρχοντα, μαρτυρικοῖς ἀγῶσιν, Ἀθλοφόρε Γεώργιε. Τοῦ ἀοράτου γὰρ ἐχθροῦ, νουνεχῶς ἐκφυγὼν τὰς παγίδας, τῶν πάλαι Ἀθλητῶν τοῖς ἴχνεσιν ἐβάδισας, καὶ τῆς αὐτῶν λαμπρότητος, περιφανῶς ἠξίωσαι. Διὸ Χριστοῦ ἡ Ἐκκλησία, ἀγαλλομένη τοῖς ἄθλοις σου, εὐσεβῶς βοᾷ σοι· ὡς τῆς ἄνω δόξης ἐντρυφῶν, Νεομάρτυς ἔνδοξε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.







Εἰς τὴν Λιτήν. Ἦχος α´.
Τῷ φωτὶ τῆς πίστεως, καταλαμφθεὶς τὴν καρδίαν, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, ὁλοτρόπως ἔδραμες. Τῶν γὰρ κάτω συρομένων, παριδὼν τὸ μάταιον, πρὸς μαρτυρικοὺς ἀγῶνας ἐχώρησας, ἀνενδότῳ ἐφέσει. Καὶ συμπλακεὶς τῷ τυράννῳ, τούτου τὸ κράτος ὤλεσας, καὶ τῆς νίκης τὸ διάδημα παρὰ Χριστοῦ ἐκομίσω, Νεομάρτυς Γεώργιε, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἐν ἀωρίᾳ ἡλικίας, τὸν πολύτιμον μαργαρίτην ἀπώλεσας, παγιδευθεὶς τῷ πολεμήτορι, ἐν νοΐ ἀτελεῖ, ἀλλ’ ὡς στρουθίον ἄκακον, τὴν παγίδα τούτου συνέτριψας, καὶ χαρᾶς πολλῆς ἔπλησας, τῶν Ἀγγέλων τοὺς χορούς, τῇ σῇ ἀθλήσει Γεώργιε. Χριστὸν γὰρ ἐδόξασας, καὶ τῶν πιστῶν τὰς τάξεις εὔφρανας. Διὸ τὴν ἁγίαν σου μνήμην ἑορτάζομεν.

Ἦχος γ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, πρὸς τὸ θανεῖν ὑπὲρ Χριστοῦ ἔσπευσας, ἐν φαιδρῷ τῷ προσώπῳ, Ἀθλητῶν ὁμότροπε Γεώργιε. Καὶ τὴν ἀγχόνην ἀσμένως αἱρετισάμενος, τροπαιοφόρος ἀνελήλυθας, πρὸς τὴν αἰώνιον ζωὴν μακάριε. Καὶ τῶν καμάτων τὰ ἔπαθλα δρεπόμενος, Χριστοῦ τὸ κάλλος καθορᾷς, κατὰ μέθεξιν θείου θεούμενος, καὶ μαρτυρικαῖς χορείαις συναυλιζόμενος. Μεθ’ ὧν πρέσβευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Μαρτυρικῶν ἠγωνισάμενος, τῆς εὐσεβείας ἔδειξας τὴν δύναμιν, ἐν τῷ θνητῷ σου σώματι, Νεομάρτυς Γεώργιε. Οὐδόλως γὰρ ἐκάμφθης, ἀπειλαῖς καὶ βασάνοις, ἀλλ’ ὅλον τὸν νουν ἀνέτεινας, πρὸς Χριστὸν τὸν Σωτῆρα, ᾧ νῦν ἐν δόξῃ παρεστῷς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Φερωνύμως γεωργῶν, ἐν τῇ ἐφέσει τοῦ κρείττονος, τὴν ἐν Χριστῷ καρποφορίαν της πίστεως, τῇ ἀθλητικῇ σου ἐνστάσει, ταύτην ἐσφράγισας, Ἀθλητὰ Γεώργιε. Καὶ τῷ Σωτῆρι προσήγαγες, τοὺς καρποὺς τῶν πόνων σου, ὡς θυσίαν δεκτὴν καὶ εὐάρεστον ἔνδοξε. Διὸ Κρηναίων τὰ πλήθη, ἐν σοὶ καυχῶνται, ἁγιασθέντα τῇ ἀθλήσει, καὶ πόθω ἑορτάζουσι, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου...

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἀνηρπάγης ὑπ’ ἐχθρῶν, ἐν τῇ παιδικῇ ἡλικίᾳ, καὶ ἐν ἀπλάστῳ ψυχῇ, τότε τὸ τῆς χάριτος, φέγγος ἀπώλεσας, ἀλλ’ ὁ Ἥλιος ἔνδοξε, τῆς δικαιοσύνης, νοητῶς ἀνέλαμψεν, ἐν τῇ καρδίᾳ σου, ὅθεν, τὴν ἀπάτην μισήσας, ἤθλησας προθύμῳ καρδία, καὶ Χριστὸν ἐδόξασας Γεώργιε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε, τοῖς ἀνόμοις παραστάς, στόματι ἐκήρυξας θείῳ, Χριστοῦ τὸ ὄνομα, Ἅγιε Γεώργιε, ἀκαταπλήκτῳ ψυχῇ, καὶ ποινῶν καθυπέμεινας, τὸ ἄλγος ἀνδρείως, ὥσπερ ἄλλου πάσχοντος, Χριστοῦ τῷ ἔρωτι, ὅθεν, καὶ τὸν θάνατον χαίρων, διὰ τῆς ἀγχόνης ὑπέστης, καὶ Μαρτύρων δήμοις συνηρίθμησαι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Ἀτταλείας ὁ βλαστός, καὶ τῆς Κρήνης γέρας καὶ δόξα, καὶ ἐγκαλλώπισμα, Ἅγιε Γεώργιε, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ἐν αὐτῇ γὰρ διήνυσας, τοῦ σοῦ μαρτυρίου, τὸν δρόμον τὸν κάλλιστον, ἀξιοθαύμαστε, ὅθεν, καὶ πιστῶς ἑορτάζει, σοῦ τὴν παναοίδιμον μνήμην, πόθῳ καταφεύγουσα τῇ σκέπῃ σου.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Μαρτύρων κοινωνός, ἐν τοῖς ἐσχάτοις χρόνοις ὤφθης, τῷ ἀθλητικῷ σου παραστήματι, Νεομάρτυς Γεώργιε. Τοῦ παλαιμναίου γὰρ ἐχθροῦ, ἀκυρώσας τὴν βουλήν, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ὡς αἰώνιον ζωήν, ἐδέξω μακάριε. Καὶ νῦν Ἀγγέλων τοῖς χοροῖς, καὶ Μαρτύρων συνηδόμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμας ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Ἀτταλείας, καὶ ἀγλάϊσμα, πόλεως Κρήνης, ἀνεδείχθης Νεομάρτυς Γεώργιε, ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσας στεῤῥότατα, τὸν δι’ ἀγχόνης ὑπέμεινας θάνατον. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Στν μεσιτεσασαν τν σωτηραν τογνους μν, ἀνυμνομεν Θεοτόκε Παρθένε· ν τσαρκγρ τῇ ἐκ σοπροσληφθεσῃ, ὁ Υἱός σου καΘες μν τδιΣταυροκαταδεξμενος πάθος, ἐλυτρσατο μς, ἐκ φθορς ς φιλάνθρωπος.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῆς πλάνης ἐκφυγών, νουνεχῶς τὰς παγίδας, τὴν πίστιν τοῦ Χριστοῦ, ὡμολόγησας χαίρων, Γεώργιε ἔνδοξε, καὶ νομίμως ἠγώνισαι, ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν σωματικῶς, ἀπεκύησας Κόρη, λαβόντα τὴν ἡμῶν, ἀσυγχύτως οὐσίαν, ἐθέωσας τὸ φύραμα, τῶν βροτῶν τῇ κυήσει Σου, Σὺ γὰρ ἔτεκες, τὸν Ὑπερούσιον Λόγον, τὸν ῥυσάμενον, ἐκ τῆς ἀρχαίας κατάρας, Ἀδὰμ τὸν πρωτόπλαστον.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Γεώργιον ἔμψυχον τῷ ζωοδότῃ Χριστῷ, ἐσχάτοις ἐν ἔτεσιν, ἐν τῇ ἀθλήσει τῇ Σῇ, ἐδείχθης Γεώργιε, ὅθεν τῆς τῶν Μαρτύρων, μετασχὼν εὐκληρίας, νέμεις τοῖς ἐν τῇ Κρήνῃ, εὐλογίαν καὶ χάριν, τοῖς μέλπουσιν προφρόνως, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν Ὃν ἐκύησας ἐκ τῶν αἱμάτων τῶν Σῶν, δι’ ἄφατον ἔλεος, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἡμᾶς ἐκλυτρούμενον, πάντοτε ἐκδυσώπει, οἷα Μήτηρ Παρθένε, ῥύεσθαι πάσης βλάβης, καὶ παθῶν ἀκαθάρτων, τοὺς πίστει μεγαλύνοντας, τὸν ἄφραστον Τόκον Σου.

Μετὰ τὸν πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν Μαρτύρων τοῖς ἴχνεσιν ἐν σπουδῇ, ἠκολούθησας Μάρτυς εἰλικρινῶς, λιπὼν τὴν καχέσπερον, ἀσεβείας σκοτόμαιναν, καὶ ἀτενίσας πόθῳ, φωτὶ τῷ τῆς χάριτος, ἐντεῦθεν τὴν ἀγχόνην, γενναίως ὑπήνεγκας, ὅθεν τῶν στεφάνων, μετασχὼν τῶν ἀφθάρτων, τῆς δόξης ἠξίωσαι, τῶν Μαρτύρων γηθόμενος, Νεομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε Μῆτερ Θεοῦ, Βασιλὶς τῶν Ἀγγέλων καὶ τῶν βροτῶν, καὶ μέγα προσφύγιον, καὶ θερμὸν ἱλαστήριον, ἀπάσης οἰκουμένης, καὶ σκέπη καὶ ἔφορος, ἡμῶν τῶν προσιόντων, πιστῶς τῇ πρεσβείᾳ Σου, ῥῦσαι τὴν ψυχήν μου, λογισμῶν ἐξαγίστων, καὶ δίδου μετάνοιαν, τῇ καρδίᾳ μου πάντοτε, ἵνα πίστει κραυγάζω Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄφραστον Τόκον Σου.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἐξανθήσει.
Εὐαγγέλιον κατὰ Λουκᾶν. Ζήτει ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου, κγ΄ Ἀπριλίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μαρτυρικῇ ἐνστάσει ὑπέδειξας, τῆς σῆς ψυχῆς τὴν στεῤῥότητα, καὶ ἀπτοήτῳ καρδίᾳ ὑπέστης, τὸν δὲ ἀγχόνης θάνατον. Καὶ τὸν Χριστὸν δοξάσας Γεώργιε, τῆς παρ’ Αὐτοῦ δόξης ἠξίωσαι, ὡς Ἀθλητὴς ἀήττητος. Διὸ μὴ διαλίπης πρεσβεύων, ἐξ ἀδοξίας παθῶν ῥύεσθαι, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τὸν Νεομάρτυρα Γεώργιον μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.
Ταῖς τοῦ Παρακλήτου ἀστραπαῖς, καταλαμπόμενος Μάρτυς Γεώργιε, φωτισμόν μοι αἴτησαι, ταῖς φωτοφόροις πρεσβείαις σου Ἅγιε, ὅπως ἀνυμνήσω, τὴν ἱεράν σου πανήγυριν.
Ὅλον σου τὸν νοῦν πρὸς τὸν Χριστόν, ἀποφυγὼν τῆς ἀπάτης τὸν σύνδεσμον, ὕψωσας Γεώργιε, καὶ πρὸς τὸ φῶς τὸ τῆς πίστεως ἔδραμες, καὶ κατεφωτίσθης, τὰ τῆς καρδίας σου ὄμματα.
Νέος κομιδῇ ὑποπεσών, ἐν ταῖς χερσὶ τοῦ δεινοῦ πολεμήτορος, τούτου γνώμῃ κρείττονι, ἐναποδράσας ἐμφρόνως Γεώργιε, ἕδραμες προθύμως, Χριστοῦ τῇ θείᾳ λαμπρότητι.
Νόμοις εὐσεβείας ῥυθμισθείς, ἀνεπτερώθης πρὸς θείαν ἀγάπησιν, καὶ Μαρτύρων ἤνυσας, ἀθλητικῶς τοὺς ἀγωνας Γεώργιε, γνώμῃ ἀνενδότῳ, καταβαλὼν τὸν πολέμιον.
Θεοτοκίον.
Ἔλαμψεν ἐκ μήτρας Σου Ἁγνή, ὁ Ὑπερούσιος Λόγος καὶ Κύριος, προσλαβὼν τὸν ἄνθρωπον, ἀπεριγράπτως ὁ μόνος φιλάνθρωπος, καὶ πρὸς ἀφθαρσίαν, τοὺς πεπτωκότας ἀνύψωσεν.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ὁ νοῦς φωτὶ καταυγασθείς, τῆς θείας ἐπιγνώσεως, ῥήσεσι θείαις καὶ εἰσηγήσεσι, τοῦ θεολήπτου γυναίου Ἅγιε, πλάνης τὴν σκοτόμαιναν, ἔλιπες Γεώργιε, καὶ Χριστοῦ ταῖς ἀκτῖσι προσέδραμες.
Μαρτύρων εὐστάθεσιν δεικνύς, ὡς πάντα καταλέλοιπας, καὶ τοῖς ἀνόμοις παρέστης Ἅγιε, τὸ τοῦ Σωτῆρος ἅγιον ὄνομα, εὐθαρσῶς ἐκήρυξας, καὶ νομίμως ἤθλησας, καταισχύνας τὴν πλάνην τὴν βέβηλον.
Ἁγίων Μαρτύρων κοινωνός, ἀθλητικῇ ἐνστάσει σου, ἐν τοῖς ὑστέροις χρόνοις γενόμενος, τούτων την χάριν καὶ τὴν λαμπρότητα ἀνεκεφαλαίωσας, Ἅγιε Γεώργιε, καὶ τῆς αὐτῶν εὐκληρίας μετέσχηκας.
Θεοτοκίον.
Ῥημάτων καρδίας τῆς ἐμῆς, ἄκουσον Πανάμωμε, ὡς συμπαθείας ἄπειρον πέλαγος, καὶ συνηθείας με τῆς τοῦ χείρονος, θᾶττον ἐλευθέρωσον, τρόποις μετανοίας με, ὁδηγοῦσα πρὸς βίον ὑπέρτερον.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἀνδρείως ἤνυσας, δρόμον τὸν κάλλιστον, καὶ καταβέβληκας, ἐχθρὸν τὸν κάκιστον, τὸν σὲ πτερνίσαντα τὸ πρίν, ἀώρῳ ἐν ἡλικίᾳ, ἔνθεν τὴν οὐράνιον, ἐκληρώσω ἀπόλαυσιν, θεωρῶν Γεώργιε, τοῦ Σωτῆρος τὴν ἔλλαμψιν, ὦ πρέσβευε ὑπὲρ τῶν τιμώντων, τὴν ἄθλησίν σου τὴν ἁγίαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκὶ κυήσασα, τὸν Ὑπερούσιον, δίχα συγχύσεως, ὑπὲρ κατάληψιν, τῶν Χερουβὶμ καὶ Σεραφὶμ ἐδείχθης ὑψηλοτέρα, ἀσυγκρίτως Πάναγνε, καὶ προστάτις καὶ ἔφορος, καὶ θερμὸν προσφύγιον, παντὸς κόσμου Πανύμνητε, διό Σε ἀνυμνοῦντες βοῶμεν· χαῖρε ἡ Κεχαριτωμένη.






ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Τείνας τῆς καρδίας σου, τὰ ὦτα Γεώργιε, τῇ φιλοθέῳ γυναικί, λόγον εἰσδέδεξαι ζωῆς, καὶ χαίρων ἀνέδραμες, ἐν τῷ Σιὼν καὶ θερμοτάταις δεήσεσι, προσωκειώθης τῷ πάντων δεσπόζοντι.
Ὕμνοις καὶ δεήσεσι, σχολάζων Γεώργιε, σὺν τῇ μητρί σου τῇ θετῇ, ἐν πόλει Ἱερουσαλήμ, ἐπλήσθης τῆς χάριτος, τοῦ Παναγίου πανόλβιε Πνεύματος, ἀνακαθάρας ψυχῆς τὴν κατάστασιν.
Ῥώμην ἐνδυσάμενος, καὶ χάριν Γεώργιε, ἐν πόλει Ἱερουσαλήμ, παρὰ τοῦ πάντων Ποιητοῦ, αὐτὸν ἐθεράπευσας, ἐν μετανοίας τοῖς ἔργοις καὶ δάκρυσιν, ἀνακαλούμενος βίου τὸν ὄλισθον.
Ἄνωθεν εὑράμενος, θεόθεν Γεώργιε, Μαρίαν τὴν θεοφιλῆ, παρήγορον καὶ ἀρωγόν, τὸν δρόμον διήνυες, τῆς εὐσεβείας ἐνθέως στελλόμενος, πρὸς ἀρετῶν τὴν τελείαν κατάκτησιν.
Θεοτοκίον.
Γέγονεν ὁ Τόκος Σου, ὁ ἄφραστος Ἄχραντε, ἀνάπλασις τῶν γηγενῶν, καὶ σωτηρία τῶν βροτῶν, Χριστὸν γὰρ ἐκύησας, τὸν ἐπὶ πάντων Θεὸν ὑπὲρ ἔννοιαν, πρὸς ἀφθαρσίαν ἡμᾶς ἀνυψώσαντα.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἐν τῇ Κρήνῃ παρεγένου, καὶ ἐν ταύτῃ ἐσκήνωσας, μετανοίας ἐν τοῖς ἔργοις τὸν Χριστὸν ἱλεούμενος, καὶ ἐν πολιτείᾳ καθαρᾷ, Γεώργιε τὴν πάλαι, ἀνεκαλέσω κατάπτωσιν.
Ὡς παρέστης ἀπτοήτως τοῖς ἀνόμοις μακάριε, τὴν χριστώνυμόν σου κλῆσιν, εὐθαρσῶς ὡμολόγησας, ὅθεν ἐξεπλάγησαν τὴν σήν, ἔνστασιν ἁγίαν, πάντες οἱ ἀντικείμενοι.
Ῥήμασι τῶν ἀσεβούντων, μὴ πτοούμενος Ἅγιε, ῥαβδισμοὺς καθυπομένεις, ἀπτοήτῳ φρονήματι, καὶ τῇ καρτερίᾳ τῇ πολλῇ, ἐῤῥάπισας εἰς τέλος, τῆς ἀσεβείας τὸ πρόσωπον.
Θεοτοκίον.
Γνώμην ἔφρονά μοι δίδου, καὶ γνησίαν μετάνοιαν, ὡς ἂν πάντα ἀποφύγω τοῦ δολίου τὰ σκάνδαλα, Κεχαριτωμένη Μαριάμ, καὶ τύχω σωτηρίας, τῇ μητρικῇ ἱκεσίᾳ Σου.

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ἰσχὺν ἄνωθεν λαβών, προσεχώρησας στεῤῤῶς, πρὸς ἀγῶνα τὸν καλόν, τῆς ἀθλήσεως τῆς σῆς Γεώργιε, καὶ τὸν ἀρχαῖον ἐχθρὸν κατέβαλες.
Οὐδαμῶς τὰς ἀπειλάς, ἐπτοήθης τῶν ἐχθρῶν, ἀλλ’ ὑπέμεινας στεῤῥῶς, τὴν ἀγχόνην Ἀθλητά, καὶ εἴληφας παρὰ Κυρίου, ἄφθαρτον στέφανον.
Νεκρωθεὶς διὰ Χριστόν, ἐν ἀγχόνῃ Ἀθλητά, φῶς οὐράνιον τὴν σήν, ἄθλησιν προσβεβαιοῖ Γεώργιε, καὶ ὑπεμφαίνει, τὴν σὴν λαμπρότητα.
Θεοτοκίον.
Μεγαλύνομεν τὴν Σήν, κύησιν τὴν θαυμαστήν, ὅτι τέτοκας Χριστόν, τὸν παντέλειον Θεόν, γενόμενον δι’ εὐσπλαγχνίαν, Παρθένε ἄνθρωπον.







Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῇ Κρήνῃ ἤθλησας, ἀνδρειοφρόνως, Ἀθλητὰ Γεώργιε, καὶ καταβέβληκας ἐχθρόν, διὸ τὴν θείαν σου ἄθλησιν, ἀνευφημοῦντες, Χριστὸν μεγαλύνομεν.
Ἕτερον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Μαρτύρων Χριστοῦ ἐδείχθης ἰσοστάσιος, ἀθλήσας στεῤῥῶς, Γεώργιε μακάριε, καρτερῶς γὰρ ἤνεγκας δι’ ἀγχόνης τὸν θάνατον ἔνδοξε, διὸ μὴ παύση πρεσβεύων ἀεί, σωθῆναι τοὺς πόθῳ σε γεραίροντας.
Ὁ Οἶκος.
Νεοφανὴς ὥσπερ ἀστήρ, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἀνέτειλας ὡς ἀληθῶς, τῆς εὐσεβείας τὸν καλόν, τετελεκὼς ἀγῶνα, ὑπὲρ ἧς εἵλου τὸ θανεῖν, Νεομάρτυς Γεώργιε. Εἰ γὰρ καὶ πρὸς καιρὸν ἐν ὁδῷ ἀσεβῶν ἐπορεύθης, ἐν παιδικῇ ἡλικίᾳ, δουλωθεὶς τῷ πλάνῳ, ἀλλὰ τῇ ἄνωθεν προνοίᾳ, ὁδηγηθεὶς καλῶς, ἐπανεῦρες τὸν πολύτιμον μαργαρίτην, καὶ ὑπὲρ αὐτοῦ προθύμως τέθνηκας, τὴν καλὴν ὁμολογίαν τρανώσας, καὶ Μαρτύρων μιμητὴς γενόμενος. Διὸ ἡ πόλις Κρήνη ἁγιασθεῖσα τῇ ἀθλήσει σου, πανηγυρίζει τὴν μνήμην σου, καὶ ὁμοφώνως ἐκβοᾷ σοι Ἅγιε· μὴ παύση πρεσβεύων τῷ Κυρίῳ, σωθῆναι τοὺς πόθῳ σε γεραίροντας.

Συναξάριον.
Τῇ κε᾿ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, τοῦ ἐξ Ἀτταλείας μὲν καταγομένου, ἐν δὲ τῇ Κρήνῃ τῆς Μικρᾶς Ἀσίας καὶ δι’ ἀγχόνης τελειωθέντος ἐν ἔτει ᾳωκγ΄ (1823).
Χριστῷ γεωργῷ Γεώργιε τῶν ὅλων,
ἀθλητικὴν ἤνεγκας νῦν γεωργίαν.
Εἰκάδι πέμπτῃ Γεώργιος φαίδιμος τέτληκε βρόχον.
Οὗτος ἤθλησεν ἐν ἔτει ᾳωκγ΄ (1823), ἐν Κρήνῃ τῆς Μικρᾶς Ἀσίας, ἐξ Ἀτταλείας καταγόμενος. Γονεῖς ἔσχεν εὐσεβεῖς, καὶ ἦν παῖς μάλα ὡραῖος καὶ εὐειδής, καὶ ἡρπάγη ὑπὸ τῶν ἀσεβῶν Ἀγαρηνῶν, καὶ ἀνετράφη ὑπ’ αὐτῶν ἐν πάσῃ ἀσεβείᾳ, ἀρνηθεὶς τὸ ὄνομα τοῦ Σωτῆρος, μὴ εἰδὼς τὶ πράττει, λόγῳ τοῦ ἀώρου τῆς ἡλικίας. Ἐν τῇ οἰκίᾳ τοῦ κυρίου αὐτοῦ, ἦν τις ὑπηρετοῦσα εὐσεβὴς γυνή, ὀνόματι Μαρία, ἥτις ἡμέραν τινα, ἀνδρωθέντος αὐτοῦ, ἀπεκάλυψεν αὐτῷ ἐν πάσῃ ἐχεμυθείᾳ, τὶς ἦν καὶ εἰς ποίαν κατάστασιν ἧκεν, ἀρνηθεὶς τὸν Κύριον καὶ Σωτῆρα ἡμῶν.
Τότε ὁ μακάριος, μετανοήσας εἰλικρινῶς, ἀνεχώρησε μετ’ αὐτῆς κρυφά, και ἀφίκοντο ἐν Ἰερουσαλήμ. Ὧδε ὁ Γεώργιος ἐξομολογησάμενος ἐν κατανύξει και συντριβῇ, καὶ δεχθεὶς τὸν κανόνα τῆς Ἐκκλησίας, μετέσχε τῶν Ἀχράντων Μυστηρίων, καὶ ἀνεχώρησεν ἐκεῖθεν διὰ Κρήνην τῆς Μικρᾶς Ἀσίας, μετὰ τῆς φιλοθέου Μαρίας, ἥτις ἠκολούθει αὐτῷ καὶ διηκόνει ὡς θετὴ μήτηρ. Ἐν τῇ Κρήνῃ συνεζεύχθη μετ’ εὐσεβοῦς γυναικός, καὶ ἔζη βίον ἡσύχιον και χριστιανικόν, ἐν πάσῃ εὐσεβεία. Ἀλλὰ τὴν πόλιν ταύτην ἐπεσκέψατο ὁ πρώην Ἀγαρηνὸς αὐτοῦ κύριος, ὅστις ἀναγνωρίσας τὶς ἦν ὁ Γεώργιος, συνέλαβεν αὐτὸν και ἐξεβίαζε, προσελθεῖν τῇ ἀσεβεῖ αὐτῶν πίστει. Ὁ δὲ Γεώργιος ἀτρόμως ὡμολόγησε τὴν ἁγίαν καὶ ἀμώμητον τοῦ Χριστοῦ πίστιν, καὶ μὴ πτοηθεὶς ἀπειλὰς καὶ τιμωρίας καὶ ποινάς, ὑπέστη τὸν δι’ ἀγχόνην θάνατον. Θεῖον δὲ φῶς κατελθὸν οὐρανόθεν, ἐκάλυψε τὸ ἱερὸν αὐτου λείψανον, ὅπερ, ἐντολῇ τῶν κρατούντων, ῥιφὲν ἐν τῇ θαλάσσῃ ἀνευρέθη καὶ ἀνεσύρθη ὑπὸ τοῦ παρατυχόντος εὐσεβοῦς πλοιάρχου Ἠλία Σκλαβούνου λεγομένου, καὶ μετεφέρθη ἐν τῇ εὐσεβεῖ Ῥωσσίᾳ καὶ ἔτυχεν ἀξίας καὶ ἱεροπρεποῦς κηδείας παρὰ τῶν ἐκεῖσε πιστῶν.








Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ πολυάθλου Φεβρωνίας.
Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία,
Τομὴ κεφαλῆς· ὡς καλή σοι προὶξ γύναι!
Αὕτῃ ἡ ἀοίδιμος καὶ Ὁσία, ἐκ νεαρᾶς ἡλικίας τὸν χρηστὸν τοῦ Κυρίου ζυγὸν ἀραμένη, καὶ ὁσίως βιοῦσα ὑπὸ τὸν κανόνα τῆς κατ’ αὑτὴν Μονῆς, ἐν τοῖς μεθορίοις Περσῶν καὶ Ῥωμαίων διακειμένης, ἐν πόλει λεγομένῃ Νισίβει, ἥτις λέγεται Ἀντιοχεία τῆς Μυγδονίας, πάσας τὰς σὺν αὐτῇ, μεθ’ ὧν ἦν, ὑπερήλασεν ἐν τῇ ἀσκήσει καὶ συνέσει, καὶ τῇ τῶν γραφῶν ἀναγνώσει. Ἐξῆρχε δὲ καὶ καθηγεῖτο πασῶν, ἡ οὕτω καλουμένη Βρυαίνη.
Κατὰ δὲ τοὺς καιροὺς Διοκλητιανοῦ, Σελήνου τοῦ Ἡγεμόνος διώκοντος τοὺς χριστιανοὺς, αἱ μὲν λοιπαὶ τῶν μοναζουσῶν τοῦ Μοναστηρίου ἐξῆλθον, ἐκφυγεῖν τὸν ἐπικείμενον θάνατον σπεύδουσαι. Ἡ δὲ μακαρία Φεβρωνία, νόσου τότε κατασχούσης αὐτὴν, μὴ δυναμένη τῷ σώματι χρήσασθαι, ἐπί τινος κατέκειτο βάθρου, παρακαθεζομένων αὐτῇ τῆς τε Βρυαίνης, καὶ τῆς οὕτω καλουμένης συγκλητικῆς Ἱερείας. Ἐπεί δὲ παρῆσαν οἱ Σελήνου στρατιῶται, καὶ πελέκεσι τὰς θύρας καταῤῥάξαντες εἰσῆλθον, εὐθὺς μὲν σπασάμενοι τάς μαχαίρας, κατακόψαι ἐβούλοντο τὴν Βρυαίνην. Ἀλλὰ ταῦτα μὲν τὰ ἀνήκεστα παθεῖν αὐτὴν παρῃτήσατο Πρῖμος ὁ τοῦ Λυσιμάχου ἀνεψιὸς, τοῖς Χριστιανοῖς ἀεὶ ἐπιεικῶς καὶ συμπαθῶς προσφερόμενος.
Τὴν οὖν Φεβρωνίαν ἁρπάσαντες, πρὸς τὸν ἡγεμόνα Σελῆνον ἦγον, ᾗ παρηκολούθουν Βρυαίνη καὶ Ἱέρεια καὶ Θωμαΐς, ἐπιστηρίζουσαι αὐτὴν τῇ πίστει, καὶ νουθετοῦσαι μὴ καταπλαγῆναι τὰς βασάνους, μηδὲ τὴν εἰς Χριστὸν προδοῦναι εὐσέβειαν, μνησθεῖσαν Λιβύης καὶ Λεωνίδος τῶν ἀδελφῶν, καὶ τῆς Εὐτροπίας. Ὧν Λιβύη μὲν διὰ Χριστὸν ἐτμήθη τὴν κεφαλήν, ἡ Λεωνὶς δὲ παρεδέδοτο πυρί, τὸ δὲ παιδίον Εὐτροπία, ἀκούσασα παρὰ τῆς μητρός: Μὴ φύγῃς τέκνον, τὰς χεῖρας αὐτῆς οπίσω ποιήσασα, τοῖς δημίοις τὸν αὐχένα ὑπέθηκε. Καὶ ἡ μὲν Βρυαίνη, μετὰ τὸ ἱκανῶς νουθετῆσαι αὐτὴν, ἐν τῷ Μοναστηρίω ὑπέστρεψεν, ὀλολύζουσα, καὶ θρηνοῦσα, καὶ τοῦ τέλους τὸ ἅδηλον φοβούμενη, καὶ νίκην αὐτῇ κατὰ τοῦ Διαβόλου παρὰ Θεοῦ ἐξαιτοῦσα. Ἡ δὲ Θωμαΐς καὶ Ἱέρεια, ἀνδρικὸν σχῆμα περιθέμεναι, συνηκολούθουν τῇ Ἁγίᾳ, μετὰ τῶν οἰκετῶν ἑαυτὰς ἐγκαταμίξασαι.
Ἐπεὶ δὲ ἤχθη, πρῶτον μὲν ἐπὶ Λυσιμάχου τοῦ ἀνεψιοῦ Σελήνου κατέστη· ὅς αὐτὴν θωπείαις καὶ κολακείαις μεταθεῖναι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως ἐπιχειρήσας, καὶ μὴ δυνηθείς, ταθῆναι ἐκ τεσσάρων ἐκέλευσε, καὶ κάτωθεν μὲν πυρὶ ὑποκαίεσθαι, ἄνωθεν δὲ ὐπὸ στρατιωτῶν τύπτεσθαι. Ὑπὸ δὲ τῶν πληγῶν καὶ τοῦ πυρὸς ἐλαίῳ ἐρεθιζομένου καὶ ἀναφλεγομένου, διελύοντο καὶ κατέῤῥεον αἱ σάρκες αὐτῆς. Εἶτα κρεμασθῆναι ταύτην, καὶ σιδηροῖς ξέεσθαι πλήκτροις, καὶ πυρὶ καταφλεχθῆναι προστάττει, καὶ μετὰ ταῦτα τὴν γλῶτταν τμηθῆναι, ἥν προὔτεινεν εὐθαρσῶς· καὶ τοῦς ὀδόντας ἐκριζωθῆναι. Εἶτα ξίφει τοὺς δύο ἀφαιρεθῆναι μασθοὺς, καὶ κατὰ τῆς τομῆς πῦρ ἐπιχεθῆναι, καὶ ἐπὶ τούτοις τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναι, καὶ ἐπὶ πᾶσι τούτοις ἀποτμηθῆναι τὴν κεφαλήν.
Συγκομισθὲν δὲ τὸ τῆς Ἁγίας λείψανον παρὰ τῶν πιστῶν, τοῦ Λυσιμάχου προστάξαντος, διὰ Φίρμου τοῦ Κόμητος ἀπήχθη ἐν τῇ Μονῇ στρατιωτῶν βαστασάντων αὐτὸ, ἅμα τῷ Φίρμῳ. Καὶ συνετέθη ἕκαστον ἐν τάξει τῶν μελῶν, τῶν ὀδόντων αὐτῆς ἐν τῷ ἑαυτῆς στήθει τεθέντων. Καὶ οὕτω, μετὰ ψαλμῶν καὶ ὕμνων, συνδραμόντων Ἐπισκόπων καὶ Κληρικῶν ἅμα καὶ Μοναχῶν, καὶ πλήθους πολλοῦ τῶν Χριστιανῶν, παννύχοις ᾠδαῖς ἔτυχε τῆς ὀφειλομένης κηδείας.










Τῇ αὐτὴ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἕξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φίρμος, Φιρμίνος, Κυριάκος καὶ Λογγίνος.
Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
Ἐν γῆ τελεύτᾳ καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἐρως,
Πρὸς οὓς μεταστάς, ὡς πὲρ ἦρα χαιρετῶ.
Θρόνοι νοητοὶ Φιρμίνος τε καὶ Φίρμος,
Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακὸν Λογγίνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.
Οὗτοι οἱ Ἅγιοι ἑπτὰ Μάρτυρες ἀδελφοὶ ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ὁρμώμενοι τῶν ἀφ’ ἡλίου ἀνατολῶν, στρατευόμενοί τε μετὰ χιλίων διακοσίων Τυρώνων [νεοσύλλεκτων στρατιωτῶν] ὑπὸ Ῥόδωνα Κουβικουλάριον [κατακοιμιστήν] ἐν τῇ Ἀντιοχέων πόλει· οἵ καὶ ἦλθον ἐν τοῖς Θρακῴοις μέρεσι, ταχθέντες εἰς λεγεῶνα, καλούμενον Λεγέανδρον. Ἐπαναστάσεως δὲ κατὰ τοὺς τότε χρόνους γεγενημένης, τῶν Σκυθῶν διαβάντων τὸν Ἴστρον, καὶ τὴν Θρᾴκην ληϊζομένων, ἄρτι μετὰ τὴν τελευτὴν Διοκλητιανοῦ, Μαξιμιανὸς τὴν βασιλείαν κατασχών, ἐν φροντίδι πολλῇ καὶ ἀμηχανίᾳ γέγονε, μάλιστα διὰ τὸ τὸν Μαραθὼμ τὸν ἐξάρχοντα τῶν Σκυθῶν, μεγέθει σώματος καὶ ῥώμῃ τῶν πολλῶν διαφέροντα, προσκαλεῖσθαι αὐτὸν, ἤ τινὰ τῶν μετ’ αὐτοῦ διαγωνίσασθαι, τούτοις παραχωρῆσαι τοὺς ἑτέρους τῆς νίκης.
Διὰ ταῦτα τοίνυν τοῦ βασιλέως ἐν πολλῇ ἀπορίᾳ καθεστηκότος, ὡς μηδενὸς θαῤῥοῦντος ἀντεπεξιέναι καὶ συμπλακῆναι τῷ βαρβάρῳ, προετράπη ὁ Ἅγιος Ὀρέντιος ἐξελθεῖν. Πάσαις γὰρ ψήφοις ἐκρίθη, ὡς εἴη ῥωμαλέος, καὶ πολέμων ἔμπειρος, καὶ δι’ εὐστροφίαν σώματος καὶ συντομίαν, δεινὸς ἐπιθέσθαι, καὶ τὸν ἐπεξιόντα καταβαλεῖν. Ὅς τὴν εἰς Χριστὸν πίστιν προβαλλόμενος, καὶ πρὸς τὸν πόλεμον ἐξελθὼν, καὶ τῷ Σκύθῃ παραταξάμενος, ἀκοντίῳ τοῦτον διήλασε· καὶ ξίφει αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν, τῷ βασιλεῖ προσεκόμισε, καὶ τὸ τρόπαιον ἔστησεν. Ἐφ’ οἷς τοῦ βασιλέως ὐπερθαυμάσαντος καὶ ἀγασθέντος, καὶ διὰ τοῦτο ἐπινικίους σπονδὰς τοῖς εἰδώλοις προσάγοντος, αὐτὸς τῇ τοῦ Χριστοῦ συμμαχίᾳ καὶ δυνάμει περιγενέσθαι τοῦ ἀλαζόνος, οὐ τῇ τῶν ψευδωνύμων θεῶν βοηθείᾳ, παῤῥησίᾳ καθομολογεῖ.
Ἀλλὰ τότε μὲν καρποῦσθαι τὰς βασιλικὰς συνεχωρήθη τιμάς, αἰδεσθέντος οἶμαι, τοῦ βασιλέως τὸ τοῦ κατορθώματος μέγιστον, καὶ τὴν ζώνην αὐτῷ προπαρασχομένου τοῦ καταβληθέντος βαρβάρου, πολυτελῆ καὶ πολυτάλαντον οὖσαν. Ὕστερον δὲ, ἐπεὶ παραινῶν ἀποστῆναι τοῦ Χριστοῦ οὐκ ἔπειθεν, ἐκπέμπει αὐτὸν μετὰ τῶν ἕξ ἀδελφῶν αὐτοῦ ἐν τῇ κατὰ Ἁρμενίαν πόλει τῶν Σατάλων, ἐπιστείλας τῷ ἐκεῖ Δουκί, εἰ μὲν ἐξεταζόμενοι πεισθῶσι θῦσαι τοῖς θεοῖς, ἀναπέμψαι τούτους πρὸς αὐτὸν· εἰδὲ οὐ πείθονται, ὑπερορίους ἐν ταῖς κατὰ Ἀβασγίαν καὶ Ζηκχίαν χώραις ποιῆσαι.
Κατὰ οὐν τὸ τοῦ Βασιλέως πρόσταγμα, ἀπαγομένων αὐτῶν, καὶ τὴν οὕτω λεγομένην Παρεμβολὴν φθασάντων, Ἔρως, ὁ τῶν ἀδελφῶν πρῶτος, πρὸς Κύριον ἐξεδήσε, μηνὶ Ἰουνίῳ εἰκοστῇ δευτέρᾳ. Ὁ δὲ Ἅγιος Ὀρέντιος, Ῥίζιον καταλαβών, λίθῳ τῷ τραχήλῳ περιτεθείς, ἐῤῥίφῃ ἐν τῇ θαλάσσῃ· περὶ αὐτοῦ γὰρ καὶ τοῦτο ἐδέδοκτο. Ἐκεῖθεν δὲ, δι’ ἐπιστασίας Ἀγγέλου, ἀβλαβὴς ἐξῆλθε, κομίσαντος αὐτὸν, καὶ κατὰ τὴν ξηρὰν ἐπί τινος πέτρας στήσαντος· καὶ εὐξάμενος, ἀφῆκε τὸ πνεῦμα, καὶ ἐκεῖ ἐτάφη, μηνὶ τῷ αὐτῷ εἰκοστῇ τετάρτῃ. Ὁ δὲ Ἅγιος Φαρνάκιος, γενόμενος ἐν Κορδύλῃ, πρὸς Κύριον μετετέθη, τῇ τρίτῃ τοῦ Ἰουλίου μηνός. Τῇ δὲ ἑβδόμῃ, Φῖρμος καὶ Φιρμῖνος καταλαβόντες τὴν Ἄψαρον, τέλος εὕραντο τῆς προσκαίρου ζωῆς. Ὁ δὲ Ἅγιος Κυριακὸς, ἀπαχθεὶς εἰς τὴν τῶν Λαζῶν χώραν, ἐν τόπῳ λεγομένῳ Ζυγανέως ἀνεπαύσατο ἐν Κυρίῳ, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός. Ὁ δὲ μακάριος Λογγῖνος ὕστερος πάντων· ὅς, ἐν τῷ παραπλέειν ἀπὸ τῆς Ζυγανέως ἐπὶ τὴν Λιβυκήν, τρικυμίας ἐν τῇ θαλάσσῃ γενομένης, καὶ μεγάλου κλύδωνος, εὐξάμενος τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, καὶ κατετέθη εἰς Πιτυοῦντα, μεθ’ ἡμέρας τέσσαρας ἐκεῖσε τοῦ πλοίου ὁρμήσαντος.

Τῇ αὕτη ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν πρεσβειῶν τῆς ἀσπόρως αὐτὸν τεκούσης, κατὰ τῶν διὰ γῆς τε καὶ θαλάσσης κυκλωσάντων τὴν καθ᾿ ἡμᾶς Βασιλίδα τῶν πόλεων καὶ πανωλεθρίᾳ παραδοθέντων καὶ τελείῳ ἀφανισμῷ .

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων Λεωνίδος, Λιβύης καὶ Εὐτροπίας, τῆς μὲν διὰ πυρός, τῶν δέ, διὰ ξίφους τελειωθεισῶν.
Πηδὰ Λεωνὶς εἰς τὸ πῦρ τῆς καμίνου,
Ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Κομμωτικόν τι βάμμα νύμφη Κυρίου,
Βάπτη Λιβύη δούσα τὴν δέριν ξίφει.
Ὁ κόσμος αὐχῶν βοσσιὰς συσχεῖν δίκην,
Ὑπ’ Εὐτροπίας παίζεται τετμημένης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Σίμων, ἐν εἰρήνῃ τελειοῦται.
Σορὸς, Σίμωνι σαρκίς ἐστιν ἐστία,
Πόλος δὲ τούτῳ πνεύματος κατοικία.
Ὁ Ὅσιος οὕτος Σίμων, δὲν ἠγάπα νὰ ἀποκτήση φιλίας τῶν μεγάλων ἀνθρώπων, ἀλλὰ ἐποῖει κάθε τρόπον διὰ νὰ ἐξουθενωθῆ ἀπὸ αὐτοῦς. Ὅθεν γράφει περὶ αὐτοῦ ὁ Εὐεργετινὸς ἐν σελ. 703, ὅτι μῖαν φορὰν ἐπήγεν εἰς αὐτὸν ὁ ἄρχων τοῦ τόπου, θέλοντας διὰ νὰ τὸν ἰδή. Ὁ δὲ Σίμων, μαθῶν πῶς ὁ ἄρχων ἔρχεται, ἐπήρε τὴν ζώνην του, καὶ ἐπήγε διὰ νὰ καθαρίση ἕνα φοίνικα. Οἱ δὲ ἄνθρωποι τοῦ ἄρχοντος, βλέποντες αὐτὸν καθαρίζοντα τὸν φοίνικα, εἴπον αὐτῷ: Γέρων, ποῦ εἶναι ὁ ἀναχωρητής; Ὁ Ὅσιος ἀπεκρίθη: Δέν εἶναι ἐδῶ ἀναχωρητὴς. Οἱ δὲ ἀκούσαντες ἀνεχώρησαν.
Ἄλλοτε πάλιν, ἦλθεν ἄλλος ἄρχων διὰ νὰ τὸ ἰδῆ. Ἐπρόφθασαν δὲ οἱ κληρικοῖ καὶ εἶπον αὐτῷ: Ἀββὰ ἑτοίμασον, ὅτο ὁ ἄρχων ἀκούωντας περί σου, ἔρχεται διὰ νὰ εὐλογηθῆ ἀπὸ λόγου σου. Ὁ δὲ Ὅσιος ἀπεκρίθη: Ναὶ, ἐγὼ ἑτοιμάζω τὸν ἑαυτόν μου. Φορέσας λοιπὸν τὸ κεντώνιόν του, ἦτοι τὸ παλαιὸν φόρεμά του, τὸ μὲ πολλὰ κεντήματα καὶ μπαλώματα ἑρραμμένον, καὶ παίρνοντας εἰς τὸ χέρι του ψωμὶ καὶ τυρί, ἐπήγε καὶ ἐκάθισεν εἰς τὴν πόρταν τοῦ κελλίου του καὶ ἔτρωγεν. Ὁ δὲ ἄρχων μὲ τοὺς ἀνθρώπους του, βλέποντες αὐτὸν τρώγοντα, τὸν ἐξευτέλισαν λέγοντες: Ἑτούτος εἶναι ὁ περίφημος ἀναχωρητὴς ὁποῦ ἠκούομεν; Καὶ εύθὺς ἀνεχώρησαν.

Τῇ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαρτυρίου τοῦ ἐπισκόπου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου [+1419].

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεολήπτου μητροπολίτου Φιλαδελφείας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν δουκῶν Μουρόμης Πέτρου καὶ Φεβρωνίας, τῶν διὰ τοῦ Ἀγγελικοῦ σχήματος μετονομασθέντων Δαβίδ, καὶ Εὐφροσύνης τῶν Ῥώσσων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Διονύσιος, ὁ κτίτωρ τῆς ἐν ὅρει τοῦ Ἄθω ἱερὰς καὶ κοινοβιακὴς Μονὴς τοῦ τιμίου Προδρόμου, ἐν εἰρήνῃ τελειούται.
Κτίτωρ Μονὴς σὺ τοῦ μεγίστου Προδρόμου,
δειχθεῖς ἐνοικεῖς νῦν Μοναῖς ταῖς τοῦ πόλου.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ πνευματοφόρος Δομέτιος, ὁ φίλος καὶ συνασκητὴς τοῦ ῥηθέντος Ἁγίου Διονυσίου, ὁ καὶ ποιμὴν καὶ Ἡγούμενος χρηματίσας τῆς αὐτῆς κοινοβιακὴς Μονὴς τοῦ Διονυσίου, ἐν εἰρήνῃ τελειούται.
Δόμους παρελθῶν τοὺς κάτω Δομέτιος,
Ἀνακτόροις νῦν ἐγχορεύει τοῖς ἄνω.
Οὗτος, ἀνὴρ διορατικώτατος καὶ πνευματοφόρος, παντὶ δὲ χαρίσματι θείῳ κεκοσμημένος καὶ τῆς ἱερωσύνης διαπρέπων, τῷ ἀξιώματι κονίστρᾳ ἀσκήσεως ἐχρῆτο τῷ ἱερῷ τῆς Πανάγνου οἶκῳ ἐν τῷ τοῦ Ἀντιάθωνος τόπῳ. Οὗτος φιλίᾳ συνδεδεμένος τῷ σοφῷ Διονυσίῳ, μετ’ αὐτοῦ ήξιώθη ἰδεῖν ἰδίοις ὄμμασι τὸ θεῖον ἐκεῖνο φῶς, τὸ δίκην λαμπάδος καιομένης, καταυγάζον ἐν τρισὶ νυξὶ τὴν ἡλίβατον πέτραν, ἐν ᾗ ἔμελλε δομηθῆναι ἡ τοῦ Προδρόμου Μάνδρα. Ταύτης τὴν ἔγερσιν ἐμπνευσθεὶς Πνεύματι Ἁγίῳ καὶ ὥσπερ ὑπ’ αὐτοῦ κινηθείς, προφητικῶς τῷ Διονυσίῳ προεῖπε. Αὐτοῦ μάλιστα εἶτα συλλήπτωρ ἐγένετο εἰς τὸ θεάρεστον τῆς δομήσεως ἔργον. Εἰς περίοδον οἰκονομικῶν δυσκολιῶν προέτρεψε τὸν Διονύσιον ὑπάγειν εἰς Τραπεζοῦντα καὶ αἰτήσασθαι οἰκονομικὴν ἀρωγὴν παρὰ τῶν Κομνηνῶν. Πρὸ τῆς δευτέρας ἐπισκέψεως τοῦ Διονυσίου εἰς Τραπεζοῦντα, οἱ δύο ἄνδρες ἠσπάσθησαν ἀλληλους προαισθανόμενοι τὸ ἐγγὺς τέλος τοῦ Διονυσίου. Κατὰ προτοπὴν τοῦ Διονυσίου ὁ Δομέτιος ἀνελάμβανε τὴν πνευματικὴν ἐποπτείαν τῶν ἀδελφῶν καὶ την ἡγουμενείαν τῆς Μονῆς τοῦ Προδρόμου. Μετὰ τὴν εἰς Τραπεζοῦντα κοίμησιν τοῦ Ὁσίου Διονυσίου, ὁ Δομέτιος ἐβούλετο ἀναχωρῆσαι τῆς μάνδρας εἰς τὴν προτέραν ἡσυχίαν, πλην ὅμως ἐκάμφθη ταῖς δεήσεσι τῶν μοναχῶν, κραυγαζόντων μὴ ἐγκαταλεῖψαι αὐτοὺς ὀρφανοὺς καὶ ἀπήμαντους. Παραμείνας ὅθεν εἰς τὴν ἡγουμενείαν τῆς Μονῆς καὶ θεαρέστως βιώσας καὶ πλήρης ἡμερῶν γενόμενος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Προκοπίου, τοῦ ἀπὸ Βάρνα καταγομένου, καὶ ἀθλήσαντος ἐν Σμύρνῃ ἐν ἔτει αωι΄ [1810].
Κλίνας γεγηθώς, αὐχενα μάκαρ ξίφει,
Θρόνῳ Ὑψίστου, συμπαρέστης Ἀγγέλοις.
Οὗτος, ἦτον ἀπὸ τὰ μέρη τὰ πλησιόχωρα τῆς Βάρνας, ἀπὸ γονεῖς εὐσεβεῖς· ὅστις ἀφ’ οὖ ἔφθασεν εἰς ἡλικίαν χρόνων εἴκοσι, ἐπεθύμησε τὴν μοναδικὴν πολιτείαν, καὶ ἐπῆγεν εὀς τὸ Ἅγιον Ὅρος, καὶ μετέρχεται τὴν ἀσκητικὴν ζωὴν, ὑποταγεὶς εἰς ἕνα γέροντα ὀνόματι Διονύσιον, εἰς τὴν σκήτην τοῦ Τιμίου Προδρόμου, ἔλαβε δὲ καὶ τὸ Ἅγιον σχήμα τῶν μοναχῶν. Ὅμως, ὁ διάβολος, τοῦ ἔσπειρεν συνεχόμενους λογισμοὺς νὰ εὔγῃ εἰς τὰ ἐγκόσμια· ὅθεν ἀναχώρησε διὰ τὴν Σμύρνην. Ἐκεὶ, τοῦ ἔρχεται ἄλλος λογισμὸς χειρότερος, ὅτι ἐπειδὴ καὶ ἄφησε τὴν μετάνοιάν του, ἔχει ἐξάπαντος νὰ κολασθῇ.
Ὅθεν ὁ τῆς ἀπογνώσεως λογισμὸς κατακυριεύσας αὐτὸν, τὸν κατέστησε νὰ ἀφήσῃ τὴν ἄγκυραν τῆς Ὀρθοδοξίας, πηγαίνοντας εἰς τον Κριτὴν τῆς πόλεως, κρύβοντάς του ὅτι ἦτον καλόγηρος, καὶ ἔπειτα ἀπὸ δεκαπέντε ἡμέρες, τὸν ἐσουνέτισαν. Ἀλλὰ, εὐθὺς ὁποῦ ἔλαβε τὴν βδελυρὰν σφραγίδα, ἄλλαξεν ὁ λογισμός του, ἤρξατο νὰ τὸν κατακεντᾷ ἡ συνείδησις, καὶ ὁ πρὶν ἀπεγνωσμένος, ἦλθεν εἰς τὴν αἴσθησιν τοῦ ἀπεῖρου ἐλέους τοῦ Θεοῦ. Ὅθεν, πήγε σε ἕναν φίλο του πνευματικόν, ἐκ τῆς σκήτεως, ἔκλαψε, μετενόησε, καὶ ἐζήτησε την ἄδειαν ὅπως μαρτυρήσει. Ὁ δε πνευματικός, προσπάθησε νὰ τὸν ἀποτρέψει, ἀλλὰ μάταια. Ὅθεν προσευχήθηκε, ἐκοινώνησε τῶν Ἄχράντων Μυστηρίων, καὶ ὕστερα ἀπὸ δεκαπέντε ἡμέρες, ἐπαρουσιάστει εἰς τὸν Κριτὴν καὶ ὁμολόγησε τὴν Ὀρθόδοξον πίστιν. Ὕστερα ἀπὸ κολακείας καὶ βασανιστήρια ὑπὸ του Κριτοῦ, καὶ βλέποντας αὐτὸς, τὸ ἀμετάθετον τῆς γνώμης τοῦ Ἁγίου, ἀπεφάσισε καὶ ὁ Ὁσιομάρτυς Προκόπιος, λαβὼν τὸν διὰ ξίφους θάνατον, ἐτελειώθη ἡμέρᾳ Σαββάτῳ· σαββατίσας καὶ καταπαύσας τὴν πρόσκαιρον ταύτῃν ζωὴν, χάριν τῆς αἰωνίου καὶ ὑπερφροσύνου, λαβὼν τὸ τοῦ Μαρτυρίου στέφανον, καὶ ἀναλλαξάμενος τῶν φθαρτῶν τὰ ἀκήρατα.





Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Μεθοδίου τοῦ ἐν Νιβρύτου Γορτύνης Κρήτης.
ᾜσχυνας πάσας ἐχθροῦ τὰς μεθοδείας,
Πάτερ μεθόδοις ἀσκήσεως τελείας.
Οὗτος, ὥρμητο ἐκ τῆς ἐπαρχίας Ῥεθύμνης, τῆς περιωνύμου τῶν Κρητῶν νήσου. Παιδιόθεν τὴν πρὸς τὴν ἀρετὴν ἔφεσιν ἔχων, καταλιπὼν τὰς κοσμικὰς διατριβάς, τὸν τῆς ἀληθοῦς φιλοσοφίας ἐνεδύσατο τρίβωνα. Ἐλθὼν δὲ εἰς τὴν ὕπερθεν τῆς Γορτύνης κειμένην κώμην τῆς Νηβρύτου, ἐν ταῖς ὑπωρείαις τοῦ ὄρους Ἴδη, κατώκησεν εἰς τὸ μέχρι σήμερον δεικνύμενον σπήλαιον, ἀγωνιζόμενος ἐν νηστείαις, προσευχῇ καὶ ἄκρᾳ σκληραγωγίᾳ. Εἰς τὸ ἀκρότατον δὲ τῶν ἀρετῶν ἐληλακώς, ὡράθη Ἄγγελος μετὰ σώματος. Πλήρης δὲ ἡμερῶν γενόμενος καὶ τοῖς θαύμασι πάντας καταπλήξας, ἐξεδήμησε πρὸς Κύριον, ὃν παιδιόθεν ἐπόθησε.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Μαρτύρων συμπολίτης γενόμενος, κραυγάζεις σὺν αὐτοῖς τῷ Ποιήσαντι· Εὐλογητὸς ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.
Εὐφραίνεται ἡ Κρήνη Γεώργιε, τιμῶσα τοὺς ἁγίους ἀγῶνάς σου, καὶ ἑορτάζει φαιδρῶς, τὴν θείαν μνήμην σου.
Λαμπόμενος φωτὶ τοῦ Κυρίου σου, ἐκ σκότους παθημάτων ἐκλύτρωσαι, Γεώργιε Ἀθλητά, τοὺς σὲ γεραίροντας.
Παντοίων πειρασμῶν ἀπολύτρωσαι, Γεώργιε τοὺς σὲ μακαρίζοντας, ὡς παῤῥησίαν πολλήν, ἔχων πρὸς Κύριον.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Θεοῦ Ἀειπάρθενε, ἱκέτευε πταισμάτων συγχώρησιν, δίδοσθαι τοῖς πιστῶς, Σὲ μεγαλύνουσι.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Γενναίῳ φρονήματι, καὶ γνώμῃ σταθερᾷ, ἠρνήσω τὰ πρόσκαιρα, καὶ πάσας τὰς τιμάς, καὶ χαίρων ὑπῆλθες τοὺς ἀγῶνας σοφέ, τῶν πάλαι Μαρτύρων, ὡς τοῦ Χριστοῦ θεράπων.
Ἐξ ὕψους φῶς ἄϋλον, τὸ σῶμά σου σοφέ, ἐκάλυψε ἅπασι, τὴν σὴν ὑποδηλοῦν, ἣν εὕρηκας δόξαν, ἐν ἀΰλοις σκηναῖς, παρὰ τοῦ Κυρίου, ὡς Μάρτυς στεφηφόρος.
Ῥεόντων ὑπέρτερος, θεόφρονι ψυχῇ, ἐδείχθης Γεώργιε, τῷ ἔρωτι Χριστοῦ, καὶ ἤθλησας χαίρων, δι’ ἀγάπην Αὐτοῦ, καὶ ταῖς τῶν Μαρτύρων, ἠρίθμησαι χορείαις.
 Θεοτοκίον.
Ἀγγέλων Βασίλισσα, καὶ Σκέπη τῶν βροτῶν, Σὲ εἶ Ἀειπάρθενε, τεκοῦσα τὸν Χριστόν, διὸ βασιλείας, τῆς ἄνω δυσωπῶ, πολίτην με δεῖξον, τὸν Σὸν ἀχρεῖον δοῦλον.

ᾨδὴ θ΄. Τὴν ζωοδόχον πηγήν.
Σὲ ἀρωγὸν καὶ θερμὸν ἀντιλήπτορα, οἱ εὐσεβοῦντες Κρηναῖοι πλουτήσαντες, πόθῳ ἑορτάζομεν τὴν ἁγίαν μνήμην σου, καὶ εὐλαβῶς σοι Γεώργιε, δίδου ἡμῖν Ἀθλητά, χάριν ἄνωθεν.
Ἰσχύϊ θείᾳ τὸν δρόμον διήνυσας, τοῦ μαρτυρίου σου Μάρτυς Γεώργιε, καὶ ἐχθρὸν κατέβαλες, τὸν σὲ πρώην τρώσαντα, οὗ τῆς κακίας ἡμᾶς ἀτρώτους ἡμᾶς τήρει, τοὺς τὴν ἁγίαν σου μνήμην γεραίροντας.
Μαρτυρικὼς καθελὼν τὸν ἀντίπαλον, καὶ ὑποστὰς τὴν ἀγχόνην ὡς ἄσαρκος, πρὸς Χριστὸν ανέδραμες, Ἀθλητὰ Γεώργιε, καὶ παρ’ Αὐτοῦ ἐδοξάσθης ἐπαξίως, ὡς Ἀθλοφόρος Αὐτοῦ ἐνθεώτατος.
Ὁ μιμητὴς τῶν Μαρτύρων καὶ σύναθλος, καὶ τῶν Κρηναίων προστάτης καὶ ἔφορς, καὶ ἡμῶν πρὸς Κύριον, πρεσβευτὴς θερμότατος, ὁ Νεομάρτυς Γεώργιος τιμάσθω, τῆς Ἀτταλείας τὸ ἅγιον βλάστημα.
Θεοτοκίον.
Ὑψίστου ὤφθης καθέδρα περίδοξος, ἐν ταῖς χερσί Σου κρατοῦσα ὡς νήπιον, τὸ τῶν ὅλων Κύριον, Ὃν ἀτρέπτως τέτοκας, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων Θεοτόκε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.


Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῦ μαρτυρίου ἤνυσας, τὸν ἀγῶνα νομίμως, ὑπεριδὼν Γεώργιε, τῶν ἀνόμων τὸ κράτος, καὶ τὴν ἀπάτην καθεῖλες, ψυχικῇ εὐσθενείᾳ, ὡς στρατιώτης ἄριστος, τοῦ Δεσπότου τῶν ὅλων καὶ Ποιητοῦ, Ὃν ἀεὶ ἱκέτευε Νεομάρτυς, δοῦναι ἡμῖν συγχώρησιν, καὶ παθῶν θεραπείαν.
Θεοτοκιον.
Ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, τὸν Θεὸν τῶν ἁπάντων, ἀναλλοιώτως τέτοκας, εἰς ἡμῶν σωτηρίαν, θεοχαρίτωτε Κόρη, καὶ τῆς Εὔας τὴν λύπην, ἠφάνισας τῷ τόκῳ Σου, καὶ πηγὴν ἀφθαρσίας καὶ χαρμονῆς, ἔβλυσας Παρθένε πάσῃ τῇ κτίσει, διό Σου τὴν ἀνέκφραστον, μεγαλύνομεν δόξαν.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς εὐσεβείας τὴν χάριν ἀμφιασάμενος, διήλεγξας τῆς πλάνης, τὴν ἰσχὺν καὶ τὸ θράσος, δυνάμει τοῦ Σωτῆρος ἀθλητικῇ, παῤῥησίᾳ σου Ἅγιε, καὶ τῶν Μαρτύρων ἰσότιμος ἀληθοῦς, ἐχρημάτισας Γεώργιε.

Ἀπεριτρέπτῳ καρδίᾳ καὶ σταθερῷ λογισμῷ, τὸν θάνατον ὑπέστης, δι’ ἀγχόνης θεόφρον, καὶ ἤρθης πρὸς σκηνώσεις τῶν οὐρανῶν, νικηφόρος Γεώργιε, ἀλλὰ μὴ παύση πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.

Τὴν σὴν φερώνυμον κλῆσιν ἐπαληθεύουσαν, ὑπέδειξας θεόφρον, τῇ στεῤῥᾷ σου ἀθλήσει, λαμπρῶς τῷ Σωτῆρι γεωργηθείς, Νεομάρτυς Γεώργιε, τῆς ἀφθαρσίας ἐδρέψω ἐν οὐρανοῖς, τοὺς καρποὺς ἀγαλλιώμενος.

Φῶς κατελθὸν τὴν σὴν δόξαν πᾶσιν ὑπέδειξε, τῷ σῷ ἁγίῳ σκήνει, ἀριδήλως θεόφρον, ἐντεύθεν οἱ Κρηναῖοι τὴν σὴν λαμπράν, μακαρίζουσιν ἄθλησιν, καὶ ὡς προστάτην καὶ πρέσβυν πρὸς τὸν Χριστόν, ἀνυμνοῦσί σου Γεώργιε.

Δόξα. Ἦχος πλ. α΄.
Τὸ πῦρ τὸ νοερόν, παρὰ Χριστοῦ δεξάμενος, πρὸς μαρτυρικοὺς ἀγῶνας ἐχώρησας, θεοφρόνως Γεώργιε. Καὶ τῆς ἀσεβείας φλέξας τὴν ἄκανθαν, ὡς ἀστὴρ νεοφανὴς ἀνήφθης, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, τῇ ἀθλητικῇ σου ἐνστάσει. Καὶ μαρτυρικῶν ἐπάθλων, δεξάμενος τὰς δωρεάς, ἀδιαλείπτως πρέσβευε τῷ ἀθλοθέτῃ Λόγῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη.
Ἀπόστολον τῆς κζ΄ Κυριακῆς.
Εὐαγγέλιον τοῦ Ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.
Χαίροις Ἀτταλείας θεῖος βλαστός, καὶ γέρας Κρηναίων, καὶ μεσίτης πρὸς τὸν Χριστόν, χαίροις Νεομάρτυς, Γεώργιε Κυρίου, της Ἐκκλησίας ὄντως νέον γεώργιον.

Δίστιχον:
Γεώργιε πρόσδεξαι τὴν ὑμνωδίαν,
ἥν σοι Γεράσιμος ἐξύφανε ἤδη.























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου