Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 25. ΟΣΙΟΣ ΔΙΟΝΥΣΙΟΣ ΔΙΟΝΥΣΙΑΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΥ ΚΕ΄!!
ΔΙΟΝΥΣΙΟΣ ΟΣΙΟΣ ΚΤΗΤΩΡ ΜΟΝΗΣ ΔΙΟΝΥΣΙΟΥ Α. Ο.
ΑΚΟΛΟΥΘΙΑ

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τοῦ Προδρόμου γ'. Ἦχος δ'. Ἰωάννου Μοναχοῦ
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη, φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός
Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν φωνὴν δι' ἀπιστίαν κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, δεσμὰ τῆς στειρώσεως λύονται μητρικά, ὁ λύχνος τοῦ φωτὸς προέρχεται, ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀνατολίου ὁ αὐτός
Θεοῦ Λόγου μέλλοντος ἐκ Παρθένου τίκτεσθαι, Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων προέρχεται, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, καὶ Προφήτου περισσότερος· ἔδει γάρ θείων πραγμάτων, παραδόξους εἶναι τὰς ἀρχάς, παρ' ἡλικίαν τὸ γόνιμον, καὶ ἄνευ σπορᾶς σύλληψις, ὁ ποιῶν θαυμάσια, εἰς σωτηρίαν ἡμῶν δόξα σοι.

Καὶ τοῦ Ὁσίου γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ Χριστῷ ἐκ νεότητος, ἀκλινῶς ἠκολούθησας, Πάτερ Διονύσιε θείῳ ἔρωτι, καὶ τῶν Ὁσίων ὁμότροπος, τῶν πάλαι γενόμενος, ἰσαγγέλῳ βιοτῇ, καὶ πλουσίοις χαρίσμασι, θείου Πνεύματος, σὺν αὐτοῖς ἐπαξίως ἐδοξάσθης· διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.

Μετανάστης γενόμενος, τῆς πατρίδος σου Ὅσιε, ὡς διψῶσα ἔλαφος χαίρων ἔδραμες, ἐπὶ τὸ ὄρος τοῦ Ἄθωνος, ἐν ᾧ δι’ ἀσκήσεως, καὶ ζωῆς ἀγγελικῆς, τῶν ναμάτων τῆς χάριτος, κατετρύφησας, καὶ πηγάζεις ἀεὶ τοῖς φοιτηταῖς σου, τῆς ζωῆς τὸ θεῖον ὕδωρ, πρεσβευτικῶς Διονύσιε.

Τοῦ Προδρόμου τῆς χάριτος, τὴν ζωὴν μιμησάμενος, τούτῳ περιβόητον Μάνδραν ἤγειρας, ἀπ’ οὐρανοῦ εἰσδεξάμενος, τὴν μύησιν Ὅσιε, καὶ πρὸς τοῦτο συνεργόν, Διονύσιε ἔσχηκας, τὸν Δομέτιον, οἷα θεῖον θεράποντα Κυρίου, καὶ ὁμόφρονα ἐν πᾶσι, καὶ κατὰ πνεῦμα ὁμαίμονα.

Δόξα. Ἦχος πλ. β'.
Ἀγγελικὴν ποθήσας βιοτήν, θεοπρεπῆ ῥοπὴν ἐπεδείξω, ἐκ νεότητος Πάτερ· ὅθεν, χαίρειν πᾶσιν εἰπών, ἀσκητικῶς Χριστῷ ἠκολούθησας, τὸν σταυρόν σου ἀράμενος· ἐν ᾧ τὸ ἀσθενὲς τῆς σαρκὸς δυναμούμενος, δι’ ἄκρας ἡσυχίας, καὶ συντόνου προσευχῆς, τὸν νοῦν ἐλάμπρυνας, καὶ τῆς θείας χάριτος, τὰς δωρεὰς ἐκομίσω· αὶ τύπος μοναστῶν γενόμενος, καὶ ὑποφήτης πρὸς ἀρετὴν θεόσοφος, περιφανῶς Θεῷ εὐηρέστησας Διονύσιε Ὅσιε. Αὐτὸν ἱκέτευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον· Ὁ ἔχων τὸ μέγα ἔλεος δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄. Τοῦ Προδρόμου.
Τί σε καλέσωμεν Προφῆτα· Ἄγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον, ὅτι ὡς ἀσώματος διῆξας· Ἀπόστολον, ὅτι ἐμαθήτευσας τὰ ἔθνη· Μάρτυρα δέ, ὅτι σοῦ ἡ Κεφαλή, ὑπὲρ Χριστοῦ ἐτμήθη. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός. Τοῦ Ὁσίου.
Εὐφραίνεται τῇ χάριτι σου, ἡ εὐαγής σου ποίμνη, ἣν πόνοις καὶ ἱδρῶσι συνεστήσω, Διονύσιε Ὅσιε· καὶ τύπον καὶ παράδειγμα, καὶ ὁδηγόν σε ἀσφαλῆ πρὸς ἀρετὴν κεκτημένη, τὴν σὴν μνήμην χρεωστικῶς γεραίρει, τὴν ἀγγελικήν σου διαγωγήν, εὐλαβῶς ἀναλογιζομένη· ᾗ δίδου ἀεὶ Πάτερ, τῶν πατρικῶν σου ἀντιλήψεων τὰς δωρεάς, ἐκτενῶς πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀπὸ νεότητος Θεῷ ἀνακείμενος, τῆς ἀρετῆς ἐργάτης δόκιμος ὤφθης, Διονύσιε Ὅσιε. Δι’ ἀκροτάτης γὰρ ἀσκήσεως, ἐν τῷ Ἄθῳ ἔλαμψας, καὶ  δι’ ἠσυχίας Θεῷ ἡνώθης, καὶ τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἠξιώθης· ἔνθεν, θεοειδὴς γενόμενος, τῆς ἀπαθείας ὄργανον πέφηνας, καὶ μοναστῶν διδάσκαλος ἔνθεος, ὡς πλήρης θείας ἐλλάμψεως· λόγῳ γὰρ Πάτερ μυσταγωγεῖς, καὶ ὑποδείγματι παιδαγωγεῖς, πρὸς τελειοτέραν ἀνάβασιν, τοὺς πιστῶς προσιόντας σοι.

Ἦχος γ΄.
Ὡς καθαρὸς τῇ καρδίᾳ, καὶ υἱὸς φωτὸς Ὅσιε, πρὸς ἀποκαλύψεις θείας ἐλήλυθας, κατὰ Παῦλον τὸν μέγαν, ἐν Ἁγίῳ Πνεύματι. Φῶς γὰρ οὐράνιον, ἐν ἠλιβάτῳ πέτρᾳ, ἐπαλλήλως τεθέασαι, εὐδοκίαν θείαν μηνύον σοι· ᾗ διακονούμενος, ναὸν περικαλλῆ, καὶ Μονὴν ἁγίαν, τῷ Βαπτιστῇ τοῦ Σωτῆρος ἤγειρας· καὶ φροντιστήριον ψυχῶν, καὶ ἀρετῆς παιδευτήριον ἔδειξας, νόμοις τοῦ Πνεύματος, καὶ τύποις ἀσκήσεως, θεοφόρε Διονύσιε· ἣν ἀεὶ περίεπε, καὶ ὁδήγει ἐπὶ τὰ κρείττονα.

Ἦχος δ΄.
Ἀσκητικοῖς προτερήμασι, περιφανῶς κοσμούμενος, καὶ ἤθεσιν ἀμέμπτοις, καὶ ἀπλάστοις ἐμπρέπων, ὡς ἄγγελος ἐπέστης τῷ εὐσεβεῖ βασιλεῖ, Διονύσιε Πάτερ· ἡ γὰρ ἐν σοὶ ἀρετή, καὶ ἡ ἐπιλάμπουσα χάρις, τὴν καρδίαν αὐτοῦ ηὔφρανε, καὶ πρὸς ἐκπλήρωσιν διήγειρε, τῶν θεοφιλῶς αἰτουμένων. Ἀλλὰ καὶ ἡμᾶς τὰ τέκνα σου, τῷ οὐρανίῳ Βασιλεῖ, σεσωσμένους παράστησον, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου, ὡς ποιμὴν ἡμῶν καὶ ἔφορος.

Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις θεόληπτον, καὶ ἐν ἱερεῦσιν ὅσιον, Διονύσιον τὸν θεῖον, τὸν ἐν τῷ Ἄθῳ ἀγγελικῶς πολιτευσάμενον, τῶν μοναστῶν αἱ χορεῖαι, χαρμονικῶς τιμήσωμεν· ἀγγελικὴν γὰρ ἄμιλλαν, ἐπὶ γῆς ἐπεδείξατο, καὶ ἰδίαν ποίμνην συνήγαγε, καὶ τῷ Βαπτιστῇ καὶ Προδρόμῳ, ταύτην ἀνέθετο, ὡς τὸν βίον αὐτοῦ μιμησάμενος. Καὶ νῦν τῆς ἄνω δόξης κατατρυφῶν, ἀπαύστως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀσκητικῶν ἀρετῶν, στηλογραφία ἐν τῷ Ἄθῳ περίβλεπτος· ὁ τύπος τῆς ἐγκρατείας, τῆς ἀπαθείας λειμών, ὁ τοῦ Παρακλήτου ἐνδιαίτημα, σοφὲ Διονύσιε, ἱερέων ἀγλάϊσμα, τῶν μοναζόντων, ὑποφῆτα θεόληπτε, λόγῳ χάριτος, καὶ ἐν ἔργοις ἀσκήσεως· κλῆμα τὸ εὐφορώτατον, τὸν βότρυν τὸν πέπειρον, καρποδοτοῦν τοῖς ἐν κόσμῳ, τῆς θεϊκῆς ἀγαπήσεως· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χώραν, τὴν τῆς ψυχῆς ἐμμελῶς, γεηπονήσας τῷ ἀρότρῳ τῶν πόνων σου, καὶ σπόρον τοῦ θείου Λόγου, καταβαλὼν ἐν αὐτῇ, τῶν δακρύων ὄμβροις, Πάτερ ἤρδευσας, καὶ στάχυν πολύφορον, τῷ Δεσπότῃ προσήγαγες, τῷ ἀθανάτῳ, γεωργῷ τῶν ψυχῶν ἡμῶν, πρᾶξιν ἔνθεον, θεωρίαν τε εὔστοχον· ὄθεν τῆς ἀκηράτου σε, τραπέζης ἀνέδειξε, συγκοινωνὸν θεοφόρε, καὶ Βασιλείας συμμέτοχον, Αὐτοῦ Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὁ Ἠλιοὺ μιμητής· ὡς γὰρ ἐκεῖνος ἐν σπηλαίῳ κατώκησας, καὶ θείας φωτοφανείας, ὡς ὁ θεόπτης Μωσῆς, τὰς ἐκφαντορίας ἐθησαύρισας· ἐν πέτρᾳ γὰρ ἔβλεψας, θεῖον φῶς Διονύσιε, βουλῆς ἁγίας, καὶ Μονὴν περιβόητον, ᾠκοδόμησας, τῷ Προδρόμῳ τῆς χάριτος· ὅθεν σὺν Δομετίῳ σε, τῷ φίλῳ σου Ὅσιε, καὶ κοινωνῷ τῶν ἀγώνων, τῶν ἐν ἀσκήσει γεραίρομεν· μεθ’ οὗ ἐκδυσώπει, τῇ Μονῇ σου ταύτῃ δοῦναι, τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ'
Τῷ ἀδύτῳ φωτί, ὁλοσχερῶς ἀτενίσας, ὡς υἱὸς φωτὸς διέπρεψας, Διονύσιε Ὅσιε· τὴν ἀρετὴν γὰρ ὡς ἱμάτιον, προφητικῶς ἐνδυσάμενος, τῶν κατ’ αὐτὴν ἐπιδόσεων, μυσταγωγὸς ἐχρημάτισας· διὸ τοῖς φοιτηταῖς σου ἐβόας· δεῦτε τέκνα ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὐμᾶς· ἀποθώμεθα οὖν τῶν παθῶν τὰ ἰδέας, καὶ ἐνδυσώμεθα τὴν χάριν, τῆς ἐν καινότητι ζωῆς, κατ’ εἰκόνα Χριστοῦ ἀναλάμπουσαν· μικρὸν γὰρ ὅσον ὅσον, ἥξει καὶ οὐ χρονιεῖ, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς Κύριος, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Καὶ νῦν...
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην. Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρυξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον, τοῦ Προδρόμου. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Δόξα. Τοῦ Ὁσίου.
Τοῦ βίου κλυδώνιον διέβης ἄκλυστος, καλῶς ἰθυνόμενος τοῦ Βαπτιστοῦ τῇ χειρί, σοφὲ Διονύσιε· τοῦτον γὰρ εὐμοιρήσω, πρὸς Θεὸν κυβερνήτην, πάσας ἀποσοβοῦντα, πειρασμῶν τρικυμίας, μεθ’ οὗ σὲ ἱκετεύομεν, σῶζε ἡμᾶς ἐκ φθορᾶς.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Τοῦ Προδρόμου. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς δῶρον λογικόν, τὸν μεθέορτον ὕμνον, προσάγει σοι πιστῶς, ἡ ἀγία σου ποίμνη, Προφῆτα καὶ Πρόδρομε, Προφητῶν τὸ κεφάλαιον, ἣν διάσωζε, ἀπὸ παντοίας ἀνάγκης· σὲ γὰρ πρόμαχον, καὶ ἐτοιμότατον ῥύστην.
Δόξα. Τοῦ Ὁσίου.
Ὡς ἄστρον νοητόν, ἡ ἁγία σου μνήμη, ἀνέτειλεν ἡμῖν, Διονύσιε Πάτερ, τὸν Ἄθω καταυγάζουσα, ταῖς ἀκτῖσι τοῦ βίου σου· ἣν γεραίροντες, Χριστὸν ἀπαύστως ὑμνοῦμεν, Ὃν ἱκέτευε, διὰ παντὸς θεοφόρε, εὑρεῖν ἠμᾶς ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς ᾔσθετο ἁγνή, ὁ τῆς χάριτος κήρυξ, ἐγγάστριος τελῶν, ἐν μητρώᾳ νηδύϊ, τῶν θείων προσρημάτων σου, καὶ τῆς Σῆς ἐπελεύσεως, προσεκύνησε, διὰ σκιρτήματος ξένου, τὸν φερόμενον, ἐν τῇ κοιλίᾳ Σου Κόρη, Θεὸν σωματούμενον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Τοῦ Προδρόμου. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὴν ἐκ στείρας νηδύος σεπτήν σου πρόοδον, ἡ κληρουχία σου μέλπει ἐν χαρμοσύνοις ᾠδαῖς, Ἰωάννη Βαπτιστὰ λύχνε τῆς χάριτος· σὺ γὰρ ὡς ὄρθρος φαεινός, προελήλυθας ἐν γῇ, τὸν Ἥλιον προμηνύων, τὸν ἐκ Παρθένου τεχθέντα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δόξα. Τοῦ Ὁσίου.
Τῆς ψυχῆς σου τὸ ὄμμα προκαθηράμενος, δι’ ἀνενδότου νηστείας καὶ ἐγκρατείας πολλῆς, ὑπεδέξω τὰς αὐγὰς τοῦ θείου Πνεύματος· ὅθεν ἐξέλαμψας ἡμῖν, ὥσπερ στῦλος θεαυγής, πρὸς φέγγος ἀθανασίας, ἄγων τοὺς σοὶ ἑπομένους, Ὅσιε Πάτερ Διονύσιε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὑπέρθεον Λόγον ἐν μήτρᾳ φέρουσα, πρὸς Ὀρεινὴν παρεγένου καὶ κατησπάσω σεμνῶς, Ἐλισάβετ τὴν σεπτὴν τὴν συγγενίδα Σου, καὶ εὐφρανθεῖσα τὴν ψυχήν, ἐμεγάλυνας ἁγνή, τὸν πάντων Θεὸν καὶ Κτίστην, τὸν τὰ καινὰ ἐκτελοῦντα, πρὸς σωτηρίαν τῶν τιμώντων Σε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐφράνθη τῷ πνεύματι ὁ εὐσεβὴς βασιλεύς, ἡνίκα ἑώρακε, τὴν σὴν ὁσίαν μορφήν, ὡς ὄψιν ἰσάγγελον· ὅθεν καὶ συνεργός σοι, θεολήπτῳ καρδίᾳ, ὤφθη ἐν τῷ ἐγείρειν, τὴν ἁγίαν μορφήν σου· διό σε Διονύσιε, πάντες γεραίρομεν.
Δόξα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς λαμπάδα τὴν θείαν ἐπισκοπήν, ἐν τῇ πέτρᾳ ἐκλάμπουσαν κατιδών, ἐνθέως μεμύησαι, τῶν πρακτέων τὴν ἔκβασιν, καὶ τὸ φανὲν εἰς ἔργον, τεθεὶς ᾠκοδόμησας, τῷ Βαπτιστῇ Κυρίου, Ναὸν ἱερώτατον· ὅθεν καὶ θρεμμάτων, λογικῶν συνεστήσω, αὐλὴν θεοφρούρητον, οἷα ποίμνην θεόλεκτον, Διονύσιε Ὅσιε· ἣν ποίμανον καὶ νῦν νοερῶς, ἐπὶ χλόην ἐντολῶν τοῦ Κτίσαντος, καὶ ἐφ’ ὕδωρ παμμάκαρ, τὸ ζῶν καὶ ἁλλόμενον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐλισάβετ Παρθένε ἡ συγγενίς, τοῦ Υἱοῦ Σου τεκοῦσα τὸν Βαπτιστήν, στειρώσεως ὄνειδος, ἐκφυγοῦσα ἀγάλλεται, καὶ ὡς χαρᾶς αἰτίαν, φαιδρῶς μακαρίζει Σε, ἀφλέκτως ἐν νηδύϊ, τὸν Κτίστην βαστάζουσαν, χαῖρέ Σοι βοῶσα, Προφητῶν ἡ διόπτρα, ναὲ θεοχώρητε, ἀφθαρσίας παράδεισε, Μαριὰμ ὑπερένδοξε· πρέσβευε τῷ Σῷ Υἱῳ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς τὰ Σὰ μεγαλεῖα, γεραίρουσιν ἄχραντε.
Εἶτα, τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β. Στ.: Ἐλέησόν με ὁ Θεός...
Διονύσιε Πατὴρ ἡμῶν, τὴν ἐν τῷ νοΐ πλουτήσας καθαρότητα, διὰ τῆς ἐν ἑκάστῳ ἀρετῇ διπλῆς ἐνεργείας, ἐπιτηδείαν σου τῆν διάνοιαν, πρὸς θεοπτίαν ἐπειργάσω· ὅθεν τὰ θεῖα, ἐκ τῆς πρακτικῆς μαθὼν αὐτόψίας, ἡμᾶς τὰ τέκνα σου καθαίρεις, τῇ καθαρτικῇ τοῦ λόγου διδασκαλίᾳ. Ἀλλὰ καὶ νῦν, τὸν προστριβέντα ἡμῖν ῥύπον κάθαρον, τῇ ῥυπτικῇ σου πρεσβείᾳ, ὡς ἂν καθαροὶ τῷ καθαρῷ παραστῶμεν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Εἶτα, οἱ Κανόνες· ὁ α’ τοῦ Προδρόμου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ τοῦ Προδρόμου, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, φέρων Ἀκροστιχίδα: Τῷ Προδρόμου γέγηθα νῦν Γενεθλίῳ.
ᾨδὴ α' Ἦχος δ'. Ὁ Εἱρμός. Τριστάτας κραταιούς
Ὡς ὄρθρος εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ βλαστός, κηρύττει ἐμφανῶς, τῆς Παρθένου τὸ κύημα, πάση νῦν τῇ οἰκουμένῃ, ἀναλάμπειν τοῖς πέρασι, φωτισμὸν εὐσεβείας καὶ χάριτος.
Προφήτης ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ Χριστοῦ, βοᾷ σοι τῷ υἱῷ, Ἰωάννη πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος.
Ῥημάτων Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς, ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται, λύεται δὲ ἄφνω ταύτης· ἡ φωνὴ γὰρ γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.
Θεοτοκίον
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές, κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Δέχου πενιχρόν, καὶ βραχὺν αἶνον, Πάτερ.
ᾨδὴ α. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δέησιν μάκαρ τὴν ἐμὴν δεξάμενος, ἐκ θερμοτάτης στοργῆς, τῇ θεϊκῇ αἴγλῃ, τὴν ψυχήν μου φώτισον, καὶ λόγον μοι χορήγησον, Διονύσιε Πάτερ, τοῦ ἀνυμνῆσαι ἀξίως σου, βίον τὸν ἰσάγγελον Ὅσιε.
ρως ἠνίκα τὴν ψυχὴν θεσπέσιε, καὶ τὴν καρδίαν τὴν σήν, ὁ θεϊκὸς Πάτερ, ὁλικῶς κατέτρωσε, τότε σαρκὸς ἠλόγησας, καὶ τοῦ βίου τὸν σάλον, διεκφυγὼν προσεχώρησας, Ὄρει τὸ τοῦ Ἄθωνος ἄριστα.
Χριστοῦ προσχὼν τῇ λογικῇ μακάριε, ποίμνῃ ζεούσῃ ψυχῇ, καὶ τὸν ζυγὸν ἄρας, τούτου ἐπαυχένιον, Αὐτῷ κατηκολούθησας, ἀρεταῖς πολυτρόποις, ἐν ταπεινῷ τῷ φρονήματι, βαίνων ἀσφαλῶς πρὸς οὐράνια.
Θεοτοκίον
ρος πιώτατον Θεοῦ καὶ ἅγιον, τοὺς ἐνοικοῦντας τῷ Σῷ, διὰ παντὸς Ὄρει, σκέπε καὶ περίσωζε, πάσης ἐχθρῶν ἁλώσεως, καὶ παντοίας ἀνάγκης, καὶ τῆς μελλούσης ἐξάρπασον, ἄχραντε δεινῆς κατακρίσεως.
Ὁ β’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Διονυσίου τὸ κλέος μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Δυνάμωσον Κύριε, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ λόγον μοι δώρησαι, ὅπως ὐμνήσω φαιδρῶς, Διονύσιον, τὸν ἰσαγγέλῳ βίῳ, λαμπρῶς μεγαλύναντα, τὸ θεῖον κράτος σου.
Ἰλύος ἐμάκρυνας, τῶν γεηρῶν ἐκ νεότητος, τρωθεὶς τὴν καρδίαν σου, τῷ θείῳ ἔρωτι, καὶ ἀνέτεινας, τὴν ἔφεσίν σου πᾶσαν, σοφὲ Διονύσιε, πρὸς τὰ οὐράνια.
Ὁσίων τοῖς ἴχνεσι, τῶν πάλαι Πάτερ ἑπόμενος, σπουδαίως κατέλαβες, Ὄρος τοῦ Ἄθωνος, Διονύσιε, καὶ σύμφρων τῇ ἀσκήσει, σαφῶς ἀναδέδειξαι, τοῦ αὐταδέλφου σου.
Θεοτοκίον.
Ναμάτων τῆς χάριτος, οἷα πηγὴ ἀνεξάντλητος, τὸν νοῦν μου φλεγόμενον, παθῶν τοῖς ἄνθραξι, καταδρόσισον, ῥανίσι Θεοτόκε, τῆς Σῆς ἀγαθότητος, ἵνα δοξάζω Σε.

ᾨδὴ γ'. Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Οὐκ ἐν σοφίᾳ
Δεσποτικὴ μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις, ἀλλ' οἰκέτου προσφιλοῦς, ἐκ γηραλέας καὶ στείρας μητρός· εἰκότως προτρέχει γάρ, θαῦμα τοῦ θαύματος.
Ῥυσσὴ καὶ στεῖρα, τὴν Παρθένον μητέρα ἀσπάζεται, ἐπιγνοῦσα ἀψευδῶς, τῷ ταύτης τόκῳ ὡς λέλυται, δεσμὰ τῆς στειρώσεως, θείῳ βουλήματι.
Θεοτοκίον.
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Ὁ α’ τοῦ Ὁσίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
πὲρ Χριστοῦ τὸ ταπεινόν, καὶ εὐπειθές τε καὶ πρᾷον, ἐγκρατές τε καὶ νηφάλιον ἅμα, τὸν θερμὸν ἐν προσευχαῖς, καὶ εὔτονον κτησάμενος, σὺν τοῖς Ὁσίοις πᾶσιν, εὗρες μισθὸν τῶν καμάτων σου.
Προκαθαρθείς σου τὴν ψυχήν, ἐπιμελείᾳ τῶν τρόπων, τῆς Τριάδος ἐχρημάτισας οἶκος, καὶ τῆς θείας ἱερόν, ἱερωσύνης τέμενος· θύων τὸ καθ’ ἠμέραν, τὸν τοῦ Θεοῦ ἀμνὸν Ὅσιε.
Εἰς τὸ ἀκρότατον σοφέ, τῆς τοῦ Θεοῦ θεωρίας, ἀνιέναι ὀρεγόμενος πάντων, ἀπεσχοίνισας σαὐτόν, θορύβων καὶ συγχύσεων, καὶ πρὸς τὸ Ὄρος μόνος, ἀνῆλθες Πάτερ ἀοίδιμε.
Θεοτοκίον.
Θεοποιήσασα βροτούς, τῷ ὑπὲρ φύσιν Σου τόκῳ, ἀπειρόγαμε Παρθένε Μαρία, νεοποίησον κἀμέ, γηράσαντα τοῖς πταίσμασι, καὶ ἐν σκηνώματί Σου, διὰ παντὸς εὐλογοῦντά Σε.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑπῆλθες καρδίᾳ καιομένῃ, πυρὶ τῆς ἀγάπης τοῦ Χριστοῦ ζυγὸν τὸν θεῖον Ὅσιε, καὶ τῆς σαρκὸς τὸ φρόνημα, ἐμφρόνως ἐναπέῤῥιψας, ὡς γεηρὸν ἀχθοφόρημα.
Συνέσει τῇ θείᾳ διαλάμπων, καὶ θείαις προκόπτων ἀρεταῖς, σκεῦος ἐδείχθης εὔχρηστον, πρὸς ὑπουργίαν κρείττονα, καὶ ἱερεὺς θεόληπτος, ὤφθης σοφὲ Διονύσιε.
Ἱλέῳ ἐν ὄμματι ὑψώθεν, προσβλέψατε ταύτῃ τῇ Μονῇ, θεόφρον Διονύσιε, καὶ Ὅσιε Δομέτιε, ἐκ ταύτης ἅπαν σκάνδαλον, τοῦ πονηροῦ ἀποτρέποντες.
Θεοτοκίον.
Ὁ Λόγος Θεοῦ ὁ παντεχνήμων, σαρκὸς περιβόλαιον ἐκ Σοῦ, ὑφάνας ὑπὲρ ἔννοιαν, Μητέρα Σε ἀνέδειξε, τεχθεὶς ἐκ τῶν αἱμάτων Σου, δίχα φθορᾶς ἀειπάρθενε.


Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἑορτάσαντες πιστῶς, τὴν γέννησίν σου τὴν σεπτήν, οὐ παυσόμεθα ἀεί, ἀνευφημεῖν σε Βαπτιστά, καὶ ἐξαιτεῖσθαι τὴν ἄμαχον ἀῤῥωγήν σου. Σὺ γὰρ βοηθός, καὶ φύλαξ ἄγρυπνος, ὤφθης ἀληθής, ταύτης τῆς Μάνδρας σου, πᾶσαν δαψίλειαν ταύτῃ παρέχων, ψυχῆς τε ἅμα καὶ σώματος, Προφῆτα κήρυξ, τῆς ἀληθείας, γηγενῶν πάντων ὁ μείζων.
Δόξα. Τοῦ Ὁσίου.
Ἐν τῷ ὄρει ἀνελθών, ὡς ὁ θεόπτης Μωϋσῆς, καὶ τὸν γνόφον ὑπελθών, τῶν μυστικῶν θεωριῶν, θεουργικῶς Διονύσιε ἐδοξάσθης· ὅθεν μοναστῶν, ὤφθης ἀρχέτυπον, ἰθύνων ἀσφαλῶς, λόγοις καὶ πράξεσι, πρὸς ἀρετῶν ἀναβάσεις μακάριε, τοὺς εὐπειθῶς ἑπομένους σοι. Καὶ νῦν δυσώπει, ἀδιαλείπτως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν γαστρὶ ὑπερφυῶς, τὸν Βασιλέα τοῦ παντός, περιέχουσα ἁγνή, πρὸς Ὀρεινὴν μετὰ σπουδῆς, ἐν τῇ οἰκίᾳ ἐπορεύθης τοῦ Ζαχαρίου· ὅθεν ἐπιγνούς, τὴν Σὴν ἐπίσκεψιν, ἔνδον ἐν γαστρί, ὁ μέγας Πρόδρομος, ἠγαλλιάσατο ξένοις σκιρτήμασι, μηνύων τὰ μεγαλεῖᾶ Σου, εὐλογημένη, ἡ πρὸ αἰώνων, ἐκλελεγμένη τῲ παντάνακτι.

ᾨδὴ δ' Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ
Μυστηρίων ἀπορρήτων, προοδεύει μυστήριον, τῇ καινοτομίᾳ, τῆς θεσμοθεσίας τῆς φύσεως, τῆς ἀρρωστίας ἡ λύσις προμηνύουσα, τὴν διόρθωσιν, ταύτης Χριστὲ καὶ τὴν θέωσιν.
Ὁ Ἡσαΐας πατρόθεν, τῷ Υἱῷ προεφήτευσε, σαρκωθησομένῳ, Ἄγγελον βροτὸν τὸν Ἰσάγγελον· Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸ προσώπου σου, προκραυγάζοντα· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὑπηρετῆσαι ὡς δοῦλος τῷ Δεσπότῃ γεγέννημαι· εἰς αὐτὸ γὰρ ἥκω, τούτου καταγγεῖλαι τὴν ἔλευσιν, ὡς τῆς Παρθένου τὸν τόκον προπιστώσηται, παραδόξως στειρεύουσα, γραῦς ἐκβλαστήσασα.
Θεοτοκίον.
Ἡ Ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, οὐ διεφθάρη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.

Ὁ α’ τοῦ Ὁσίου. Εἰσακήκοα Κύριε.
ερῶς ἀνατείνεσθαι, πρὸς τῶν Ἀσωμάτων τὴν ὡραιότητα, ἐφιέμενος ἀνέδραμες, εἰς τὸ Ὄρος μόνος αὐλιζόμενος.
Χρόνοις μείνας ἀπρόσιτος, πλείστοις ἐν σπηλαίῳ μακαριώτατε, ταῖς βοτάνοις ἐκτρεφόμενος, ἐκαρτέρεις πάθεσι μαχόμενος.
αθυμίας ἀγνοίας τε, καὶ ἁπάσης λήθης τὸν νοῦν χωρίσας σου, ταῖς Γραφαῖς ὡμίλεις πάντοτε, τὴν ψυχὴν ἐντεῦθεν πιαινόμενος.
Θεοτοκίον.
λαὸς ἱκετεύει Σε, πάναγνε καὶ κλῆρός Σου ἐξαιτούμενος, τῶν πταισμάτων τὴν συγχώρησιν, καὶ τῶν πειρασμῶν τὴν ἀπολύτρωσιν.







Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑφαπτόμενος τῷ πόθῳ, τῶν κρειττόνων μακάριε, ἐναρέτων ἔργων, τύπος ἀληθῶς ἐχρημάτισας, ἐν τῇ Μονῇ Φιλοθέου Διονύσιε, πρὸς τὰ ἔμπροσθεν, ἐπεκτεινόμενος πάντοτε.
Τῆς τελείας ἡσυχίας, ὁλικῶς ἐφιέμενος, ὡς τῆς θείας δόξης, Πάτερ ἐραστὴς ἐνθεώτατος, τῆς τῶν πολλῶν συναυλίας ἀπεμάκρυνας, καὶ εἰς ἔρημον, τόπον κατώκησας Ὅσιε.
Οἱ ἀγάπῃ τῇ ἁγίᾳ, ἡνωμένοι τῷ πνεύματι, καὶ ὁσίοις πόνοις, σῶμα καὶ ψυχὴν ἐκκαθάραντες, ὁ ἱερὸς Διονύσιος ὑμνείσθω μοι, καὶ Δομέτιος, ὡς μοναστῶν ἀκροθίνια.
Θεοτοκίον.
Κῆπος ὤφθης κεκλεισμένος, καὶ παράδεισος εὔχαρις, ἔνθα ἀνηρότως, τῆς ζωῆς τὸ ξύλον ἐβλάστησεν, ὁ Ζωοδότης Χριστὸς σώζων τὸν ἄνθρωπον· Ὃν ἱκέτευε, σῶσαι κἀμὲ ἀειπάρθενε.

ᾨδὴ ε' Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Νῦν ἀναστήσομαι
Γῆ ἐξανέτειλε, παναληθῆ κήρυκα, φωνὴν πᾶσι κηρύττουσαν, γλώσσῃ τοῦ Πνεύματος, τῆς Παρθένου τὸν Υἱόν, δικαιοσύνην οὐρανόθεν ἐφ' ἡμᾶς, διακύπτουσαν ὕλῃ σώματος.
Ἔθετο Κύριος, παναληθῆ λύχνον σε Χριστοῦ, πάντας φωτίζοντα, μόνους ἐνδύοντα, τοὺς ἐχθραίνοντας αὐτῷ ὡς διπλοΐδα, τὴν αἰσχύνην ἀψευδῶς, Θεοῦ Λόγον Υἱόν κηρύττοντα.
Γήθεται ἅπασα, κτίσις τῷ σῶ τόκῳ θεϊκῶς· σὺ γὰρ ἐπίγειος, ἄγγελος Πρόδρομε, καὶ οὐράνιος βροτὸς ἀναδειχθήσῃ, τὸν οὐράνιον Θεόν, προμηνύων ἡμῖν σαρκούμενον.
Θεοτοκίον.
Σοῦ τὰ θαυμάσια, προφητικαὶ ἔφησαν φωναί, ὄρος καλοῦντές σε, καὶ πύλην ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸ θαυμαστὸν φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Ὁ α’ τοῦ Ὁσίου. Ἵνα τί με ἀπώσω.
Νοῦν ταῖς θείαις μελέταις, καὶ ταῖς θεωρίαις ψυχὴν ὡς λαμπρύνας σου, τοῖς ἐγγὺς οἰκοῦσι, καὶ τοῖς πόῤῥω φωστὴρ διαυγέστατος, ἀναλάμψας ὤφθης, καὶ πρὸς τὸ φῶς τῆς ἀπαθείας, καθωδήγησον τούτους θεόπνευστε.
Καθορᾷν σου τὸ εἶδος, τὸ ἀγγελικὸν καὶ σεμνόν τε καὶ χάριεν, καὶ φωνῆς ἀκούειν, τῆς ἡδίστης καὶ χάριτος ἔμπλεων, μοναστῶν χορεῖαι, σὺν σοὶ οἰκεῖν καὶ βιοτεύειν, ἠρετίσαντο καίπερ στενούμενοι.
Ἀκλινῶς τοῦ μεγίστου, Βαπτιστοῦ ἐφέπεσθαι ποθῶν ἀοίδιμε, ταῖς εὐθείαις τρίβοις, ἐδομήσω αὐτῷ καὶ ἀνήγειρας, εὐκτηρίους οἴκους, ἐν οἷς προσάγων τῷ Κυρίῳ, τὰς εὐχὰς διετέλεις ἑκάστοτε.
Θεοτοκίον.
ερῶς οἱ ποθοῦντες, βίον διανύσαι τὸν πολυκύμαντον, καὶ τῶν ἐν τῷ κόσμῳ, ἑαυτοὺς νουνεχῶς διαστήσαντες, εἰς τὸ Ὄρος δέ Σου, τὸ ἱερὸν προσπεφευγότες, τῇ Σῇ σκέπῃ Παρθένε φρουρούμεθα.






Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα.
Λαμπρότητι βίου σου, ὡς ἑωσφόρος ἔλαμψας, Πάτερ Διονύσιε ἐν Ἄθῳ, καὶ δῆμον ἔσχες, ὁμοταγῶν φοιτητῶν, τὴν σὴν μιμουμένων βιοτήν, καὶ τῷ θείῳ λόγῳ σου, μυουμένων τὰ κρείττονα.
Εὐχαῖς καὶ δεήσεσι, καὶ ὁλονύκτοις στάσεσι, Πάτερ καὶ νηστείᾳ ἀνενδότῳ, ἐγκαρτερήσας, ἐν τῷ σπηλαίῳ στεῤῥῶς, θείων ἠξιώθης δωρεῶν, καὶ τῶν ὑπὲρ ἔννοιαν, ἐπληρώθης ἐλλάμψεων.
Ὁ βίος σου πρότυπον, ἐδείχθης Διονύσιε, τοῖς προσερχομένοις σοι προθύμως· τούτων γὰρ ὤφθης, Πάτερ διδάσκαλος, καὶ τῷ Δομετίῳ ὁμιλῶν, ἀσκηταὶ θεόληπτοι, ἐν τῷ Ἄθῳ ἐδείχθητε.
Θεοτοκίον.
Σοφίας με πλήρωσον, τῆς θεϊκῆς πανάμωμε, ὡς ἂν σοφιστὴν τὸν τῆς κακίας, κατασοφίσωμαι, καὶ σοφῶς διέλθω ἐπὶ γῆς, τὴν ζωὴν τὴν πρόσκαιρον, ὁ προστρέχων τῇ σκέπῃ Σου.

ᾨδὴ ς' Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
Θεὸν Λόγον ἔγνως ὡς Προφήτης, ἐν μητρικῇ νηδύϊ, καὶ τῇ ταύτης χρησάμενος γλώττῃ, θεολογεῖς, σκοτεινῷ θεώμενος, ἐν θαλάμῳ φῶς ἀπρόσιτον.
Ἀσιγήτως ὡς φωνὴ βοῶντος, τὸν Λυτρωτὴν τοῦ κόσμου Βαπτιστά, ἱκετεύων μὴ παύσῃ, τὴν ψυχικὴν διαλῦσαι στείρωσιν, τῶν ὑμνούντων σου τὴν γέννησιν.
Θεοτοκίον
Ἀστέκτου Θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὦ Θεοτόκε, ᾗ ἀδεῶς, οὐρανῶν τὰ τάγματα, ἀτενίζειν οὐ δεδύνηνται.

Ὁ α’ τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ.
Βουλήσει τῇ θεϊκῇ, πειθόμενος ἱερώτατε, ἀνήγειρας ἱερόν, ψυχῶν φροντιστήριον, ἔνθα τὸ θειότατον, φῶς σοι καθωράθη, Διονύσιε Πατὴρ ἡμῶν.
αδίως ἡμᾶς ἀεί, σαῖς ἱκεσίαις εὐόδωσον, ὁδὸν τὴν πρὸς οὐρανόν, ἀνύειν μακάριε, καὶ πάσης περίσωζε, βλάβης τὴν σὴν ποίμνην, τὴν ἐκ πόθου ἀνευφημοῦσάν σε.
γάπης τοὺς ἱερούς, θεσμοὺς φυλάττων ἀοίδιμε, πολλοῖς ἐν πόνοις σαὐτόν, ἀεὶ κατεδάμαζες, ποιούμενος πρόνοιαν, τοῖς ἀσθενεστέροις, ἀδελφοῖς καὶ πενητεύουσι.
Θεοτοκίον.
Χωρίον ὡς καθαρόν, τοῦ ἀχωρήτου ὑπάρξασα, τοὺς ἐν τῷ χώρῳ τῷ Σῷ, ἀεί Σε δοξάζοντας, πρὸς χῶρον οὐράνιον, καθοδήγει πάντας, Θεοτόκε ἀειπάρθενε.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Τὴν θείαν ταύτην.
Μυσταγωγεῖ σε ὁ Κύριος, φωτὶ ἐν οὐρανίῳ ἐκλάμποντι, τὸ θεῖον βούλημα, ὡς ἀληθῶς Διονύσιε, ἐπὶ τῆς πέτρας Πάτερ, ξένῳ θεάματι.
Ἔνθους ἐγένου ὡς ἔβλεψας, τὸ φῶς τῆς θεϊκῆς ἐπισκέψεως, καὶ ᾠκοδόμησας, Μονὴν σοφὲ περιβόητον, καὶ τῷ Χριστοῦ Προδρόμῳ, ταύτην ἀνέθηκας.
Λαμπόντι θείοις χαρίσμασι, τῷ θείῳ Δομετίῳ ἀνέθηκας, ταύτην τὴν μάνδραν σου, Πάτερ σοφὲ Διονύσιε, πρὸς πόλιν Τραπεζοῦντος, ὁδὸν ποιούμενος.
Θεοτοκίον.
Παθῶν ψυχῆς με καὶ σώματος, καὶ νόσων χαλεπῶν ἐλευθέρωσον, ἐπιστασίᾳ Σου, θεοχαρίτωτε Δέσποινα, καὶ μετανοίας φέγγει, τὸν νοῦν μου λάμπρυνον.




Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ λόγῳ, καὶ παθῶν ὁρμήματα, τῇ ἐγκρατείᾳ νεκρώσας, ηὔγασαι, τῇ ἐκφανθείσῃ σοι φωταυγείᾳ, ἵδρυσας, Μονὴν ἁγίαν Πάτερ ἐν Ἄθῳ· ἣν ἀπαύστως διατήρει, ἐκ πάσης βλάβης, σοφὲ Διονύσιε.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς τοῦ Προδρόμου μιμητην βίου λαμπρότητι, καὶ μοναζόντων ὁδηγὸν καὶ τύπον ἄριστον, ἀνυμνοῦμέν σε οἱ παῖδές σου θεοφόρε· ἐν τῷ Ἄθῳ γὰρ βιώσας ὡς ἀσώματος, καταυγάζεις ταῖς σαῖς πράξεσιν ἑκάστοτε, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Διονύσιε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν τῷ Ἄθῳ, ἀληθῶς ἀνεδείχθης, Διονύσιε Χριστοῦ θεράπων, καὶ τῇ σῇ ἀγγελικῇ ζωῇ, τῶν μοναστῶν παιδαγωγεῖς τὰ συστήματα, πιστῶς ἐφεπομένων σοι, καὶ μετὰ πόθου ἐκβοώντων·
Χαῖρε, τοῦ Ἄθω ἡ εὐκοσμία·
χαῖρε, Μονῆς σου ἡ ὁδηγία.
Χαῖρε, μοναζόντων ὁ θεῖος διδάσκαλος·
χαῖρε, ἱερέων ὡραῖος διάκοσμος.
Χαῖρε, ἄνθος εὐωδέστατον, ἐκ τῆς κώμης Κορησοῦ·
χαῖρε, σκεῦος καθαρώτατον, καὶ θεράπων τοῦ Χριστοῦ.
Χαῖρε, Μονῆς ἁγίας τοῦ Προδρόμου δομῆτορ·
χαῖρε, τῶν φοιτητῶν σου συμπαθὴς ἀντιλήπτωρ.
Χαῖρε, λαμπτὴρ ἀσκήσεως πάμφωτος·
χαῖρε, πυρσὸς τῆς χάριτος ἄδυτος.
Χαῖρε, τῶν σῶν φοιτητῶν θυμηδία·
χαῖρε, πιστῶς πρὸς Θεὸν μεσιτεία.
Χαίροις, Πάτερ Διονύσιε.

Συναξάριον.
Τῇ κε᾿ τοῦ αὐτοῦ μηνός, ὁ Ὅσιος Διονύσιος, ὁ κτίτωρ τῆς ἐν ὅρει τοῦ Ἄθω ἱερὰς καὶ κοινοβιακὴς Μονὴς τοῦ τιμίου Προδρόμου, ἐν εἰρήνῃ τελειούται.
Κτίτωρ Μονὴς σὺ τοῦ μεγίστου Προδρόμου,
δειχθεῖς ἐνοικεῖς νῦν Μοναῖς ταῖς τοῦ πόλου.
Εἰκάδι πέμπτῃ Διονυσίοιο Θεῷ ἦτορ ἔστη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος, ὁ φίλος καὶ συνασκητὴς τοῦ ῥηθέντος Ἁγίου Διονυσίου, ὁ καὶ ποιμὴν καὶ Ἡγούμενος χρηματίσας τῆς αὐτῆς κοινοβιακὴς Μονὴς τοῦ Διονυσίου, ἐν εἰρήνῃ τελειούται.
Δόμους παρελθῶν τοὺς κάτω Δομέτιος,
Ἀνακτόροις νῦν ἐγχορεύει τοῖς ἄνω.
Οὗτος, ἀνὴρ διορατικώτατος καὶ πνευματοφόρος, παντὶ δὲ χαρίσματι θείῳ κεκοσμημένος καὶ τῆς ἱερωσύνης διαπρέπων, τῷ ἀξιώματι κονίστρᾳ ἀσκήσεως ἐχρῆτο τῷ ἱερῷ τῆς Πανάγνου οἶκῳ ἐν τῷ τοῦ Ἀντιάθωνος τόπῳ. Οὗτος φιλίᾳ συνδεδεμένος τῷ σοφῷ Διονυσίῳ, μετ’ αὐτοῦ ήξιώθη ἰδεῖν ἰδίοις ὄμμασι τὸ θεῖον ἐκεῖνο φῶς, τὸ δίκην λαμπάδος καιομένης, καταυγάζον ἐν τρισὶ νυξὶ τὴν ἡλίβατον πέτραν, ἐν ᾗ ἔμελλε δομηθῆναι ἡ τοῦ Προδρόμου Μάνδρα. Ταύτης τὴν ἔγερσιν ἐμπνευσθεὶς Πνεύματι Ἁγίῳ καὶ ὥσπερ ὑπ’ αὐτοῦ κινηθείς, προφητικῶς τῷ Διονυσίῳ προεῖπε. Αὐτοῦ μάλιστα εἶτα συλλήπτωρ ἐγένετο εἰς τὸ θεάρεστον τῆς δομήσεως ἔργον. Εἰς περίοδον οἰκονομικῶν δυσκολιῶν προέτρεψε τὸν Διονύσιον ὑπάγειν εἰς Τραπεζοῦντα καὶ αἰτήσασθαι οἰκονομικὴν ἀρωγὴν παρὰ τῶν Κομνηνῶν. Πρὸ τῆς δευτέρας ἐπισκέψεως τοῦ Διονυσίου εἰς Τραπεζοῦντα, οἱ δύο ἄνδρες ἠσπάσθησαν ἀλληλους προαισθανόμενοι τὸ ἐγγὺς τέλος τοῦ Διονυσίου. Κατὰ προτοπὴν τοῦ Διονυσίου ὁ Δομέτιος ἀνελάμβανε τὴν πνευματικὴν ἐποπτείαν τῶν ἀδελφῶν καὶ την ἡγουμενείαν τῆς Μονῆς τοῦ Προδρόμου. Μετὰ τὴν εἰς Τραπεζοῦντα κοίμησιν τοῦ Ὁσίου Διονυσίου, ὁ Δομέτιος ἐβούλετο ἀναχωρῆσαι τῆς μάνδρας εἰς τὴν προτέραν ἡσυχίαν, πλην ὅμως ἐκάμφθη ταῖς δεήσεσι τῶν μοναχῶν, κραυγαζόντων μὴ ἐγκαταλεῖψαι αὐτοὺς ὀρφανοὺς καὶ ἀπήμαντους. Παραμείνας ὅθεν εἰς τὴν ἡγουμενείαν τῆς Μονῆς καὶ θεαρέστως βιώσας καὶ πλήρης ἡμερῶν γενόμενος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ πολυάθλου Φεβρωνίας.
Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία,
Τομὴ κεφαλῆς· ὡς καλή σοι προὶξ γύναι!
Αὕτῃ ἡ ἀοίδιμος καὶ Ὁσία, ἐκ νεαρᾶς ἡλικίας τὸν χρηστὸν τοῦ Κυρίου ζυγὸν ἀραμένη, καὶ ὁσίως βιοῦσα ὑπὸ τὸν κανόνα τῆς κατ’ αὑτὴν Μονῆς, ἐν τοῖς μεθορίοις Περσῶν καὶ Ῥωμαίων διακειμένης, ἐν πόλει λεγομένῃ Νισίβει, ἥτις λέγεται Ἀντιοχεία τῆς Μυγδονίας, πάσας τὰς σὺν αὐτῇ, μεθ’ ὧν ἦν, ὑπερήλασεν ἐν τῇ ἀσκήσει καὶ συνέσει, καὶ τῇ τῶν γραφῶν ἀναγνώσει. Ἐξῆρχε δὲ καὶ καθηγεῖτο πασῶν, ἡ οὕτω καλουμένη Βρυαίνη.
Κατὰ δὲ τοὺς καιροὺς Διοκλητιανοῦ, Σελήνου τοῦ Ἡγεμόνος διώκοντος τοὺς χριστιανούς, αἱ μὲν λοιπαὶ τῶν μοναζουσῶν τοῦ Μοναστηρίου ἐξῆλθον, ἐκφυγεῖν τὸν ἐπικείμενον θάνατον σπεύδουσαι. Ἡ δὲ μακαρία Φεβρωνία, νόσου τότε κατασχούσης αὐτὴν, μὴ δυναμένη τῷ σώματι χρήσασθαι, ἐπί τινος κατέκειτο βάθρου, παρακαθεζομένων αὐτῇ τῆς τε Βρυαίνης, καὶ τῆς οὕτω καλουμένης συγκλητικῆς Ἱερείας. Ἐπεί δὲ παρῆσαν οἱ Σελήνου στρατιῶται, καὶ πελέκεσι τὰς θύρας καταῤῥάξαντες εἰσῆλθον, εὐθὺς μὲν σπασάμενοι τάς μαχαίρας, κατακόψαι ἐβούλοντο τὴν Βρυαίνην. Ἀλλὰ ταῦτα μὲν τὰ ἀνήκεστα παθεῖν αὐτὴν παρῃτήσατο Πρῖμος ὁ τοῦ Λυσιμάχου ἀνεψιὸς, τοῖς Χριστιανοῖς ἀεὶ ἐπιεικῶς καὶ συμπαθῶς προσφερόμενος.
Τὴν οὖν Φεβρωνίαν ἁρπάσαντες, πρὸς τὸν ἡγεμόνα Σελῆνον ἦγον, ᾗ παρηκολούθουν Βρυαίνη καὶ Ἱέρεια καὶ Θωμαΐς, ἐπιστηρίζουσαι αὐτὴν τῇ πίστει, καὶ νουθετοῦσαι μὴ καταπλαγῆναι τὰς βασάνους, μηδὲ τὴν εἰς Χριστὸν προδοῦναι εὐσέβειαν, μνησθεῖσαν Λιβύης καὶ Λεωνίδος τῶν ἀδελφῶν, καὶ τῆς Εὐτροπίας. Ὧν Λιβύη μὲν διὰ Χριστὸν ἐτμήθη τὴν κεφαλήν, ἡ Λεωνὶς δὲ παρεδέδοτο πυρί, τὸ δὲ παιδίον Εὐτροπία, ἀκούσασα παρὰ τῆς μητρός: Μὴ φύγῃς τέκνον, τὰς χεῖρας αὐτῆς οπίσω ποιήσασα, τοῖς δημίοις τὸν αὐχένα ὑπέθηκε. Καὶ ἡ μὲν Βρυαίνη, μετὰ τὸ ἱκανῶς νουθετῆσαι αὐτὴν, ἐν τῷ Μοναστηρίω ὑπέστρεψεν, ὀλολύζουσα, καὶ θρηνοῦσα, καὶ τοῦ τέλους τὸ ἅδηλον φοβούμενη, καὶ νίκην αὐτῇ κατὰ τοῦ Διαβόλου παρὰ Θεοῦ ἐξαιτοῦσα. Ἡ δὲ Θωμαΐς καὶ Ἱέρεια, ἀνδρικὸν σχῆμα περιθέμεναι, συνηκολούθουν τῇ Ἁγίᾳ, μετὰ τῶν οἰκετῶν ἑαυτὰς ἐγκαταμίξασαι.
Ἐπεὶ δὲ ἤχθη, πρῶτον μὲν ἐπὶ Λυσιμάχου τοῦ ἀνεψιοῦ Σελήνου κατέστη· ὅς αὐτὴν θωπείαις καὶ κολακείαις μεταθεῖναι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως ἐπιχειρήσας, καὶ μὴ δυνηθείς, ταθῆναι ἐκ τεσσάρων ἐκέλευσε, καὶ κάτωθεν μὲν πυρὶ ὑποκαίεσθαι, ἄνωθεν δὲ ὐπὸ στρατιωτῶν τύπτεσθαι. Ὑπὸ δὲ τῶν πληγῶν καὶ τοῦ πυρὸς ἐλαίῳ ἐρεθιζομένου καὶ ἀναφλεγομένου, διελύοντο καὶ κατέῤῥεον αἱ σάρκες αὐτῆς. Εἶτα κρεμασθῆναι ταύτην, καὶ σιδηροῖς ξέεσθαι πλήκτροις, καὶ πυρὶ καταφλεχθῆναι προστάττει, καὶ μετὰ ταῦτα τὴν γλῶτταν τμηθῆναι, ἥν προὔτεινεν εὐθαρσῶς· καὶ τοῦς ὀδόντας ἐκριζωθῆναι. Εἶτα ξίφει τοὺς δύο ἀφαιρεθῆναι μασθούς, καὶ κατὰ τῆς τομῆς πῦρ ἐπιχεθῆναι, καὶ ἐπὶ τούτοις τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναι, καὶ ἐπὶ πᾶσι τούτοις ἀποτμηθῆναι τὴν κεφαλήν.
Συγκομισθὲν δὲ τὸ τῆς Ἁγίας λείψανον παρὰ τῶν πιστῶν, τοῦ Λυσιμάχου προστάξαντος, διὰ Φίρμου τοῦ Κόμητος ἀπήχθη ἐν τῇ Μονῇ στρατιωτῶν βαστασάντων αὐτὸ, ἅμα τῷ Φίρμῳ. Καὶ συνετέθη ἕκαστον ἐν τάξει τῶν μελῶν, τῶν ὀδόντων αὐτῆς ἐν τῷ ἑαυτῆς στήθει τεθέντων. Καὶ οὕτω, μετὰ ψαλμῶν καὶ ὕμνων, συνδραμόντων Ἐπισκόπων καὶ Κληρικῶν ἅμα καὶ Μοναχῶν, καὶ πλήθους πολλοῦ τῶν Χριστιανῶν, παννύχοις ᾠδαῖς ἔτυχε τῆς ὀφειλομένης κηδείας.






Τῇ αὐτὴ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἕξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φίρμος, Φιρμίνος, Κυριάκος καὶ Λογγίνος.
Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
Ἐν γῆ τελεύτᾳ καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἔρως,
Πρὸς οὓς μεταστάς, ὡς πὲρ ἦρα χαιρετῶ.
Θρόνοι νοητοὶ Φιρμίνος τε καὶ Φίρμος,
Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακὸν Λογγίνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.
Οὗτοι οἱ Ἅγιοι ἑπτὰ Μάρτυρες ἀδελφοὶ ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ὁρμώμενοι τῶν ἀφ’ ἡλίου ἀνατολῶν, στρατευόμενοί τε μετὰ χιλίων διακοσίων Τυρώνων [νεοσύλλεκτων στρατιωτῶν] ὑπὸ Ῥόδωνα Κουβικουλάριον [κατακοιμιστήν] ἐν τῇ Ἀντιοχέων πόλει· οἵ καὶ ἦλθον ἐν τοῖς Θρακῴοις μέρεσι, ταχθέντες εἰς λεγεῶνα, καλούμενον Λεγέανδρον. Ἐπαναστάσεως δὲ κατὰ τοὺς τότε χρόνους γεγενημένης, τῶν Σκυθῶν διαβάντων τὸν Ἴστρον, καὶ τὴν Θρᾴκην ληϊζομένων, ἄρτι μετὰ τὴν τελευτὴν Διοκλητιανοῦ, Μαξιμιανὸς τὴν βασιλείαν κατασχών, ἐν φροντίδι πολλῇ καὶ ἀμηχανίᾳ γέγονε, μάλιστα διὰ τὸ τὸν Μαραθὼμ τὸν ἐξάρχοντα τῶν Σκυθῶν, μεγέθει σώματος καὶ ῥώμῃ τῶν πολλῶν διαφέροντα, προσκαλεῖσθαι αὐτὸν, ἤ τινὰ τῶν μετ’ αὐτοῦ διαγωνίσασθαι, τούτοις παραχωρῆσαι τοὺς ἑτέρους τῆς νίκης.
Διὰ ταῦτα τοίνυν τοῦ βασιλέως ἐν πολλῇ ἀπορίᾳ καθεστηκότος, ὡς μηδενὸς θαῤῥοῦντος ἀντεπεξιέναι καὶ συμπλακῆναι τῷ βαρβάρῳ, προετράπη ὁ Ἅγιος Ὀρέντιος ἐξελθεῖν. Πάσαις γὰρ ψήφοις ἐκρίθη, ὡς εἴη ῥωμαλέος, καὶ πολέμων ἔμπειρος, καὶ δι’ εὐστροφίαν σώματος καὶ συντομίαν, δεινὸς ἐπιθέσθαι, καὶ τὸν ἐπεξιόντα καταβαλεῖν. Ὅς τὴν εἰς Χριστὸν πίστιν προβαλλόμενος, καὶ πρὸς τὸν πόλεμον ἐξελθὼν, καὶ τῷ Σκύθῃ παραταξάμενος, ἀκοντίῳ τοῦτον διήλασε· καὶ ξίφει αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν, τῷ βασιλεῖ προσεκόμισε, καὶ τὸ τρόπαιον ἔστησεν. Ἐφ’ οἷς τοῦ βασιλέως ὐπερθαυμάσαντος καὶ ἀγασθέντος, καὶ διὰ τοῦτο ἐπινικίους σπονδὰς τοῖς εἰδώλοις προσάγοντος, αὐτὸς τῇ τοῦ Χριστοῦ συμμαχίᾳ καὶ δυνάμει περιγενέσθαι τοῦ ἀλαζόνος, οὐ τῇ τῶν ψευδωνύμων θεῶν βοηθείᾳ, παῤῥησίᾳ καθομολογεῖ.
Ἀλλὰ τότε μὲν καρποῦσθαι τὰς βασιλικὰς συνεχωρήθη τιμάς, αἰδεσθέντος οἶμαι, τοῦ βασιλέως τὸ τοῦ κατορθώματος μέγιστον, καὶ τὴν ζώνην αὐτῷ προπαρασχομένου τοῦ καταβληθέντος βαρβάρου, πολυτελῆ καὶ πολυτάλαντον οὖσαν. Ὕστερον δὲ, ἐπεὶ παραινῶν ἀποστῆναι τοῦ Χριστοῦ οὐκ ἔπειθεν, ἐκπέμπει αὐτὸν μετὰ τῶν ἕξ ἀδελφῶν αὐτοῦ ἐν τῇ κατὰ Ἁρμενίαν πόλει τῶν Σατάλων, ἐπιστείλας τῷ ἐκεῖ Δουκί, εἰ μὲν ἐξεταζόμενοι πεισθῶσι θῦσαι τοῖς θεοῖς, ἀναπέμψαι τούτους πρὸς αὐτὸν· εἰδὲ οὐ πείθονται, ὑπερορίους ἐν ταῖς κατὰ Ἀβασγίαν καὶ Ζηκχίαν χώραις ποιῆσαι.
Κατὰ οὐν τὸ τοῦ Βασιλέως πρόσταγμα, ἀπαγομένων αὐτῶν, καὶ τὴν οὕτω λεγομένην Παρεμβολὴν φθασάντων, Ἔρως, ὁ τῶν ἀδελφῶν πρῶτος, πρὸς Κύριον ἐξεδήσε, μηνὶ Ἰουνίῳ εἰκοστῇ δευτέρᾳ. Ὁ δὲ Ἅγιος Ὀρέντιος, Ῥίζιον καταλαβών, λίθῳ τῷ τραχήλῳ περιτεθείς, ἐῤῥίφῃ ἐν τῇ θαλάσσῃ· περὶ αὐτοῦ γὰρ καὶ τοῦτο ἐδέδοκτο. Ἐκεῖθεν δὲ, δι’ ἐπιστασίας Ἀγγέλου, ἀβλαβὴς ἐξῆλθε, κομίσαντος αὐτὸν, καὶ κατὰ τὴν ξηρὰν ἐπί τινος πέτρας στήσαντος· καὶ εὐξάμενος, ἀφῆκε τὸ πνεῦμα, καὶ ἐκεῖ ἐτάφη, μηνὶ τῷ αὐτῷ εἰκοστῇ τετάρτῃ. Ὁ δὲ Ἅγιος Φαρνάκιος, γενόμενος ἐν Κορδύλῃ, πρὸς Κύριον μετετέθη, τῇ τρίτῃ τοῦ Ἰουλίου μηνός. Τῇ δὲ ἑβδόμῃ, Φῖρμος καὶ Φιρμῖνος καταλαβόντες τὴν Ἄψαρον, τέλος εὕραντο τῆς προσκαίρου ζωῆς. Ὁ δὲ Ἅγιος Κυριακός, ἀπαχθεὶς εἰς τὴν τῶν Λαζῶν χώραν, ἐν τόπῳ λεγομένῳ Ζυγανέως ἀνεπαύσατο ἐν Κυρίῳ, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός. Ὁ δὲ μακάριος Λογγῖνος ὕστερος πάντων· ὅς, ἐν τῷ παραπλέειν ἀπὸ τῆς Ζυγανέως ἐπὶ τὴν Λιβυκήν, τρικυμίας ἐν τῇ θαλάσσῃ γενομένης, καὶ μεγάλου κλύδωνος, εὐξάμενος τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, καὶ κατετέθη εἰς Πιτυοῦντα, μεθ’ ἡμέρας τέσσαρας ἐκεῖσε τοῦ πλοίου ὁρμήσαντος.

Τῇ αὕτη ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν πρεσβειῶν τῆς ἀσπόρως αὐτὸν τεκούσης, κατὰ τῶν διὰ γῆς τε καὶ θαλάσσης κυκλωσάντων τὴν καθ᾿ ἡμᾶς Βασιλίδα τῶν πόλεων καὶ πανωλεθρίᾳ παραδοθέντων καὶ τελείῳ ἀφανισμῷ .

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων Λεωνίδος, Λιβύης καὶ Εὐτροπίας, τῆς μὲν διὰ πυρός, τῶν δέ, διὰ ξίφους τελειωθεισῶν.
Πηδὰ Λεωνὶς εἰς τὸ πῦρ τῆς καμίνου,
Ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Κομμωτικόν τι βάμμα νύμφη Κυρίου,
Βάπτη Λιβύη δούσα τὴν δέριν ξίφει.
Ὁ κόσμος αὐχῶν βοσσιὰς συσχεῖν δίκην,
Ὑπ’ Εὐτροπίας παίζεται τετμημένης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Σίμων, ἐν εἰρήνῃ τελειοῦται.
Σορὸς, Σίμωνι σαρκίς ἐστιν ἐστία,
Πόλος δὲ τούτῳ πνεύματος κατοικία.
Ὁ Ὅσιος οὕτος Σίμων, δὲν ἠγάπα νὰ ἀποκτήση φιλίας τῶν μεγάλων ἀνθρώπων, ἀλλὰ ἐποῖει κάθε τρόπον διὰ νὰ ἐξουθενωθῆ ἀπὸ αὐτοῦς. Ὅθεν γράφει περὶ αὐτοῦ ὁ Εὐεργετινὸς ἐν σελ. 703, ὅτι μῖαν φορὰν ἐπήγεν εἰς αὐτὸν ὁ ἄρχων τοῦ τόπου, θέλοντας διὰ νὰ τὸν ἰδή. Ὁ δὲ Σίμων, μαθῶν πῶς ὁ ἄρχων ἔρχεται, ἐπήρε τὴν ζώνην του, καὶ ἐπήγε διὰ νὰ καθαρίση ἕνα φοίνικα. Οἱ δὲ ἄνθρωποι τοῦ ἄρχοντος, βλέποντες αὐτὸν καθαρίζοντα τὸν φοίνικα, εἴπον αὐτῷ: Γέρων, ποῦ εἶναι ὁ ἀναχωρητής; Ὁ Ὅσιος ἀπεκρίθη: Δέν εἶναι ἐδῶ ἀναχωρητὴς. Οἱ δὲ ἀκούσαντες ἀνεχώρησαν.
Ἄλλοτε πάλιν, ἦλθεν ἄλλος ἄρχων διὰ νὰ τὸ ἰδῆ. Ἐπρόφθασαν δὲ οἱ κληρικοῖ καὶ εἶπον αὐτῷ: Ἀββὰ ἑτοίμασον, ὅτο ὁ ἄρχων ἀκούωντας περί σου, ἔρχεται διὰ νὰ εὐλογηθῆ ἀπὸ λόγου σου. Ὁ δὲ Ὅσιος ἀπεκρίθη: Ναὶ, ἐγὼ ἑτοιμάζω τὸν ἑαυτόν μου. Φορέσας λοιπὸν τὸ κεντώνιόν του, ἦτοι τὸ παλαιὸν φόρεμά του, τὸ μὲ πολλὰ κεντήματα καὶ μπαλώματα ἑρραμμένον, καὶ παίρνοντας εἰς τὸ χέρι του ψωμὶ καὶ τυρί, ἐπήγε καὶ ἐκάθισεν εἰς τὴν πόρταν τοῦ κελλίου του καὶ ἔτρωγεν. Ὁ δὲ ἄρχων μὲ τοὺς ἀνθρώπους του, βλέποντες αὐτὸν τρώγοντα, τὸν ἐξευτέλισαν λέγοντες: Ἑτούτος εἶναι ὁ περίφημος ἀναχωρητὴς ὁποῦ ἠκούομεν; Καὶ εύθὺς ἀνεχώρησαν.

Τῇ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαρτυρίου τοῦ ἐπισκόπου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου [+1419].

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεολήπτου μητροπολίτου Φιλαδελφείας.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Μεθοδίου τοῦ ἐν Νιβρύτου Γορτύνης Κρήτης.
ᾜσχυνας πάσας ἐχθροῦ τὰς μεθοδείας,
Πάτερ μεθόδοις ἀσκήσεως τελείας.
Οὗτος, ὥρμητο ἐκ τῆς ἐπαρχίας Ῥεθύμνης, τῆς περιωνύμου τῶν Κρητῶν νήσου. Παιδιόθεν τὴν πρὸς τὴν ἀρετὴν ἔφεσιν ἔχων, καταλιπὼν τὰς κοσμικὰς διατριβάς, τὸν τῆς ἀληθοῦς φιλοσοφίας ἐνεδύσατο τρίβωνα. Ἐλθὼν δὲ εἰς τὴν ὕπερθεν τῆς Γορτύνης κειμένην κώμην τῆς Νηβρύτου, ἐν ταῖς ὑπωρείαις τοῦ ὄρους Ἴδη, κατώκησεν εἰς τὸ μέχρι σήμερον δεικνύμενον σπήλαιον, ἀγωνιζόμενος ἐν νηστείαις, προσευχῇ καὶ ἄκρᾳ σκληραγωγίᾳ. Εἰς τὸ ἀκρότατον δὲ τῶν ἀρετῶν ἐληλακώς, ὡράθη Ἄγγελος μετὰ σώματος. Πλήρης δὲ ἡμερῶν γενόμενος καὶ τοῖς θαύμασι πάντας καταπλήξας, ἐξεδήμησε πρὸς Κύριον, ὃν παιδιόθεν ἐπόθησε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Προκοπίου, τοῦ ἀπὸ Βάρνα καταγομένου, καὶ ἀθλήσαντος ἐν Σμύρνῃ ἐν ἔτει 1810ῳ.
Κλίνας γεγηθώς, αὐχενα μάκαρ ξίφει,
Θρόνῳ Ὑψίστου, συμπαρέστης Ἀγγέλοις.
Οὗτος, ἦτον ἀπὸ τὰ μέρη τὰ πλησιόχωρα τῆς Βάρνας, ἀπὸ γονεῖς εὐσεβεῖς· ὅστις ἀφ’ οὖ ἔφθασεν εἰς ἡλικίαν χρόνων εἴκοσι, ἐπεθύμησε τὴν μοναδικὴν πολιτείαν, καὶ ἐπῆγεν εὀς τὸ Ἅγιον Ὅρος, καὶ μετέρχεται τὴν ἀσκητικὴν ζωὴν, ὑποταγεὶς εἰς ἕνα γέροντα ὀνόματι Διονύσιον, εἰς τὴν σκήτην τοῦ Τιμίου Προδρόμου, ἔλαβε δὲ καὶ τὸ Ἅγιον σχήμα τῶν μοναχῶν. Ὅμως, ὁ διάβολος, τοῦ ἔσπειρεν συνεχόμενους λογισμοὺς νὰ εὔγῃ εἰς τὰ ἐγκόσμια· ὅθεν ἀναχώρησε διὰ τὴν Σμύρνην. Ἐκεὶ, τοῦ ἔρχεται ἄλλος λογισμὸς χειρότερος, ὅτι ἐπειδὴ καὶ ἄφησε τὴν μετάνοιάν του, ἔχει ἐξάπαντος νὰ κολασθῇ.
Ὅθεν ὁ τῆς ἀπογνώσεως λογισμὸς κατακυριεύσας αὐτὸν, τὸν κατέστησε νὰ ἀφήσῃ τὴν ἄγκυραν τῆς Ὀρθοδοξίας, πηγαίνοντας εἰς τον Κριτὴν τῆς πόλεως, κρύβοντάς του ὅτι ἦτον καλόγηρος, καὶ ἔπειτα ἀπὸ δεκαπέντε ἡμέρες, τὸν ἐσουνέτισαν. Ἀλλὰ, εὐθὺς ὁποῦ ἔλαβε τὴν βδελυρὰν σφραγίδα, ἄλλαξεν ὁ λογισμός του, ἤρξατο νὰ τὸν κατακεντᾷ ἡ συνείδησις, καὶ ὁ πρὶν ἀπεγνωσμένος, ἦλθεν εἰς τὴν αἴσθησιν τοῦ ἀπεῖρου ἐλέους τοῦ Θεοῦ. Ὅθεν, πήγε σε ἕναν φίλο του πνευματικόν, ἐκ τῆς σκήτεως, ἔκλαψε, μετενόησε, καὶ ἐζήτησε την ἄδειαν ὅπως μαρτυρήσει. Ὁ δε πνευματικός, προσπάθησε νὰ τὸν ἀποτρέψει, ἀλλὰ μάταια. Ὅθεν προσευχήθηκε, ἐκοινώνησε τῶν Ἄχράντων Μυστηρίων, καὶ ὕστερα ἀπὸ δεκαπέντε ἡμέρες, ἐπαρουσιάστει εἰς τὸν Κριτὴν καὶ ὁμολόγησε τὴν Ὀρθόδοξον πίστιν. Ὕστερα ἀπὸ κολακείας καὶ βασανιστήρια ὑπὸ του Κριτοῦ, καὶ βλέποντας αὐτὸς, τὸ ἀμετάθετον τῆς γνώμης τοῦ Ἁγίου, ἀπεφάσισε καὶ ὁ Ὁσιομάρτυς Προκόπιος, λαβὼν τὸν διὰ ξίφους θάνατον, ἐτελειώθη ἡμέρᾳ Σαββάτῳ· σαββατίσας καὶ καταπαύσας τὴν πρόσκαιρον ταύτῃν ζωὴν, χάριν τῆς αἰωνίου καὶ ὑπερφροσύνου, λαβὼν τὸ τοῦ Μαρτυρίου στέφανον, καὶ ἀναλλαξάμενος τῶν φθαρτῶν τὰ ἀκήρατα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, τοῦ ἐξ Ἀτταλείας μὲν καταγομένου, ἐν δὲ τῇ Κρήνῃ τῆς Μικρᾶς Ἀσίας καὶ δι’ ἀγχόνης τελειωθέντος ἐν ἔτει 1823ῳ.
Χριστῷ γεωργῷ Γεώργιε τῶν ὅλων,
ἀθλητικὴν ἤνεγκας νῦν γεωργίαν.
Οὗτος ἤθλησεν ἐν ἔτει ᾳωκγ΄ (1823), ἐν Κρήνῃ τῆς Μικρᾶς Ἀσίας, ἐξ Ἀτταλείας καταγόμενος. Γονεῖς ἔσχεν εὐσεβεῖς, καὶ ἦν παῖς μάλα ὡραῖος καὶ εὐειδής, καὶ ἡρπάγη ὑπὸ τῶν ἀσεβῶν Ἀγαρηνῶν, καὶ ἀνετράφη ὑπ’ αὐτῶν ἐν πάσῃ ἀσεβείᾳ, ἀρνηθεὶς τὸ ὄνομα τοῦ Σωτῆρος, μὴ εἰδὼς τὶ πράττει, λόγῳ τοῦ ἀώρου τῆς ἡλικίας. Ἐν τῇ οἰκίᾳ τοῦ κυρίου αὐτοῦ, ἦν τις ὑπηρετοῦσα εὐσεβὴς γυνή, ὀνόματι Μαρία, ἥτις ἡμέραν τινα, ἀνδρωθέντος αὐτοῦ, ἀπεκάλυψεν αὐτῷ ἐν πάσῃ ἐχεμυθείᾳ, τὶς ἦν καὶ εἰς ποίαν κατάστασιν ἧκεν, ἀρνηθεὶς τὸν Κύριον καὶ Σωτῆρα ἡμῶν.
Τότε ὁ μακάριος, μετανοήσας εἰλικρινῶς, ἀνεχώρησε μετ’ αὐτῆς κρυφά, και ἀφίκοντο ἐν Ἰερουσαλήμ. Ὧδε ὁ Γεώργιος ἐξομολογησάμενος ἐν κατανύξει και συντριβῇ, καὶ δεχθεὶς τὸν κανόνα τῆς Ἐκκλησίας, μετέσχε τῶν Ἀχράντων Μυστηρίων, καὶ ἀνεχώρησεν ἐκεῖθεν διὰ Κρήνην τῆς Μικρᾶς Ἀσίας, μετὰ τῆς φιλοθέου Μαρίας, ἥτις ἠκολούθει αὐτῷ καὶ διηκόνει ὡς θετὴ μήτηρ. Ἐν τῇ Κρήνῃ συνεζεύχθη μετ’ εὐσεβοῦς γυναικός, καὶ ἔζη βίον ἡσύχιον και χριστιανικόν, ἐν πάσῃ εὐσεβεία. Ἀλλὰ τὴν πόλιν ταύτην ἐπεσκέψατο ὁ πρώην Ἀγαρηνὸς αὐτοῦ κύριος, ὅστις ἀναγνωρίσας τὶς ἦν ὁ Γεώργιος, συνέλαβεν αὐτὸν και ἐξεβίαζε, προσελθεῖν τῇ ἀσεβεῖ αὐτῶν πίστει. Ὁ δὲ Γεώργιος ἀτρόμως ὡμολόγησε τὴν ἁγίαν καὶ ἀμώμητον τοῦ Χριστοῦ πίστιν, καὶ μὴ πτοηθεὶς ἀπειλὰς καὶ τιμωρίας καὶ ποινάς, ὑπέστη τὸν δι’ ἀγχόνην θάνατον. Θεῖον δὲ φῶς κατελθὸν οὐρανόθεν, ἐκάλυψε τὸ ἱερὸν αὐτου λείψανον, ὅπερ, ἐντολῇ τῶν κρατούντων, ῥιφὲν ἐν τῇ θαλάσσῃ ἀνευρέθη καὶ ἀνεσύρθη ὑπὸ τοῦ παρατυχόντος εὐσεβοῦς πλοιάρχου Ἠλία Σκλαβούνου λεγομένου, καὶ μετεφέρθη ἐν τῇ εὐσεβεῖ Ῥωσσίᾳ καὶ ἔτυχεν ἀξίας καὶ ἱεροπρεποῦς κηδείας παρὰ τῶν ἐκεῖσε πιστῶν.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν δουκῶν Μουρόμης Πέτρου καὶ Φεβρωνίας, τῶν διὰ τοῦ Ἀγγελικοῦ σχήματος μετονομασθέντων Δαβίδ, καὶ Εὐφροσύνης, τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμός. Νέοι τρεῖς ἐν Βαβυλῶνι
Ὑπῆρχε τὸ πρὶν ἐσκοτισμένη, ἅπασα τῶν γηγενῶν, ἡ φύσις ὦ Πρόδρομε, ἀλλ' ὄρθρος βοῶν ἀνεφάνης· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νοσοῦσαν ἰάσατο τὴν φύσιν, ἅπασαν ἡ εὐκλεής, ἐκ στείρας σου γέννησις, διδάξασα Πρόδρομε μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Γεγέννησαι Πρόδρομε ἐκ στείρας· ἦλθε γὰρ παναληθῶς, τοῦ νόμου στειρεύοντος, ἡ χάρις Χριστῷ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε ἁγνὴ εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἱκετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν· Δέσποινα μὴ παρίδῃς τοὺς δούλους σου.

Τοῦ Ὁσίου. Θεοῦ συγκατάβασιν.
πείκων τοῖς ῥήμασι, τοῦ θαυμασίου καὶ τρισολβίου Πατρός, Δομετίου τρισμάκαρ, ἐκ θεμελίων τῷ τοῦ Χριστοῦ Βαπτιστῇ, ναὸν ἐγείρεις καὶ θεῖον περίβολον, ἐν ᾧ πληθὺς μοναστῶν, ἀνευφημοῦμέν σε νῦν.
Νοῦν ἔχοντες ἔνθεον, ἄναξ ὁ μέγιστος καὶ ὁ τῆς χάριτος, τοῦ Θεοῦ κεκτημένος, ἐπωνυμίαν καὶ σὸς αὐτάδελφος, συνευδοκοῦσι προθύμως σοι πάνσοφε, καὶ πρὸς τὸ ἔργον ἀξίως συλλαμβάνονται.
νάκτων ὁ ἄριστος, θεοφιλής τε καῖ εὐσεβέστατος, τῶν σῶν λόγων τὴν χάριν, καὶ τὸ τοῦ ἤθους ὄντως σεμνότροπον, διενορῶν σου ψυχῆς τὴν λαμπρότητα, ἐπιγινώσκεις σαφῶς, καὶ κατασπάζεται.
Θεοτοκίον
δοὺ πᾶσαι Δέσποινα, μακαριοῦμεν αἱ γενεαί Σε ἀεί, τῶν ἀζύγων δὲ μάλλον, καὶ μονοτρόπων θεία ὁμήγυρις, ἣν σκέπε φρούρει περίσωζε πάντοτε, ἐξ ὁρωμένων ἁγνή, καὶ ἀοράτων ἐχθρῶν.

Οὐκ ἐλάτρευσαν.
Ὥσπερ ἄγγελον Θεοῦ σε ὑπεδέξατο χάριτι λάμποντα, ἄναξ ὁ εὐσεβής, σοφὲ Διονύσιε, καὶ οὖς εὐήκοον, σοὶ ὑπέκλινεν, ἐξαιτουμένῳ Ὅσιε, τὰ πρὸς κτίσιν Μονῆς θείας.
Γνοὺς τὴν χάριν σου καὶ αἰδεσθεὶς τῶν τρόπων σου, Πάτερ τὸ ἄπλαστον, ὁ βασιλεὺς ὁ πιστός, Θεὸν ἐμεγάλυνεν, ἐν τῷ προσώπῳ σου, καὶ πλουσίως σοι, παρέσχε Διονύσιε, τὰ πρὸς κτίσιν Μονῆς θείας.
Ἐπαλείφοντα τὸν ἱερὸν Δομέτιον ὡς συμφρονοῦντά σοι, ἔσχες ἐν πᾶσι σοφέ· ἐντεῦθεν οὐκ ἔδωκας, σαὐτῷ ἀνάπαυσιν, ἕως ἵδρυσας, καὶ ἐν Θεῷ ἐτείχισας, τὴν Μονήν σου τὴν ἁγίαν.
Θεοτοκίον
Ῥῶσιν δίδου μοι ψυχῆς ἁγνὴ καὶ σώματος καὶ τῆς τοῦ ὄφεως, ἐπιβουλῆς χαλεπῆς, τὸν νοῦν μου ἀπάλλαξον, ἀεὶ συλῶντός με, τρόποις χείροσι· τὴν Σὴν γὰρ ὦ Παντάνασσα, ἐξαιτοῦμαι προστασίαν.





ᾨδὴ η' Ὁ Εἱρμός. Εὐεργέτα Χριστὲ Παντοδύναμε
Νομοθέτης οἰκέτης ὑπῆρχε Μωσῆς, Ἰησοῦς δὲ Θεὸς Διαθήκης Καινῆς· νῦν δὲ ἀμφοῖν ὁ Πρόδρομος, μελῳδεῖ ὡς μεσίτης· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ἐξ ἐρήμου γαστρὸς τρυγὼν πάρεστιν, ἣν θεόφυτον νῦν ἄλσος ἤγαγε, τῇ Ἐκκλησίᾳ Πρόδρομος, τοῦ Χριστοῦ καὶ ἐπᾴδει· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοφόρος λαὸς ἔθνος ἅγιον, τὴν τρυγόνα Χριστοῦ ἐκμιμήσασθε, καὶ μελιρρύτως ᾄσατε, σωφροσύνῃ συζῶντες· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν Ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ᾧ καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Τοῦ Ὁσίου. Τὸν ἐν ὄρει ἁγίῳ.
Νέος ὥσπερ Μωσῆς ἐκ τῆς δουλείας, ἐλυτρώσω τὴν ποίμνην καὶ λαόν σου, τῶν ἐκ τῆς Ἄγαρ Πάτερ Διονύσιε· ὑπὲρ γὰρ τῶν φίλων, τὴν ψυχὴν ἐτίθης, σοφὲ χριστομιμήτως.
Μεγάλα θαυμάσια καὶ ξένα, παραδόξως ποιῶν, Θεὸς τῶν ὅλων Πάτερ, αὐτὸς θεόφρον τῆς φωνῆς ἀκούσας σου, ῥύεται δουλείας, πονηρῶν βαρβάρων, τοὺς μετὰ σοῦ πλωτῆρας.
Ναυτιλίας ἀπείρως καίπερ ἔχων, κατετόλμας στοργῇ, τῇ τοῦ ποιμνίου Πάτερ, μακροῦ πελάγους θεῖε Διονύσιε, καὶ ἀποδημίας, πλείστας ἐπιτέλεις, προθύμως ὑπὲρ τούτου.
Θεοτοκίον
Παρθενία καὶ τόκος ἐγνωρίσθη, παραδόξως ἐν Σοί, Παρθενομῆτορ Κόρη· Θεὸς γὰρ ἦν ὁ ταῦτα ἐργασάμενος· ὅθεν οἱ σωθέντες, διὰ Σοῦ τὴν χάριν, τὴν Σὴν ὑμνολογοῦμεν.

Παῖδας εὐαγεῖς.
Ἄνω σου τὰς χεῖρας καὶ τὸ ὄμμα, ὑψώσας Θεὸν τὸν εὔσπλαγχνον ἱκέτευσας, καὶ αἰχμαλωσίας σε, τῆς πικρᾶς ἐῤῥύσατο· ἐπιφανεὶς γὰρ Ἅγιε ὁ μέγας Πρόδρομος, κατήσχυνε βαρβάρων τὰ στίφη, καὶ τοῖς συμπλωτῆρσι, χαρὰν παρέσχε πλείστην.
Σύντονον σπουδὴν καὶ προθυμίαν, ἐνδείξας οἷα ποιμὴν Πάτερ φιλόστοργος, τὴν ἁγίαν ποίμνην σου, αὖθις ἐπανήγαγες, ἥνπερ ὡς λύκοι ἄγριοι, πικρῶς ἐσκόρπισαν, ἀγέλη πειρατῶν ἐπελθόντων, καὶ αὐτὴν ὡς πρώην, παρέστησας Κυρίῳ.
Ἴθυνε καὶ ποίμαινε ὁσίως, μετὰ τὸν Χριστοῦ μέγιστον Πρόδρομον, τὴν παροῦσαν ποίμνην σου, ἥν σοι ἐγχειρίζομαι, ἐβόας Διονύσιε προφητικώτατα, τῷ θείῳ Δομετίῳ προλέγων, τὴν σὴν πόῤῥῳ ταύτης, μετάστασιν παμμάκαρ.
Θεοτοκίον
Μήτηρ ἀειπάρθενος ἐδείχθης, τεκοῦσα ὑπερφυῶς ἐν ὕλῃ σώματος, τὸν δι’ ἀγαθότητα, ἄνθρωπον γενόμενον, ὃ ἦν διαμείναντα· ὦ πάντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.







ᾨδὴ θ' Ὁ Εἱρμός. Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται
Ἰδοὺ φωνὴ πρόδρομος ταῖς στειρευούσαις, καὶ ἐρήμοις πάρεστι καρδίαις μέλπουσα· Ὁδὸν Χριστοῦ νυνὶ ἑτοιμάσατε, ὅτι ἐν δόξῃ ἔρχεται, ᾧ πειθαρχοῦντες μεγαλύνομεν.
Ὡς πάλαι ἐν Πνεύματι τῷ παναγίῳ, ἐμφανῶς ἐκήρυξας τὸν Υἱὸν Πρόδρομε, ἀμνὸν Θεοῦ, τοῦ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, τῇ ποίμνῃ σου τῶν πταισμάτων λύσιν αἴτησαι.
Θεοτοκίον
Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι τὰ νίκης τρόπαια, τὸν δυσμενῆ τιθεῖσα ὑπόσπονδον τῇ Ἐκκλησίᾳ, ἵνα σε ὡς Θεοτόκον μεγαλύνωμεν.

Τοῦ Ὁσίου. Ἔφριξε πᾶσα ἀκοή.
παντα σοῦ τὸν ὑψηλόν, καὶ ἰσάγγελον καὶ ἔνθεον Ὅσιε, βίον ἐν ὄρεσι, καὶ ἐν ἐρήμοις καλῶς διήνυσας· ἀλλ’ ἐπὶ τέλει τὴν ζωήν, τὴν πρόσκαιρον ἔλιπες, ἐν πόλει ἔνδοξε, Τραπεζοῦντι τοῦ Θεοῦ σε δοξάζοντος.
Τίμιος ἔναντι Θεοῦ, ὁ σὸς θάνατος ἐγένετο Ὅσιε, ὡς ἀγαπήσαντος, αὐτοῦ τοὺς νόμους καὶ δικαιώματα· ὅθεν ἐδόξασε ἐν γῇ, αὐτός σε πανόλβιε· καὶ γὰρ ὁ τάφος σου, τὰς ἰάσεις τοῖς πιστοῖς Πάτερ ἔβλυσεν.
κτεινον Πάτερ πρὸς Θεόν, τὰς ὁσίας σου παλάμας καὶ αἴτησαι, ἡμῖν τοῖς πόθῳ σε, ἀνευφημοῦσι πταισμάτων ἄφεσιν, καὶ τῶν δεινῶν ἀπαλλαγήν, καὶ βίου διόρθωσιν, τῆς οὐρανίου τε, Βασιλείας μετὰ σοῦ ἐπιτεύξασθαι.
Θεοτοκίον
άβδῳ δυνάμεως τῆς Σῆς, τοὺς ἀεὶ ἐπιθέμενος τοῖς δούλοις Σου, θραῦσον πανάχραντε, καὶ τοὺς οἰκοῦντας τὸ θεῖον Ὄρος Σου, ῥύου παντοίων πειρασμῶν, πυρός τε τοῦ μέλλοντος, καὶ τῆς ἐλλάμψεως, τῶν Ἁγίων ὁμοῦ πάντας ἀξίωσον.

Ἅπας γηγενής.
Ὅρμον τῆς ζωῆς, τῆς ἄνω κατέλαβες, βίου τὴν θάλασσαν, διαπλεύσας Ὅσιε, οἰακιζόμενος θείῳ Πνεύματι, καὶ τὸ σεπτόν σου λείψανον τὴν πόλιν ηὔφρανε, Τραπεζοῦντος, Πάτερ Διονύσιε, ἐνεργείαις θαυμάτων καὶ χάρισι.
Ὕμνοις καὶ ᾠδαῖς, τελοῦμεν τὴν μνήμην σου τὴν ἀεισέβαστον, ἡ ἁγία ποίμνη σου, ἣν συνεστήσω πόνοις καὶ σκάμμασι, καὶ Κορησὸς μακάριε ἡ σὲ βλαστήσασα, καὶ βοῶμεν· δίδου ἡμῖν πάντοτε, Διονύσιε Πάτερ τὴν χάριν σου.
Μέγαν ἀρωγόν, καὶ πρέσβυν θερμότατον πρὸς τὸν φιλάνθρωπον, ἔχοντές σε Ὅσιε, κινδύνων πλείστων ἐκλυτρωθείημεν, καὶ θείας μετασχοίημεν Πάτερ χρηστότητος, ἡ Μονή σου, μετὰ τῆς πατρίδος σου· ἀμφοτέρων γὰρ πέλεις ἀντίληψις.
Θεοτοκίον
Μῆτερ τοῦ Θεοῦ, Ἁγνὴ ἀειπάρθενε Θεοχαρίτωτε, σκέπε καὶ διάσωζε, πάσης ἀνάγκης καὶ περιστάσεως, τοὺς πίστει καταφεύγοντας ὑπὸ τὴν σκέπην Σου, καὶ σκανδάλων, πάντων τοῦ ἀλάστορος, ἀσινεῖς ἡμᾶς φύλαττε πάντοτε.










Ἐξαποστειλάριον. Τοῦ Προδρόμου. Γυναῖκες ἀκουτίσθητε.
Μεθέορτον ἐφύμνιον, τῇ εὐκλεεῖ γεννήσει σου, ὥσπερ εὐπρόσδεκτον δῶρον, ὅ σοι προσάγει προσδέχου, ὦ Βαπτιστὰ καὶ Πρόδρομε, νῦν ἡ παροῦσα ποίμνη σου, ἣν φύλαττε ἀκλόνητον, καὶ δίδου ταύτῃ ὑψόθεν, τὴν θείαν σου προστασίαν.
Ἕτερον. Τοῦ Ὁσίου. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν Μωϋσῆν μιμούμενος, καὶ Ἠλίαν τὸν θεῖον, καὶ τὸν τοῦ Λόγου Πρόδρομον, Διονύσιε Πάτερ, ἐρημικῶς ᾑρετίσω, Θεῷ μόνῳ λατρεύειν, οὗ τῆς λαμπρᾶς ἐλλάμψεως, μυστικῶς ἀπολαύσας, περιφανές, ἀρετῆς ἀνήγειρας πρυτανεῖον, ἐν ᾧ ψυχῶν ἡ κάθαρσις, γεωργεῖται λιταῖς σου.
Θεοτοκίον.
Ὑπερφυῶς κυήσασα, τὸν ὑπέρθεον Λόγον, σαρκὸς ἐν εἴδει Παρθένε, ἐξ ἁγνῶν Σου αἱμάτων, ἀναλλοιώτως ἀτρέπτως, ἀναπλάττοντα κόσμον, ἁγιωτέρα πέφηνας, ἀσυγκρίτως Ἀγγέλων, τῶν νοερῶν, καὶ ὑψηλοτέρα κτίσεως πάσης· διὸ κἀμὲ ἀνύψωσον, γεηρῶν φρονημάτων.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ σοφὲ Διονύσιε, ἀδιαλείπτοις εὐχαῖς, ἐγκρατείᾳ συντόνῳ τε, καὶ ἀσκήσει χρώμενος, τῆς σαρκὸς τὰ σκιρτήματα, ἀπομαράνας σοφῶς ἐπτέρωσας, πρὸς ὕψος θεῖον ψυχῆς τὸ φρόνημα· ὅθεν τοῦ πόθου σου, ἄρτι παναοίδιμε, ἐπιτυχών, ἔστης ἀγαλλόμενος, τῆς σῆς ἐφέσεως.

Πάτερ σοφὲ Διονύσιε, προκαθαρθείς σου τὸν νοῦν, καὶ ψυχὴν καὶ διάνοιαν, ὡς Μωσῆς ἐν βάτῳ πρίν, φωταυγείας ἠξίωσαι· ἔνθα τὸ θεῖον καὶ ἱερώτατον, ἐστήσω μάκαρ θυσιαστήριον, ἐν ᾧ καὶ ποίμνιον, τῷ Χριστῷ συνήθροισας, ὅπερ ἀεί, φρούρει ταῖς πρεσβείαις σου, πάσης κακώσεως.

Πλήρης οὐρανίου χάριτος, τῷ βασιλεῖ ἐπιστάς, τῇ τῶν τρόπων ἁπλότητι, καὶ ἠθῶν σεμνότητι, τοῦτον Πάτερ κατηύγασας· ὅθεν ὐπείκων τοῖς θείοις λόγοις σου, πλουσίαν χεῖρα λαμπρῶς προτείνει σοι· ἔνθεν τὴν Μάνδραν σου, ακτηρτίσω ἄριστα, καὶ τῷ Χριστοῦ, Βαπτιστῇ ἀνέθηκας, ταύτην μακάριε.

Χαίροις ξυνωρὶς θεόληπτε, τῶν ἀσκητῶν τοῦ Χριστοῦ, Διονύσιε Ὅσιε, καὶ θεῖε Δομέτιε, ἀρετῶν τὰ κειμήλια, οἱ ἐν φιλίᾳ θείᾳ συνδούμενοι, καὶ Παρακλήτου χάριν δεξάμενοι· ἐξ ἧς μετάδοτε, καὶ ἡμῖν δεόμεθα, ὡς τῆς Μονῆς, ταύτης ἀντιλήπτορες, μετὰ τὸν Πρόδρομον.

Δόξα. Ἦχος πλ. β΄.
Τῶν προσόντων σου καλῶν, ὁ φιλόχριστος ἄναξ, ἀγάμενος τὴν χάριν, Θεὸν ἐμεγάλυνε, τὸν ἐν προσώποις σου Πάτερ, ὡς δυνατὸν μεμορφωμένον· ὡς γὰρ ἄγγελος ἐπέστη αὐτῷ, σωτηρίαν εὐαγγελιζόμενος, καὶ τῇ τοῦ βίου ἀληθείᾳ, τὰ κρείττω πιστούμενος· ὅθεν, σεπτῶς κηδεύσας τὸ σῶμά σου, σὺν τῷ ἱερῷ σου ὁμαίμονι ἐβόα· χαίροις, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Τρισηλίου ἐλλάμψεως, θεοειδὴς θυρωρός· ὁ τῆς ἀλήκτου ἀπολαύων χαρᾶς, καὶ τῶν πανολβίων ἀμέσως κοινωνῶν δωρεῶν. Ἀλλ’ ὦ Διονύσιε Ὅσιε, μὴ παύσῃ πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.





Καὶ νῦν. Ὁ αὐτός.
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον· Ὁ ἔχων τὸ μέγα ἔλεος δόξα σοι.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ τῶν ἐν τῷ Ἄθῳ, γνώμων θεῖος δι’ ἀρετῆς· χαίροις τῆς Μονῆς σου, ἀντίληψις καὶ σκέπη, ἣν φρούρει οὐρανόθεν, ὦ Διονύσιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου