Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 24. ΟΣΙΟΣ ΑΘΑΝΑΣΙΟΣ ΠΑΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΚΔ΄!!
ΑΘΑΝΑΣΙΟΣ ΟΣΙΟΣ ΠΑΡῼ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὥσπερ ἄστρον νεόφωτον, ἐκ τῆς Πάρου ἀνέτειλας, ἐν ὑστέροις ἔτεσιν Ἀθανάσιε. Καὶ Ὀρθοδόξοις διδάγμασι καὶ βίου λαμπρότητι καὶ σοφία ἀληθεῖ, τῶν πιστῶν τὴν διάνοιαν κατεπύρσευσας. Διὰ τοῦτο τελοῦντές σου τὴν μνήμην, εὐφημοῦμέν σε παμμάκαρ, ὡς θεοφόρον διδάσκαλον.

Τὴν σοφίαν ἠγάπησας, ἐκ παιδὸς Ἀθανάσιε καὶ αὐτῆς τῷ ἔρωτι ἀναγόμενος, ἤρθης πρὸς γνῶσιν οὐράνιον, σαὐτὸν καθηράμενος, προσπαθείας ὑλικῆς καὶ φωτὶ θείου Πνεύματος, προσωμίλησας. Διὰ τοῦτο φωτίζεις τῷ σῷ λόγῳ, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν Ἱερομύστα θεόπνευστε.

Καὶ ἐν Ἄθῳ διέλαμψας καὶ ἐν Σμύρνῃ μακάριε, ἱεροῖς παιδεύμασι σεμνυνόμενος, Θεσσαλονίκην δὲ Ὅσιε, καὶ Κέρκυραν ἔπλησας, τῶν ἐνθέων διδαχῶν καὶ ἐν Χίῳ γενόμενος, Ἀθανάσιε, τὸν ἀγῶνα ἐτέλεσας ὁσίως, καὶ μετέστης πρὸς τὰ ἄνω, ὑπὲρ τοῦ κόσμου δεόμενος.

Τοῖς σπαργάνοις σου γάνυται, ἡ βλαστήσασα Πάρος σε, Ἐκκλησία πλέον δὲ ἡ Ὀρθόδοξος, στηριζομένη τῷ λόγῳ σου καυχᾶται ἐκτρέπουσα, κενοφώνους διδαχάς, Ἀθανάσιε πάνσοφε καὶ γεραίρει σε, ὡς διδάσκαλον μέγαν εὐσεβείας καὶ θεόπνευστον κιθάραν, τῶν ἱερῶν παραδόσεων.

Θεηγόρῳ σου στόματι, ἱερὲ Ἀθανάσιε, τῆς Ὀρθοδοξίας τὰ θεῖα δδόγματα, δυνάμει λόγου ἐτράνωσας καὶ ἅπαντα ἤλεγξας, τὰ ὀθνεῖα καὶ σαθρά κακοδόξων διδάγματα, ὡς τοῖς ἴχνεσι, τῶν σοφῶν Ἀποστόλων καὶ Πατέρων, δι᾿ ἀμέμπτου πολιτείας, θεοπρεπῶς ἐφεπόμενος.

Τῆς σοφίας τό σκήνωμα, Ἐκκλησίας τὸ στήριγμα, τὸν σοφὸν διδάσκαλον καὶ ἐκφάντορα, τῶν μυστηρίων τῆς πίστεως, τὸν νοῦν τὸν οὐράνιον, τὸν διδάσκοντα ἡμᾶς, ἀρετῶν τὴν λαμπρότητα καὶ πᾶν νόημα, ἐκριζοῦντα δεινῶν δοκησισόφων, Ἀθανάσιον τὸν θεῖον, χρεωστικῶς εὐφημήσωμεν.

Δόξα. Ἦχος πλ. β’
Τῶν ἀρετῶν τὴν τρίβον προκρίνας, ἐν ὁσιότητι καὶ ἀληθείᾳ Θεῷ ἐλάτρευσας, Ἀθανάσιε Πάτερ. Τῆς γὰρ σοφίας τοῦ κάλλους ἐρασθείς, τὸν νοῦν καθήγνισας, ἐν τῇ ἐργασίᾳ τοῦ κρείττονος καὶ τοῦ θείου φωτὸς ἐπλήσθης, ὡς τοῦ Θεοῦ θεράπων. Καὶ τῶν θείων δογμάτων, μυσταγωγὸς γενόμενος, τὴν Ἐκκλησίαν ἐπαίδευσας, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν καὶ ταῖς θείαις ἐμμένειν παραδόσεσι. Διὸ ὡς θεῖον διδάσκαλον καὶ παιδευτὴν ἱερόν, τιμᾷ σε, βοῶσα Χριστῷ. Κύριε, πρεσβείαις τοῦ σοῦ Ὁσίου, δίδου τῷ λαῷ σου, τὰ ἐλέη σου.



Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον Τόκον. Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς Μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς. Οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος, τὸ Ἀνάγνωσμα(κεφ. Γ’, 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καί εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. Ε’, 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς καί τῷ βραχίονι αὐτοῦ ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην. Καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα. Ὁξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν. Καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται. Καὶ ἐκ πετροβόλου θυμοῦ, πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνοία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε. Μάθετε δικασταὶ περάτων γῆς. Ἐνω- τίστασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. Δ’, 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη. Καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α’.
Τὸν τῆς ἀθανασίας ἐπώνυμον καὶ τῆς Πάρου τὸ κάλλιστον θρέμμα, Ἀθανάσιον τὸν θεῖον, ὡς τῆς Ἐκκλησίας διδάσκαλον, χρεωστικῶς μακαρίσωμεν. Εὐαγγελίου γὰρ τοῖς νόμοις ἐκτραφείς, ὀρθῶν δογμάτων στόμα ὤφθη καὶ πάσης αἱρέσεως, δίστομος μάχαιρα. Ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἐν αὐτῷ σκηνώσασα, δι᾿ αὐτοῦ ἡμᾶς κατευθύνει, πρὸς τὴν ὁδὸν τοῦ θείου θελήματος, ἐν εὐσεβείᾳ καὶ σεμνότητι, ὡς ἂν μέτοχοι γενώμεθα, τῶν αἰωνίων ἀπολαύσεων.

Ἦχος β’.
Τῆς εὐσεβείας γεωργῶν τὴν ἄρουραν, ἀληθείας ἀρότρῳ, ἀθανασίας τοὺς καρποὺς ἐξήνεγκας, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, θεοῤῥῆμον Ἀθανάσιε. Τῶν γὰρ πάλαι Πατέρων χαρακτηρίζων τὴν ἀρετὴν, ἐν τῷ ζήλῳ τῆς πίστεως, μετάρσιος ὤφθης. Καὶ ὑπὲρ τῆς δόξης Κυρίου, στομώσας τὴν ψυχήν, δυνατὸς ἐν πᾶσι πέφηνας, λόγῳ καὶ ἔργῳ διαπρέπων. Καὶ τὸν καλὸν ἀθλήσας ἀγῶνα καὶ μάρτυς τῇ προαιρέσει γεγονώς, τῆς ἀθανάτου ζωῆς τὸ γέρας, ἐπαξίως ἐδέξω. Διό σε γεραίρομεν, ἑορτάζοντες τὴν μνήμην σου.

Ἦχος γ’.
Τὸν λόγον τῆς χάριτος, ἐκ σοφῶν χειλέων προϊέμενος, ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, τὸν λαὸν τοῦ Θεοῦ ἀναστρέφεσθαι, διδάσκεις Πάτερ Ἀθανάσιε. Καὶ ἠθῶν ἐναρέτων φυτοκόμος φανείς, παθῶν ἀνασπᾶς τὰς ρίζας καὶ τῆς ἀγνοίας διαλύεις τὴν ἀχλύν, τῇ λαμπρότητι ζωῆς τῆς κρείττονος, ὡς ὑποφήτης θεόληπτος. Καὶ στῦλος καὶ ἑδραίωμα τῆς Ἐκκλησίας γενόμενος, τῷ θεμελίῳ τῆς πίστεως στηρίζεις, τῶν πιστῶν τὴν διάνοιαν καὶ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος δ’.
Ἀποστολικῷ ζήλῳ πυρακτούμενος, διδασκαλίας ἐδέξω τὸ δῶρον, παρὰ τοῦ Πατρὸς τῶν φώτων, σοφὲ Ἀθανάσιε. Καὶ τὸ δοθὲν σοι τάλαντον καλῶς ἐργασάμενος, πλείστους Θεῷ σεσωσμένους προσήγαγες, τῶν ἐναντιοφρόνων θριαμβεύσας τὴν ἄνοιαν. Διὸ τῆς χαρᾶς τοῦ Κυρίου ἀξιωθείς, Ἁγίων ὤφθης ἰσότιμος. Μεθ᾿ ὧν πρέσβευε Πάτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Τὸν ἐν ὁσίοις διδάσκαλον καὶ ἐν ἁγίοις θεοειδῆ ὑποφήτην τῆς χάριτος, Ἀθανάσιον τὸν θεῖον, τῶν Ὀρθοδόξων τὰ συστήματα, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν. Πυρίνῃ γὰρ γλώσςῃ, τῶν ὀρθῶν δογμάτων τὴν χάριν ἐξέφηνεν, ὑπὲρ τῆς ἀληθείας στεῤῥῶς ἀγωνισάμενος. Καὶ τοῖς ὅροις τῶν Πατέρων ἑπόμενος, τὴν καλὴν παρακαταθήκην ἡμῖν ἀλώβητον διέσωσε καὶ πᾶσιν αἰτεῖται, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις Ἀθανάσιε σοφέ, κλέος τῶν Παρίων ἁπάντων καὶ ἐγκαλλώπισμα, στόμα ἐνθεώτατον, τῆς θείας χάριτος, Ἐκκλησίας διδάσκαλε καὶ τῶν Ὀρθοδόξων, στήριγμα ἀσάλευτον, Ἁγίῳ Πνεύματι, Σὺ γὰρ ἐμπνευσθεὶς οὐρανόθεν, πᾶσιν τὰ σωτήρια Πάτερ, ἐν πολλῇ συνέσει παρατέθεικας.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Βίον διανύσας ἱερόν, τοῦ Εὐαγγελίου ἐργάτης δόκιμος πέφηνας, Πάτερ Ἀθανάσιε, ἐνθέοις πράξεσι, σεμνυνόμενος Ὅσιε καὶ τῶν εὐσεβούντων, τρέφων τὴν διάνοιαν, λόγῳ τῆς χάριτος. Ὅθεν, ὡς Χριστὸν θεραπεύσας, καὶ καλῶς τὸν δρόμον τελέσας, δόξης αἰωνίου κατηξίωσαι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίρει Ἐκκλησία τοῦ Χριστοῦ, τῇ διδασκαλίᾳ σου Πάτερ, ἑδραιουμένη στεῤῥῶς καὶ ἅπαν ἐκτρέπουσα, δόγμα ἀλλότριον. Θεολόγων τῶν πάλαι γάρ, στόμα θεῖον ὤφθης καὶ τῆς θείας χάριτος, ἔνθεον ὄργανον. Ὅθεν, ἀθανάτου εὐκλείας, μέτοχος σαφῶς ἀνεδείχθης, μετὰ τέλος θεῖον Ἀθανάσιε.

Δόξα. Ἦχος πλ. δ’.
Τῆς τοῦ Παύλου διδαχῆς, πληρωτῆς σαφῶς ἀνεδείχθης, Ἀθανάσιε Πάτερ Ὅσιε. Ὡς γὰρ θεῖος διδάσκαλος, ἐν λόγῳ ἐν ἀναστροφῇ ἐν ἀγάπῃ, ἐν πίστει καὶ ἁγνείᾳ, τύπος ἐγένου τῶν πιστῶν καὶ παράδειγμα ἔμπρακτον. Πᾶσι γὰρ παρέχεις, σωτηρίας διδάγματα καὶ ἔργῳ ἰθύνεις, πρὸς μετανοίας ὁδόν, αἰτούμενος ἡμῖν, τὴν τῶν πταισμάτων συγχώρησιν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε
Σοφίᾳ κοσμούμενος, παντοδαπεῖ εὐσεβῶς, διδάσκαλος ἔνθεος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ βίου ὀρθότητος, στήλη λαμπρὰ ὡράθης, Ἀθανάσιε Πάτερ. Ὅθεν ἡ νῆσος Πάρος, τῇ σῇ δόξῃ καυχᾶται, πάντες σου τὰ θεῖα, τιμῶμεν προτερήματα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις








ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.  Ἦχος α’. Τὸν Τάφον σου Σωτήρ.
Τὸν βίον σου σοφέ, ἀναθέσας Κυρίῳ, σοφίας ἀληθοῦς, ἐραστὴς ἀνεδείχθης, καὶ αὕτη τῶν χαρίτων σε, τῷ στεφάνῳ ἐκόσμησεν, Ἀθανάσιε, τῆς Ἐκκλησίας λαμπρότης, ἥτις ἄγει σου, τὴν ἀξιέπαινον μνήμην, Χριστὸν μεγαλύνουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκύησας ἡμῖν, τὸν ὑπέρθεον Λόγον, καὶ ἔλυσας ἀρᾶς, τῶν ἀνθρώπων τὸ γένος. Παρθένε ἀειπάρθενε, τῇ ἀφράστῳ γεννήσει σου. Ὅθεν μέλπομεν, τὰ σὰ μυστήρια Κόρη, καὶ δοξάζομεν, τὰ παμφαῆ μεγαλεῖα, τῆς δόξης σου Ἄχραντε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας Πίστεως.
Βίῳ κρείττονι, λελαμπρυσμένος, στόμα ἔνθεον, Ὀρθοδοξίας, ἀνεδείχθης ἱερὲ Ἀθανάσιε. Καὶ ἱερεὺς θεοφόρος γενόμενος, θεοπρεπῶς τῷ Κυρίῳ ἱεράτευσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Στάμνος ἄψυχος, προδιετύπου, σὲ τὴν ἔμψυχον, στάμνον Παρθένε, τὴν τὸ μάννα τῆς θεότητος φέρουσαν. Σὺ γὰρ Χριστὸν ἐν κοιλίᾳ βαστάσασα, ἀθανασίας πηγὰς ἡμῖν ἤνοιξας. Κόρη Πάναγνε, ὅθεν πάντες σε μεγαλύνομεν, κηρύττοντες ἀεὶ τὴν προστασίαν σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν θύραθεν μυηθείς, τῆς σοφίας τῆς θείας ὑφηγητής, λαμπρότητι βίου σου, ἀληθῶς ἐχρημάτισας καὶ εὐσεβῶς παιδεύεις, πιστῶν τὴν διάνοιαν, ἀποσκοπεῖν πρὸς μόνα, τὰ ἄνω ὡς μένοντα. Ὅθεν καὶ τὸν δρόμον, θεαρέστως τελέσας, Ἁγίων ἠρίθμησαι, τοῖς χοροῖς ὡς ἰσότιμος, ἱερὲ Ἀθανάσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε Μῆτερ Θεοῦ, τῶν Ἁγίων Ἀγγέλων ἡ βασιλίς. Καὶ πάντων ἀνθρώπων τε, προστασία καὶ ἔφορος καὶ τῶν ἁμαρτανόντων, θερμὸν ἱλαστήριον, παθῶν μοι τὴν ὀμίχλην, διάλυσον δέομαι. Καὶ τὰς τοῦ Βελίαρ, κατ᾿ ἐμοῦ ἐπιθέσεις καὶ πᾶσαν ἐπίνοιαν, κατασύντριψον δέομαι, τῇ δυνάμει σου Ἄχραντε. Πρὸς σὲ γὰρ ἀφορῶ ἐκ ψυχῆς καὶ προστρέχω τῇ σῇ ἀγαθότητι, ὡς ἂν εὕρω ὁ τάλας, ταχεῖαν βοήθειαν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον...
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησον με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου....
Ἀσκητικῶς πολιτευσάμενος καὶ πολλοὺς παιδεύσας πρὸς σωτηρίαν, ἱεραῖς παραινέσεσι, τῶν ἀπ᾿ αἰῶνος ὁσίων ὤφθης μέτοχος, ἐν τῇ ἀλήκτῳ ζωῇ. Ἀθανάσιε Ὅσιε. Ἅλατι γὰρ ἦν ἠρτυμένος ὁ λόγος σου, ὡς ἔχων τὴν μαρτυρίαν ἄνωθεν. Ἀλλ᾿ ἀπαύστως πρέσβευε, ρύεσθαι ἡμᾶς τῶν σκανδάλων καὶ πάσης αἱρέσεως.


Εἶτα οἱ κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀθανασίῳ τὴν αἴνεσιν ὑφαίνω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος β᾿ Δεῦτε λαοί.
Ἀγγελικαῖς, συναγελάζων δυνάμεσι καὶ τρισηλίῳ χάριτι καταλαμπόμενος, Ἀθανάσιε Πάτερ, παράσχου μοι σοφίαν, πιστῶς ὑμνοῦντί σε.
Θεῖον βλαστόν, ἡ νῆσος Πάρος σε ἔσχηκεν. Ἐκ ταύτης γὰρ ἐξήνθησας καὶ ἐγεώργησας, Ἀθανάσιε Πάτερ, καρποὺς ἀθανασίας, πιστοὺς ἐκτρέφοντας.
Ἄνω τὸ σὸν, ἔχων πολίτευμα Ὅσιε, πρὸς οὐρανὸν ἀνύψωσας, πιστῶν τὸ φρόνημα, ἐν καιρῷ τῆς δουλείας, σοφαῖς διδασκαλίαις καὶ παραινέσεσι.
Θεοτοκίον.
Νέον ἡμῖν, βρέφος ἐκύησας Ἄχραντε, Θεὸν τὸν προαιώνιον, δι᾿ ἀγαθότητα, νεουργοῦντα τὴν φύσιν, ἡμῶν παλαιωθεῖσαν, τοῖς πλημμελήμασι.

ᾨδὴ γ’. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε.
Ἁπάσης ἀρετῆς ὤφθης διδάσκαλος, σοφίᾳ ποικίλῃ κεκοσμημένος καὶ τῶν θείων παραδόσεων, Ἀθανάσιε φύλαξ ἐνθεώτατος.
Συνέσει διαπρέπων ἐν τῷ Ἄθωνι, ἐκλάμπεις παιδείας πάσῃ τῇ γνώσει, καὶ εἰς πλεῖστας πόλεις Ὅσιε, τὰς ἀκτῖνας τῶν λόγων σου ἐφήπλωσας.
Ἱέρευσας ὁσίως τῷ Θεῷ ἡμῶν, θυσίαν αἰνέσεως ἀναφέρων, ἱερεὺς ὡς ὢν τῆς χάριτος καὶ τὸν ἄμωμον μόσχον θύων Ὅσιε.
Θεοτοκίον.
Ὡς θρόνος Θεοτόκε ὑψηλότατος, τὸν πάντων Δεσπότην καὶ Βασιλέα, ἐν ἀγκάλαις σου ἐβάστασας, ἀγκαλῶν τοῦ ἐχθροῦ, ἡμᾶς ἁρπάζοντα.

Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν διδασκάλοις θεοφόρος ἐδείχθης, γλῶσσαν ἁγίαν Ἀθανάσιε ἔχων, καὶ τῶν ὀρθῶν δογμάτων τὴν ἀκρίβειαν ἀσφαλῶς ἐτήρησας καὶ παρέδωκας ταῦτα Πάτερ ἀναλλοίωτα, τῇ Χριστοῦ Ἐκκλησίᾳ χειμαζομένῃ πάθεσι δεινοῖς, τῇ τῆς δουλείας, σκληρότητι Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τὸν Δεσπότην τῶν ἁπάντων τεκοῦσα καὶ μετὰ τόκον ὡς πρὸ τόκου Παρθένος, Θεογεννῆτορ Κόρη διαμείνασα, ῥῦσαι δεσποτείας με, τοῦ δολίου Βελίαρ καὶ τὸν νοῦν μου κάθαρον, ἐννοιῶν ἀκαθάρτων καὶ μετανοίας δίδου μοι αὐγήν, ἐσκοτισμένῳ, παθῶν ἀμαυρότητι.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Τὴν σοφίαν ἐτίμησας, ὡς ἐκ νεότητος ταύτην ἀγαπήσας καὶ ἐδόξασέ σε, πλείστοις χαρίσμασιν.
Ἡ θεόσοφος γλῶσσά σου, ὥσπερ κιθάρα Πάτερ εὐσεβείας, πάντας κατηύφρανε, λόγῳ τῆς χάριτος.
Νεκρωθεὶς Ἀθανάσιε, τοῖς ἐν τῷ κόσμῳ γνώμῃ θεολήπτῳ, τῆς ἀθανασίας, τὴν τρίβον ὥδευσας.
Ἀθανάτου εὐκλείας σε, συγκοινωνὸν ἀνέδειξεν ὁ Κτίστης, ὡς Αὐτὸν δοξάσαντα, βίου λαμπρότητι.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτησαι, ὡς τὸν Θεὸν τῶν ὅλων τετοκυῖα πανάχραντε, καὶ θείαν ἔλλαμψιν.



ᾨδὴ ε’. Τῆς νυκτός διελθούσης
Νόμοις θείοις παιδεύων, ἐν καιρῷ τῆς δουλείας, τοῦ Χριστοῦ τὸ ποίμνιον Ὅσιε, ἀρετῶν φυτοκόμος, Ἀθανάσιε ὤφθης καὶ τῆς ἀνομίας κατήγορος.
Ἐντολῶν τῶν ἁγίων, καὶ τῶν θείων δογμάτων, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἀναπτύσσων τὸ κάλλος, ἅπαντας στηρίζεις Πάτερ ἐν τῇ πέτρᾳ τῆς πίστεως.
Σὲ διδάσκαλον θεῖον, ἡ Θεσσαλονίκη Πάτερ καὶ ἡ Χίος καὶ Κέρκυρα καὶ εἴ τις ἄλλος τόπος, εὑροῦσαι, θείαις διδαχαῖς ἐπλουτίσθησαν.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ Θεὸν τῶν ἁπάντων, Κόρη μετὰ σώματος τέξασα, σωματικῶν παθῶν με καὶ ψυχικῆς ἀνίας, λύτρωσαι καὶ σῶσον με δέομαι.

ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων
Νοῦν τὸν σὸν ἀνυψώσας πρὸς Κύριον, Πάτερ Ἀθανάσιε πολλῆς συνέσεως ἐπλήσθης καὶ τῷ λόγῳ σου, τὴν Χριστοῦ Ἐκκλησίαν ἐστήριξας.
Ὑψηλὴν τὴν διάνοιαν ἔσχηκας, τρόποις ταπεινώσεως πρὸς τὴν ἀγάπησιν, ἐκκαίων τοῦ Θεοῦ ἡμῶν, τοὺς πιστοὺς Ἀθανάσιε πάνσοφε.
Φωτισμῷ ἀρετῶν κατεπύρσευσας καὶ θείοις διδάγμασι καὶ παραινέσεσι, τῶν εὐσεβῶν τὸ πλήρωμα, Ἀθανάσιε Πάρου ἀγλάϊσμα.
Θεοτοκίον.
Ἀποῤῥήτως Θεὸν σωματώσασα, πρὸς τὴν εὔκλειαν Κόρη ἀνύψωσας, τοὺς παραβάσει πρότερον, τοῦ Ἀδὰμ πεπτωκότας εἰς θάνατον.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ τῆς Πάρου ἔλαμψας, ὡς ἄστρον νέον, καὶ πιστοὺς ἐφώτισας, διδασκαλίαις ἱεραῖς, τῇ ἐπιπνοίᾳ τῆς χάριτος, ὡς θεηγόρος σοφὸς Ἀθανάσιε.
Ὁ Οἶκος
Εὐσεβείας τοῖς ἔργοις λαμπόμενος, ἀληθείας διδάσκαλος πέφηνας, ἐκπαιδευθεὶς ἐπιμελῶς, τῇ θύραθεν παιδείᾳ καὶ μαθητεύσας μυστικῶς, τῇ ἐν Χριστῷ φιλοσοφίᾳ, παμμακάριστε Πάτερ, ἀθανασίας ἐπώνυμε. Ἔνθεν, σεμνοτάτων ἠθῶν καὶ πολιτείας ἀμέμπτου ἐμφαίνεις τὴν λαμπρότητα καὶ τῶν Ὀρθοδόξων δογμάτων μυσταγωγεῖς τὴν ἀκρίβειαν, ἐν δυνάμει λόγου καί σοφίᾳ θεοσδότῳ, ἐν καιρῷ δουλείας χαλεπῆς, τοῦ γένους θεηγόρε. Ζήλῳ γὰρ θείῳ ἐζήλωσας, τῶν πάλαι Πατέρων τὴν ἀρετὴν καὶ τοῖς ἴχνεσιν αὐτῶν ἀσκητικῶς ἐβάδισας, ὡς θεηγόρος σοφός, Ἀθανάσιε.

















Συναξάριον
Ζαχαρία, χόρευε σὺν τῇ συζύγῳ
οὐ πολλὰ μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα.
Πρόδρομον ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ Παρίου
Κλήσει Ἀθανάσιε ἀκολουθήσας,
ἀθανασίας τὸ γέρας ἐκομίσω
Ἀθανασίοιο μέγα ἀείδω κλέος οἴμαις ἱραῖς.
Οὗτος ὁ θεῖος πατὴρ καὶ διδάσκαλος ἐγεννήθη ἐν ἔτει ᾳψκβ’ ἤ ᾳψκγ’ (1722 ἤ 1723) ἔν τινι χωρίῳ τῆς ἐν Κυκλάσι Πάρου, οὗ ἡ κλῆσις Κῶστος, ἐκ γονέων εὐσεβῶν, τοῦ ἐκ Σίφνου ἕλκοντος Ἀποστόλου τοὐπίκλην Τουλίου καὶ τῆς Κωστιανῆς.  Ἀνατραφεὶς καὶ ἀνδρωθεὶς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου καὶ ἐκπαιδευθεὶς καλῶς τῇ θύραθεν σοφίᾳ, ἐπεδόθη μετὰ σπουδῆς τῇ μελέτῃ τοῦ θείου νόμου καὶ τῆς ἔσω καὶ θείας σοφίας καὶ κατέστη ἐν πᾶσι σοφὸς λόγοις καὶ ἔργοις διαπρέπων καὶ τῇ ποικίλῃ γνώσει πανταχοῦ περιβόητος. Ἐντεῦθεν τῶν Ὀρθοδόξων δογμάτων καὶ τῶν θείων παραδόσεων, γλώσσῃ πυρίνῃ καὶ θεοφθόγγῳ, ἀναπτύσσων καὶ κηρύττων τὸ θεόσδοτον κῦρος καὶ τὴν λαμπρότητα, ἐδίδαξεν ἐν τῇ κατ᾿ Ἄθω Σχολῇ καὶ ἄλλαις πόλεσιν, ἐν τῷ ζοφερῷ καιρῷ τῆς χαλεπῆς δουλείας, τὴν τοῦ Γένους νεολαίαν τὰ τῆς θύραθεν παιδείας μαθήματα καὶ τὰ τῆς Ὀρθοδόξου πίστεως διδάγματα καὶ δόγματα, μεθ᾿ ὃ παρεγένετο ἐν τῇ νήσῳ Χίῳ. Ἐνταῦθα ἐν ὁσιότητι διαλάμπων, διήνυσε τὰς ὑπολοίπους τῆς προσκαίρου ζωῆς ἡμέρας, ἱκανῶς διδάξας τοὺς προσερχομένους καὶ ἐκοιμήθη ὁσίως, τῇ ΚΔ’ (24) μηνὸς Ἰουνίου, ἐν ἔτει αωιγ’ (1813). Τῇ δὲ τοῦ Ὁσίου πρεσβείᾳ, ἐνηργήθη τὸ ἑξῆς: Μοναχός τις ἐκ τῆς κατὰ Πάρον Μονῆς τῆς Λογγοβάρδας, συνεργίᾳ τοῦ ἐχθροῦ, φιλονικήσας πρός τινα ἀδελφόν, ἀπεχώρησεν ἐκεῖθεν, μηδόλως θέλων ἀκοῦσαι λόγον ἐπιστροφῆς. Ὅθεν, κακῶς ἐξῆλθεν, λυπήσας ἐπὶ τούτῳ σφόδρα σὺν τῷ ποιμενάρχῃ, πᾶσαν τὴν ἀδελφότητα. Τότε δὴ ὁ Ἡγούμενος, ἐν μακαριστοῖς ἤδη τελῶν Γέρων Φιλόθεος, κομίζων τὸ τμῆμα τοῦ ἱεροῦ λειψάνου τοῦ Ὁσίου Πατρὸς εἰς τὸν ἱερὸν τῆς Μάρτυρος Μαρίνης ναόν, προσηύχετο ἐνθέρμως, καὶ ἐδέετο τοῦ Ὁσίου λῦσαι τὴν σκληρότητα τῆς καρδίας τοῦ πλανηθέντος ἀδελφοῦ, ὥστε ἐπανελθεῖν εἰς τὴν ἑαυτοῦ μετάνοιαν. Καὶ τῇ ἐπιούσῃ, ὦ τοῦ θαύματος, ἐπανέκαμψεν ἐν πολλῇ μετανοίᾳ καὶ πραΰτητι καρδίας εἰς τὴν ἑαυτοῦ μετάνοιαν, χαροποιήσας πάντας ἐπί τῇ ἐπιστροφῇ.

Tεκοῦσι γεννήτορσι Προδρόμου πάλαι,
γνωστοὶ συνευφραίνοντο, νῦν δὲ καὶ κτίσις.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Νεομάρτυς Παναγιώτης ὁ Καισαρεύς, ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1765 τελειοῦται.
Παναγιώτης Καισαρεὺς δι᾿ ἀγάπης
τοῦ Κυρίου τέθνηκεν ὦ χρηστοῦ τέλους!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γερασίμου, ἐπισκόπου Ἀστραχάν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ’. Ἀντίθεον πρόσταγμα.
Ἰσχὺν ἐνδυσάμενος τὴν ἐκ Κυρίου, ὁσίως διήνυσας, τὸν βίον Ἀθανάσιε καὶ πᾶσιν ἐφήπλωσας, Ὀρθοδοξίας τὸ φῶς, προτρέπων ψάλλειν ἅπαντας. Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Νοὸς καθαρότητι καὶ διανοίας Χριστῷ ἱεράτευσας, ὡς ἱερεὺς θεόληπτος καὶ τούτῳ προσήγαγες, οἷα θυσίαν δεκτήν, βίον ἐνθεώτατον, λόγοις ὁμοῦ καὶ ἔργοις κατακοσμούμενον.
Ὡς θεῖον διδάσκαλον τῆς Ἐκκλησίας καὶ μύστην θεόληπτον, σοφίας τῆς τοῦ Πνεύματος καὶ βίου ὀρθότητος, μυσταγωγὸν πρακτικόν, ὑμνοῦμέν σε κραυγάζοντες· Ὑπὲρ ἡμῶν δυσώπει, Πάτερ τὸν Κύριον.
Θεοτοκίον
Γεννήσασα Πάναγνε ἀνερμηνεύτως, τὸν πάντων δεσπόζοντα, ἐν εἴδει ἀνθρωπότητος, τὴν πάλαι ἠφάνισας, τῶν Προπατόρων ἀράν. Διό σε μεγαλύνομεν, ἀεὶ εὐλογημένη καὶ ὑπερένδοξε.

ᾨδὴ η’. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἐν τοῖς σπαργάνοις σου σοφέ, ἡ γεννήσασά σε Πάρος ἐγκαυχᾶται, Ἀθανάσιε Πάτερ καὶ μεγαλύνει Χριστόν βοῶσα. Ὑμνεῖτε τὸν Κύριον καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥήσεσι Πάτερ ταῖς σοφαῖς, τῶν ἁγίων σου χειλέων πειθαρχοῦντες, ἐκτρεπόμεθα πᾶσαν αἱρετικῶν διδαχήν, ὑμνοῦντες Χριστὸν Ἀθανάσιε καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ἀθανασίας τὴν ὁδὸν φερωνύμωε Ἀθανάσιε βαδίσας, πρὸς σκηνὰς ἀθανάτους, τῆς αἰωνίου ζωῆς, ἐχώρησας κράζων μακάριε· Σὲ ὑπερυψοῦμεν, Χριστέ, εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σωματωθεὶς ἐκ τῶν ἁγνῶν καὶ ἁγίων σου αἱμάτων Παναγία, ὁ τῶν ὅλων Δεσπότης, εἰς σωτηρίαν ἡμῶν, προστάτιν σε ἔδειξεν Ἄχραντε, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν σου τόκον.

ᾨδὴ θ’. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἰθύνας Πάτερ τὸν νοῦν σου, δι᾿ ἀγάπης τελείας, πρὸς μόνον τὸν Θεὸν καὶ Ποιητήν, τὸν χορηγὸν τῆς σοφίας, παρ᾿ Αὐτοῦ ἐσοφίσθης καὶ ὤφθης τοῖς ἐν γῇ περιφανής, ἐν ποικίλῃ σοφίᾳ καὶ λόγοις Ἀθανάσιε.
Μετ᾿ ἐγκωμίων τελοῦμεν τὴν ἁγίαν σου μνήμην, θεόφρον Ἀθανάσιε σοφέ. Ὅτι διδάσκαλος ὅσιος καὶ σοφὸς ποδηγέτης ἐδείχθης τῆς πατρίδος σου κλεινέ. Διὸ πάντες οἱ παῖδες, Ἑλλήνων εὐφημοῦσι σε.
Ὅλον τὸν βίον σου πάτερ ἐν ἀγῶσι ἀνύσας, ὑπὲρ τῆς τοῦ πλησίον ἀγωγῆς, τὴν αἰώνιαν ἀνάπαυσιν, ἐκομίσω ἀξίως, τελέσας σου τὸν δρόμον ἱερῶς καὶ ζωὴν τὴν ἀγήρω, λαμπρῶς ἐκληρονόμησας.
Θεοτοκίον
Ὑπεραγία Παρθένε, τῶν Ἀγγέλων ἡ δόξα καὶ πάντων τῶν βροτῶν καταφυγή, τῆς ἀδοξίας με λύτρωσαι, τῶν παθῶν δυσωπῶ σε καὶ δόξης οὐρανίου κοινωνόν, μετὰ τέλος με δεῖξον, προστρέχοντα τῇ σκέπῃ σου.







Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θεὸν τὸν μόνον ἔχοντα, ἀθανασίαν Ἅγιε, ἀπὸ ψυχῆς ἀγαπήσας, τῆς ἀθανάτου εὐκλείας, ἀμέμπτως βιωσάμενος, θεόφρον Ἀθανάσιε, περιφανῶς ἠξίωσαι, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν τὴν σὴν μνήμην τελούντων.
Θεοτοκίον
Θεὸν τὸν ἀναλλοίωτον, ὑπερφυῶς κυήσασα, Ὑπεραγία Παρθένε, ἡμῶν θεοῦντα τὴν φύσιν, ἀπαύστως ἁμαρτάνοντα, οἰκτείρησόν με δέομαι καὶ δίδου μοι, ἵνα ζωῆς αἰωνίου, ἀξιωθῶ μετὰ τέλος.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀθανασίας τὴν δόξαν τὴν ἀνεκλάλητον, ἀπὸ παιδὸς ποθήσας, Ἀθανάσιε Πάτερ, ὁσίως καὶ ἀμέμπτως ἐπὶ τῆς γῆς, τὴν ζωὴν διετέλεσας καὶ τοῦ σοῦ πόθου ἀξίως μετεσχηκώς, τιμώντων σε μνημόνευε.

Ἀθανασίας παρέχων θεῖα διδάγματα, δογμάτων Ὀρθοδόξων, ὑποφήτης ἐδείχθης καὶ βίου ἐναρέτου μυσταγωγός, Ἀθανάσιε πάνσοφε. Διὸ τιμῶμέν σε πάντες ἀσματικῶς, ὡς διδάσκαλον τῆς πίστεως.

Ἀθανασίας πρὸς τρίβον τῷ θείῳ λόγῳ σου, καθοδηγῶν πανσόφως, Ἀθανάσιε Πάτερ, τοὺς θεῖόν σε πλουτίσαντας ὁδηγόν, καὶ διδάσκαλον Ὅσιε, αἱρετικῶν διδαγμάτων, καθ᾿ ἡμῶν πᾶσαν ἐπήρειαν.

Ἀγαλλιᾶται ἡ Πάρος ἡ σὲ βλαστήσασα καὶ πᾶσα ἡ Ἁγία, τοῦ Χριστοῦ Ἐκκλησία κηρύττει σου τὴν χάριν ὡς ἀληθῶς, Ἀθανάσιε Ὅσιε. Καὶ τῶν πιστῶν αἱ χορείαι χρεωστικῶς, ἑορτάζουσι τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. α’.
Τοῦ Εὐαγγελίου τῆς ζωῆς, τῷ φωτὶ λαμπρύνων τὸν βίον, ἐν διδασκαλίαις διέπρεψας καὶ ὁσίοις καμάτοις, Ἀθανάσιε Πάτερ. Σεαυτὸν γὰρ ἠρνήσω καὶ τῷ θείῳ θελήματι, ὁλοτρόπως ὑπετάγης. Καὶ τῷ Ἁγίῳ κινούμενος Πνεύματι, πᾶσι διένειμας, τὸν πλοῦτον τῆς σοφίας, ὡς ὑπηρέτης φρόνιμος καὶ πιστὸς οἰκονόμος. Ἀλλ᾿ ὡς τῆς ἀθανάτου ζωῆς κατατρυφῶν, ἐκ θανάτου ἁμαρτίας ἡμᾶς ρῦσαι, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Πάρου θεῖος βλαστὸς καὶ τῆς Ἐκκλησίας, ὁ διδάσκαλος ὁ σοφός· Χαίροις ἀθανάτου, ζωῆς εὐῶδες ἄνθος, τοὺς εὐσεβεῖς εὐφραῖνον, ὦ Ἀθανάσιε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου