Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 27. ΟΣΙΟΣ ΣΑΜΨΩΝ ΞΕΝΟΔΟΧΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΚΖ΄!!
ΣΑΜΨΩΝ ΟΣΙΟΣ ΞΕΝΟΔΟΧΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχ. Νικοδήμου Ἀεράκη)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν Σαμψὼν τὸν τρισόλβιον, ἐν ᾠδαῖς εὐφημήσωμεν, συνελθόντες σήμερον ὦ φιλέορτοι· ὅτι τοῦ κόσμου κατέλιπε, τερπνὰ καὶ ἐφήμερα, τὰ οὐράνια ποθῶν, καὶ πτωχῶν τὴν παράκλησιν, καὶ τὴν λύτρωσιν, ὑπὲρ ὧν ξενοδόχος ἀνεδείχθη, Ἀβραὰμ τοῦ θειοτάτου, ἀκολουθήσας ὑπόδειγμα. (Δίς)

Μοναζόντων ἀγλάϊσμα, ἀθλουμένων ἐντρύφημα, ἱερέων πρότυπον καὶ καλλώπισμα, τῶν ξενοδόχων ὑπόδειγμα, Σαμψὼν παντευλόγητε, ἀνεδείχθης ἀληθῶς, Ἐκκλησίας τὸ σέμνωμα, καὶ κραταίωμα, πενομένων τροφεὺς καὶ ξενοδόχος, ἀσθενούντων παρακλήτωρ, καὶ τῶν πιστῶν θεῖον πρότυπον.

Χριστοφόρος τρισόλβιος, ἀσκητὴς πολυθαύμαστος, ἱερεὺς πανεύφημος Σαμψὼν γέγονας, τῶν πενομένων ἀνάπαυσις, γυμνῶν περιβόλαιον, ἀσθενούντων ἰατρός, ξενοδόχος τῆς χάριτος, ξένων στέγασμα, καὶ χαρὰ θλιβομένων καὶ πενθούντων, ἀδελφῶν τῶν ἐλαχίστων, καταφυγὴ καὶ ἀσφάλεια.

Δόξα. Ἦχος β΄.
Τῇ ἀπαθείᾳ κοσμηθείς, διὰ τῆς ἐν Χριστῷ ἀσκήσεως, φωταγωγεῖς τὴν ὑφήλιον, θαυμάτων λάμψεσιν, Σαμψὼν θεοφόρε, θείῳ ἔρωτι τρωθεὶς τὴν καρδίαν, τῶν ἐλαχίστων ἀδελφῶν τοῦ Κυρίου, ξενοδόχος ἀνεδείχθης, καὶ πρὸς τὸ μόνον ἐφετόν, Χριστὸν τὸν φιλάνθρωπον, αὐτοὺς προσείλκυσας, δόξαν προσφέρων τῷ Τρισαγίῳ Θεῷ.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
















Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκον πηγὴν χαρᾶς, Σαμψὼν ὁ ξενοδόχος, ἐν Βασιλίδι πόλει, ἀνήγειρεν πρὸς δόξαν, Θεοῦ τοῦ παντοκράτορος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄριστος ὡς ποιμήν, Σαμψὼν ὁ θεοφόρος, τῶν πενομένων ὤφθη, προστάτης ξενοδόχος, ἀγάπης θεῖον πρότυπον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Πλήθη τῶν ἀσθενῶν, ἀνέπαυσεν ἐν ἔργοις, Σαμψὼν ὁ ξενοδόχος, πενήτων δὲ καρδίας, εἰρήνευσεν πρὸς Κύριον.

Δόξα. Τριαδικόν.
Λόγε σὺν τῷ Πατρί, καὶ Πνεύματι Ἁγίῳ, δημιουργεῖς τὸν κόσμον, καὶ σώζεις ἐκ πταισμάτων, τὸ γένος τὸ ἀνθρώπινον.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Ἰησοῦ, πανάχραντε Παρθένε, Σαμψὼν τοῦ ξενοδόχου, προστάτις ἀνεδείχθης, φιλευσπλαγχνίας ὄργανον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον πρότυπον, φιλανθρωπίας, πέλεις ἅπασι, Σαμψὼν τρισμάκαρ, ὡς ξενοδόχος ἁγίων ἐν χάριτι· Βασιλευούσης ἐδείχθης τὸ καύχημα, καὶ πενομένων προστάτης φιλεύσπλαγχνος· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ φέρων τὴν μίμησιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητας ἀναβλυστάνεις κρουνούς, Σαμψὼν Ἱερώτατε, σὺ γὰρ θεομιμήτῳ, ἑλλαμφθεῖς συμπαθείᾳ, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἑνὶ ἑκάστῳ, ῥῶσιν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.










ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια στ’ τοῦ Ἁγίου. Ἦχος α'. Πανεύφημοι μάρτυρες.
Πάτερ πανεύφημε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθαιρόμενος, ἀπαύστοις πρὸς τὸ θεῖον συννεύσεσι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖςψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ θεόσοφε Σαμψών, ἀσκηταῖς ἠρίθμησαι, τῇ ἀπαθείᾳ κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ὅπου πέφυκε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ θεόπνευστε Σαμψών, φωστὴρ ἐχρημάτισας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπευλαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖςψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίου τὸ κλυδώνιον, ἐν ἀσφαλείᾳ διέβης, καὶ πρὸς γαληνότατον, προσωρμίσθης Πάτερ λιμένα χάριτος· τῆς σαρκὸς ἔφυγες, ἡδονὰς καὶ πάθη, ἀρετὴν δὲ ἐπεπόθησας, Χριστοῦ ὁμοίωμα, γεγονὼς τρισόλβιε ἄριστον· τοῖς πένησιν διέμεινας, πλοῦτον τὸν φθαρτὸν Σαμψὼν ἔνδοξε· καὶ ὡς ξενοδόχος, τοὺς ξένους καὶ γυμνοὺς καὶ ἀσθενεῖς, ὡς ἀδελφοὺς ὑπηρέτησας, τοῦ Χριστοῦ μακάριε.

Πλοῦτον τὸν φθειρόμενον, ἀπαρνηθεὶς θεοφόρε, τοῖς πτωχοῖς ἐσκόρπισας, ὡς φησὶν ὁ Κύριος τοῖς πιστεύουσιν· ἐν χαρᾷ ἔδραμες, πρὸς Νυμφίον θεῖον, καὶ πρὸς ἄσκησιν θεόδεκτον, λαβὼν τὸ χάρισμα, τὸ τῆς ἀπαθείας μακάριε· ἀστέγοις καὶ λιμώττουσι, τὰς εὐεργεσίας μετέδωκας· ἵνα διὰ πάντων, δοξάζηται Σαμψὼν ὁ Ἰησοῦς, ξενοδοχήσας τὸν ἄνθρωπον, ὡς Θεὸς φιλάνθρωπος.

Ὅλην ἀποθέμενος, ἐν οὐρανῷ τὴν ἐλπίδαν, τῆς σαρκὸς τὸ ἄστατον, ἐν χαρᾷ παρέδραμες παμμακάριστε· ἡδονὴν πνεύματος, καὶ ψυχῆς εἰρήνην, κατακτήσας θεοδόξαστε, Χριστοῦ τὸ εὔσπλαγχνον, εὐαγγελικῶς ἐπεπόθησας· τοῖς πάσχουσι παρέδωκας, σεαυτὸν Σαμψὼν θείᾳ χάριτι, πάντων τῶν πενήτων, προστάτης γεγονὸς καὶ ἀρωγός, καὶ ξενοδόχος πανθαύμαστος, ὡς Χριστοῦ διάκονος.

Δόξα. Ἦχος πλ. β΄.
Ὁ τῆς ἀγάπης ἐραστής, Σαμψὼν ὁ ξενοδόχος, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εἰς πανήγυριν φαεινοτάτην ἐν χαρᾷ συγκαλεῖ. Δεῦτε οὖν τὰ στίφη τῶν πιστῶν, ἐν ἀγαλλιάσει ψυχῆς ἑορτάζοντες, τῷ φιλανθρώπῳ ἀσκητῇ εἴπωμεν· χαῖρε, τοῦ Θεανθρώπου τὸ ἀφομοίωμα, καὶ τῶν πατέρων τὸ ἀντίτυπον· χαῖρε, τῶν ἀσκητῶν ἡ κρηπίς, καὶ τῶν βιαστῶν τοῦ οὐρανοῦ ὁ ὁδηγός· χαῖρε, τῶν πενομένων ὁ πλουτιστής, καὶ τῶν ἐν ἀνάγκαις ὁ πανάριστος ξενοδόχος· χαῖρε, ὁ τοῦ οὐρανοῦ στολισμός, καὶ τῆς γῆς ὁ φωστήρ. Πρέσβευε Ὅσιε ἐκτενῶς δεόμεθα, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.


Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ξενίας τὸν ἐραστήν, καὶ τῆς ἀγάπης τὸν διδάσκαλον, Σαμψὼν τὸν πανθαύμαστον, δεῦτε πιστοὶ ἀξίως τιμήσωμεν. Οὗτος γάρ, τὸν τῆς φιλανθρωπίας Κύριον, ἐν τοῖς ἐλαχίστοις ἀδελφοῖς Αὐτοῦ καθορῶν, ψυχῇ τε καὶ σώματι διηκόνησεν. Ξενοδόχος τῶν ἐν ἀνάγκαις ἀναδειχθείς, ἐν ἔργοις καὶ θαύμασιν, τὴν τοῦ Τριαδικοῦ Θεοῦ φιλευσπλαγχνίαν, ἐν τῇ Βασιλευούσῃ απεκάλυψεν. Διὸ καὶ σὺν Αὐτῷ ἐν οὐρανοῖς παρεδρεύει, εὐφραινόμενος μετὰ πάντων τῶν Ἁγίων, ἐν τῇ ἀγήρῳ μακαριότητι.

Ἦχος β΄.
Τὸ τῆς παρθενίας καλλώπισμα, καὶ τῆς ἀρετῆς βιαστήν, Σαμψὼν τὸν ξενοδόχον, ἐγκωμίων ἄνθεσιν καταστέψωμεν. Οὗτος γάρ, τὰ τοῦ κόσμου ἐμφρόνως λιπών, καὶ τὰ οὐράνια ἐκ καρδίας ἐπιποθῶν, τὴν πατρικὴν περιουσίαν τοῖς πένησιν διένειμεν. Καταλαβὼν δὲ τὴν τοῦ Κωνσταντίνου Πόλιν, πενήτων, ἀστέγων, γυμνητευόντων, ἀσθενῶν, ξένων καὶ πάντων τῶν ἐν ἀνάγκαις, φιλοστόργως ἀνεδείχθη φροντιστής. Αὐτοῦ τὸ φιλάνθρωπον, ἀδελφοὶ μιμησώμεθα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Σαμψὼν ὁ φιλάνθρωπος, τὴν τῶν παρθένων παραβολὴν κατανοήσας, ἔλαβεν μεθ’ ἑαυτοῦ τὸ τῆς ἀγάπης ἔλαιον, πλοῦτος γενόμενος τῶν πενήτων, περιβόλαιον τῶν γυμνητευόντων, ἰατρὸς τῶν ἀσθενῶν, καὶ ξενοδόχος τῶν ἐν ἀνάγκαις. Βασιλικαῖς δωρεαῖς, οἶκον ἀγάπης, ἐν τῇ Βασιλευούσῃ καθίδρυσεν, ἔνθα διὰ τῆς τῶν δοκιμαζομένων διακονίας, Χριστὸς ὁ Θεάνθρωπος, μεγάλως ἐδοξάζετο. Αὐτοῦ ταῖς πρεσβείαις Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Ὁ ἐλεὼν πτωχόν, δανείζει Θεῷ· ἐν τούτῳ πεποιθὼς ὁ Σαμψών, ξενοδόχος τῶν ἐλαχίστων τοῦ Χριστοῦ ἀδελφῶν γέγονεν. Οὕτως ἐν τῇ τῶν οὐρανῶν Βασιλείᾳ, τὸν πλοῦτον αὐτοῦ τεθησαύρικε, μεταδοὺς αὐτὸν τοῖς πένησιν, καὶ ἑαυτὸν τῇ φιλαλληλίᾳ ἠνάλωσε, ἵνα ἐν τῇ αἰωνιότητι, ἐν τοῖς τοῦ φιλοξένου Ἀβραὰμ κόλποις ἀναπαύσηται. Κόσμος τῆς Ἐκκλησίας γέγονε, στολισμὸς τῆς ἱερωσύνης, δόξα τῶν πιστευόντων καὶ τῶν Ἁγίων ὁμόσκηνος. Αὐτοῦ τὴν βιοτὴν ἀδελφοὶ μιμησώμεθα, ἵνα καὶ ἡμεῖς αἰώνιον σαββατισμὸν λάβωμεν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, θαῦμα κατίδωμεν τῆς χάριτος, ἐν τῇ Βασιλευούσῃ τελούμενον, καὶ ὑπὸ τῶν ἐν ἀνάγκαις καθορώμενον. Σαμψὼν γὰρ ὁ φιλάνθρωπος, πένης γεγονὼς ἑκουσίως, τοῖς πένησιν πλουσιοδώρως ἐπαρκεῖ. Ξένος ἐν ξένοις, θεοπρεπῶς ξενίζει τοὺς ξένους· ἀστέγους ὁ ἄστεγος, χριστομιμήτως στεγάζει· καὶ ἀνιάτως νοσοῦσι, θαυμαστῶς τὴν ἴασιν δωρεῖται. Ὁ εἷς τοὺς πολλοὺς ἐν πλούτῳ πνευματικῷ ξενοδοχεῖ, προσελκύων Κυρίῳ ἡμῶν εὔσπλαγχνε, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, τῆς παρθενίας πυρσός, τῶν ἀθλουμένων ἀληθὲς ἐγκαλλώπισμα, μελέτης τῆς θείας Βίβλου, ὁ θαυμαστὸς ἐραστής, προσευχῆς ἐνθέου τὸ ὑπόδειγμα, γυμνῶν περιβόλαιον, ἀσθενῶν ἡ ἀντίληψις, ὁ τῶν πενήτων, πλουτιστὴς ἀξιάγαστος, Σαμψὼν ἔνδοξε, ξενοδόχε πανθαύμαστε· δώματα ἐπουράνια, κατέλαβες πάντιμε, δόξῃ Ἁγίων ἐστέφθη, παρὰ Χριστοῦ ἀξιΰμνητε, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν θείαν μνήμην σου.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ἱερέων κανών, τῆς ἀρετῆς τὸ ἀληθὲς ἀκροθίνιον, ἀσκήσεως καὶ ἁγνείας, ὁ θαυμαστὸς ἀριστεύς, τῆς ἀγάπης ὄντως τὸ ὑπόδειγμα· Σαμψὼν εὐκλεέστατε, ξενοδόχε πανάριστε, τῆς Ἐκκλησίας, στολισμὸν καὶ κειμήλιον, καὶ τῆς χάριτος, ὁ καρπὸς ὁ πανεύγεστος· δόξα τὴν ὑπερκόσμιον, χαρὰν καὶ ἀνάπαυσιν, Πάτερ ἐκτήσω ἀξίως, καὶ εὐφροσύνην αἰώνιον, ὁρῶν τῆς Τριάδος, φῶς τὸ ἄκτιστον καὶ θεῖον, θεομακάριστε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, φιλανθρωπίας Χριστοῦ, τὸ ἀκριβὲς καὶ ἱερὸν ἀποτύπωμα· σταυρὸν γὰρ ἀγάπης ἄρας, τοὺς ἐνδεεῖς καὶ γυμνούς, ἐν Θεῷ παμμάκαρ διηκόνησας· καὶ γέγονας ἔνδοξε, ξενοδόχος πανάριστος, τῇ εὐσπλαγχνίᾳ, τὸν Χριστὸν ἐκμιμούμενος, τὸν φιλάνθρωπον, Σαμαρείτην τὸν Κύριον· ὅθεν πανυπερτέλειον, ὑπόδειγμα δέδωκας, θείας ἀγάπης καὶ ἔργων, πρὸς ἀδελφοὺς τοῦ Κυρίου σου, Σαμψὼν θεοφόρε, τῶν Ἁγίων συμπολῖτα, πάντων μνημόνευε

Δόξα. Ἦχος πλ. β΄.
Τὸν τοῦ Χριστοῦ ἀριστέρα, καὶ πρόμαχον τῆς εὐσεβείας, τὸν πρὸς ἀρετῆς ἀκρώρειαν ἀναδραμόντα, Σαμψὼν τὸν ἔνθεον, ἐγκωμίοις τιμήσωμεν λέγοντες· χαίροις, τῆς παρθενίας τὸ θεῖον πρότυπον· χαίροις, τῶν πενομένων ὁ πλουτισμός, καὶ τῶν γυμνῶν τὸ περιβόλαιον· χαίροις, τῶν ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ξένων ὁ θεῖος πανδοχεύς· χαίροις, ὁ τοῖς θαύμασι τὴν Ἐκκλησίαν κοσμήσας, καὶ τοὺς πιστοὺς τῷ μύρῳ σου φαιδρύνας· χαίροις, ὁ ξενοδόχος τῶν Ἁγίων, καὶ τῶν πιστῶν ὁ θερμὸς ἀντιλήπτωρ. Πρέσβευε Ὅσιε ἐκτενῶς, ὑπὲρ ἡμῶν τὸν Κύριον.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον πρότυπον, φιλανθρωπίας, πέλεις ἅπασι, Σαμψὼν τρισμάκαρ, ὡς ξενοδόχος ἁγίων ἐν χάριτι· Βασιλευούσης ἐδείχθης τὸ καύχημα, καὶ πενομένων προστάτης φιλεύσπλαγχνος· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ φέρων τὴν μίμησιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητας ἀναβλυστάνεις κρουνούς, Σαμψὼν Ἱερώτατε, σὺ γὰρ θεομιμήτῳ, ἑλλαμφθεῖς συμπαθείᾳ, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἑνὶ ἑκάστῳ, ῥῶσιν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν χριστομίμητον, σοῦ βίον Ὅσιε, ὑπερεφαίδρυνας, τῇ εὐσπλαγχνίᾳ σου, ξενοδοχήσας ἐν Χριστῷ, τοὺς πάσχοντας θεοφόρε· πάντας ὑπερέβαλες, ἐν ἀγάπῃ πανένδοξε, Ἀβραὰμ μιμούμενος, ἐν ξενίᾳ θεόδεκτος· διὸ τὴν κληρουχίαν ἐκτήσω, Πάτερ κλεινὲ τὴν αἰωνίαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν ἀγάπῃ ἀληθεῖ, τοὺς ἐλαχίστους ἀδελφούς, τοῦ Χριστοῦ ξενοδοχῶν, τῆς Ἐκκλησίας ὁ ποιμήν, Σαμψὼν ὁ ἔνθεος μύστης τῆς εὐσπλαγχνίας, πλοῦτον πατρικόν, πτωχοῖς ἔνειμε, χάριτι Θεοῦ, αὐτὸν ἔθυσεν, ὑπὲρ πασχόντων οἶκον καθιδρύσας, ὡς Σαμαρείτης πανθαύμαστος, Θεὸν κηρύττων, κόσμου Σωτῆρα, πᾶσι τοῖς δεομένοις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθείς.
Τὸν ἱερέα τοῦ Χριστοῦ ἀνυμνοῦμεν, Σαμψὼν φιλάνθρωπον πενήτων τροφέα, Βασιλεούσης καύχημα καὶ Ῥώμης κλεινῆς· ηὔφρανε τοὺς ἀδελφοὺς Χριστοῦ, ἐλεῶν ἱλαρῶς αὐτούς, λόγοις διδαχῆς σεπτῆς, καὶ ἐμπράκτῳ ἀγάπῃ· καὶ ἠξιώθη δόξης οὐρανοῦ, ὁ ξενοδόχος, Σαμψὼν ὁ τρισόλβιος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις, τῇ μητρικῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς, δίωξον θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν· Σὺ γὰρ ὑπάρχεις Δέσποινα ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἡ θριαμβεύουσα καὶ στρατευομένη, τὴν τοῦ ξενοδόχου Σαμψὼν ἑορτήν, λαμπρῶς τιμῶσα, τοῖς πέρασιν, φαιδρᾷ τῇ φωνῇ διακηρύττει· ὁ ἐμὸς Νυμφίος Χριστός, ἐν τῇ Βασιλευούσῃ, τὸν τῆς ἀγάπης ἐραστήν, καὶ προστάτην τῶν ἐν ἀνάγκαις, τὸ τῆς ἀρετῆς κειμήλιον, καὶ τῆς παρθενίας ἀγλάϊσμα, Σαμψὼν τὸν φιλάνθρωπον, ὡς κόσμον οὐράνιον δέδωκεν. Δεῦτε οὖν φιλέορτοι, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς πνευματικαῖς, τὸν τῆς ἐλεημοσύνης διδάσκαλον, ἐπαξίως καταστέψωμεν, αἰτούμενοι, λιταῖς αὐτοῦ, παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ σε Σαμψὼν πίστεως θείοις λόγοις. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος β'. Δεῦτε λαοί.
Ὕμνοις τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου Μακαριώτατε.
Μόνα ποθῶν, τὰ πρὸς ζωὴν ὁδηγοῦντά σε, κόσμου τερπνὰ παρέδραμες, καὶ ὑπερκόσμιον, κληρουχίαν ἐκτήσω· διὸ σε συνελθόντες Σαμψὼν γεραίρομεν.
Νόμῳ Θεοῦ, ὑποκλιθείς, Ἀξιάγαστε, πρὸς ἀρετῆς ἀκρώρειαν, χαίρων ἀνέδραμες, ἐλεήμων ἐν πᾶσι, γενόμενος· διὸ σε νῦν μακαρίζομεν.
Ὤφθης πτωχῶν, συμπαθεστάτη βοήθεια, καὶ ἀσθενούντων Ὅσιε, ἰατρὸς ἄριστος, καὶ καταπονουμένων ἀντίληψις· διὸ σε Θεὸς ἐδόξασε.
Θεοτοκίον
Σὲ τοῦ Θεοῦ, τὴν ὑπὲρ λόγον λοχεύτριαν, ὡς κραταιὰν ἀντίληψιν, πάντων Πανάμωμε, τῶν καταπονουμένων, δοξάζομεν ἀπαύστως καὶ μακαρίζομεν.

ᾨδὴ γ'. Στερέωσον ἡμᾶς.
Ἐλέῳ τοῦ Θεοῦ τὸ θεῖον ἔλεος, ἐκτήσω καὶ τῆς φωνῆς ἐπακοῦσαι, ἠξιώθης τῆς καλούσης σε, πρὸς τὸν θεῖον νυμφῶνα Ἀξιάγαστε.
Σαμψὼν τὸν ἱερὸν ἀνευφημήσωμεν· Θεοῦ γὰρ μιμούμενος εὐσπλαγχνίαν, συμπαθὴς νοσοῦσι γέγονε, γυμνουμένων τε πάντων περιβόλαιον.
Ἁγίως καὶ σεπτῶς τὸν θεῖον βίον σου, ἀνύσας Ἁγίοις συνηριθμήθης, καὶ μονὰς ὁσίων ἔφθασας, φωτισμοῦ ἀπορρήτου ἀξιούμενος.
Μακάριος εἶ σύ, καὶ εὖ σοι γέγονε, τοὺς θείους τηρήσαντι Πάτερ νόμους, τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῴζεσθαι τὴν ποίμνην σου.
Θεοτοκίον
Ψυχῆς μου καὶ νοὸς Ἁγνὴ ἀπέλασον, τὸ σκότος καὶ δίδου ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως πολιτεύεσθαι, τὰ σωτήρια πράττοντα προστάγματα.

Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Κτησάμενος ψυχήν, ἐλεήμονα Πάτερ, ἐπήρκεσας πτωχοῖς, δαψιλεῖ χορηγίᾳ, καὶ νῦν μεταβέβηκας, πρὸς τὰ ἄνω βασίλεια, τῶν καμάτων σου, τὰς ἀντιδόσεις λαμβάνων, διὰ τοῦτό σε ἐν εὐφροσύνῃ καρδίας, Σαμψὼν μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἡ μόνη τῶν πιστῶν, κραταιὰ προστασία, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, τὰς ψυχὰς ἡμῶν ῥύσασθαι, πάσης θλίψεως, καὶ συμφορῶν καὶ κινδύνων, Μητροπάρθενε, ἁμαρτωλῶν προστασία, τοῦ κόσμου βοήθεια.











ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Ὡς ἀστὴρ φαεινότατος, πάντων ἡμῶν, φωτίζεις τὰς καρδίας, τῶν ἀξιοχρέως μακαριζόντων σε.
Νυσταγμὸν ἐκ βλεφάρων σου, ἀποβαλών, ἠγρύπνησας καὶ πάσας, ἡδονὰς ἐκοίμισας τὰς τοῦ σώματος.
Πενομένοις ἐπήρκεσας, διὰ Χριστὸν καὶ εἴληφας τὴν ἄνω, κληρουχίαν Ὅσιε ἀγαλλόμενος.
Ἱερῶς πεπολίτευσαι, ἐπὶ τῆς γῆς, παμμάκαρ θεοφόρε, καὶ τῶν αἰωνίων τερπνῶν ἐπέτυχες.
Θεοτοκίον
Σὲ πανάμωμε Δέσποινα, τὸ φωτεινόν, παλάτιον τοῦ Λόγου, ἀνυμνολογοῦμεν καὶ μακαρίζομεν.

Ὠδη ε'. Ὁ τοῦ φωτὸς χορηγός.
Τὸ καθαρώτατον φῶς, ἀναπαυσάμενον ἐν σοί, Ὅσιε, φωτοειδῆ, ἐτέλεσε Πάτερ, φωτίζοντα πιστούς, ταῖς τῶν ἀρετῶν σου, φαιδραῖς ἐπιλάμψεσιν.
Ἐν συμπαθείᾳ πολλῇ, τοῖς πενομένοις πλουτισμὸς γέγονας, καὶ ἰατρὸς τοῖς ἐν ἀσθενείαις, ἐγείρας προφανῶς, τούτοις ἰατρεῖον, καθαῖρον νοσήματα.
Ὤφθης ναὸς καθαρός, τοῦ παναγίου καὶ σεπτοῦ Πνεύματος, τῆς τῶν παθῶν ἰλύος, καθάρας σεαυτὸν ὡς ἀληθῶς, Πάτερ θεοφόρε· διὸ εὐφημοῦμέν σε.
Θεοτοκίον
Σὲ Παναγία Ἁγνή, τὴν καλλονὴν τοῦ Ἰακωβ πίστεως, θείαις φωναῖς, ἀνυμνολογοῦμεν, κυήσασαν ἡμῖν, Θεὸν σαρκοφόρον, ὃν τρέμει τὰ σύμπαντα.

ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
Θησαυροὺς οὐρανίους ἐπλούτησας, στέργων τὴν συμπάθειαν, Σαμψὼν ἀοίδιμε, καὶ ὑπανοίγων πένησι, σοῦ τὰ σπλάγχνα τελείῳ φρονήματι.
Ἐδομήσω εἰς δόξαν Θεοῦ ἡμῶν, οἶκον ἱερώτατον, ἐν ᾧ προστρέχοντες, πολυειδῶν καθαίρονται, νοσημάτων πιστοὶ Παμμακάριστε.
Ἱερῶς σου τὸν βίον διήνυσας, καὶ μετὰ Ὁσίων ὁσίως ἐσκήνωσας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν πιστῶς σε τιμώντων θεόπνευστε.
Θεοτοκίον
Οὐρανὸς ὑψηλὸς ἐχρημάτισας, τοῦ παμβασιλέως Θεοῦ Παναμώμητε, καὶ καθαρὸν παλάτιον, καὶ παστὰς φωτεινὴ θείᾳ χάριτι.

Κοντάκιον Ἦχος δ'
Ὡς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προστρέχοντες, Σαμψὼν θεόφρον Ὅσιε, συνελθόντες σε ὕμνοις, καὶ ψαλμοῖς ἀνυμνοῦμεν, Χριστὸν δοξάζοντες, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.
Ὁ Οἶκος.
Ἐκ Ῥώμης ἕλκων τὸ γένος, Σαμψὼν ἔνδοξε, εἰς τὴν Βασιλεύουσαν ξενοδόχος ἀνεδείχθης. Χριστοῦ ποθῶν Βασιλείαν, τὰ τῆς γῆς ἐμφρόνως ἀπηρνήθης· ἀσκήσει καὶ βίᾳ τὰ τῶν ἀρετῶν καταλαβὼν ὕψη, εἰς τὴν τῶν ἀδελφῶν διακονίαν ἀπεδύθης· τὴν τοῦ πρεσβυτέρου περιβληθεὶς τιμήν, τῆς ἀληθοῦς ἀγάπης ξενοδόχος ἐκλήθης· τὸ τῶν θαυμάτων εἰληφὼς χάρισμα, ἀναργύρως τὰς ἰάσεις τοῖς δεομένοις ἐδίδους· ὅθεν, ἐν Ἐκκλησίᾳ συνελθόντες, καὶ τὴν δωρεὰν τῶν θαυμάτων καθορῶντες, Χριστὸν δοξάζομεν, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.



Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Σαμψών, τοῦ Ξενοδόχου
Ἐξῆγεν ὁ πρὶν ἐκ γνάθου Σαμψὼν πόμα,
ὁ νῦν δὲ Σαμψὼν μύρον ἐκ τάφου βρύει.
Εἰκάδι ἑβδομάτῃ Σαμψὼν θάνε, βλῦσέ τε μύρα.
Οὗτος ὁ Ἅγιος, ὑπῆρχε Ῥωμαῖος τὸ γένος· ὃς διασκορπίσας τὸν καταλειφθέντα αὐτῷ πλοῦτον ὑπὸ τῶν γονέων τοῖς πένησι καὶ πτωχοῖς, τὴν Βασιλεύουσαν κατέλαβε, καὶ τοὺς εὐκτηρίους οἴκους καὶ σεβασμίους καταλαβών, καὶ ὁσίως αὐτῶν καταπολαύσας, ἡσυχίαν λαβόμενος, ταῖς θεοπνεύστοις γραφαῖς ἐνετρύφα, μόνῳ Θεῷ προσανέχων. Ὅθεν, κατάδηλος γενόμενος τῷ σεβασμιωτάτῳ ΠατριάρΧῃ Μηνᾷ, χειροτονεῖται ὑπ’ αὐτοῦ πρεσβεύτερος, εἷς τῶν τοῦ κλήρου γενόμενος· καὶ ἦν σωτήριος λιμὴν τοῖς πενομένοις, καὶ χρήζουσι βοηθείας. Καὶ τῆς ἰατρικῆς ἐπιστήμης ὢν ἐν πείρᾳ, αὐτὸς καὶ τὸν βασιλέα Ἰουστινιανὸν ἀνιάτῳ πάθει περιπεσόντα ἠλευθέρωσεν. Ἐκ τούτου ὁ βασιλεύς, ὑπεραγασθεὶς τὴν ἀρετὴν τοῦ ἀνδρός, καὶ σέβας αὐτῷ ἀπονέμων, τὸν μέγιστον οἶκον καὶ περιβόητον, δι’ αὐτοῦ ἀνεγείρας, ξενῶνα κατεσκεύασε, καὶ Σκευοφύλακα τῆς μεγάλης Ἐκκλησίας τὸν Ἅγιον τοῦτον κατέστησεν. Αὐτὸς δέ, καλῶς καὶ θεοφιλῶς πολιτευσάμενος, καὶ πολλοῖς πρόξενος σωτηρίας γενόμενος, καὶ πολλοὺς πρὸς ζῆλον καὶ μίμησιν τοῦ αὐτοῦ ἀκραιφνοῦς βίου διαναστήσας, ἐκεῖ μὲν ἀνεπαύσατο· κατετέθη δὲ τὸ τίμιον αὐτοῦ λείψανον ἐν τῷ μεγίστῳ ναῷ τοῦ Ἁγίου Μωκίου, καθ’ ἑκάστην βρύον ἰαματοφόρα νάματα, εἰς δόξαν καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνεκτοῦ
Οὐκ ἦν ἀνεκτὸν τῷ Ἀνέκτῳ μὴ στέργειν
τὸν διὰ Χριστὸν θάνατον μέχρι τέλους.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ, καὶ Οὐρβανοῦ ἡγεμόνος Καισαρείας τῆς Καππαδοκίας. Διὰ οὖν τὸ τοὺς χριστιανοὺς διδάσκειν καὶ παραινεῖν μὴ ἐκλύεσθαι τοῖς δεινοῖς, ἀλλὰ μᾶλλον ὑπὲρ τῆς ἀληθείας ἀντέχεσθαι, καὶ ὑπεραποθνήσκειν τῆς εὐσεβείας, διαβληθεὶς τῷ ἡγεμόνι, συλλαμβάνεται. Καὶ πρῶτον μέν, φρουρεῖται· ἔπειτα, παραστὰς τῷ ἡγεμόνι, θυσίαν προσενεγκεῖν τοῖς εἰδώλοις ἀναγκάζεται· ὁδ έ, δι’ εὐχῆς εἰς γῆν τὰ εἴδωλα κατέβαλε. Τείνεται οὖν ἐκ τεσσάρων, καὶ βάκλοις ὑπὸ δέκα στρατιωτῶν τύπτεται· εἶτα, κρεμᾶται ἐπὶ ξύλου, καὶ ξυρῷ τοὺς δακτύλους τῶν χειρῶν καὶ τῶν ποδῶν ἀφαιρεῖται, καὶ σιδήροις ὄνυξιν ἅπαν τὸ σῶμα καταξαίνεται. Ἐπιφανείᾳ δὲ θείου Ἀγγέλου ὑπεράνω τῶν βασάνων γενόμενος, ὑγιὴς ἀποκατέστη. Ἀλλά, καὶ αὖθις τοῦ ξύλου κατενεχθείς, τρυπᾶται τοὺς ἀστραγάλους περόναις σιδηραῖς· καὶ τήγανον πυρωθὲν δέχεται κατὰ τοῦ στήθους, καὶ ἐν βάθρῳ σιδηρῷ, πυρωθέντι λίαν, καθεσθῆναι κελεύεται· καὶ σούβλαις σιδηραῖς, πεπυρακτωμέναις τοὺς πόδας διατιτρώσκεται, καὶ τῇ εἱρκτῇ ἀποῤῥίπτεται. Διὸ καὶ πολλοὶ τῶν θεασαμένων αὐτὸν οὕτως ὑγιῆ, φοιτῶντες πρὸς αὐτὸν ἐβαπτίζοντο, καὶ νοσημάτων ὧν εἶχον ἀπηλάττοντο. Μετὰ ταῦτα πάλιν ἐξαρτᾶται τοὺς πόδας καὶ τὰς χεῖρας λίθοις βαρυτάτοις καὶ ξύλῳ ὀρθίῳ μετεωρίζεται ἐπὶ ἡμέραις τρισίν. Εἶθ’ οὗτω τὴν γαστέρα τύπτεται βάκλοις, καὶ λαμπάσι πυρὸς καταφλέγεται, καὶ λέβητι καχλάζοντι ἐμβάλλεται, εἰς τὸ στόμα μόλυβδον δέχεται, καὶ περικεφαλαίαν πυρωθεῖσαν σφοδρῶς τῇ κεφαλῇ ἐμβάλλεται. Ἀλώβητος δὲ ἐκ τούτων πάντων διαφυλαχθείς, πολλοὺς τῶν ἀπίστων ἐπὶ τὴν εἰς Χριστὸν πίστιν ἐπεσπάσατο, καὶ τὰς κεφαλὰς ἀπετμήθησαν. Ὁ δὲ Ἅγιος, δυσὶ λώροις ἀπὸ τοῦ τραχήλου ἄχρι πτέρνης, ἀποδαρείς, ὧν τὸν ἕνα λαβὼν τῇ χειρί, τῇ τοῦ δικάζοντος ὄψει ἠκόντισε· διὸ καὶ τὴν κεφαλὴν ἀπετμήθη, γάλακτος ἀντὶ αἵματος τῆς τομῆς ἐξελθόντος, καὶ ταῖς οἰκείαις χερσί, τὴν κεφαλὴν αὐτοῦ ἀπολαβόντος, καὶ ἐπὶ δύο σημείων περιπατήσαντος, εἰς δόξαν καὶ αἶνον τοῦ ἀληθινοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Ἀδρὰν δίδου πλούσιε τοῖς πτωχοῖς δόσιν,
λήψη γὰρ αὐτὴν πολλαπλασιωτέραν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἰωάννας τῆς Μυροφόρου
Oὗπερ παρέστης Ἰωάννα τῷ τάφῳ,
τούτου παρέστης ἔσχατον καὶ τῷ θρόνῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ τοῦ ἐρημίτου
Παρῆλθε Λουκᾶς, ἀλλ’ ἐμοὶ τοῦτον λόγοι,
καὶ τῶν ἐφεξῆς σαλπίσουσι τῷ βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μάρκιος καὶ Μαρκία, ξίφει τελειοῦνται
Ἥνωντο κλήσει Mάρκιος καὶ Mαρκία,
οὓς καὶ τομὴ συνῆψεν ἡ διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Πιέριος, Πρεσβύτερος Ἀντιοχείας καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰσίδωρος, πυρὶ τελειοῦνται.
Ὡς ἱερεῖον τὸν Πιέριον Λόγε,
ἐνήγισάν σοι δυσσεβεῖς ἐπ’ ἀνθράκων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀνθούσης
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς.
Ἰσχὺν τὸν Χριστόν, κραταιὰν ἐν πειρασμοῖς ἔχων παμμάκαρ, βίου διέβης τὸ κλυδώνιον, ἀκαταπόντιστος Ὅσιε, καὶ πρὸς γαληνότατον ὅρμον, προσωρμίσθης γηθόμενος· Εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Σοφίᾳ πολλῇ, καὶ στοργῇ πνευματικῇ Πάτερ κινούμενος, οἶκον ἐδείμω μάκαρ μέγιστον, ἐν ᾧ προσφευγοντες Ὅσιε, ἴασιν κομίζονται πάντες, οἱ βοῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Λαμπτὴρ φαεινός, ἀρετῶν θείῳ φωτὶ λελαμπρυσμένος, Σαμψὼν ὡράθης καὶ κατηύγασας, τῆς οἰκουμένης τὰ πέρατα· ὅθεν συνελθόντες σε πίστει, μακαρίζοντες ψάλλομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὁ πόκος ποτέ, προεδήλου τὴν ἁγνὴν Σεμνὴ γαστέρα σου, εἰσδεξαμένην τὴν οὐράνιον, δρόσον τὴν πάντας δροσίζουσαν, τοὺς κεκρατημένους τῇ δίψῃ, τῆς ἁμαρτίας κραυγάζοντας· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Γλῶσσαν κινῶν χαρμονικῶς, εἰς Θεοῦ Πάτερ Σαμψὼν ὕμνους, τὰ πάθη τῆς σαρκὸς ἐγκρατείᾳ, κατεδουλώσω ψυχῇ, καὶ δοῦλος Χριστοῦ γνησιώτατος, ὤφθης καὶ τῆς ἄνω, πόλεως κληρονόμος.
Ὁ καθαρώτατός σου νοῦς, φρυκτωρίαις θεϊκαῖς ἠγλαϊσμένος, φωτεινότατος ὤφθη, καὶ δεκτικὸς καθαρῶν Παμμάκαρ θείων ἐπιλάμψεων· ὅθεν σε τιμῶμεν, ἐν ὕμνοις θεοφόρε.
Ἱερωτάτην ἐσχηκώς, τὴν ζωὴν πανευκλεῶς Σαμψὼν παμμάκαρ, προφανῶς ἐδοξάσθης, πρὸς τὸν Θεὸν μετελθών. Ἰδοὺ γὰρ μένει τὸ μνημόσυνον, τὸ σὸν εἰς αἰῶνας, καὶ ἡ δικαιοσύνη.
Θεοτοκίον
Στῆσον παθῶν μου τὸ δεινόν, νῦν κλυδώνιον ἁγνὴ εὐλογημένη, καὶ πολέμησον πάντας, τοὺς ἀφειδῶς τῇ ἐμῇ, πτωχείᾳ Κόρῃ ἐπεμβαίνοντας, δυσμενεῖς ἀσάρκους, ὅπως πιστῶς ὑμνῶ σε.

ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἰδοὺ ἡ μνήμη σου Πάτερ, ὥσπερ ἥλιος πᾶσιν, ἀνέτειλε φωτίζουσα φαιδρῶς, τοὺς ἐν αὐτῇ σε δοξάζοντας, ὡς θεράποντα θεῖον, Χριστοῦ καὶ κληρονόμον τῆς αὐτοῦ, βασιλείας καὶ πάντων, Ὁσίων συναρίθμιον.
Ὡς φωταυγής σου ὁ βίος, ὡς μεγίστη ἡ δόξα, ὡς ὄλβιος ὁ τάφος σου Σοφέ, ἔνθα τὸ τίμιον σῶμά σου, κατακείμενον ῥῶσιν, πηγάζει τοῖς προστρέχουσι πιστῶς, καὶ τὴν σὴν ἐξαιτοῦσι, βοήθειαν ἑκάστοτε.
Σοῦ τὸ περίδοξον Πάτερ, ἰατρεῖον ὃ πόνοις, ἐκτήσω ἐπισκέπτεσθαι ἀεί, μὴ διαλίπῃς δεόμεθα, ἐν πολλῇ συμπαθείᾳ, ἀπαύστως προϊστάμενος ἡμῶν, καὶ κουφίζων ὀδύνας καὶ πόνους τῶν ψυχῶν ἡμῶν.
Ἡλιακὰς ἀπαστράπτων, τοῖς τιμῶσί σε Πάτερ, ἀκτῖνας φωταγώγησον ἡμῶν, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ λαμπρότητος θείας, μετόχους καταξίωσον ἡμᾶς, ταῖς πρεσβείαις σου μάκαρ, γενέσθαι δυσωποῦμέν σε.
Θεοτοκίον
Φαεινοτάταις λαμπάσι, τοῦ ἐκ σοῦ σαρκωθέντος, Παρθένε Παναγία ὑπὲρ νοῦν, οἱ Θεοτόκον εἰδότες σε, φωτιζόμεθα πίστει, καὶ σκότους ἐκλυτρούμεθα παθῶν, καὶ κινδύνων παντοίων, καὶ βίου περιστάσεων.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Σαμψὼν ἀνευφήμσωμεν, ἀγάπης τὸ ὑπόδειγμα, ξένοις ἀπόροις δοχέα, γυμνῶν πεινώντων προστάτην, Κύριον τὸν φιλάνθρωπον, τοῖς ἔργοις ἀνεκήρυξε, φιλεύσπλαγχνον Θεάνθρωπον, ξενοδοχήσας τοὺς πάντας, ὡς ἀδελφοὺς ἐλαχίστους.
Ἕτερον.Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἐσκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ ὁλικῶς ἀνετέθης, ὦ Σαμψὼν τῷ Κυρίῳ, ὃν ἐκδυσώπει ἀπαύστως, παθῶν ἡμᾶς ἐκλυτροῦσθαι.
Θεοτοκίον
Τῇ κραταιᾷ σου σκέπῃ, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας τοῖς πένησι, τὰ ἀγαθά σου πανεύφημε, ὡς ὁ Κύριος ἔφησεν, ποθῶν τὰ οὐράνια, καὶ τῆς Βασιλείας, τρυφὴν αἰωνίαν, καὶ εὐφροσύνην ἀληθῆ, ὡς καθυπέσχετο ὁ Θεάνθρωπος, τοῖς πλοῦτον διανέμουσιν, ἐν δαψιλείᾳ τοῖς πάσχουσιν, καὶ Τριάδα τὴν ἄκτιστον, ἐν τοῖς ἔργοις δοξάζουσιν. (Δίς)

Πλοῦτον ὑπεράφθονον, τοῖς δεομένοις ἐσκόρπισας, ἐν χαρᾷ πολυθαύμαστε, κοσμῶν τῇ ἀγάπῃ σου, τὸ τοῦ πρεσβευτέρου, ἀξίωμα Πάτερ, καὶ Ἐκκλησίαν τοῦ Χριστοῦ, ἣν παιδιόθεν ὑπερηγάπησας· διό σου τὸ φιλάνθρωπον, ἐπωνυμίαν σοι δέδωκε, ξενοδόχου τῆς χάριτος, ὦ Σαμψὼν παναοίδιμε.

Θαύμασιν ἐστήριξας, πιστῶν καρδίας πανεύφημε, εἰς ἀγάπην τοῦ Κτίσαντος, καὶ ἔργοις ἐδίδαξας, τὴν φιλανθρωπίαν, Σαμψὼν τοῦ Δεσπότου, δι’ ἐναρέτου δὲ ζωῆς, τὸν πολυμήχανον ἐταπείνωσας· διὸ εἰς ἐπουράνιον, συνεορτάζεις πανήγυριν, καθορῶν τὸν Τρισάγιον, καὶ τὴν δόξαν τὴν ἄῤῥητον.






Δόξα.  Ἦχος πλ. δ΄.
Τὸ τῆς ἀγάπης πρότυπον, καὶ τῆς φιλανθρωπίας ὑπόδειγμα, Σαμψὼν τὸν ἀοίδιμον, ἐγκωμίων ἄνθεσιν καταστέψωμεν· τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος αἰσθήσεις, τῇ ἀσκήσει ἐκκαθάρας, ὡς ἄλλος Μωϋσῆς, εἰς τὴν τοῦ νοητοῦ Χωρὴβ κορυφὴν ἀνῆλθε, καὶ τὴν τοῦ Τριαδικοῦ Θεοῦ δόξαν ἀπέλαυσεν· ὅθεν, ἐν στέρνοις ἔχων τὴν ἀγάπην, ὅλως ἐπληρώθη ἀγάπης καὶ δι’ ἀγάπης ξενοδόχος τῶν Ἁγίων ἐγένετο. Αὐτοῦ τὸ φιλάνθρωπον Κύριε, δώρησαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τῆς φιλανθρωπίας ὑφηγητήν, καὶ τῶν ἐν ἀνάγκαις ξενοδόχον καὶ ἀρωγόν, Σαμψὼν εὐφημοῦμεν, τὸν θεῖον μυστολέκτην, Χριστοῦ τοῦ Θεανθρώπου, τὸ ἀφομοίωμα.
Τῆς Βασιλεούσης ἱερουργόν, καὶ τῶν δυστυχούντων χριστομίμητον βοηθόν, Σαμψὼν ἀνυμνοῦμεν, διδάσκαλον ἀγάπης, καὶ τῆς φιλοξενίας μέγα ὑπόδειγμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου