ΜΑΪΟΣ Κ΄!!
ΛΥΔΙΑ ΦΙΛΙΠΠΗΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Πορσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε
πιστοὶ ἐν Φιλίπποις πάντες συνδράμωμεν, ἔνθα ὁ θεῖος Παῦλος, τῶν ἀῤῥήτων ὁ
μύστης, κηρύγματι τῷ θείῳ πρώτην σαφῶς, τῷ Χριστῷ προσενήνοχα, πανοικεσίᾳ
Λυδίαν τὴν θαυμαστήν, ἧς τὴν μνήμην ἑορτάσωμεν.
Ὡς
ἐν Φιλίπποις ἐπέστη Παῦλος ὁ ἔνδοξος, τῇ καθαρᾷ ψυχῇ σου, τὸν τῆς χάριτος
λόγον, ἐδέξω ἐκ χειλέων τῶν θείων αὐτοῦ, ὦ Λυδία θεόληπτε, καὶ ἀπαρχὴ Ἐκκλησίας
τῆς τοῦ Χριστοῦ, τῆς ἐνταῦθα ἐχρημάτισας.
Δημηγοροῦντος
τοῦ Παύλου τοῦ θεοκήρυκος, τῇ θείᾳ ἐπτερώθης, τοῦ Σωτῆρος ἀγάπῃ, καὶ τούτῳ
προσελθοῦσα πίστει θερμῇ, σὺν τῷ οἴκῳ σου πάνσεμνε, υἱοθετήθης βαπτίσματι τῷ
σεπτῷ, τῷ καλέσαντι Κυρίῳ σε.
Ὡς
τὸν Θεὸν σεβομένη βίου σεμνότητι, τοῖς ῥήμασι τοῦ Παύλου, τοῦ σοφοῦ θεηγόρου, ὁ
νοῦς σου διηνοίγη Λυδία σεμνή, καὶ ἐδέξω τὴν λύτρωσιν, τὴν ἐν Χριστῷ γενομένην
διὰ Σταυροῦ, πανοικεὶ τούτῳ πιστεύσασα.
Ἐν
ποταμῷ τῷ Ζυγάκτῃ θείῳ βαπτίσματι, τῆς πάλαι ἁμαρτίας, πανοικεὶ λυτρωθεῖσα, τῶν
θείων Ἀποστόλων Λυδία σεμνή, ξεναγὸς ἐχρημάτισας, καὶ ἐπλουτίσθης χαρίσμασι
θεϊκοῖς, ἐναρέτως βιοτεύσασα.
Ἀρχὴ
ἐγένου θεόφρον καὶ ὑποτύπωσις, τῆς πρὸς
Χριστὸν Λυδία, οἰκειώσεως θείας, ἐν πόλει τῶν Φιλίππων ἥτις τὴν σήν, μακαρίζει
λαμπρότητα, καὶ τὴν ἀνάμνησιν ἄγει χαρμονικῶς, τῆς τοῦ Παύλου ἐπελεύσεως.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
ἅπαντες πιστοί, ἐνθέως συνέλθωμεν, καὶ ὄμμασι ψυχῆς θεασώμεθα, τὸν θεοκήρυκα
Παῦλον, τὸν λόγον τῆς χάριτος, εὐαγγελιζόμενον πᾶσι· θείᾳ γὰρ ὀμφῇ εἰς
Μακεδονίαν διαβάς, Νεάπολιν καὶ Φιλίππους, τῷ θείῳ καταυγάζει κηρύγματι· καὶ
Λυδίαν τὴν πορφυροπώλιδα, τὴν τὸν Θεὸν σεβομένην, πρώτην προσάγει τῷ Χριστῷ, ὡς
ἀπαρχὴν εὐπρόσδεκτον· τοῖς γὰρ ῥήμασιν αὐτοῦ, δεξαμένη τὴν λύτρωσιν, πανοικεὶ
ἠξίωται, τοῦ λουτροῦ τῆς ἀναγεννήσεως, ἐν τῷ Ζυγάκτῃ ποταμῷ· ὅθεν τούτων τὴν
ἀνάμνησιν ἄγοντες, τῷ Σωτῆρι βοῶμεν· Κύριε, ταῖς τῶν Ἀποστόλων προσευχαῖς, φύλαττε
τὴν Ἐκκλησίαν Σου, ἐκ πάσης ἐπιβουλῆς καὶ αἱρέσεως.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον,
ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν
αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Παρομιῶν τὸ Ἀνάγνωσμα (Κεφ.
γ΄, 1-10)
Υἱέ, ἐμῶν νομίμων μὴ
ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς,
καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε· ἄφαψαι
δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· γράψον δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ,
καὶ εὑρήσεις χάριν· γράψον δὲ αὐτὰς ἐπὶ πλακὸς τῆς καρδίας σου, καὶ προνοοῦ
καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. Ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ, ἐπὶ δὲ
σῇ σοφίᾳ μὴ ἐπαίρου· ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτόν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς
σου. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ· φοβοῦ δὲ τὸν Θεόν, καὶ ἔκκλινον ἀπὸ παντὸς
κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Τίμα τὸν
Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα
πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσι.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Θείῳ
Πνεύματι κινούμενος, Παῦλε θεσπέσιε, ἐν Φιλίπποις παραγέγονας, τὴν ἐν Χριστῷ
οἰκονομίαν κηρύττων· καὶ Λυδίαν τὴν μακαρίαν ἐν γυναιξί, θείῳ λόγῳ σαγηνεύσας,
πανοικεὶ τῷ Σωτῆρι προσήγαγες, λιποῦσαν τὰ ἐν κόσμῳ· καὶ εὐαγγελικῶς
πολιτευσαμένη, καὶ τῆς σῆς κοινωνίας τὰ ἀγαθὰ δρεψαμένη, τῆς αἰωνίου δόξης
ἠξίωται, ὡς ὅλῃ καρδίᾳ τῷ Χριστῷ δουλεύσασα. Ταῖς αὐτῆς ἱκεσίαις Κύριε, δίδου
ἡμῖν τὰ ἐλέη σου.
Ἦχος
β΄.
Ὡς
τὸν Θεὸν σεβομένη, εὐθυτάτῃ ψυχῇ μου, τοῦ Εὐαγγελίου τὸ φῶς ἐδέξω, Λυδία
θεόπνευστε· ἐπιβλέψας γὰρ ὁ Κύριος, θεοφιλέσι τρόποις σου, οἰκείαν δούλην σε
ἐπεσπάσατο, καὶ θεράπαιναν πιστήν, ὡς ἐκλεκτὴν καὶ πλήρη φρονήσεως· καὶ ἀξίαν
τῆς κλήσεως, διανύσασα ζωήν, τῆς αἰωνίου ζωῆς τὴν ἔλλαμψιν, ἐπαξίως ἀντέλαβες·
ἧς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Δόξα.
Ἦχος γ΄.
Ἐν
πλούτῳ ῥέοντι κομῶσα, τὸν πλοῦτον τῆς χάριτος ἐν τῷ ταμείῳ τῆς ψυχῆς
ἐθησαύρισας, τῷ σκεύει τῆς ἐκλογῆς κολληθεῖσα θείῳ ἔρωτι· καὶ ἐκ τῶν σῶν
ὑπαρχόντων διακονοῦσα αὐτῷ, ἐμυήθης παρ’ αὐτοῦ, τῆς εὐσεβείας τὸ μέγα
μυστήριον, Λυδία παμμακάριστε· ἀπαρχὴ γὰρ ὤφθης τῶν ἐν Φιλίπποις πιστῶν, καὶ
ὡσανεὶ εἴσοδος, πρὸς ἀληθείας ἐπίγνωσιν· Χριστὸς γάρ σε προσελάβετο, ὁ προειδὼς
τῆς διανοίας σου τὴν πρόθεσιν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς
τοῦ Παύλου ἀκήκοας, ἐν Φιλίπποις κηρύττοντος, τὸ τῆς θείας χάριτος Εὐαγγέλιον,
ὅλῃ ψυχῇ προσεπέλασας, Χριστῷ τῷ παντάνακτι, καὶ λελάτρευκας αὐτῷ, πανοικεὶ
θείαις πράξεσι· διὰ τοῦτό σε, ὁ Δεσπότης Λυδία μακαρία, κληρονόμον Βασιλείας,
τῆς οὐρανίου ἀνέδειξε.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Ἀπαρχὴ καὶ προοίμιον, καὶ λαμπρὰ ὑποτύπωσις,
ἐν Φιλίπποις γέγονας τοῖς πιστεύσασι, Χριστῷ τῷ πάντων δεσπόζοντι, Λυδία
πανεύφημε, καὶ ζωῆς τῆς καθαρᾶς, καὶ τῶν ἔργων τῆς πίστεως, στήλη ἔμψυχος,
ἐπακοῦσα σεμνὴ τοῖς δεομένοις, καὶ τὰς πύλας τοῦ σοῦ οἴκου, πᾶσι προθύμως
ἀνοίγουσα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Πορφυρόπωλις
πόλεως, Θυατείρων ὡς γέγραπται, ὦ Λυδία πέφηνας ἀξιάγαστε, καὶ τὴν πορφύραν τῆς
χάριτος, βαφεῖσαν τῷ αἵματι, τοῦ Σωτῆρος καὶ ἀμνοῦ, ἐνεδύσω καὶ ἅπασι,
περιβόητος, ἀνεδείχθης ἐν ἔργοις θεαρέστοις, καὶ τῆς ἄνω Βασιλείας, ἐδέξω
κλῆρον τὸν ἄφθαρτον.
Δόξα.
Ἦχος δ΄.
Εὐαγγελικῶς
πολιτευσαμένη ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, τὴν σωτήριον χάριν ἐδόξασας, τῇ
ἐναρέτῳ ζωῇ, Λυδία μακαρία· καὶ τῆς θείας μακαριότητος, τὸν ἀγῶνα τελέσασα,
κοινωνὸς καὶ μέτοχος, σὺν Ἀποστόλοις γέγονας· μεθ’ ὧν πρέσβευε, δεόμεθα ὑπὲρ
τῶν τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τὸν
Θεὸν σεβόμενη διανοίας εὐθύτητι, τὸ τῆς χάριτος φέγγος διὰ Παύλου εἴσδεδεξαι,
καὶ πρώτη ἐν Φιλίπποις τῷ Χριστῷ, ἔπιστευσας θεόφρον πανοικεί· διὰ τοῦτό σε
τιμῶμεν ᾀσματικῶς, Λυδία Φιλιππησία. Δόξα τῷ εὐδοκήσαντι ἐν σοί, δόξα τῷ σὲ
καταυγάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν τὰ κρείττονα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πιστεύσασα
Χριστῷ, πανοικεὶ μακαρία, ἐν ῥείθροις ποταμοῦ, τοῦ Ζυγάκτου ἐδέξω, τὸ βάπτισμα
τὸ ἅγιον, καὶ ἀμέμπτως ἐλάτρευσας, θείαις πράξεσι, τῷ σὲ Λυδία ἀξίαν,
ἀναδείξαντι, τῆς ἑαυτοῦ Βασιλείας, καὶ δόξης τῆς κρείττονος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἡ
πορφυρόπωλις Λυδία ὑμνείσθω, ἡ πανοικεὶ ἐν ποταμῷ τῷ Ζυγάκτῃ, καταυγασθεῖσα
Παύλου τοῖς δόγμασι, βάπτισμα σωτήριον, ἱερῶς δεξαμένη, καὶ πιστῶς ξενίσασα,
τοὺς σεπτοὺς Ἀποστόλους· ὑπὲρ ἡμῶν γὰρ πάντοτε Χριστόν, καθικετεύει, εὑρεῖν
ἡμᾶς ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Τοῦ
Παύλου τοῖς ῥήμασι τῆς εὐσεβείας τὸ φῶς, Λυδία ὡς δέδεξαι τῷ Ζωοδότῃ Χριστῷ,
πιστῶς ἠκολούθησας· ὅθεν ἡ ἐν Φιλίπποις, Ἐκκλησία τιμᾷ σε, μνείαν τῆς σωτηρίου,
τοῦ θεόφρονος Παύλου, ἐλεύσεως τελοῦσα, καὶ τὸν Χριστὸν δοξάζουσα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον· ζήτει τῷ Σαββάτῳ τῆς Γ’ ἑβδομάδος
Ματθαίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ἀποστολικὴν
ἀνύσασα ζωήν, καὶ τὸν Χριστὸν ἀξίως θεραπεύσασα, τῆς ἀφθαρσίας τὸ διάδημα, παρ’
αὐτοῦ ἐδέξω, Λυδία θεόφρον· καὶ νῦν τὴν δόξαν αὐτοῦ, ἀνακεκαλυμμένως ὁρῶσα,
ἀπαύστως ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Τὸ σὸν Λυδία
γεραίρω κλέος. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Τῷ
φέγγει τῆς χάριτος, αὐγαζομένη, Λυδία
θεόληπτε, τὸν νοῦν μου φώτισον, σαῖς φωτοφόροις λιταῖς, ὡς ἂν ἑόρτιον ᾠδήν,
μέλψω σοι πάνσεμνε.
Ὁ
Παῦλος ὁ ἔνδοξος, ἐν τοῖς Φιλίπποις, ἐλθὼν πρώτην πάνσεμνε, σὲ κατεφώτισεν,
Εὐαγγελίου φωτί· ἔνθεν προσῆλθες τῷ Χριστῷ, ὅλῳ τῷ οἴκῳ σου.
Σωτήριον
κήρυγμα, εἰσδεξαμένη, ὡς γῆς πίων πάνσεμνε, ἑκατοστεύοντα, καρπὸν προσάγεις
Χριστῷ, καὶ Ἀποστόλων κοινωνός, Λυδία
πέφηνας.
Θεοτοκίον.
Ὁ
Λόγος ὁ ἄχρονος, ἐκ Σοῦ ὡράθη, ἐν χρόνῳ πανάμωμε, ὡς σὰρξ ἐγένετο, ἐκ τῶν αἱμάτων
τῶν Σῶν, καὶ τῆς ἀρχαίας τὸν Ἀδάμ, κατάρας ἔλυσε.
ᾨδὴ
γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ναμάτων
θείων κατετρύφησας, ἀναγεννηθεῖσα τῷ Πνεύματι, διὰ λουτροῦ ζωοποιοῦ, πανοικεὶ
ἐν τοῖς ὕδασι, τοῦ Ζυγάκτου μεγαλύνουσα, Λυδία
τὸν Κύριον.
Λελαμπρυσμένη
τὴν διάνοιαν, τοῦ Εὐαγγελίου τοῖς δόγμασιν, ὤφθης ἁγία ἀπαρχή, εὐσεβείας πρὸς
Κύριον, ἐν Φιλίπποις καὶ διέπρεψας, Λυδία ἐν
ἅπασι.
Ὕψος
ὡς ἔγνως τοῦ κηρύγματος, Παύλου τοῦ σοφοῦ θεοκήρυκος, τὸν κεκρυμμένον ἐν αὐτῷ,
μαργαρίτην ἀνεύρηκας, καὶ αὐτὸν ἐν τῷ ταμείῳ σου, ψυχῆς ἐθησαύρισας.
Θεοτοκίον.
Δοχεῖον
δεῖξόν με τῆς χάριτος, τοῦ ἐκ τῆς νηδύος Σου λάμψαντος, ἀποκαθάρασα ῥοαῖς, τοῦ
ἐλέους Σου δέομαι, τὴν ῥυπῶσάν μου διάνοιαν, ἁγνὴ παναμώμητε.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας
πίστεως, τὸ φῶς δεχθεῖσα, λαμπὰς πάμφωτος, τῆς Ἐκκλησίας, τῆς ἐν Φιλίπποις Λυδία γεγένησαι, καὶ ὥσπερ φῶς ἐφαπλοῖς θείῳ
Πνεύματι, προτερημάτων τῶν σῶν τὴν λαμπρότητα· καὶ νῦν πάνσεμνε, Χριστὸν τὸν
Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ θεῖον ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε τὴν ἀκοήν.
Ἱλασμὸν
τὸν σωτήριον, Παύλου τοῖς λόγοις ὡς ἐκομίσω, πανοικεὶ Χριστῷ προσέδραμες, καὶ
αὐτὸν ἐδόξασας, ἀποστολικῇ πολιτείᾳ σου.
Ἀναφαίρετον
κλέος σοι, Χριστὸς παρέσχεν ὡς θεραπαίνῃ, ἐκλεκτῇ τῶν Ἀποστόλων σε, κοινωνὸν
καὶ σύσκηνον, δείξας ὦ Λυδία πανένδοξε.
Γνώμῃ
θείᾳ καὶ ἔμφρονι, φιλοξενοῦσα τοὺς Ἀποστόλους, ἐπληρώθης θείας χάριτος, Λυδία θεόπνευστε, καὶ ζωῆς ἀγήρω τετύχηκας.
Θεοτοκίον.
Ἐξ
ἀχράντων αἱμάτων Σου, σεσαρκωμένος κόσμῳ ὡράθη, ὁ τῆς δόξης Κύριος, μόνη
ἀειπάρθενε, κόσμον ἀδοξίας λυτρούμενος.
ᾨδὴ
ε΄. Τὴν σὴν εἰρήνην.
Ῥημάτων
ὡς ἀκήκοας, τοῦ Παύλου σεμνή, Χριστοῦ τῇ ἀγάπῃ τὸν νοῦν σου ἐπτέρωσας, καὶ τὰ ἡδέα
πάντα ἔλιπες, ἄρασα ἐπ’ ὤμων, Σταυρὸν τὸν τοῦ Κυρίου.
Ἀμέμπτως
πεπολίτευσαι, δεχθεῖσα τὸ φῶς, τοῦ Εὐαγγελίου, Λυδία
πανεύφημε, καὶ τὸν Σωτῆρα ἐθεράπευσας, ἐναρέτοις ἔργοις, ὡς ἐκλεκτὴ ἐν πᾶσι.
Ἰσχὺν
θείαν ἐπλούτησας, τοῦ Παύλου χερσί, καὶ Χριστὸν ἐξ ὅλης ἰσχύος ἠγάπησας, τὸν σὲ
καλέσαντα θεόληπτε, πρὸς γνῶσιν τῆς θείας αὐτοῦ οἰκονομίας.
Θεοτοκίον.
Ῥυπούμενος
ἑκάστοτε, παθῶν ταῖς ὁρμαῖς, τὴν ψυχὴν ὁ τάλας, μολύνω καθ’ ἑκάστην· ἀλλὰ Σὺ
δίδου μοι μετάνοιαν, ἵνα Θεοτόκε, σωθῶ τῇ χάριτί Σου.
ᾨδὴ
στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ὡς
ἁγίαν ἀπαρχήν, εὐσεβείας πρὸς Χριστόν, ἐν Φιλίπποις ἡ σεπτή, Ἐκκλησία εὐφημεῖ, Λυδία σε, σεμνυνομένη, ἐνθέοις τρόποις σου.
Κεκτημένη
ἐν ψυχῇ, θεῖον φόβον πρὸς Θεόν, τὸν Υἱὸν αὐτοῦ σεμνή, σαρκωθέντα δι’ ἡμᾶς,
εἰσδέδεξαι, ὡς ἠκροάσω, Παύλου τοῖς ῥήμασι.
Λυτρωθεῖσα
τῶν φθαρτῶν, οὐρανίῳ λογισμῷ, πρὸς τὰ ἄφθαρτα σεμνή, ἐνητένισας πιστῶς, καὶ
μέτοχος, τῆς τούτων δόξης, Λυδία γέγονας.
Θεοτοκίον.
Ἐσαρκώθης
ὑπὲρ νοῦν, ὁ ἀσώματος Θεός, ἐξ αἱμάτων Σου ἁγνῶν, ὡς ἠθέλησεν αὐτός, καὶ ἔσωσε,
Θεογεννῆτορ, βροτῶν τὸ φύραμα.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῖς
τοῦ Παύλου ῥήμασι, καταυγασθεῖσα, ἐν Φιλίπποις πέφηνας, εἰκὼν ἁγίας βιοτῆς, καὶ
πανοικεὶ δόξης κρείττονος, Φιλιππησία Λυδία
ἠξίωσαι.
Ὁ
Οἶκος.
Ἐν
Φιλίπποις σεμνῶς βιοτεύουσα, καὶ Θεὸν φοβουμένη θεόληπτε, τὴν ψυχὴν
προητοίμασας πάνσεμνε, πρὸς δοχὴν μυστηρίου τοῦ κρείττονος· καὶ ἐπιστάντος
Παύλου τοῦ οὐρανοβάμονος, τοῦ Εὐαγγελίου τὴν ἔλλαμψιν δέδεξαι, πανοικεσίᾳ
πιστεύσασα Χριστῷ, τῷ σαρκωθέντι δι’ ἡμᾶς· καὶ ἐν Ζυγάκτῃ ποταμῷ, τῆς ἀφθαρσίας
δεξαμένη τὸ λουτρόν, ἐπαξίως τῆς χάριτος διέπρεψας, Ἀποστόλοις διακονοῦσα καὶ
παρ’ αὐτῶν μυουμένη, τῆς αἰωνίου σωτηρίας τὰς ἀναβάσεις, τὰς ἀμοιβάς, καὶ τὰς
μακαρίας ἀπολαύσεις, ὧν σὺν τοῖς σοῖς οἰκείοις, Φιλιππησία Λυδία ἠξίωσαι.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς
Ἁγία Λυδίας τῆς Φιλιππησίας
Πανοικεὶ
πιστεύσασα Χριστῷ Λυδία,
ἐν Φιλίπποις
πέφηνε ἀρχὴ ἁγία.
Λυδία
ἡ μακαρία πορφυροπώλις, πόλεως Θυατείρων ἦν ἐν Φιλίπποις σεβομένη τὸν Θεόν, καὶ
ἀμέμπτῳ κοσμουμένη πολιτείᾳ. Παραγενομένου ἐν αὐτῇ τοῦ οὐρανοβάμονος καὶ
θεσπεσίου Παύλου, ἤκουσε τῆς διδαχῆς αὐτοῦ, καὶ ἐδέξατο τοῦ Εὐαγγελίου τὸ φῶς,
πανοικεὶ πιστεύσασα τῷ Χριστῷ, καὶ βαπτισθεῖσα ἐν τοῖς ῥείθροις τοῦ ἐκεῖσε
ποταμοῦ Ζυγάκτου. Καὶ ἦν εὐαγγελικῶς πολιτευομένη, καὶ διακονοῦσα τοῖς
μακαρίοις, Ἀποστόλοις ἐν τῷ οἴκῳ αὐτῆς, καὶ θεραπεύουσα τὸν Κύριον ἐναρέτοις
ἔργοις καὶ ἀγαθαῖς πράξεσιν. Ἀποστολικῶς δὲ τελέσασα τὴν ζωήν, μετετέθη ταῖς
ἄνω μοναῖς, κληρονόμος φανεῖσα τῆς οὐρανίου Βασιλείας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Θαλλελαίου τοῦ Ἀναργύρου
Ἀκέστορι
τμηθέντι τῷ Θαλλελαίῳ.
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Οὗτος
ἦν ἐπὶ Νουμεριανοῦ τοῦ βασιλέως, ὁρμώμενος ἐκ τοῦ Λιβάνου, πατρὸς μὲν
Βερουκίου, μητρὸς δὲ Ῥωμυλίας, ἐν μελέτῃ γενόμενος τῆς ἰατρικῆς τέχνης.
Συνεσχέθη δὲ ἐν Ἀζάρβῳ τῆς δευτέρας τῶν Κιλίκων ἐπαρχίας, ἐν ἐλαιῶνι
κρυπτόμενος. Προσάγεται δὲ Θεοδώρῳ τῷ ἄρχοντι· ὅς, μὴ πειθόμενον αὐτὸν θῦσαι
τοῖς εἰδώλοις, προσέταξε τρυπηθῆναι αὐτοῦ τοὺς ἀστραγάλους, καὶ σχοινίοις κατὰ
κεφαλῆς ἀναρτηθῆναι. Τοῦτο οὖν δόξαντες οἱ ὑπηρέται ποιεῖν, ἔκ τινος θείας
δυνάμεως τὰς φρένας ἀλλοιωθέντες, ξύλον ἀντὶ τοῦ Ἁγίου τρυπήσαντες ἀπῃώρησα.
Τύπτονται οὖν, ὡς κατὰ τοῦ ἄρχοντος παίξαντες. Εἶτα ἐκέλευσεν αὐτὸν ῥηφῆναι ἐν
τῇ θαλάσσῃ, ἐξ ἧς ἐξῆλθεν ἀβλαβής, φορῶν ἐσθῆτα λευκήν. Μετὰ ταῦτα θηρίοις ἐν
σταδίῳ ἀφίεται, καὶ πάλιν ἀλώβητος διαμείνας, ἐν Ἐδέσσῃ τῆς Αἰγαίων πόλεως
ξίφει τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ Ἁγίου Θαλλελαίου
πιστεύσαντες τῷ Χρίστῳ Δύο Μάρτυρες Ἀλέξανδρος καὶ Ἀστέριος, ξίφει τελειοῦνται.
Ὑπῆρξε
τμηθεὶς Ἀστέριος τὴν κάραν,
ἀστὴρ ὁδηγῶν
Ἀλέξανδρον πρὸς ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Ἀσκλᾶς, ἐν ποταμῷ ῥιφθεὶς τελειοῦται.
Aἰγύπτιος τὴν
γλῶσσαν Ἀσκλᾶς πῦρ φέρει,
Δι’ ἔνθεον κήρυγμα γλωσσῶν ἐμπύρων.
Δι’ ἔνθεον κήρυγμα γλωσσῶν ἐμπύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Τρεῖς Ὅσιοι· Νικήτας, Ἰωάννης καὶ
Ἰωσήφ, οἱ κτήτορες τῆς Νέας Μονῆς Χίου, ἐν εἰρήνῃ τελειοῦνται.
Οἱ τρεῖς
Ὅσιοι τῇ Ἁγίᾳ Τριάδι,
Σὺν τοῖς
ἀΰλοις νῦν παρίστανται νόοις.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς καὶ
μετακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ
θαυματουργοῦ
Φάνας ὁ
νεκρὸς σοῦ θεόφρον τὴν ἕω,
ἔφανεν αὖθις καὶ δύσιν τεραστίοις.
ἔφανεν αὖθις καὶ δύσιν τεραστίοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Θαλασσίου
Ὁ Θαλάσσιος
καὶ κατοικήσας τάφον,
Bλύζει
θαλάσσας χαρίτων ἐκ τοῦ τάφου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Μάρκου τοῦ ἐρημίτου.
Δίδωσι Mάρκῳ
τῆς Ἐδέμ κήπον μέγαν,
ὁ κῆπον εὑρὼν
εἰς ταφὴν Xριστὸς πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας
Μάρτυρος Πλατίλλα τῆς Ῥωμαίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ζαβουλώνος καὶ
Σωσσάνης, γονέων τῆς Ἁγίας Νίνας τῆς Ἰσαποστόλου
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀναστάσιος, ἐπίσκοπος
Βρεσκίας τῆς Λομβαρδίας ὁ Ὁμολογητῆς, ἐν ἔτει 610, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Οὐλτρίλλου ἐπισκόπου Μπουργκὲς τῆς Γαλλίας
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος ἐπίσκοπος Παβίας τῆς
Ἰταλίας ὁ Ὁμολογητῆς, ἐν ἔτει 778, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Στεφάνου τοῦ Σέρβου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Τιμοθέου τοῦ Πσκώφ, τοῦ Ῥώσσου
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν
Λειψάνων τοῦ Ὁσίου Ἀλεξίου τοῦ θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἡ κάμινος Σωτήρ.
Ὁ
βίος σου Λυδία διέλαμψε, φωτὶ τῶν ἐναρέτων
σου πράξεων· διὸ μετέστης πρὸς φῶς, τῆς ἀθανάτου ζωῆς.
Συνέσει
κοσμουμένη θεόληπτε, τοὺς θείους Ἀποστόλους ἠξίωσαι, φιλοξενεῖν εὐσεβῶς, Λυδία πίστει θερμῇ.
Γεραίρει
Ἐκκλησία Φιλίππων σε, ἐνθέοις σου σεμνὴ προτερήμασιν, ἀβρυνομένη λαμπρῶς, καὶ
μεγαλύνει Χριστόν.
Θεοτοκίον.
Ἐκύησας
ἡμῖν ὑπὲρ ἔννοιαν, τὸν πάντων Ποιητὴν καὶ δεσπόζοντα, καὶ ἐλυτρώσω ἡμᾶς, Κόρη
τῆς πάλαι φθορᾶς.
ᾨδὴ
η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Ῥημάτων
τῆς χάριτος, καὶ θείων ἐντολῶν, σεμνὴ γεωργήσασα, τὸν σπόρον νουνεχῶς, Κυρίῳ
προσάγεις, πολύχουν καρπόν, Λυδία θεόφρον,
τοῦ βίου σου τὰς πράξεις.
Ἁγίως
ἀνύσασα, Λυδία τὴν ζωήν, Ἁγίων συνόμιλος,
ὤφθης ἐν οὐρανοῖς, καὶ νῦν ἁγιάζεις, σαῖς ἁγίαις εὐχαῖς, τοὺς τὴν σὴν ἁγίαν,
ἐπιτελοῦντες μνήμην.
Συνόμιλος
γέγονας, τοῦ Παύλου τοῦ σοφοῦ, καὶ τοῦτον ξενίζουσα, τῷ οἴκῳ σου σεμνή, ξενίας
τῆς ἄνω, ἠξιώθης λαμπρῶς, καὶ σὺν Ἀσωμάτοις, Λυδία
συναγάλλῃ.
Θεοτοκίον.
Ἰάτρευσον
Δέσποινα, νοσοῦντά μου τὸν νοῦν, ἐννοίαις ἀλάστορσιν, ἀπάτῃ τοῦ ἐχθροῦ, καὶ
δίδου μοι φέγγος, μετανοίας ἁγνή, τῷ ἀεὶ φωνοῦντι, τὴν Σὴν ἁγίαν κλῆσιν.
ᾨδὴ
θ΄. Τὴν ζωοδόχον πηγήν.
Μνήμην
τὴν σὴν ἑορτάζοντες πάνσεμνε, ἀνευφημοῦμεν τὰ σὰ προτερήματα· σεαυτὴν γὰρ
δέδωκας, ὅλῃ διανοίᾳ σου, Εὐαγγελίου ταῖς πράξεσι Λυδία,
ὡς ἐκλεκτὴ τοῦ Σωτῆρος θεράπαινα.
Ὁλοσχερῶς
τῶν γηΐνων χωρίσασα, τὴν σὴν καρδίαν Χριστῷ ὡς πεπίστευκας, τοῦτον ἐθεράπευσας,
τρόποις σου χρηστότητος, καὶ θεαρέστῳ ζωῇ· ὅθεν Λυδία,
τῆς οὐρανίου χαρᾶς κατηξίωσαι.
Ὑπὲρ
ἡμῶν τὸν Σωτῆρα ἱκέτευε, σὺν Ἀποστόλοις Ἁγίοις καὶ Μάρτυσι, καὶ Προφήταις
ἅπασι, καὶ Δικαίοις πάνσεμνε, ὡς ἂν πταισμάτων συγχώρησιν λαβόντες, τῆς αἰωνίου
ζωῆς μετασχοίημεν.
Θεοτοκίον.
Ὑψίστου
ὤφθης καθέδρα πολύφωτος, καὶ φωταυγὲς Θεοτόκε παλάτιον, τοῦτον σωματώσασα, ἐξ
ἁγνῶν αἱμάτων σου· ὅθεν Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ, τῆς ἀθανάτου ζωῆς ἀξιῶσαί
με.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Λυδία παμμακάριστε,
Χριστοῦ πιστὴ θεράπαινα, καὶ ἀπαρχὴ Ἐκκλησίας, τῆς ἐν Φιλίπποις ἁγίας, σὺν
Ἀποστόλοις πρέσβευε, Χριστῷ τῷ Παντοκράτορι, δοῦναι πταισμάτων ἄφεσιν, καὶ
ἱλασμὸν καὶ εἰρήνην, τοῖς τὴν σὴν μνήμην τελοῦσι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Παῦλος
ὁ Ἀπόστολος, ὁ πλήρης θείων ἐλλάμψεων, τὸ Χριστοῦ στόμα ἅγιον, φωτί σε
κατηύγασε, τοῦ Εὐαγγελίου, Λυδία θεόφρον, ἐν τοῖς Φιλίπποις γεγονώς, καὶ
πανοικεί σε Χριστῷ προσήγαγεν· ὃν πίστει ἐθεράπευσας, ταῖς ἐναρέτοις σου
πράξεσι, καὶ παρ’ οὗ διαδήματι, ἀφθαρσίας κεκόσμησαι.
Λόγον
τὸν τῆς πίστεως, εἰσδεδεγμένη θεόληπτε, πανοικεὶ τοῖς διδάγμασι, Παύλου τοῦ
τρισμάκαρος, Λυδία θεόφρον, καὶ Ζυγάκτου ῥείθροις, ἀναγεννήσεως καινῆς, καὶ
σωτηρίας λουτρὸν τὸ ἅγιον, βεβάπτισαι καὶ ἔνθεον, τρόπον καὶ βίον κατάλληλον,
ἐπεδείξω τῇ χάριτι, οὐρανίῳ φρονήματι.
Ἄγοντες
ἀνάμνησιν, τῆς σῆς ἁγίας ἐλεύσεως, ἐν Φιλίπποις γεραίρομεν, Παῦλε παμμακάριστε,
μύστα τῶν ἀῤῥήτων, τὴν σὴν θείαν γλῶσσαν, δι’ ἧς Λυδία τὴν σεμνήν, πανοικεσίᾳ
Χριστῷ προσήγαγες, καὶ ταύτην μακαρίζοντες, ὥσπερ ἐλαίαν κατάκαρπον, εὐσεβείας
καὶ χάριτος, τὸν Σωτῆρα δοξάζομεν.
Πάλαι
μὲν τὸ βάπτισμα, τὸ εἰς Χριστὸν διὰ πίστεως, ἐν Ζυγάκτῃ ἐδέξατο, Λυδία ἡ
ἔνδοξος, σὺν τῷ ταύτης οἴκῳ· νῦν δὲ ὡς ἁγίῳ τούτῳ τῷ τόπῳ εὐσεβῶς, τῶν
εὐσεβούντων χεῖρες ἀνίδρυσαν, ἅγιον Βαπτιστήριον, ἔνθα θυσία ἀναίμακτος, τῇ
Τριάδι προσάγεται, εἰς πιστῶν περιποίησιν.
Δόξα.
Ἦχος πλ. α΄.
Τῷ
Χριστῷ ἀμέμπτως δουλεύσασα, πλήρης θείων πράξεων ὤφθης, Λυδία μακαρία· ὡς
Ἀποστόλων γὰρ κοινωνός, ἀξίως ἐβάδισας, τὴν ὁδὸν τῆς σωτηρίας· καὶ τῷ ξύλῳ τῆς
ζωῆς ἀποκατέστης, μεταστᾶσα τῶν προσκαίρων, ἐν πολλῇ εὐφροσύνῃ· καὶ νῦν
Ἀγγέλοις συνοῦσα, μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Πρώτη
ἐν Φιλίπποις πρὸς τὸν Χριστόν, θεόφρον προσῆλθες, διὰ Παύλου τοῦ εὐκλεοῦς, ὦ
Φιλιππησία, Λυδία καὶ ἐν ῥείθροις, Ζυγάκτου ἐβαπτίσης, πανοικεὶ πάνσεμνε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου