ΜΑΪΟΣ ΚΒ΄.
Β΄ ΟΙΚΟΥΜΕΝΙΚΗ ΣΥΝΟΔΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β’. Ὅτε
ἐκ τοῦ ξύλου.
Δεῦτε,
ὁ χριστώνυμος λαός, τὴν ἐν Κωνσταντίνου τῇ πόλει, συγκροτηθεῖσάν ποτε, ἐν Ἁγίῳ
Πνεύματι Ἁγίαν Σύνοδον, ἑκατὸν καὶ πεντήκοντα, Ἁγίων Πατέρων, ὕμνοις
εὐφημήσωμεν, τούτοις κραυγάζοντες· χαίροις, συνδρομὴ μακαρία, οἱ τῆς τοῦ
Χριστοῦ Ἐκκλησίας, φύλακες καὶ στῦλοι ἀῤῥαγέστατοι.
Μύσται,
καὶ θεράποντες Χριστοῦ, καὶ τῶν Ὀρθοδόξων δογμάτων, θεῖοι ἐκφάντορες, ἑκατὸν
πεντήκοντα Πατέρες Ἅγιοι, οἱ λαμπρῶς στηλιτεύσαντες, τὴν Μακεδονίου, αἵρεσιν
ὀλέθριον, δυνάμει κρείττονι, ῥύσασθε αἱρέσεως πάσης, τὴν Χριστοῦ σεπτὴν
Ἐκκλησίαν, ταῖς ὑμῶν πρεσβείαις πρὸς τὸν Κύριον.
Λόγῳ,
καὶ σοφίᾳ θεϊκῇ, καὶ τῇ δαψιλεῖ ἐπιπνοίᾳ, τοῦ θείου Πνεύματος, τοῦτο ὁμοούσιον,
σὺν τῷ Πατρὶ καὶ Υἱῷ, ἐν Συνόδῳ μακάριοι, κηρύξαντες θείᾳ, ἅπασαν καθείλετε,
βλάσφημον αἵρεσιν· ὅθεν, ὡς σοφοὺς Ἱεράρχας, καὶ τῆς εὐσεβείας φωστῆρας, Ἅγιοι
Πατέρες ὑμᾶς μέλπομεν.
Ἄστρα,
οὐρανίων ἀρετῶν, ἑκατὸν πεντήκοντα θεῖοι, Πατέρες ὤφθητε, οἷάπερ ὁμότροποι τῶν
Ἀποστόλων Χριστοῦ, καὶ πιστῶν τὴν διάνοιαν, δόγμασιν ἁγίοις, ἀσφαλῶς ἱδρύσατε,
ὡς φωτὸς ἔμπλεοι· ὅθεν, ἡ Χριστοῦ Ἐκκλησία, ἐν ὑμῖν καυχᾶται καὶ μέλπει, τὴν
σεπτὴν ὑμῶν καὶ θείαν Σύνοδον.
Δόξα.
Ἦχος β΄.
Τὴν
τοῦ Ἁγίου Πνεύματος ἐνέργειαν, ὡς καθαροὶ τῇ καρδίᾳ δεξάμενοι, ὑποφῆται καὶ
πρόμαχοι τῆς Θεότητος ὤφθητε αὐτοῦ, Πατέρες θεόσοφοι· ἐν τῇ ἁγίᾳ γὰρ Συνόδῳ,
λαμπρῶς αὐτὸ ἐκηρύξατε, δι’ οὗ ἁγιαζόμενοι, τῶν ὑπὲρ φύσιν δωρεῶν μετέχομεν·
καὶ πενυματομάχον ἀποδείξαντες, τὸν ἄνουν Μακεδόνιον, τὴν Ἐκκλησίαν ἐστηρίξατε,
τῷ ἀῤῥαγεῖ τῆς ἀληθείας θεμελίῳ· διὸ χρεωστικῶς ὑμᾶς γεραίρει, τὴν μνήμην ὑμῶν
ἑορτάζουσα.
Καὶ νῦν ... Θεοτοκίον. Δογματικόν.
Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ
θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ
φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς
Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς
συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη
ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς
Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Σύστημα
ἱερόν, Πατέρων θεοφόρων, Συνόδου τῆς Δευτέρας, αἰτεῖσθε ἡμῖν πᾶσι, παρὰ Θεοῦ τὰ
κρείττονα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Σάλπιγγες
μυστικαί, ἐδείχθητε Πατέρες, κηρύττοντες τοῖς πᾶσι, τὸ κράτος καὶ τὴν χάριν,
τοῦ Παναγίου Πνεύματος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὕλην
ὥσπερ σαθράν, Μακεδονίου δόξαν, καὶ πᾶσαν ἄλλην πλάνην, πυρὶ τοῦ Παρακλήτου,
Πατέρες ἠναλώσατε.
Δόξα.
Τριαδικόν.
Σύνθρονον
τῷ Πατρί, καὶ τῷ Υἱῷ τὸ Πνεῦμα, τὸ Ἅγιον καὶ θεῖον, λαμπρῶς ὁμολογεῖτε, Πατέρες
οὐρανόφρονες.
Καὶ
νῦν. Θεοτοκίον.
Πνεῦμα
τὸ παντουργόν, ἐν Σοὶ σκηνῶσαν Κόρη, συνέλαβες ἀφράστως, καὶ τέτοκας τὸν Λόγον,
Πατρὸς τὸν ὁμοούσιον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς
Δευτέρας Συνόδου ὑποφῆται καὶ σύνεδροι, ἑκατὸν πεντήκοντα θεῖοι, Ἱεράρχαι
μακάριοι, οἱ στόματι κηρύξαντες σοφῷ, τοῦ Πνεύματος τοῦ θείου τὴν ἰσχύν, πάσης
βλάβης καὶ αἱρέσεως χαλεπῆς, λυτρώσασθε τοὺς ψάλλοντας· δόξα τῷ θαυμαστώσαντι
ὑμᾶς, δόξα τῷ μεγαλύντι, δόξα τῷ βεβαιοῦντι δι’ ὑμῶν πιστῶν τὴν διάνοιαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Οὐρανόθεν δεξάμενοι, Παρακλήτου τὴν
δύναμιν, τὴν Δευτέραν Σύνοδον συνεκρότησαν, οἱ ἑκατὸν καὶ πεντήκοντα, Πατέρες οἱ
ἔνθεοι, ἐν τῇ πόλει ἱερῶς, Κωνσταντίνου κηρύξαντες, ὁμοδύναμον, τῷ Πατρὶ καὶ Υἱῷ
τὸ θεῖον Πνεῦμα, ὧν τὴν μνήμην τὴν ἁγίαν χρεωστικῶς ἑορτάσωμεν.
Ὡς τοῦ Πνεύματος ὄργανα, καὶ
θεόφθογγοι σάλπιγγες, τούτου τὴν Θεότητα καὶ τὴν δύναμιν, περιφανῶς ἐκηρύξατε,
Πατέρες θεόσοφοι, καὶ αἱρέσεων δεινῶν, πᾶσαν πλάνην καθείλετε, θείοις δόγμασι,
καὶ τὴν πίστιν ἀμώμητον τῷ κόσμῳ, παρεδώκατε τὴν θείαν, ὡς Ἀποστόλων ὁμόζηλοι.
Ὁ θεόφρων Νεκτάριος, καὶ ὁ μέγας
Μελέτιος, τῆς Σιὼν ὁ πρόεδρος θεῖος Κύριλλος, ὁ Θεολόγος Γρηγόριος, ὁμοῦ καὶ
Τιμόθεος, Νυσσαέων ὁ φωστήρ, θεοῤῥήμων Γρηγόριος, οἱ συνήγοροι, τῆς Δευτέρας
Συνόδου σὺν τοῖς ἄλλοις, συνελθοῦσιν ὁμοφρόνως, ᾄσμασι θείοις τιμάσθωσαν.
Τῇ τοῦ Πνεύματος χάριτι, ἐλλαμπόμενοι
Ἅγιοι, ἑκατὸν πεντήκοντα πολυάριθμον, τῶν δυσωνύμων αἱρέσεων, πληθὺν
κατησχύνατε, Μακεδόνιον δεινόν, καὶ Εὐνόμιον Ἄρειον, καὶ Σαβέλλιον, Φωτεινόν τε
καὶ Μάρκελλον καὶ Παῦλον, καὶ Χριστοῦ τὴν Ἐκκλησίαν, τούτου τῆς λύμης ἐῤῥύσασθε.
Τὴν Δευτέραν συνέλευσιν, τῶν
Πατέρων ὑμνήσωμεν, τοῦ Ἁγίου Πνεύματος τοὺς ἐκφάντορας, τοὺς δι’ αὐτοῦ τὸ
πανάγιον, τῆς πίστεως Σύμβολον, συμπληρώσνατας σοφῶς, καὶ Τριάδα ὁμότιμον, καὶ ὁμόθρονον,
Θεαρχίαν κηρύξαντες τὴν μίαν· ἧς τῷ νεύματι τὰ πάντα, καθυπουργεῖ καὶ
συνέχεται.
Ἐκκλησίας στηρίγματα, καὶ θεμέλιοι ἄῤῥηκτοι,
ἑκατὸν πεντήκοντα οὐρανόφρονες, Πατέρες ὄντως ἐδείχθητε, ὡς μύσται οὐράνιοι, καὶ
δογμάτων θησαυροί· διὰ τοῦτο γεραίρουσα, θείοις ᾄσμασι, τὴν λαμπρὰν ὑμῶν μνήμην
κατὰ χρέος, τῇ σεπτῇ ὑμῶν πρεσβείᾳ, πάσης λυτροῦται αἱρέσεως.
Δόξα. Ἦχος πλ. β’.
Σήμερον ὥσπερ ἀστέρες παμφαεῖς, οἱ
τῆς Δευτέρας Συνόδου Πατέρες ἐκλάμψαντες, τῆς Ἐκκλησίας τὸ στερέωμα φωταγωγοῦσιν·
ἐκ Τρισηλίου γὰρ αὐγῆς, τὸ φῶς δεχόμενοι, αἱρετικῶν τὸν ζόφον λύουσι, καὶ ἡμᾶς
διεγείρουσι βοᾶν· χαίρετε, ἀποστολικῆς χάριτος ταμεῖα, καὶ τῶν τοῦ Παρακλήτου ἐλλάμψεων
λαμπάδες· χαίρετε, ἡ Μακεδονίου τὴν φληναφίαν ἀπελάγξαντες, καὶ τὸ Πανάγιον Πνεῦμα,
ὁμόδοξον καὶ σύνθρονον, Πατρὶ καὶ Υἱῷ κηρύξαντες· χαίρετε, τῆς Ἐκκλησίας ἑδραιώματα,
καὶ τῆς ἀληθείας μυσταγωγοί θεόσοφοι. Ὡς ἔχοντες παῤῥησίαν, Ἅγιοι Πατέρες,
πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Γενέσεως
τὸ Ἀνάγνωσμα (Κεφ. 14, 14-20)
Ἀκούσας
Ἄβραμ, ὅτι ἠχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς
αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ
ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ
ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ,
καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε,
καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ
βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ
Χοδολογόμορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν
πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν
δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος
Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν ὁ οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ
Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.
Δευτερονομίου
τὸ Ἀνάγνωσμα (Κεφ. 1, 8-11, 15-17)
Ἔλιπε
Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες
κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ
Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον
πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ
Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ
πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ
εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ
ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους
καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς
τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῶ ἐκείνω, λέγων·
Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ
ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει
πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ
πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.
Δευτερονομίου
τὸ Ἀνάγνωσμα (Κεφ. 10, 14-21)
Εἶπε
Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ
οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν
προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς
παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν
ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος
Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός,
ὅστις οὐ θαυμάζει πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ
ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.
Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνω λατρεύσεις, καὶ πρὸς αὐτὸν
κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὁμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου,
ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Λιτή. Ἦχος α’.
Ὡς θαυμαστὴ ὑμῶν ἡ συνέλευσις, καὶ ἡ
ἐν Κυρίῳ συμφωνίᾳ, Πατέρες θεσπέσιοι, τῆς εὐσεβείας διδάσκαλοι· δι’ ὑμῶν γὰρ
λελάληκε, τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν τῇ Δευτέρᾳ Συνόδῳ, καὶ δυσσεβῶν τὸ στόμα
πεφίμωται, ἐν τῇ ἐκφάνσει τῆς ἀληθείας. Θεοῤῥήμονι γὰρ γλώσσῃ, αἱρετικῶν τὸν νοῦν
ἠμβλύνατε, καὶ τοὺς υἱοὺς τῆς Ἐκκλησίας, ὀρθῶς ἐδιδάξατε, σέβειν καὶ προσκυνεῖν,
τὸ τῆς Ἁγίας Τριάδος μυστήριον, ὡς ἂν κληρονομήσωμεν, ζωὴν τὴν αἰώνιον.
Ἦχος β’.
Παρεμβολὴ ἱερὰ καὶ θεοσύλλεκτος, ἐνδεδυμένη
τὴν πανοπλίαν τοῦ Πνεύματος, οἱ τὴν Δευτέραν συγκροτήσαντες Σύνοδον, Πατέρες θεῖοι
ἐδείχθητε· καὶ τῷ λόγῳ τῆς χάριτος, ὡς ῥομφαίᾳ νοητῇ, τοῦ ψεύδους τοὺς
προστάτας συγκόψαντες, ὡς ὁ Θεσβίτης Ἠλιού, τῆς Ὀρθοδοξίας τὴν δόξαν, ὡς
κεκρυμμένον θησαυρόν, πᾶσιν ἐτρανώσατε· διὸ ὑμᾶς γεραίρομεν, ὡς ὁδηγοὺς καὶ
παιδευτὰς πρὸς τὰ κρείττονα.
Ἦχος γ’.
Ἱερουργοῦντες τὸ Εὐαγγέλιον, κατὰ
Παῦλον τὸν θεῖον, ἀρετῶν περιουσίᾳ, ἑκατὸν πεντήκοντα Πατέρες θεόληπτοι, Μακεδονίου
τὴν ψυχόλεθρον πλάνην, ἐν δόγμασι θείοις, τῆς Ἐκκλησίας ἐξωστρακίσατε· μεθ’ ὃ Ἀρείου
τὸ βλάσφημον ἀπελέγξαντες, Εὐνόμιον καὶ Σαβέλλιον, καὶ πᾶσαν ἄλλην δύσφημον αἵρεσιν,
τὴν βλασφημίαν λαλοῦσαν κατὰ τῆς γνώσεως Θεοῦ, εἰς τέλος κατεβάλετε· διὸ ἀξίως ἐν
οὐρανῷ ἐδοξάσθητε, οἱ παρ’ ἡμῶν ἐγκώμια δεχόμενοι, καὶ πᾶσιν αἰτοῦντες τὸ θεῖον
ἔλεος.
Δόξα. Ἦχος δ’.
Γηπονοῦντες τῷ λόγῳ τῶν εὐσεβῶν τὰς
καρδίας, τῶν πολυειδῶν αἱρέσεων τὰς ῥίζας ἀνεσπάσετε, μυσταγωγοὶ τῆς θείας
δόξης, Πατέρες μακάριοι· καὶ τῶν ἀρετῶν καλλιεργοῦντες τὸν σπόρον, εὐκληματοῦσαν
καὶ θάλλουσαν, τὴν Ἐκκλησίαν ἐδείξατε, ἐναρέτοις ἔργοις· καὶ Ὀρθοδοξίᾳ τὰ πάντα
κοσμήσαντες, τῆς αἰωνίου ζωῆς τὰ γέρα ἐκομίσασθε, ὑπὲρ ἡμῶν Χριστῷ
πρεσβεύοντες.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους
Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ τῶν Πατέρων χορός, οἱ τῆν Δευτέραν συγκροτήσαντες Σύνοδον, Πατέρες οἱ
θεηγόροι, θείου φωτὸς ἀστραπαί, θεοῤῥημοσύνης ῥεῖθρα ἔμψυχα, οἱ πᾶσι
παρέχοντες, ὕδωρ ζῶν τὸ ἁλλόμενον, Σωτὴρ ὡς ἔφη, εἰς ζωὴν τὴν αἰώνιον, καὶ
ξηραίνοντες, τῶν αἱρέσεων βόρβορον· σκεύη τὰ πολυτίμητα, χαρίτων τοῦ Πνεύματος,
τῶν ἀρετῶν τὰ ταμεῖα, οἱ τῆς Τριάδος θεράποντες· ἣν νῦν δυσωπεῖτε, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Χαίροις,
ὁ τῶν Ἁγίων χορός, οἱ ἐν τῇ πόλει Κωνσταντίνου κροτήσαντες, τὴν Σύνοδον τὴν
Δευτέραν, καὶ ἐν αὐτῇ τὴν ὀφρύν, τῶν αἱρετιζόντων θριαμβεύσαντες· οἱ πᾶσιν τὴν
δύναμιν, καὶ τὸ κράτος τὸ ἄμαχον, τοῦ Παρακλήτου, καὶ τὴν τούτου Θεότητα,
δογματίσαντες, ὡς φωτὸς καταγώγια· ὅθεν ὑμᾶς γεραίρομεν, Πατέρες θεσπέσιοι, καὶ
τὴν σεπτὴν ὑμῶν μνήμην, χρεωστικῶς ἑορτάζοντες, τυχεῖν ἐξαιτοῦμεν, ταῖς ὑμῶν
ἱκετηρίαις, θείας χρηστότητος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
ὁ τῶν Ἁγίων χορός, τῆς Ἐκκλησίας ἀῤῥαγέστατοι πρόβολοι, φωστῆρες ὀρθῶν
δογμάτων, διδασκαλίας πηγαί, τῆς Ὀρθοδοξίας στῦλοι ἄσειστοι· κρατῆρες
προῤῥέοντες, γλυκασμὸν τὸν οὐράνιον, καὶ τὴν πικρίαν, τῶν ψυχὼν καταπαύοντες,
τῇ τοῦ Πνεύματος δωρεᾷ τε καὶ χάριτι, λύχνοι ἀειλαμπέστατοι, σεπτῶν Παραδόσεων,
οἱ διαλύοντες πᾶσαν, αἱρετικῶν τὴν σκοτόμαιναν· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ’.
Τὴν ῥομφαίαν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα
Θεοῦ, ἀναλαβόντες Πατέρες, αἱρετικῶν τὰς φάλαγγας ἐτροπώσασθε, Ὡς ἱεράρχαι
θεόσοφοι. Καὶ ψυχοφθόρων ζιζανίων, τὴν Ἐκκλησίαν ἐκκαθάραντες, τὴν καλὴν ὁμολογίαν
ἀλώβητον ἐν αὐτῇ ἐθησαυρίσατε· διὸ ὡς θείους νυμφαγωγούς, καὶ μυσταγωγοὺς τῶν ἀῤῥήτων,
ὑμᾶς τιμῶσα τῷ ἑαυτῆς νυμφίῳ βοᾷ· Κύριε, ταῖς τῶν κλεινῶν θεραπόντων σου
πρεσβείαις, φύλαττε ἡμᾶς ἐκ πάσης αἱρέσεως, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς
Δευτέρας Συνόδου ὑποφῆται καὶ σύνεδροι, ἑκατὸν πεντήκοντα θεῖοι, Ἱεράρχαι
μακάριοι, οἱ στόματι κηρύξαντες σοφῷ, τοῦ Πνεύματος τοῦ θείου τὴν ἰσχύν, πάσης
βλάβης καὶ αἱρέσεως χαλεπῆς, λυτρώσασθε τοὺς ψάλλοντας· δόξα τῷ θαυμαστώσαντι
ὑμᾶς, δόξα τῷ μεγαλύντι, δόξα τῷ βεβαιοῦντι δι’ ὑμῶν πιστῶν τὴν διάνοιαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Συνέλευσις
λαμπρά, τῆς Δευτέρας Συνόδου, Πατέρες θαυμαστοί, συμπολῖται Ἀγγέλων, τοῦ
Πνεύματος κειμήλια, εὐσεβείας διδάσκαλοι, πάσης ῥύσασθε, τὴν τοῦ Χριστοῦ
Ἐκκλησίαν, ἐπιθέσεως, αἱρετικῶν ἀλλοτρίων, ὑμῶν ταῖς δεήσεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Συνέλαβες
ἁγνή, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν Λόγον τοῦ Πατρός, καὶ ἐκύησας τοῦτον, διπλοῦν
Κόρη ταῖς φύσεσι, Θεὸν ἅμα καὶ ἄνθρωπον, διασώζονται, ἡμᾶς τῆς πάλαι κατάρας·
ὅθεν μέλπομεν, τοῦ τοκετοῦ Σου Παρθένε, τὸ μέγα μυστήριον.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ὁ
χορὸς τῶν Πατέρων ὁ ἱερός, τῆς Δευτέρας Συνόδου ὡς ἀληθῶς, Τριάδα τὴν ἄκτιστον,
Ὀρθοδόξως ἐκήρυξε, καὶ ἐξαιρέτως Πνεῦμα τὸ θεῖον καὶ σύνθρονον, Πατρί τε καὶ τῷ
Λόγῳ, λαμπρῶς ἐδογμάτισεν· ὅθεν τὴν Ἁγίαν, καὶ σεπτὴν αὐτῶν μνήμην, συμφώνως
γεραίροντες, πρὸς αὐτοὺς ἐκβοήσωμεν· Ἱεράρχαι μακάριοι, πρεσβεύσατε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, ὑμῶν τὴν
πανήγυριν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ
ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ
τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ
αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα
πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς
πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.
Εἶτα, ὁ Κανὼν τῶν ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τὴν Δευτέραν
Σύνοδον ὑμνέω. Γερασίμου.
ᾨδὴ
α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς
ὑπερούσιε, τοὺς τὴν δευτέραν κροτήσαντας, ἁγίαν συνέλευσιν, Πατέρας Κύριε,
θείοις ᾄσμασιν, ὑμνῆσαι βουλομένῳ, παράσχου μοι δύναμιν, τῷ λόγῳ δέομαι.
Ἡ
χάρις τοῦ Πνεύματος, ὑμᾶς εἰς ἓν συνεκάλεσεν, αὐτοῦ τὴν Θεότητα, κηρῦξαι Ἅγιοι·
ὅθεν ἅπασαν, Μακεδονίου πλάνην, εἰς τέλος καθείλετε, ἐνθέοις δόγμασι.
Ναμάτων
τοῦ Πνεύματος, ὡς ποταμοὶ πᾶσαν ἄρδετε, τοῖς ῥείθροις τῆς χάριτος, τὴν
Ἐκκλησίαν Χριστοῦ, ὦ πεντήκοντα, καὶ ἑκατὸν Πατέρες· διὸ μακαρίζομεν, ἡμῶν τὴν
Σύνοδον.
Θεοτοκίον.
Δοχεῖον
ὑπέρτιμον, καὶ θρόνος ὤφθης περίδοξος, Χριστοῦ τοῦ Παντάνακτος, Παρθένε
ἄχραντε, τοῦ τεχθέντος Σου, ἐκ τῶν ἁγνῶν αἱμάτων, καὶ σώζοντας ἅπαντας, τοὺς Σὲ
δοξάζοντας.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐν
πόλει τοῦ Βύζαντος Πατέρες, ἐκ πόλεων ἄλλων καὶ χωρῶν, προστρέξαντες συνάθροισιν,
ἁγίαν συνηγείρατε, ἐν ᾗ καὶ τὴν Ὀρθόδοξον, πίστιν καλῶς ἐκρατύνατε.
Ὑμνοῦμεν
Πατέρες θεοφόροι, ὑμῶν τοὺς ἀγῶνας τοὺς σεπτούς, οὓς πίστει κατεβάλετε,
τρανοῦντες τὴν Θεότητα, τοῦ Παναγίου Πνεύματος, κατὰ βλασφήμων αἱρέσεων.
Τὴν
Σύνοδον πάντες τὴν Δευτέραν, ἐν ᾗ ἀσεβείας ἡ ὀφρύς, ᾐσχύνθη καὶ συντέτριπται,
ὑμνήσωμεν κραυγάζοντες· Σῶσον ἡμᾶς φιλάνθρωπε, ταῖς τῶν Πατέρων δεήσεσι.
Θεοτοκίον.
Ἐτέχθη
ἁγνῶν Σου ἐξ αἱμάτων, ἀνάγων ἡμᾶς ἐκ τῆς φθορᾶς, μὴ φθείας τὴν ἁγνείαν Σου,
Θεὸς ὁ ὑπερούσιος, καὶ ἔσωσε πανάχραντε, τοὺς προσκυνοῦντας τὸν τόκον Σου.
Κάθισμα.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν
Ἁγίων Πατέρων τὴν θείαν Σύνοδον, τὴν τὸ Πανάγιον Πνεῦμα Θεὸν καὶ Κύριον, σὺν
Πατρὶ καὶ τῷ Υἱῷ ἀνακηρύξασαν, ὡς Ἐκκλησίας ἑδρασμούς, καὶ σοφοὺς μυσταγωγούς,
τιμήσωμεν ἐκβοῶντες· ὑπὲρ ἡμῶν τὴν Τριάδα, ἀεὶ δυσώπει θεῖε ὅμιλε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθέντα
ἀτρέπτως ἐκ τῶν αἱμάτων Σου, τὸν Ποιητὴν τῶν ἁπάντων καὶ Βασιλέα Χριστόν, διὰ
σπλάγχνα οἰκτιρμῶν κυοφορήσασα, καθικέτευε ἀεί, πάσης βλάβης καὶ φθορᾶς,
ῥυσθῆναι τοὺς ἀνυμνοῦντας, Θεογεννῆτορ Παρθένε, τὰ μεγαλεῖα τῶν θαυμάτων Σου.
ᾨδὴ
δ’. Τὴν ἀνεξιχνίαστον.
Ῥώμην
ἐνδυσάμενοι τὴν θεϊκήν, Ὅσιοι Πατέρες καθείλετε, ἐν τῇ Συνόδῳ, τῇ ἁγίᾳ καῖ
σεπτῇ, αἱρετικῶν τὸ φρύαγμα, πίστιν τὴν ἁγίαν στηρίξαντες.
Ἄγει
εὐγνωμόνως ἡ τοῦ Χριστοῦ, νύμφη Ἐκκλησία μακάριοι, ὑμῶν τὴν μνήμην· ὅτι ταύτην
ἐκ κρημνοῦ, τῆς χαλεπῆς αἱρέσεως, Πνεύματι Ἁγίῳ ἐσώσατε.
Νόσον
τῆς αἱρέσεως τὴν τῶν πιστῶν, κατανεμομένην τὸ πλήρωμα, λόγῳ ἁγίῳ, ἐν Συνόδῳ τῇ
σεπτῇ, ἐστήσατε μακάριοι, ὡς ἱερουργοὶ ἱερώτατοι.
Θεοτοκίον.
Σὲ
τὴν ἀειπάρθενον, τὴν τὸν Θεὸν Σωτῆρα πάντων κυήσασαν, ἐκδυσωποῦμεν· ῥῦσαι πάσης
ἀπειλῆς, ἡμᾶς Θεοχαρίτωτε, καὶ ἐπικειμένης κολάσεως.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνείσθω
Γρηγόριος, ὁ Θεολόγος σήμερον, σὺν τῷ θεηγόρῳ Μελετίῳ, καὶ ὁ τῆς Νύσσης θεῖος
Γρηγόριος, σὺν Πατράσιν ἅμα τοῖς λοιποῖς, τὴν θείαν Σύνοδον, τὴν Δευτέραν
ἀθροίσασι.
Νενέκρωται
σύστημα, αἱρετικῶν καὶ πέπτωκε, σὺν Μακεδονίῳ καὶ Ἀρείῳ, καὶ Σαββελίῳ πᾶς τῶν
λοιπῶν ὁ ἐσμός· ἡ Δευτέρα Σύνοδος καὶ γάρ, ἐν Ἁγίῳ Πνεύματι, δογματίζει καὶ φθέγγεται.
Ὁμότιμον
σύνθρονον, τὸ Πνεῦμα τὸ συνάναρχον, τῷ Πατρὶ ὁμοῦ τε καὶ τῷ Λόγῳ, ὁμολογεῖτε
Πατέρες Ἅγιοι, καὶ πνευματομάχων τὴν σαθράν, δόκησιν καθείλετε, οἷα λύμην
ψυχόλεθρον.
Θεοτοκίον.
Δυνάμωσον
Δέσποινα, τὴν ἀσθενοῦσαν πάθεσι, καὶ ταῖς ἐπηρείαις τοῦ δολίου, καὶ τεθλιμμένην
ψυχήν μου δέομαι, ὡς ἂν τοῦ Υἱοῦ Σου καὶ Θεοῦ, ἐκπληρῶ τὸ θέλημα, τὸ ζωῆς θείας
πρόξενον.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Οἱ
ἑκατὸν καὶ πεντήκοντα, πατέρες ἐν τῇ πόλει τοῦ Βύζαντος, Δευτέραν Σύνοδον,
θεοπρεπῶς συγκροτήσαντες, ὡς Ἐκκλησία στῦλοι, ἀνευφημείσθωσαν.
Νόμοις
τοῖς θείοις τοῦ Πνεύματος, Χριστοῦ τὴν Ἐκκλησίαν παιδεύοντες, Πατέρες Ἅγιοι, ἐκ
ταύτης ἅπασαν αἵρεσιν, ἐν δόγμασιν ἁγίοις, ἀπεμακρύνατε.
Ὑπὸ
Θεοῦ ὁδηγούμενοι, συνήλθετε Δευτέραν εἰς Σύνοδον, καὶ Μακεδόνιον, πενυματομάχον
καὶ ἄφρονα, καθείλετε Πατέρες, μακαριώτατοι.
Θεοτοκίον.
Μήτηρ
Θεοῦ ἐχρημάτισας, καὶ ἄφθορος Παρθένος διέμεινας, μετὰ τὴν κυήσιν· ὢ μεγαλεῖον
ὧν ἔτυχες, Παρθένε Θεοτόκε, ἡμῶν βοήθεια!
Κοντάκιον.
Ἦχος δ’. Ὁ ὑψωθείς.
Τοὺς
ἐν τῇ πόλει τῇ λαμπρᾷ Κωνσταντίνου, ἐν τῇ Δευτέρᾳ συνελθόντας Συνόδῳ,
πανευκλεεῖς Πατέρας εὐφημήσωμεν· οὗτοι Μακεδόνιον, τὸν δεινὸν γὰρ καθεῖλον, καὶ
σὺν τούτῳ ἅπασαν, ἄλλην δύσφημον πλάνην, καὶ τοὺς πιστοὺς στηρίζουσα ἀεί, Ὀρθοδοξίας τοῖς θείοις διδάγμασι.
Ὁ
Οἶκος.
Ὡς
Ἀποστόλων τῶν θείων ὁμόζηλοι, καὶ τοῦ Χριστοῦ θεοφόροι θεράποντες, πεντήκοντα
καὶ ἑκατόν, θεοειδεῖς Πατέρες, ἐν ὁμοφωνίᾳ ψυχῆς, καὶ σπουδῇ συνελθόντες
Πνεύματι θείῳ κινούμενοι, τὴν Δευτέραν Ἁγίαν συνεκροτήσατε Σύνοδον. Καὶ ἐν αὐτῇ
τῇ ἄνωθεν φωταυγείᾳ, τὸ Παράκλητον Πνεῦμα, Θεὸν καὶ Κύριον ἐκηρύξατε, ὁμόδοξον
καὶ ὁμόθρονον καὶ ὁμοούσιον, τῷ προανάρχω Πατρί, καὶ τῷ συνανάρχω Υἱῷ· καὶ
αἱρετικῶν τὰ α’πύλωτα ἐμφράξαντες στόματα, τὴν μίαν θεότητα, ἐν τρισὶ
προσώποις, σέβειν καὶ προσκυνεῖν ἡμᾶς μυσταγωγεῖτε, Ὀρθοδοξίας τοῖς θείοις διδάγμασι.
Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων ἑκατὸν
πεντήκοντα Πατέρων, τῆς Ἁγίας Δευτέρας Οἰκουμενικῆς Συνόδου, τῆς συγκροτηθείσης
ἐν ἔτει 381 ἐν Κωνσταντινουπόλει, καὶ καθελούσης τὸν Μακεδόνιον, λέγοντα μὴ
εἶναι Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον.
Tολμᾷ τὸ
θεῖον Πνεῦμα μὴ Θεὸν λέγειν,
τὸ παμπόνηρον
πνεῦμα Mακεδονίου.
Θεὸν πάσης
κτίσεως τὸ θεῖον Πνεῦμα,
λαμπρῶς
κηρύττει, Σύνοδος ἡ Δευτέρα.
Αὕτη
ἡ Ἁγία Σύνοδος συνῆλθεν ἐν Κωνσταντινουπόλει, ἐπὶ βασιλείας Θεοδοσίου τοῦ
Μεγάλου, ἐν ἔτει 381ῳ. Ἐν ταύτῃ συνέδραμον ἑκατὸν πεντήκοντα Ἅγιοι καὶ θεοφόροι
Πατέρες, ὧν προεξῆρχον· Μελέτιος ὁ Ἀντιοχείας, Γρηγόριος ὁ Θεολόγος, Νεκτάριος
ὁ Κωνσταντινουπόλεως, Τιμόθεος ὁ Ἀλεξανδρείας, Κύριλλος ὁ Ἱεροσολύμων,
Γρηγόριος ὁ Νύσσης, καὶ ἄλλοι. Αὕτη καθεῖλε τὸν πνευματομάχον Μακεδόνιον,
βλασφημοῦντα καὶ ὑβρίζοντα τὸ Πανάγιον Πνεῦμα, ὅπερ κτίσμα ἐκήρυττε, καὶ σὺν
αὐτῷ πᾶσαν ἄλλην αἵρεσιν ἀναθεμάτισε, γεγονυῖαν ἐπὶ Κωνσταντίου, Ἰουλιανοῦ καὶ
Οὐάλεντος, ὧν ἀρψηγοὶ Ἄρειος, Εὐνόμιος, Σαβέλλιος, Εὐδόξιος, Ἀπολλινάριος, καὶ
πᾶς ὁ λοιπὸς τῶν θεομάχων ἐσμός. Καὶ κυρώσασα τὴν ἐν Νικαίᾳ Πρώτην οἰκουμενικὴν
Ἁγίαν Σύνοδον, συνεπλήρωσε τὸ παρ’ αὐτῆς ἐκτεθὲν ἅγιον Σύμβολον, προσθέσασα τὴν
τοῦ Ἁγίου Πνεύματος θεολογίαν καὶ τὰ ἐφ’ ἑξῆς, ἐν αὐτῷ πάντα.
Ὡς
δὲ τὰ τῆς πίστεως ἡμῶν καλῶς καὶ θεοπνεύστως ἐδογμάτισαν, οὕτω καὶ τὴν
κατάστασιν ἐν ταῖς Ἐκκλησίαις καὶ τὴν θεοφιλῆ εἰρήνην πολιτεύεσθαι οἱ αὐτοῖ
θεῖοι Πατέρες διὰ πολλῆς φροντίδος ἐποιήσαντο. Καὶ ἄλλα ἐν ἄλλοις ὑπ’ αὐτῶν
ὁρισθεῖσι κανόσι καλῶς θεσμοθετήσαντες, τὰ δ’ ἀρχαῖα ἔθη κρατεῖν καὶ ἕκαστον
τῶν ἄλλων πατριαρχικῶν θρόνων τὰς ἀνηκούσας αὐτῷ ἐπαρχίας διέπειν τάκαντες,
ἔπειτα καὶ τοῦ τῆς Κωνσταντίνου πόλεως θρόνου εἰδικὴν μνείαν καὶ ἀναφορὰν
ἐποιήσαντο, διὰ τοῦ γ’ κανόνος αὐτῶν τὸν ἐπίσκοπον ταύτης τὰ αὐτὰ πρὸς τὸν τῆς
Ῥώμης ἐπίσκοπον πρεσβεῖα τῆς τιμῆς ἔχειν καλῶς καὶ θεαρέστως θεσπίσαντες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Βασιλίσκου
Ὁ Βασιλίσκος
ἐκτομῇ δοὺς τὴν κάραν,
πατεῖ νοητοῦ
βασιλίσκου τὴν κάραν.
Ὃς
ἦν κατὰ τοὺς χρόνους Μαξιμιανοῦ, χωρίου Χουμαλιῶν, ἐνορείας Ἀμασείας, ἀνεψιὸς
τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος· καὶ προαθλήσας μετὰ τοῦ Ἁγίου
Εὐτροπίου καὶ Κλεονίκου, οἵτινες ἦσαν συ στρατιῶται τοὖ Ἁγίου Θεοδώρου,
κατελείφθη ἐν τῇ φυλακῇ, ἐκείνων τὸ ὑπὲρ Χριστοῦ τελειωσάντων μαρτύριον.
Ἐπιθυμίαν δὲ ἔχων τὸν τῆς ἀθλήσεως δρόμον τελέσαι, καὶ ὑπὲρ τούτου δεόμενος τοῦ
Θεοῦ, καταξιοῦται τῆς τοῦ Κυρίου ἐπιφανείας, παρεγγυῶντος αύτὸν συντάξασθαι
τοῖς οἰκείοις, καὶ ἐν Κομάνοις γενόμενον μαρτυρῆσαι.
Καὶ
δὴ μετὰ τῶν στρατιωτῶν ἀπελθὼν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς
ἀσπασάμενος, καὶ τῇ εἰς Χριστὸν πίστει παραινέσας αὺτοὺς ἐμμένειν, ὅσον ἤδη καὶ
συνελήφθη παρά τῶν ἀποσταλέντων στρατιωτῶν παρὰ Ἀγρίππα τοῦ Ἡγεμόνος.
Δεσμήσαντες οὖν αὐτὸν, καὶ κρηπῖδας σιδηρᾶς, ἔνδοθεν ἥλοις πεπυκνωμένας,
ὑποδήσαντες, ἤλαυνον τὴν εὐθὺ Κομάνων ὁδὸν. Καταλαβόντες δὲ τὸ χωρίον Δακνῶν,
ἠυλίσθησαν παρὰ γυναικὶ καλουμένῃ Τραϊανῇ· ἔνθα προσεδέθη ὁ Ἅγιος πλατάνῳ ξηρᾷ,
εἰς τοὐπίσω τᾶς χεῖρας περιηγκωνισμένος· καὶ εὐξάμενος, νεοθαλῆ καὶ κομῶσαν τὴν
πλάτανον ἔδειξε· καὶ πηγὴ ὕδατος ἐκ τῶν τῆς γῆς ἀνεδόθη λαγόνων, ἔνθα ὁ Ἅγιος
ἵστατο. Ἰδόντες δὲ τοῦτο οἱ στρατιῶται, ἅμα τῇ γυναικί, πιστεῦσαί φασι τῷ
Χριστῷ, καὶ λῦσαι τὸν Ἅγιον τῶν δεσμῶν.
Καταλαβόντων δὲ αὐτῶν τὴν πόλιν Κομάνων, παρέστη τω Ἡγεμόνι ὁ Ἅγιος· μὴ πεισθέντος δὲ θῦσαι τοῖς εἰδώλοις, πῦρ ἐξ οὐρανοῦ διὰ προσευχῆς αὐτοῦ κατηνέχθη, καὶ κατεφλέχθη ὅ,τε τῶν εἰδώλων ναὸς, καὶ ὁ ἀνδριὰς τοῦ Ἀπόλλωνος. Καὶ ἐπὶ τούτοις ἀσχέτῳ θυμῷ βληθεὶς ὁ Ἡγεμὼν, ξίφει προσέταξεν ἀποτμηθῆναι τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ σῶμα ῥιφῆναι ἐν ποταμῷ. Καὶ οὕτω τὸν τοῦ μαρτυρίου στέφανον εἴληφεν, εἰς δόξαν καὶ αἶνον τοῦ Θεοῦ ἡμῶν.
Καταλαβόντων δὲ αὐτῶν τὴν πόλιν Κομάνων, παρέστη τω Ἡγεμόνι ὁ Ἅγιος· μὴ πεισθέντος δὲ θῦσαι τοῖς εἰδώλοις, πῦρ ἐξ οὐρανοῦ διὰ προσευχῆς αὐτοῦ κατηνέχθη, καὶ κατεφλέχθη ὅ,τε τῶν εἰδώλων ναὸς, καὶ ὁ ἀνδριὰς τοῦ Ἀπόλλωνος. Καὶ ἐπὶ τούτοις ἀσχέτῳ θυμῷ βληθεὶς ὁ Ἡγεμὼν, ξίφει προσέταξεν ἀποτμηθῆναι τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ σῶμα ῥιφῆναι ἐν ποταμῷ. Καὶ οὕτω τὸν τοῦ μαρτυρίου στέφανον εἴληφεν, εἰς δόξαν καὶ αἶνον τοῦ Θεοῦ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Μάρκελλος,
μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται.
Mολύβδινον
Mάρκελλος ἔκπυρον πόμα,
οὕτω πίνων ἧν, ὡς ὕδωρ εἵτις πίνει.
οὕτω πίνων ἧν, ὡς ὕδωρ εἵτις πίνει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Κόδρος, ὑπὸ
ἵππων συρόμενος τελειούται.
Ἱππηλατήσας
καὶ πόλου νύσσαν φθάσας,
τὰς χεῖρας αἴρεις καὶ στέφος δέχη Kόδρε.
τὰς χεῖρας αἴρεις καὶ στέφος δέχη Kόδρε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς
Σοφία ἡ
ἰατρός, ξίφει τελειοῦται.
Ἰατρὸς ἦν
πρὶν σωμάτων ἡ Σοφία,
τμηθεῖσα γοῦν νῦν δείκνυται καὶ πνευμάτων.
τμηθεῖσα γοῦν νῦν δείκνυται καὶ πνευμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας
Καλῆς
Καλῆς τὶ
καλῶν πρωτίστως ἐπαινέσω;
Καλὰ γὰρ ἐν
αὐτῇ πολλὰ συνέδραμον.
Αὕτη
ἡ ἀοίδιμος Ὁσία πόθεν ἦν καὶ ἐκ τίνων ἔφυ γονέων ἤ καθ᾿ οὓς ἐγένετο χρόνους,
οὐκ ἔχομεν εἰπεῖν, τῶν ὑπομνημάτων αὐτῆς συνδιαφθαρέντων τῷ χρόνῳ. Ἀπὸ τῆς
Παλαιᾶς ὅμως Ἀκολουθίας αὐτῆς, ἀνεκδότου ἀποκειμένης ἐν τοῖς χειρογράφοις,
ἐγνώσθη τὰ κατ’ αὐτήν. Ἐκ τῆς Ἑῴας οὖν ὥρμητο, ἁγιασθεῖσα ἐξ αὐτῆς τῆς μήτρας,
καὶ τὸν τρόπον τῇ καλωνύμῳ κλήσει σύμφωνον ἐπεδείξατο. Παρθενίας καὶ ἀσκήσεως
γὰρ τὸν βίον ᾑρετίσατο, νηστείαις τε ἀγρυπνίαις, προσευχαῖς καὶ μελέτῃ τῶν
ἱερῶν λογίων σχολάζουσα. Τρυφὴν δὲ διηνεκῆ τὰς ἐντολὰς Χριστοῦ κεκτημένη, τὴν
ἀγάπην πρὸς πάντας ἐξέχεε, πένησι τὸν πλοῦτον σκορπίζουσα ἀμφοτέραις χερσί.
Πεινῶντας γὰρ ἐξέθρεψε, γυμνοὺς περιέβαλε, ξένους τε ἀστέγους εἰσηγάγετο εἰς
οἶκον, γενομένη ὀρφανῶν μήτηρ, τυφλῶν ὀφθαλμός, κυλλῶν τε παρειμένων ποὺς καὶ
βακτηρία. Ὅθεν, ὡς δοξάσασα τὸν Θεόν, ὑπ᾿ αὐτοῦ ἐνδόξως δοξάζεται διὰ
θαυματουργικῆς χάριτος. Διὸ κλιβάνῳ προσχωρησάσης αὐτῆς οὐδαμῶς ἥψατο τὸ πῦρ· φυρασάσης
ποτὲ ζύμην ἕνεκα διανομῆς πρὸς τοὺς πτωχούς, ἐπληθυνθη τῆς ζύμης τὸ λεῖπον·
ἵππον δὲ στρατιώτου τινὸς ἀποσκιρτήσαντα, ἑλκύσασα τοῦ ῥυτῆρος, ἀπέδωκεν ἕκοντα
αὐτῷ. Ἀλλὰ καὶ ἰσχὺν πλουσίαν παρὰ Θεοῦ ἐδέξατο ἰατρεύειν παντοία νοσήματα καὶ
καχεξίας, λώβην μελῶν, ἁρμονιῶν παραλύσιν, ῥευμάτων τε ἐπιχύσιν, τῶν πίστει
αὐτὴν ἐπικαλουμένων καὶ πόθου προσιόντων τῷ ἁγίῳ αὐτῆς ναῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Αἰμίλιος καὶ
Κάστος, ἐν Καρχηδόνι ἐν ἔτει 251 τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Μάρτυρες· Δονάτος ἐπίσκοπος Θμούεως, Μακάριος και Θεόδωρος, διὰ διαμελισμοῦ
τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας
Ἑλένης τῆς Ὠξέῤῥης
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ
βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.
Xεὶρ
συγγενοῦς τέμνει σε ἡ μιαιφόνος,
χεὶρ Kυρίου
νέμει σοι ἀξίως στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ζαχαρίας ὁ ἐν
Προύσσῃ, ἐν ἔτει 1802, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Παῦλος ὁ ἐκ
Σοποτοῦ Καλαβρύτων, καὶ ἐν Τριπόλει μαρτυρήσας, ἐν ἔτει 1818, ξίφει τελειοῦται.
Ἐχθροὺς
βεβήλους τροπώσας Χριστομάρτυς,
μετέστης
γῆθεν πρὸς οὐράνιον δόμον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Ἰακώβου τοῦ Δικαίου, ἐκ Νόβγκοροντ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Νοῦν
θεόληπτον Πατέρες θεῖοι ἔχοντες νοῦν τὸν ἀλάστορα, Μακεδονίου δεινοῦ, εἰς τέλος
ἠσχύνατε, σοφίᾳ κρείττονι, καὶ διδάσκετε, Θεὸν εἶναι καὶ Κύριον, τοῦ παντὸς τὸ
θεῖον Πνεῦμα.
Ἐκριζώσασα
τὰ πονηρὰ ζιζάνια πάσης αἱρέσεως, ἠ συνελθοῦσα Χριστέ, Δευτέρα συνέλευσις, τῶν
θεραπόντων σου, τὴν Ὀρθόδοξον πίστιν, πᾶσιν ἐκράτυνε, Παρακλήτου τῇ δυνάμει.
Ὡς
εὐάρμοστα τοῦ Παρακλήτου ὄργανα και λύραι εὔηχοι, τῶν ὑπὲρ νοῦν δωρεῶν, Πατέρες
πεντήκοντα, καὶ ἑκατὸν ὁμοῦ, μέλος ᾄδετε, Ὀρθοδοξίας εὔσημον, ἐν τῷ μέσῳ
Ἐκκλησίας.
Θεοτοκίον.
Γεωργήσασα
ἀγεωργήτως πάναγε δι’ ἀγαθότητα, τὸν γεωργὸν τοῦ παντός, Χριστὸν τὸν Θεὸν ἡμῶν,
τὴν πάλαι ἔτεμες, τῇ κυήσει Σου, κατάραν τοῦ Προπάτορος· διὰ τοῦτό Σε ὑμνοῦμεν.
ᾨδὴ
η’. Παῖδες Ἑβραίων.
Ἔχοντες
τοῦ Πνεύματος τὴν χάριν, λαλοῦσαν ὑμῶν διὰ τοῦ στόματος, τοῦτου τὴν Θεότητα,
καὶ τὴν κυριότητα, σαφῶς ανεκηρύξατε Πατέρες Ἅγιοι, συνάναρχον Πατρί τε καὶ
Λόγῳ, ἀνομολογοῦντες, αὐτὸ εἰς τοὺς αἰῶνας.
Ῥάβδῳ
διδαχῶν καὶ βακτηρίᾳ, τῆς χάριτος ὡς ποιμένες ἐνθεώτατοι, πρὸς νομὴν σωτήριον,
τὸν λαὸν ἰθύνατε, τὸν τοῦ Θεοῦ καὶ ἅπαντας, καθάπερ λύκους βαρεῖς, αἱρετικῶν
ἠλάσατε σμῆνος, Ἅγιοι Πατέρες, πόῤῥω Χριστοῦ τῆς ποίμνης.
Ἅγιος
χορὸς ἐν τῇ Συνόδῳ, ὡράθητε τῇ Δευτέρᾳ ὡς συνήλθετε, καὶ ἁγίῳ στόματι, πᾶσιν
ἐκηρύξατε, Τριάδα ὁμοούσιον καὶ ὁμοδύναμον, τὴν μίαν Θεαρχίαν Πατέρες, καὶ τὴν
ἐν Νικαίᾳ, συνέλευσιν κυροῦτε.
Θεοτοκίον.
Σάρκα
λογικὴν ἐμψυχωμένην, καὶ ἔννουν ὁ τοῦ Θεοῦ Λόγος ὑπέρθεος, ἐξ ἁγνῶν αἱμάτων
Σου, Κόρη προσλαβόμενος, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, μὴ ὐπομείνας τροπήν, ὡράθη
τοῖς ἐν γῇ Θεοτόκε, καὶ βροτῶν δι’ οἶκτον, οὐράνωσε τὴν φύσιν.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Ἵνα
τὴν Χριστοῦ, νομῆς ἀπαλλάξητε δεινῆς αἱρέσεως, Ἐκκλησίαν Ἅγιοι, ἐν Βυζαντίῳ
σπουδῇ συνήλθετε, καὶ τὴν Δευτέραν Σύνοδον συνεκροτήσατε, ἐν ᾗ γλῶσσαι,
δυσσεβῶν ἐσίγησαν, καὶ ἡ πίστις ἐκλάμπει ἡ ἔνθεος.
Μύσται
τοῦ Χριστοῦ, καὶ σἀλπιγγες εὔηχοι τοῦ θείου Πνεύματος, ἑκατὸν πεντήκοντα, θεῖοι
Πατέρες οἱ συγκροτήσαντες, τὴν ἱερὰν καὶ πάντιμον Δευτέραν Σύνοδον, ἀπὸ πάσης,
βλάβης τῶν αἱρέσεων, ἀβλαβεῖς ἡμᾶς πάντας φυλάξατε.
Οἱ
θεοειδεῖς, Πατέρες καὶ Ἅγιοι οἱ συγκροτήσαντες, τὴν Δευτέραν Σύνοδον, ᾄσμασι
θείοις ἀνευφημείσθωσαν, Χριστοῦ τὴν Ἐκκλησίαν γὰρ ἀεὶ στηρίζουσιν, Ὀρθοδόξοις
δόγμασι καὶ λύουσι, τὴν ἀχλὺν ψυχοφθόρων αἱρέσεων.
Θεοτοκίον.
Ὕδωρ
τῆς ζωῆς, Χριστὸν ὡς κυήσασα κόσμῳ ἐπήγασας, κρήνη χαριτόβρυτε, εὐλογημένη
θεοχαρίτωτε· διὸ κἀμοὶ ἀνάβλυσον, σταγόνα χάριτος, τῶν παθῶν μου, τὴν πυρὰν
σβεννύουσαν, καὶ φῶς θεῖον, τῷ νῷ μοι παρέχουσαν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Οἱ
τὴν Δευτέραν Σύνοδον, Πατέρες συναγείραντες, καὶ τὴν Χριστοῦ Ἐκκλησίαν,
ἑδράσαντες ἀραρότως, τοῖς θεοπνεύστοις δόγμασι, ὡς Ἱεράρχαι ὅσιοι, τὸν νοῦν
ἡμῶν στηρίξατε, τῶν παραδόσεων θείων, ἐν ἀσαλεύτῳ θεμέθλῳ.
Θεοτοκίον.
Θεὸν
τὸν ὑπερούσιον, σωματικῶς κυήσασα, δίχα τροπῆς ὑπὲρ φύσιν, καὶ μετὰ τόκον τὸν
θεῖον, παρθένος διαμείνασα, ὑπεραγία Δέσποινα, πάσης φθορᾶς καὶ θλίψεως,
ἐκλύτρωσαι δυσωποῦμεν, τοὺς ἀνυμνοῦντάς Σε Κόρη.
Αἶνοι.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς
τῆς Δευτέρας Συνόδου Πατέρας μέλψωμεν, ὡς φαιενοὺς φωστῆρας, τῆς Χριστοῦ
Ἐκκλησίας, καὶ πάσης φληναφίας αἱρετικῆς, καθαιρέτας ἐν Πνεύματι· τῷ γὰρ Σωτῆρι
πρεσβεύουσιν ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁδηγηθέντες
Πατέρες ὑπὸ τοῦ Πνεύματος, συνήλθετε προθύμως, Κωνσταντίνου τῇ πόλει, καὶ
τούτου τὴν Θεότητα, καὶ τὴν ἰσχύν, ὁμοφώνως κηρύξαντες, πνευματομάχων
καθείλετε, τὴν ὀφρύν, καὶ ἀλλότρια διδάγματα.
Ὁ
θεοσύλλεκτος δῆμος τῶν διδασκάλων ἡμῶν, οἱ τῆς Ὀρθοδοξίας, ἀῤῥαγέστατοι πύργοι,
οἱ ἑκατὸν πεντήκοντα τοῦ Χριστοῦ, θεοφόροι θεράποντες, ὡς ὁδηγοῦντες πρὸς
τρίβους ἡμᾶς ζωῆς, παρὰ πάντων ἀνευφημείσθωσαν.
Ἐν
τῇ Δευτέρᾳ Συνόδῳ σαφῶς τρανώσαντες, τὴν πίστιν τὴν ἁγίαν, τῆς Χριστοῦ
Ἐκκλησίας, Πατέρες θεηγόροι αἱρετικῶν, πᾶσαν πλάνην καθείλετε, τῆς ἐν Νικαίᾳ
Συνόδου τῆς ἱερᾶς, τὴν ἀλήθειαν σφραγίσαντες.
Δόξα.
Ἦχος πλ. δ’.
Τοῦ
Παρακλήτου τῇ χάριτι, ἐπὶ τὸ αὐτὸ συνελθόντες, Δευτέραν ἱερὰν συνδρομήν, ἱερῶς
συνεκροτήσατε, Πατέρες οὐρανόφρονες. Τῆς ἀληθοῦς γὰρ γνώσεως, τῷ φωτὶ
λαμπόμενοι, πάσης δυσφήμου διδαχῆς καὶ αἱρέσεως, τὴν ἀχλὺν διελύσατε. Καὶ τὸ
Πνεῦμα τὸ Ἅγιον, ὀρθοδόξως κηρύξαντες, ἐπαξίων ἀμοιβῶν ἠξιώθητε· διὸ ὑμᾶς
γεραίροντες, ὁμοφώνως βοῶμεν· ὦ ἄθροισμα ἱερόν, ἡγιασμένα σκεύη, τῶν θείων
διαδόσεων, μυσταγωγοὶ τῶν ἀῤῥήτων, καὶ τῶν ὀρθῶν δογμάτων ὑποφῆται θεόσοφοι,
Ἐκκλησίας στηρίγματα, Βυζαντίου δόξα, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῶν Πατέρων θεῖος χορός, οἱ ἐν τῇ Συνόδῳ, τῇ Δευτέρᾳ θείᾳ ῥοπῇ, τῶν
αἱρετιζόντων, φιμώσαντες τὸ στόμα, καὶ τῶν ὀρθῶν δογμάτων, χάριν ἐκλάμποντες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου