Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 19. ΑΓΙΟΙ ΙΟΥΛΙΟΣ & ΙΟΥΛΙΑΝΟΣ ΕΞ ΑΙΓΙΝΗΣ ΑΚΟΛΟΥΘΙΑ





ΜΑΪΟΣ ΙΘ!!

ΙΟΥΛΙΟΣ & ΙΟΥΛΙΑΝΟΣ ΕΞ ΑΙΓΙΝΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμανδίτου Νικόδημου Ἀεράκη)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων.

Τοὺς τῆς Αἰγίνης προστάτας καὶ ἀντιλήπτορας, τῆς Ἰταλίας κλέος, Ἐκκλησίας τὰ ἄνθη, ἅπαντες ἐν πίστει τοὺς ἱερούς, ἐπαινέσωμεν κήρυκας, ὅτι κατέβαλον χάριτι τοῦ Χριστοῦ, τῶν εἰδώλων τὴν δυσσέβειαν.

 

Τῆς Ἐκκλησίας Αἰγίνης θεία βλαστήματα, τοὺς αὐταδέλφους δεῦτε, εὐφημήσωμεν πόθῳ, ἔλαβον γὰρ χάριν παρὰ Χριστοῦ, τοῦ κηρύττειν τοῖς ἔθνεσιν, καὶ ἐπιστρέφειν ἐκ πλάνης πρὸς τὸν Θεόν, τοὺς ἀγνοίᾳ παραπαίοντας.

 

Τοὺς θαυμαστοὺς Ἀποστόλους πιστοὶ ὑμνήσωμεν, τοὺς τῆς Αἰγίνης γόνους, Ἰταλίας προστάτας, σπείραντας ἀφθόνως λόγον Θεοῦ, τοῖς λαοῖς ἀπεκάλυψαν, θεογνωσίας τὰ δόγματα καὶ Χριστῷ, τὰς ψυχὰς αὐτῶν συνήρμοσαν.

 

Ἱερωσύνης τὰ ἄνθη δεῦτε τιμήσωμεν, Ἰουλιανόν τε, σὺν σεπτῷ Ἰουλίῳ, ἤγαγον τὰ ἔθνη πρὸς τὸν Χριστόν, τὸν Θεάνθρωπον Κύριον, μυσταγωγοῦντες ἐνθέως ἐν ἱεραῖς, καὶ ἁγίαις κατηχήσεσιν.

 

Δόξα. Ἦχος β΄.

Ἡ Ἐκκλησία Αἰγίνης, καρποὺς εὐκλεεῖς, Ἰουλιανὸν διάκονον, Ἰούλιον πρεσβύτερον, τῇ οἰκουμένῃ προσήνεγκεν. Οὗτοι γάρ, πόθῳ τρωθέντες ἀποστολικῷ, καὶ τὰς ψυχὰς αὐτῶν τῷ κηρύγματι θεάσαντες, πλήθη ἐθνικῶν εἰς θεογνωσίαν ὡδήγησαν, ὅθεν τὴν μνήμην αὐτῶν ἐπιτελοῦντες, τῷ ἀθλοθέτῃ Χριστῷ εἴπωμεν· πρεσβείαις Κύριε τῶν Ἰσαποστόλων, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Τὸν Ἰουλιανόν, διάκονον Κυρίου, σὺν Ἰουλίῳ δεῦτε, τιμήσωμεν ἀξίως, γεραίροντες ἐν ᾄσμασιν.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Χαίρει Αἰγινητῶν, ἡ νῆσος ἐν τῇ μνήμῃ, γόνων αὐτῆς ἐνδόξων, τῶν θείων αὐταδέλφων, Χριστῷ γὰρ εὐηρέστησαν.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ, ἀναγγέλει τὸ στερέωμα.

Χαίρουσιν οἱ πιστοί, τοῦ Ἰουλιανοῦ τε, καὶ Ἰουλίου δόξαν, ὁρῶντες καὶ ὑμνοῦσιν, τὸν τούτους μεγαλύναντα.

 

Δόξα. Τριαδικόν.

Μέλπω Σε ὦ Τριάς, τῇ φύσει ἡνωμένη, Πάτερ Υἱὲ καὶ Πνεῦμα, καὶ γὰρ τῇ χάριτί Σου, ἐστέφθησαν οἱ Ἅγιοι.

 

Καὶ νῦν. Θεοτοκίον.

Δεῦτε οἱ γηγενεῖς, τὴν μόνην Θεοτόκον, τῆς Ἐκκλησίας κόσμον, τιμήσωμεν ἀξίως, προσφέροντες ἐγκώμια.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖοι κήρυκες, Αἰγίνης τέκνα, οἱ αὐτάδελφοι, ἐν Ἰταλίᾳ, ἐκμαγεῖα διδασκάλων ἐδείχθησαν, σεπτοὶ Ἰουλιανὸς καὶ Ἰούλιος, τὴν Ἐκκλησίαν Χριστοῦ ἐμεγάλυνον· ὅθεν ἅπαντες, λαμπρῶς ἐγκωμίοις στέψωμεν, τῶν θείων φωτιστῶν τὰ κατορθώματα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α’ στάσιν τοῦ· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τῶν Ἁγίων. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἔλαμψαν ὡς ἥλιοι, καταλαμφθέντες τῷ Πνεύματι, τοῖς ἐν πλάνῃ καθεύδουσι, Χριστὸν καταγγέλλοντες, τοῦ Πατρὸς τὸν Λόγον, ὡς μόνον Σωτῆρα, ὁ θεῖος Ἰουλιανός, καὶ ὁ Ἰούλιος ὁ πρεσβύτερος, Αἰγίνης τὰ βλαστήματα, τῆς Ἐκκλησίας ἐρείσματα, Ἰταλίας οἱ κήρυκες, οἰκουμένης τὰ πρότυπα.

 

Ἔῤῥιψαν οἱ Ἅγιοι, ὡς θεοδίδακτοι κήρυκες, τὴν σαγήνην τῆς πίστεως, λαοῖς τοῖς καθεύδουσιν, ἐν βυθῷ ἀγνοίας, καὶ τῆς ἀσεβείας, καὶ ἐσαγήνευσαν πολλούς, πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ νῦν μεγαλύνομεν, καὶ ἐγκωμίοις κηρύττομεν, τῶν Ἁγίων τὰ θαύματα, καὶ τὴν δόξαν τὴν ἄφθιτον.

 

Γάνυται ἡ Αἴγινα, καὶ Ἰταλία σεμνύνεται, ἑορτάζουσαι σήμερον, ἐν ὕμνοις πανήγυριν, προστατῶν Ἁγίων, σεπτοῦ Ἰουλίου, καὶ θείου Ἰουλιανοῦ, τῶν κηρυξάντων τὴν ἀπολύτρωσιν, τῶν τέκνων τοῦ Προπάτορος, καὶ τῶν ἀνθρώπων τὴν θέωσιν, καὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Βασιλείαν αἰώνιον.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἡ ἁγιοτόκος Αἴγινα, ἐν χαρᾷ τῷ ἀποστολικῷ ἔργῳ, προσέφερε τοὺς αὐτῆς γόνους, Ἰούλιον τὸν πρεσβύτερον, καὶ Ἰουλιανὸν τὸν διάκονον. Οὗτοι ὡς ὁ θεῖος Παῦλος, τὸν Θεάνθρωπον Λυτρωτὴν ἐν Οὐγγαρίᾳ, Βοημίᾳ, Πολωνίᾳ καὶ Ἰταλίᾳ ἐκήρυξαν, τὰς ψυχὰς αὐτῶν ἐν ἀγαλλιάσει θύοντες, ὑπὲρ τῶν ἐν σκότει καθευδόντων. Αὐτῶν τὴν πανίερον μνήμην τελοῦντες, μετ’ εὐφροσύνης πλέξωμεν ἐγκωμίων στεφάνους, καταστέφοντες τὰς κεχαριτωμένας αὐτῶν κεφαλάς, καὶ αἰτουμένοι εὐλαβῶς, τὰς ὑπὲρ ἡμῶν ἱκεσίας τῶν αὐταδέλφων, πρὸς τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, Θεάνθρωπον Κύριον.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

 

 

 

 

 

Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Δεῦτε φιλεόρτων συστήματα, τῶν φιλοθέων ἱεραποστόλων, Ἰουλίου καὶ Ἰουλιανοῦ, τὴν πανσεβάσμιον μνήμην, ἐν ᾠδαῖς εὐφήμοις τελέσωμεν. Οὗτοι γὰρ τὸν κόσμον καὶ τὰ τοῦ κόσμου τερπνὰ λιπόντες, ἑαυτοὺς τῷ λόγῳ τῆς χάριτος ἀνέθηκαν, ὡς τὸ τοῦ Θεανθρώπου στόμα, Παῦλος ὁ οὐρανοβάμων, κηρύττοντες ἐν τοῖς ἔθνεσι, τὸ τῆς σωτηρίας Εὐαγγέλιον. Αὐτῶν πρεσβείαις Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

Ἦχος β΄.

Ἡ πολυέραστος δυὰς τῶν αὐταδέλφων, Ἰουλίου καὶ Ἰουλιανοῦ, ἐν τῇ ἁγιοτόκῳ νήσῳ Αἰγίνῃ ἐκβλαστήσασα, εἰς τὰ τοῦ κόσμου πέρατα ἐκήρυξεν ἐνθέως τὸν Ἰησοῦν, Λόγον τοῦ Πατρὸς μονογενῆ, σεσαρκωμένον ἐκ τῆς Ἁγίας Παρθένου, πρὸς σωτηρίαν τοῦ βροτείου γένους, ὅθεν καὶ ἡμεῖς, ἐμμελετῶντες τὰ τῶν Ἁγίων ἀθλήματα, καὶ τὰ τῶν πνευματικῶν ἰχθύων πλήθη καθορῶντες, ἐν τῇ τῶν αὐταδέλφων σαγήνῃ, ὕμνοις αὐτοὺς καταστέψωμεν, αἰτούμενοι τὰς ὑπὲρ ἡμῶν πρὸς Κύριον, πρεσβείαις αὐτῶν.

 

Ἦχος γ΄.

Ὁ πρεσβύτερος Ἰούλιος, σὺν τῷ ὁμαίμονι αὐτοῦ διακόνῳ Ἰουλιανῷ, καταλαβόντες ἐν Πνεύματι τὴν Ἰταλίαν, ἐνέσπειρον ἐν τῇ ἀγαθῇ γῇ, τὸν σωτήριον σπόρον, τῆς ἀληθείας τοῦ Χριστοῦ, ὅθεν κατηξιώθησαν τὸν ὑπεράφθονον ἀμητὸν ἰδεῖν, συνηγμένον ἐν τῇ πνευματικῇ ἀποθήκῃ, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, συνδοξάζοντες μετ’ αὐτοῦ, τὸν τῆς Ἐκκλησίας Δομήτορα, Θεάνθρωπον Χριστόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος δ΄.

Τοὺς πνευματικοὺς ἀδάμαντας, τὰ τῆς ἀρετῆς ἀκροθίνια, τὰ τῆς ἱεραποστολῆς ἀγάλματα, Ἰούλιον καὶ Ἰουλιανόν, δεῦτε τῶν ὀρθοδόξων τὰ συστήματα, ἐγκωμίοις καταστέψωμεν. Οὗτοι γὰρ ἑαυτοὺς παρέδοσαν τῷ Κυρίῳ, καὶ τῇ ἱερουργίᾳ τοῦ λόγου Αὐτοῦ, θύοντες μετὰ χαρὰς τὰς ἑαυτῶν ψυχάς, ἵνα τὸ ἄκρον ἐφετὸν κερδήσωσι, καὶ κατοπτεύωσιν, ἐν τῇ τῶν οὐρανῶν Βασιλείᾳ, τὸ φῶς τὸ Ἄκτιστον.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε τῶν Ὀρθοδόξων ὁμήγυρις, ἄνθεσιν ἐγκωμίων, τοὺς τῆς Αἰγίνης γόνους, καὶ Ἰταλίας φωτιστὰς καταστέψωμεν, Ἰούλιον τὸν μέγιστον ἐν ἱερεῦσι, καὶ Ἰουλιανὸν ὑπόδειγμα ἐν διακόνοις. Οὗτοι γάρ, τὸν Σταυρὸν τοῦ Κυρίου ἄραντες, πλείστας πόλεις καὶ χώρας κατέλαβον, τῷ ὅπλῳ τοῦ θείου κηρύγματος. Διὸ τῇ χάριτι κατακοσμηθέντες, ποιμένες θεοφιλεῖς ἀνεδείχθησαν τῆς Ἰταλίας, ἣν κατεκόσμησαν ναοῖς λιθίνοις καὶ ἐμψύχοις. Πρὸς οὖν βοήσωμεν· ἱερώτατοι κήρυκες τῆς ἀληθείας, πρεσβεύσατε ἐκτενῶς, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ὑμῶν μνήμην, καὶ ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ Χριστοῦ.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.

Χαίροις, θεοκηρύκων δυάς, τὰ τῆς Αἰγίνης χριστοφόρα κειμήλια, τὰ ἄνθη τῆς εὐσεβείας, τῆς ἀρετῆς ἐρασταί, καὶ τῆς ἀληθείας κρουνοὶ ἀείῤῥοοι, ἐθνῶν οἱ διδάσκαλοι, οἰκουμένης οἱ πρόβολοι, τὰ τῶν ποιμένων, ὑποδείγματα ἄριστα, καὶ τῆς πίστεως, οἱ πανένδοξοι κήρυκες, ὅθεν ὁ πάντων Κύριος, ὑμᾶς ἐστεφάνωσεν, δόξῃ ἀκτίστῳ καὶ θείᾳ, καὶ σὺν Ἁγίοις κατέταξεν, Ἰουλιανέ τε καὶ Ἰούλιε τρισμάκαρ, θεοχαρίτωτοι.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Χαίροις, τῶν αὐταδέλφων δυάς, ἐγκαλλωπίσματα Αἰγίνης πανθαύμαστα, Ἀπόστολοι τοῦ Κυρίου, καὶ τῶν ἐθνῶν φωτισταί, τῆς θεολογίας ἀκροθίνια, θαυμάτων πανθαύμαστα, χορηγοὶ τοῖς προστρέχουσι, καὶ τῶν σημείων, οἱ κρουνοὶ οἱ ζωήρυτοι, οἱ ποιμαίνοντες, τὸν λαὸν θείᾳ χάριτι, ὅθεν τὰ θεοδόξαστα, ὑμῶν θεῖα λείψανα, πάντες κυκλοῦμεν ἐν πίστει, καὶ προσκυνοῦμεν πανένδοξοι, Ἰουλιανόν τε καὶ Ἰούλιε θεόφρον, ποιμένων πρότυπα.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ, ἀναγγέλει τὸ στερέωμα.

Χαίροις, τῶν Ἀποστόλων δυάς, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ θεῖα ὄργανα, δογμάτων Θεοῦ αἱ κρῆναι, θεογνωσίας μαζοί, μυστολέκται ὄντως θείας γνώσεως, φωστῆρες ὑπέρλαμπροι, τοῖς ἐν σκότει καθεύδουσι, τῆς Ἰταλίας, ναοδόμοι παντέλειοι, τῆς ἀσκήσεως, ὑπερθαύμαστα πρότυπα, ὅθεν καταφαιδρύνετε, πιστῶν τὰ συστήματα, τῶν ἐκτελούντων τὴν μνήμην, τὴν ἱερὰν ὑμῶν Ἅγιοι, Ἰουλιανόν τε, καὶ Ἰούλιε θεόφρον, θεομακάριστοι.

 

Δόξα. Ἦχος β΄.

Σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τοὺς σεπτοὺς ἱεραποστόλους, Ἰούλιον καὶ Ἰουλιανόν, ἐν ἀφάτῳ χαρᾷ ἑορτάζει, ἐμμελετῶσα τὰ αὐτῶν θαυμάσια, ἐξ Αἰγίνης βλαστήσαντες, ὡς οἱ τῆς οἰκουμένης φωστῆρες, Βασίλειος καὶ Γρηγόριος, εἰς τὰ ἔθνη ἀποστολικῶς ἐπορεύθησαν, ἐν σημείοις καὶ θαύμασι καὶ πυρίνοις χρυσέοις λόγοις, ἐσαγήνευσαν εἰς Χριστόν, τοὺς ἐν πλάνῃ καθεύδοντας, καὶ τῇ Ἐκκλησίᾳ αὐτοὺς ἐνσωμάτωσαν. Αὐτῶν τὰς ἱκεσίαις αἰτούμενοι, τὸν Σωτῆρα Χριστὸν ἱκετεύσωμεν, σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Τῆς ἑορτῆς

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖοι κήρυκες, Αἰγίνης τέκνα, οἱ αὐτάδελφοι, ἐν Ἰταλίᾳ, ἐκμαγεῖα διδασκάλων ἐδείχθησαν, σεπτοὶ Ἰουλιανὸς καὶ Ἰούλιος, τὴν Ἐκκλησίαν Χριστοῦ ἐμεγάλυνον· ὅθεν ἅπαντες, λαμπρῶς ἐγκωμίοις στέψωμεν, τῶν θείων φωτιστῶν τὰ κατορθώματα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τοὺς ἀστέρας τοῦ Λόγου τοὺς θεαυγεῖς, τοὺς φωτίσαντας σκότη πλάνης δεινῆς, τιμήσωμεν ἅπαντες, ἐγκωμίοις καὶ ᾄσμασιν, ὡς Ἐκκλησίας, ὄντως τὸν κόσμον πλουτίσαντας, καὶ τὸν Χριστὸν Σωτῆρα, καὶ κτίστην κηρύξαντας, ὅθεν Ἰταλία σὺν Αἰγίνῃ καυχῶνται, τοὺς γόνους καὶ κήρυκας, ἐν Ἁγίοις θεώμεναι, καὶ συμφώνως δοξάζουσι τὸν Θεάνθρωπον κράζουσαι· Δέσποτα Χριστὲ Βασιλεῦ, τῶν Σῶν Ἁγίων πρεσβείαις ἐλέησον, τοὺς γεραίροντας πόθῳ τούτων τὰ θαύματα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Μετὰ τὴν β’ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Εὐφροσύνως οἱ πιστοί, πανηγυρίσωμεν λαμπρῶς, καὶ κηρύξωμεν φαιδρῶς, τὰ μεγαλεῖα τοῦ Θεοῦ, ἐμμελετῶντες τὸ ἔργον τῶν θεοφόρων, Ἄναρχον Θεόν, ἀπεκάλυψαν, Λόγον τὸν Αὐτοῦ, ἀποστείλαντα, καὶ τοῖς ἀνθρώποις λύτρωσιν δωρούμενον, ἐκ τῆς δουλείας τοῦ δράκοντος, τῶν αὐταδέλφων Χριστὲ πρεσβείαις, σῶσον κόσμον ἐκ πλάνης.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Μετὰ τὸν πολυέλεον, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τοὺς κήρυκας Χριστοῦ, καὶ Αἰγίνης τοὺς γόνους, Ἰούλιον σεπτόν, ἱερέα Κυρίου, καὶ Ἰουλιανὸν ὁμοῦ, ἀδελφὸν καὶ διάκονον, καταστέψωμεν, πανευφροσύνως ἐν ὕμνοις, καὶ κηρύξωμεν, ἐν ἐγκωμίοις τοῖς πᾶσιν, αὐτῶν τὰ θαυμάσια.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

 

 

Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ, ἀναγγέλει τὸ στερέωμα.

Εὐαγγέλιον. Τὸ Α΄ Ἐωθινόν.

Ὁ Ν΄ ψαλμός.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ἄνθη ἐαρινά, τῆς τοῦ Χριστοῦ Ἀναστάσεως πολύχυμοι καρποί, λόγοις καὶ ἔργοις μάρτυρες τοῦ Θεανθρώπου ἀνεδείχθητε. Τὴν ἁγιοτόκον πατρίδα ὑμῶν Αἴγιναν, μεγάλως ἐδοξάσατε. Τὴν Ἐκκλησίαν Χριστοῦ, ὡς θεοκήρυκες, τοῖς πιστεύσασιν κατεκοσμήσατε, ὅθεν καὶ ἡμεῖς, ἔνδοξε ἐν ἱερεῦσιν Ἰούλιε, καὶ ἐν διακόνοις πάντιμε Ἰουλιανέ, αἰτούμεθα, πρεσβείαις ὑμῶν πρὸς Κύριον, λαβεῖν τὴν χάριν ὑμῶν, καὶ τὸ μέγα ἔλεος.

 

Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Αὐταδέλφων ἀνυμνήσω κλέος. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Αἰγίνης βλαστήματα, καὶ Ἰταλίας τοὺς κήρυκας, ἐν λόγοις τιμήσωμεν, περιχαρῶς οἱ πιστοί, τὸν Ἰούλιον, σὺν τούτου αὐταδέλφῳ, καὶ γὰρ ἀνεδείχθησαν, θεῖοι Ἀπόστολοι.

μνήσωμεν ᾄσμασι, τὸν θεοφόρον Ἰούλιον, πρεσβύτερον ἔνδοξον, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κηρύξαντα, τὴν λύτρωσιν τοῦ κόσμου, καὶ θαύμασιν δείξαντα, λόγων ἀλήθειαν.

Τῷ πόθῳ συνέχονται, τοῦ προσκυνῆσαι οἱ Ἅγιοι, ἐν Ῥώμῃ τὰ λείψανα, Πρωτομαρτύρων Χριστοῦ, ἠξιώθησαν, προνοίᾳ τοῦ Κυρίου, τυχεῖν τῆς ἐφέσεως, οἱ θεοδόξαστοι.

Θεοτοκίον.

γίων ὑπέρκεισαι, Θεοχαρίτωτε Δέσποινα, τὸν Λόγον κυήσασα, τοῦ Προανάρχου Πατρός, τὸ ἐντρύφημα, τῶν θείων αὐταδέλφων, αὐτῶν δὲ τὸ κήρυγμα, πᾶσι τοῖς ἔθνεσιν.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Δαμάσου τῆς Ῥώμης ἐπισκόπου, λαβόντες οἱ Ἅγιοι εὐχήν, ἤρξαντο τοῦ κηρύγματος, ἐν Ἰταλίας ἔθνεσιν, ἀναδειχθέντες ἄριστοι, δυνάμει θείᾳ τοῦ Πνεύματος.

κήρυξαν Λόγον σαρκωθέντα, Ἰούλιος Ἰουλιανός, αὐτάδελφοι θεόπεμπτοι, ἐν Πολωνίᾳ φθάσαντες, καὶ Βοημίᾳ ὕστερον, καὶ Οὐγγαρίᾳ οἱ ἔνδοξοι.

Λαβόντες σεπτοῦ Θεοδοσίου, γραπτὴν ἐντολὴν βασιλικήν, ἦλθον εἰς Μεδιόλανα, πρὸς τὸν κλεινὸν Ἀμβρόσιον, ὑφ’ οὗ ἐξαποστέλλονται, λαοῖς κηρύττειν οἱ Ἅγιοι.

 Θεοτοκίον.

Φωτὸς ἀνεσπέρου ἀνεδείχθης, λυχνία Θεόνυμφε ἁγνή, σκότος ἀγνοίας λύσασα, τῶν πλανωμένων Δέσποινα, καὶ φωτοφόρους δείξασα, χοροὺς Ἁγίων πανάχραντε.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τοὺς ὡραΐσαντας, λόγοις τὰ πέρατα, καὶ ἀφανίσαντας, πλάνης σκοτόμαιναν, ἐν Ἰταλίᾳ θαυμαστῶς, τιμήσωμεν ἐγκωμίοις, γάνυται ἡ Αἴγινα, τοὺς Ἁγίους βλαστήσασα, Ἰουλιανὸν σεπτόν, καὶ Ἰούλιον ἔνδοξον· διὸ τὴν οἰκουμένην ἀγείρει, ψάλλειν αὐτῶν τὰ μεγαλεῖα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

ραΐσατε τὸν κόσμον, Ἐκκλησίᾳ εἰσάγοντες, τοὺς πιστοὺς ἀνθρώπους, οὓς ἐκ τῶν ἐθνῶν ἡλιεύσατε, Εὐαγγελίου τῷ λόγῳ, ἀξιάγαστοι, καὶ θεόπνευστοι, κλέος Αἰγίνης καὶ καύχημα.

Ναοδόμοι Ἰταλίας, ἀνεδείχθητε ἔνδοξοι, ἐν τῇ Λομβαρδίᾳ, καὶ Μεδιολάνοις αὐτάδελφοι, καὶ ἐν Ναβάρᾳ ὡσαύτως θείᾳ χάριτι· ὅθεν κράζομεν· ὄντως Ἀπόστολοι ὤφθητε.

νυμνοῦμεν ἐν συνάξει, ἱερέα Ἰούλιον, σὺν τῷ διακόνῳ, Ἰουλιανῷ τοὺς θεόφρονας, τοὺς ἀναιρέσαντας πλάνην, τὴν πολύθεον, καὶ τοὺς δαίμονας, χάριτι θείᾳ διώξαντας.

Θεοτοκίον.

Νεανίδων προεξάρχει, τοῦ χοροῦ ἡ Θεόνυμφος, τὸ τῆς παρθενίας, ἄφθιτον λαμπρὸν ἐγκαλλώπισμα, καὶ τῶν μητέρων ἡ δόξα, καὶ κειμήλιον, καὶ ἁγνότητος θεοστεφὲς ἀκροθίνιον. 

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

ψοῦται ἡ Αἴγινα, ἐπὶ τῇ μνήμῃ σήμερον, θείων διδασκάλων Ἰταλίας, πέλει γὰρ τούτων, πατρὶς ἐπίγειος, καὶ μήτηρ ἐν Πνεύματι σεπτή· ὅθεν συναγάλλεται, τοῖς Ἁγίοις καὶ γάνυται.

Μερόπων συστήματα, λαμπρῶς πανηγυρίζουσι, μνήμην ἐκτελοῦντα αὐταδέλφων, τοῦ Ἰουλίου, τοῦ πρεσβυτέρου Χριστοῦ, καὶ σώφρονος Ἰουλιανοῦ, κόσμῳ γὰρ ἐκήρυξαν, τὸν Σωτῆρα Θεάνθρωπον.

Ναῶν ἀνεγείρατε, πανένδοξοι αὐτάδελφοι, πλῆθος ἀπειράριθμον πρὸς αἶνον, τοῦ Τρισαγίου, καὶ προανάρχου Θεοῦ, καὶ πάντων πιστῶν καταφυγήν, τῶν ἐν Ἰταλίᾳ τε, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι.

Θεοτοκίον.

ράσθη ὁ Κύριος, ἐκπάγλου καθαρότητος, Κόρης ἀπειράνδρου καὶ Παρθένου· ὅθεν κατῆλθεν, ἐν τῇ νηδύϊ αὐτῆς, δεξάμενος σάρκα ἐξ αὐτῆς, ἅπασι δωρούμενος, σωτηρίας αἰώνιον.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Σημεῖον μέγα ἐτέλεσαν, ἐν ἔθνεσι τιμῶσι τοὺς δαίμονας, οἱ τρισμακάριοι, λύσαντες δύναμιν δαίμονος, τῇ τοῦ Σταυροῦ δυνάμει, οἱ θεοτίμητοι.

ραῖοι πόδες αὐτάδελφοι, κηρύκων ἀληθείας ὡς γέγραπται, ὡς οἱ ὑμέτεροι, πᾶσι Χριστὸν κατηγγείλατε, καὶ ἀντιχρίστου κράτος, κατηδαφίσατε.

Κυρίου δόξαν ποθήσαντες, Ἰούλιος ὁμοῦ καὶ αὐτάδελφος, ἀνῳκοδόμησαν, ναοὺς Θεοῦ Παντοκράτορος, ἐν οἷς Τριάδος θείας, ὑμνήθη ὄνομα.

Θεοτοκίον.

Λιπὼν οὐράνια δώματα, ὁ Λόγος τοῦ Πατρὸς ὁ συνάναρχος, ἐξ ἀγαθότητος, σάρκα ἐκ Σοῦ ἐδανείσατο, Παρθενομῆτορ ὅπως, βροτοὺς λυτρώσηται.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὡς αὐταδέλφους ἀριστεῖς καὶ θείους κήρυκας, τοὺς κατασπείραντας λαοῖς λόγον σωτήριον, εὐφημήσωμεν ἐν ὕμνοις καὶ ἐγκωμίων, τὴν Τριάδα ἐν Μονάδι συνδοξάσαντες, ἐπαξίως σὺν Ἁγίοις συνηρίθμηνται, ὡς πανέντιμοι, θεῖοι ὄντως διδάσκαλοι.

Ὁ Οἶκος.

Τοὺς τῆς ἁγιοτόκου Αἰγίνης γόνους, Ἰούλιον τὸν πρεσβύτερον, καὶ Ἰουλιανὸν τὸν διάκονον, ἐν ὕμνοις καὶ ᾠδαῖς τιμᾷ καὶ γεραίρει πανεορτίως ἡ τοῦ Χριστοῦ Ἐκκλησία. Οὗτοι γάρ, τῷ λόγῳ τοῦ Κυρίου· πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, τρωθέντες τῇ καρδίᾳ, πατρίδα, οἰκείους καὶ πάντα τὰ ἐπίκηρα κατέλιπον, καὶ ἀποστολικὰς ῥάβδους λαβόντες, ἑαυτοὺς τῷ Κυρίῳ καὶ τῷ λόγῳ τῆς Χάριτος παρέδοσαν, ὅθεν Πνεύματι Ἁγίῳ φερόμενοι, σημείοις δὲ καὶ θαύμασιν, ἐπισφραγίσαντες τὸν τοῦ Εὐαγγελίου λόγον, ἐν Οὐγγαρίᾳ, Βοημίᾳ, Πολωνίᾳ καὶ Ἰταλίᾳ, πλήθη εἰδωλολατρῶν τῇ ἀληθεῖ πίστει προσειλκύσαν, καὶ ἐν τῇ τῆς ζωῆς Βίβλῳ ἀνέγραψαν· διὸ καὶ ἔλαβον τὸν στέφανον ἐν οὐρανοῖς, καὶ τῶν σεβασμίων καὶ θεοφόρων αὐτῶν λειψάνων τὴν τιμὴν ἐν γῇ, δοξαζόμενοι ἐν ἑώᾳ καὶ δύσει οἱ πάντιμοι, ὡς θεῖοι ὄντως διδάσκαλοι.

 

 

Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τῶν Ἁγίων Ἰουλίου Πρεσβυτέρου καὶ Ἰουλιανοῦ Διακόνου τῶν ἐξ Αἰγίνης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

θαυμάστωσεν, Ἰούλιον ὁ Κύριος, καὶ ἐμεγάλυνεν, πηγὴν ἐκβλύζων αὐτῷ, ἐξ ἧς ἀρυόμενοι ὕδωρ συμψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

πρεσβύτερος, Ἰούλιος ὁ ἔνδοξος, στεῤῥῶς ἐνίκησεν, ἐν ἐρημίᾳ πολλῶν, θηρίων τὴν δύναμιν, χαίρων δὲ ἔψαλλεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Σαγηνεύουσι, τὰ ἔθνη ἐν τοῖς θαύμασι, ταῦτα προσάγοντες, τῷ Θεανθρώπῳ Χριστῷ, Αὐτῷ δὲ οἱ Ἅγιοι, ᾄσμενοι μέλπουσιν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ναὸς ἔμψυχος, καὶ θρόνος ὑπεράγιος, Σὺ πέλεις Δέσποινα, Χριστοῦ τοῦ ζῶντος Θεοῦ, Ὃν πίστει οἱ δοῦλοί Σου, ὕμνοις γεραίρομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

θυνον ψυχὰς ἐσκοτισμένας, ἐκ πλάνης πολυθεΐας τοῦ ἀλάστορος, πρὸς τὸν μόνον Κύριον, οἱ Αἰγίνης ἔφοροι, θεοσεβῶς διδάσκοντες, συμψάλλειν πνεύμασι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κράτος ἑνιαῖον τῆς Τριάδος, αὐτάδελφοι τῆς Αἰγίνης τὰ βλαστήματα, πᾶσιν ἀπεκάλυψαν, λόγοις ἐμεγάλυνον, καὶ Ἐκκλησίαν ἅπασαν ὑμνεῖν ἐδίδαξαν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λβιαι αἱ νῆσοι Ἰταλίας, δεξάμεναι τῶν Ἁγίων τὰ σκηνώματα, πᾶσιν ἀναβλύζοντα, χάριν ὑπερθαύμαστον, καὶ τῷ Χριστῷ προσφέρουσαι, ᾠδὴν εὐπρόσδεκτον· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Δέσποινα Παρθένε Θεοτόκε, ὁ κόσμος τῆς Ἐκκλησίας καὶ τὸ στήριγμα, τῶν Ἀγγέλων μέλισμα, καὶ πιστῶν ἐντρύφημα, τῆς οἰκουμένης ἅπασαν, ἀγείρεις ψάλλουσαν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

λιοι λαμπροί, οἱ Ἅγιοι ἔλαμψαν, καταλαμπρύνοντες, τῶν πιστῶν συστήματα, καὶ Ἐκκλησίᾳ κλέος προσφέροντες, ἐν οὐρανοῖς ἐστέφθησαν, ὡς θεοκήρυκες, καὶ ἐν δόξῃ, θείᾳ ἐτιμήθησαν, ἐν ἀλήκτῳ χαρᾷ, εὐφραινόμενοι.

Μέγας ἀληθῶς, ἐδείχθης Ἰούλιε, ἱεραπόστολος, καὶ πιστῶν τὸ στήριγμα, διὰ θαυμάτων, ξένων σημείων τε, καὶ θαυμαστῆς ἀσκήσεως, ὡς ὁ διάκονος, ὁ ὁμαίμων, Ἰουλιανὸς σεπτός, τῆς Αἰγίνης τὸ κλέος τὸ ἄφθιτον.

ραμα ἁγνόν, τοῦ Παύλου τὸ κήρυγμα, εἰς κόσμου λύτρωσιν, οἱ σεπτοὶ αὐτάδελφοι, διασαλπίσαι, πᾶσι τοῖς πέρασιν, ἐν τῇ καρδίᾳ ἔχοντες Χριστὸν ἐκήρυξαν, καὶ τὰ πλήθη, Πνεύματι συνήρμοσαν, Θεανθρώπῳ Χριστῷ, οἱ θεόφρονες.

Θεοτοκίον.

φανεν ἐκ Σοῦ, ὁ Λόγος ἀνθρώπειον φύσιν Θεόνυμφε, Πνεύματι σαρκούμενος, πρὸς σωτηρίαν πάσης τῆς κτίσεως, καὶ τῶν βροτῶν ἐπάνοδον, εἰς τὸν παράδεισον, ὃν παρέχει, πᾶσι τοῖς τιμῶσί Σε, ὡς Μητέρα Θεοῦ, ἀειπάρθενον.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Τὸν Ἰουλιανὸν πιστοί, σὺν τούτῳ δὲ Ἰούλιον, μέλψωμεν ᾄσμασι θείοις, κροτοῦντες ἅπαντες χεῖρας, οὗτοι γάρ, λόγοις εἵλκυσαν, τὰ ἔθνη πρὸς τὸν Κύριον, θαύμασι δὲ ἐκύρωσαν, τῶν λόγων τὴν ἀλήθειαν· διὸ ἐστέφθησαν δόξῃ.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου.

Ἡ ἐξ Αἰγίνης δυὰς τῶν αὐταδέλφων, ἔλαμψεν ὡς ἥλιος πᾶσι τοῖς πέρασι, καὶ τὸν Χριστὸν ἀνεκήρυξε, ψυχῶν Σωτῆρα, ἐνανθρωπήσαντα ὑπὲρ ἔννοιαν, πλήθη ἐσαγήνευσε, πρὸς τὴν εὐσέβειαν, καταβαλοῦσα σκοτόμαιναν, τὴν τῶν εἰδώλων, καὶ τῶν δαιμόνων τὸ πολυμήχανον, ὅθεν δικαίως ἑορτάζομεν, αὐταδέλφων σεπτῶν τὴν πανήγυριν, καὶ τιμῶμεν ἐν ὕμνοις, ὡς Θεῷ εὐαρεστήσαντας.

 

Ἱερωσύνης κανὼν σὺ ἀνεδείχθης, ἔνδοξε Ἰούλιε κόσμου ἐντρύφημα, καταλιπὼν τὰ ἐπίκηρα, ποθῶν τὰ θεῖα, ἐν Ἰταλίᾳ Λόγον ἐκήρυξας, ἔχων τὸν αὐτάδελφον, συναντιλήπτορα, καὶ συνεργοῦντα ἐν πνεύματι, διακονίας, ἔργον προσφέροντα θεοτίμητον, ὅθεν ἀξίως συνδοξάζεσθε, πολιοῦχοι Αἰγίνης πανένδοξοι, Ἰταλίας τὰ φῶτα, οἰκουμένης καλλωπίσματα.

 

 

Τοὺς τῆς Αἰγίνης βλαστοὺς καὶ Ἰταλίας, μύστας εὐφημήσωμεν ὕμνοις γεραίροντες, διακονίας τὰ πρότυπα, καὶ εὐσεβείας, τὰ ἀκροθίνια καὶ ἀγάλματα, οὗτοι γὰρ ἐκήρυξαν Λόγου τὴν σάρκωσιν, πρὸς σωτηρίαν , ἀνθρώπων γένους καὶ ἀναγέννησιν, ὅθεν ἐνδόξως νῦν ἀγάλλονται, καθορῶντες Χριστὸν τὸν Θεάνθρωπον, ἐν φωτὶ ἀϊδίῳ, σὺν Πατρί τε, καὶ τῷ Πνεύματι.

 

Οἱ θεαυγεῖς τῇ ψυχῇ καὶ τῇ καρδίᾳ, ἄριστοι διδάσκαλοι θείας λυτρώσεως, τῆς ἀρετῆς οἱ ἀκρέμονες, καὶ εὐσεβείας, καὶ τῆς ἀσκήσεως τὰ ἀγάλματα, σήμερον ἀγείρουσι, κόσμου τὰ πέρατα, πρὸς εὐωχίαν ἐν Πνεύματι, καὶ εὐφροσύνην, ὡς ἑστιάτορες παντευλόγητοι, ὅθεν ἐν πίστῃ ὦ φιλέορτοι, ἐγκωμίοις αὐτοὺς ἐπαινέσωμεν, τῷ Χριστῷ ἐκβοῶντες, σῶσαι πάντας, ταῖς λιταῖς αὐτῶν.

 

Δόξα. Ἦχος πλ. β΄.

Πόθῳ ἀποστολικῷ, τρωθέντες τῇ ψυχῇ, αὐτάδελφοι ἔνδοξοι, φωτισταὶ τῶν ἐθνῶν ἀνεδείχθητε, ἐξ Αἰγίνης ὁρμώμενοι, καὶ Πνεύματος Ἁγίῳ ἀγόμενοι, εὐαγγελιζόμενοι Χριστόν, πόλεις καὶ χώρας τῆς Ἰταλίας διήλθετε, Ἰούλιε πρεσβυτέρων ἐγκαλλώπισμα, καὶ Ἰουλιανὲ τῶν διακόνων κόσμος, ὅθεν συνελθόντες σήμερον οἱ πιστοί, ἐπὶ τῇ παναγίᾳ ὑμῶν μνήμῃ, γονυκλινεῖς καθικετεύομεν ὑμᾶς, ὅπως ἀπαύστως πρεσβεύητε, τῷ Σωτῆρι Χριστῷ, εἰρηνεῦσαι τὴν Ἐκκλησίαν, ἐπαναστρέψαι τοὺς πεπλανημένους, τῇ θεολέκτῳ ποίμνῃ, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, σεπτοὺς Ἀποστόλους, τῆς Αἰγίνης γόνους λαμπρούς, Ἰουλιανόν τε, καὶ Ἰούλιον θεῖον, φωστῆρας Ἰταλίας, ἐθνῶν τοὺς κήρυκας.

Χαίροις αὐταδέλφων ἡ ξυνωρίς, τῆς Αἰγίνης τέκνα, Ἰταλίας οἱ φρυκτωροί, ἱεραποστόλων, κειμήλια καὶ τύποι, ποιμένων Ἐκκλησίας, τὰ ὑποδείγματα.

Ἐώα σὺν Δύσει περιχαρῶς, Ἰουλιανόν τε, καὶ Ἰούλιον εὐφημεῖ, ἱεραποστόλους, Θεοῦ Λόγου ἐν πᾶσι, τοῖς ἔθνεσι φανέντας, ὡς θεοκήρυκας.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου