Πέμπτη 20 Απριλίου 2023

ΙΟΥΝΙΟΣ 6. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΓΕΛΑΣΙΟΣ ΚΑΝΩΝ

ΙΟΥΝΙΟΣ ΣΤ΄.

ΓΕΛΑΣΙΟΣ ΜΑΡΤΥΣ ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, πλὴν τῶν Θεοτοκίων.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Ἄφατος ἀνεδείχθη, ἡ δικαιοσύνη τῆς προνοίας σου· ἐρευνᾷς γὰρ καρδίας, καὶ εἰς φῶς διεξάγεις τὰ κρύφια.

Βέλος θεοσεβείας, ἡ τοῦ Ἀθλοφόρου σου ἐδέξατο, Γελασίου καρδία, καὶ ἐφλέχθη πυρὶ θείου ἔρωτος.

Γόνιμος ἀνεφάνη, ἑκατονταπλάσιον τοῦ σπόρου σου, τὸν καρπὸν ἀποδοῦσα, ἡ τοῦ Ἀθλοφόρου σου διάνοια.

Θεοτοκίον.

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν Σε.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Δύναμιν ἀήττητον, περιεβάλετο Κύριε, ὁ Ἀθλητής, καὶ σοφὸς ἐδείχθη, τῇ σοφῇ ἐνοικήσει σου.

Ἔδρασας κατάλληλον, τὴν ἀρετὴν τοῦ Σοῦ Κύριε, θεραπευτοῦ, στόμασιν ἀνόμων, εὐφημήσας τὸ ἅγιον.

Ζήλῳ θείου ἔρωτος, τὰ ἐπὶ γῆς λιπὼν ἔνδοξε, ὡς ἀδρανῆ, τῶν ἐπουρανίων, ἐπεπόθεις τὴν δόμησιν.

Θεοτοκίον.

Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις Σου πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἡ ἀπάτη ἐξώριστο, ἐπ’ εἰσαγωγῇ τῆς σῆς ἐνοικήσεως, τοῦ παμμάκαρός σου Μάρτυρος, Ἰησοῦ Θεέ μου ἀκατάληπτε.

Θεοφόρος ἡ ἔννοια, τοῦ Σοῦ ἀνεδείχθη Σῶτερ θεράποντος· τῷ σταυρῷ γὰρ παριστάμενος, δι’ εὐχῆς ἡνοῦτο Σοὶ τῷ κτίσαντι.

Ἱλασμὸν προμηθούμενος, τῶν ἁγνοημάτων ὁ Ἀθλόφόρος Σου, τὰ ἀδίκως ἀθροιζόμενα, εἰς ψυχὰς πενήτων διεσκόρπιζεν.

Θεοτοκίον.

Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ὑπεράγαθος, καὶ εἰρήνευσον τὸν κόσμον Σου, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης Σε.

 

 

 

 

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Καιρίως ᾑρετίσω τὸν ἄναρχον, Ἀθλοφόρε, Λόγον τοῦ Γεννήτορος, δι’ οὗ ἐπλήσθης θείου Πνεύματος.

Λατρεύειν εἰωθώς σοι ὁ Ἅγιος, τῷ Δεσπότῃ, εὐτόνως προσηύχετο, τῶν ἀσεβούντων ἐνώπιον.

Μετέβαλον εἰς ψόγον τὸν ἔπαινον, τοῦ Ἁγίου, οἱ τὸ θεῖον σέβασμα, περιβάλλοντες τοῖς κτίσμασιν.

Θεοτοκίον.

Παρθένον μετὰ τόκον ὑμνοῦμέν Σε, Θεοτόκε· Σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.

Νομίμως τὰ πενήτων ὡς Χριστῷ, διανείμας πένησιν, ὁ θεῖος Γελάσιος, τοῦ ἐλέους τὰς εὐθύνας εἰσεπράττετο.

Ξενίζειν οἶδε πᾶσαν ἀληθῶς, ἀκοὴν θεόφρονα, ὡς ἄφρων καὶ ἄνομος, τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἡ παράνοια.

Ὁ δείλαιος καὶ πάθεσιν αἰσχρός, ὡς φασὶν ὑπεύθυνος, Θεὸς ἐνομίζετο, καὶ ὁ Σωτὴρ δὲ τοῦ παντὸς ὡς κατάκριτος.

Θεοτοκίον.

Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Περισσῶς ἐπυροῦτο, τῆς ἀῤῥήτου σου δόξης, τῷ θείῳ ἔρωτι, ἐντεῦθεν ἐπεπόθει, ῥαντίσματι τῷ θείῳ, ῥαντισθῆναι ὁ Μάρτυς βοῶν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥητορεύειν οὐκ ᾔδει, ἀλλ’ ἐνίκα σοφίᾳ, τοὺς ῥητορεύοντας, ὁ ἔνοικόν σε φέρων, τὴν ἄκτιστον σοφίαν, μελῳδῶν σοι Γελάσιος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Συναθροίζει τοὺς δήμους, θριαμβεύειν νομίζων, ὁ ἀθεώτατος, τὸ Βάπτισμα τὸ θεῖον, ἀλλ’ ἄκων σε φωτίζει, Ἀθλητὰ ἀναμέλποντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό Σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν·  Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τὸν καταυγάσαντα, θεϊκῶς βασιλέα, τὸν σοφὸν Γελάσιον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὲρ χιόνα, ὁ Ἀθλητὴς ἐλαμπρύνθη, σὺν Ἁγίῳ Πνεύματι κραυγάζων· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοειδέσι, λευχειμονῶν Ἀθλοφόρε, τὴν ψυχὴν ἐσθῆσι καὶ τὸ σῶμα, σφάγιον προσήχθη, Χριστῷ τῷ ζωοδότῃ.

 

Θεοτοκίον.

Τῆς βοηθείας, τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Σὲ Κόρη εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Χορεῖαι τῶν Μαρτύρων, σὺν τῷ Ταξιάρχῃ, ὁλοκαυτούμενον μάκαρ εἰσδέχονται, σὲ τῷ πυρὶ τοῦ ἀλήκτου, θείου σου ἔρωτος.

Ψυχήν τε καὶ τὸ σῶμα, σοὶ ἀφιερώσας, ὡς ὁ Πρωτομάρτυς Στέφανος Δέσποτα, τὴν πρὸς αὐτὸν διὰ λίθων, πορείαν στέλλεται.

Θεοτοκίον.

Ὡς εὔσπλαγχνος Δεσπότης, φεῖσαι τοῦ λαοῦ Σου, τῶν συνεχόντων κακῶν ἐξαιρούμενος, τῆς Θεοτόκου πρεσβείαις, μόνε φιλάνθρωπε.

 

 

Σάββατο 8 Απριλίου 2023

ΙΟΥΝΙΟΣ 15. ΦΟΡΤΟΥΝΑΤΟΣ ΑΠΟΣΤΟΛΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΟΥΝΙΟΣ ΙΕ΄

ΦΟΡΤΟΥΝΑΤΟΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἄνευ δοξολογίας)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἀποστόλου γ΄. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Μάκαρ, Φορτουνᾶτε πάνσοφε, δικαιοσύνης φωτί, ἐλλαμφθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς πολύφωτος, γεγηθὼς συμπεπόρευσαι, ἡλίῳ πᾶσαν, τὴν γῆν φωτίζοντι, καὶ θεηγόρῳ, Παύλῳ καὶ ἔλυσας, σκότος πολύθεον, καὶ ἀχλὺν τοῖς λόγοις σου, εἰδωλικήν· ὅθεν τὴν φωσφόρον σου, μνήμην γεραίρομεν.

 

Ἱεραρχίᾳ κοσμούμενος, καὶ μαρτυρίῳ σεπτῷ, ἱερῶς λαμπρυνόμενος, καὶ στιγμάτων κάλλεσι, φωταυγῶς ἀστραπτόμενος, θαυμάτων φέγγος, ἄδυτον ἤστραψας, καὶ τὰς ἐν ζόφῳ, ψυχὰς ἐφώτισας, καὶ κατεσκήνωσας, ἔνθα φῶς ἀνέσπερον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, θεομακάριστε.

 

Χρόνοις πολλοῖς συγκρυπτόμενον, ὑπὸ τὴν γῆν τὸ σεπτόν, καὶ μυρίπνοον σῶμά σου, θείαις εἰσηγήσεσιν, ἐκκαλύπτεις πανόλβιε, θαυμάτων χάριν, βρύων τοῖς χρήζουσιν, δαιμόνων φλέγων, πονηρὰς φάλαγγας, σκεῦος τοῦ Πνεύματος, Φορτουνᾶτε ἔνδοξε, ἱεραρχῶν, κλέος Ἀποστόλων τε, καύχημα μέγιστον.

 

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον, χαῖρε δόξα τῶν δούλων σου, δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ Θεοῦ δωρηθέν, κόσμῳ διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε Σεμνή, χαῖρε δόξα Δέσποινα, τῶν δοξαζόντων σε.

Ἢ Σταυροθεοτοκίον.

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.

 

Ἀπολυτίκιον. Τοῦ Ἀποστόλου. Ἦχος γ’.

Ἀπόστολε Ἅγιε Φορτουνᾶτε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν παμμέγιστον δοξάσω Φορτουνᾶτον. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Τῶν ἀγαθῶν, τὸν πορισμὸν συλλεξάμενος, ὅπερ κακῶς συνέλεξα, φορτίον σκόρπισον, τῶν ἀμέτρων κακῶν μου, εὐχαῖς σου Φορτουνᾶτε, ὅπως ὑμνήσω σε.

Ὁ φωτισμός, τοῦ δι’ ἡμᾶς ὕλῃ σώματος, ἐπιφανέντος ἔνδοξε, ἐπανατείλας σου, τῇ καρδίᾳ φωστῆρα, παγκόσμιον ἐνθέως, μακάριε εἰργάσατο.

Νόμους τηρῶν, ἀπαρατρώτους τοῦ Πνεύματος, τοῖς ἀνομοῦσιν ἔδειξας, τὴν τρίβον πάνσοφε, τῆς ζωῆς Φορτουνᾶτε, καὶ τῆς πολυθεΐας, τὸ μύσος ἔλυσας.

Παῦλος εὑρών, σὲ ὁ πολύφωτος ἥλιος, ὥσπερ ἀκτῖνα ἄδυτον, κόσμῳ ἀπέστειλε, τῆς ἀπάτης τὸ σκότος, μειοῦντα καὶ καρδίας, πιστῶν φωτίζοντα.

Θεοτοκίον.

Ἀνατολή, ἐπὶ δυσμὰς παναμώμητε, τῆς ἡμετέρας φύσεως, δι’ ἀγαθότητα, τοῦ ἡλίου ὀφθέντος, τοῦ τῆς δικαιοσύνης, Σὺ ἐχρημάτισας.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Μαράνας τὰ φυτά, τῆς ματαιότητος, τῷ λόγῳ, ἐφύτευσας θείαν γνῶσιν, Φορτουνᾶτε ἐν τοῖς πέρασιν, ὡς Ἀπόστολος θεῖος καὶ θεόληπτος.

Μαρτύρων προφανῶς, πλουτήσας εὔκλειαν, ὡς Μάρτυς, δεσποτικῶν παθημάτων, Ἀποστόλοις συνδεδόξασαι, διαγγείλας τὸ κήρυγμα τὸ ἔνθεον.

Ἐπέδραμες τὴν γῆν, διακονούμενος, τῷ Παύλῳ, τῷ τοῦ Χριστοῦ διακόνῳ· σὺν αὐτῷ δὲ τὰ οὐράνια, κατοικεῖς Φορτουνᾶτε ἀγαλλόμενος.

Θεοτοκίον.

Γεννήσασα Πατρός, τὸν συναΐδιον, ἀνθρώποις ὡμοιωθέντα, Ἀποστόλων ἐγκαλλώπισμα, καὶ Μαρτύρων γεγένησαι στεφάνωμα.

Ὁ Εἱρμός.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

 

 

 

 

 

 

 

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Ὡς ἀστὴρ ἀνατείλας φωτοειδής, Ἐκκλησίας ἐν ὕψει φωταγωγεῖς, τοῦ κόσμου τὰ πέρατα, φωταυγείᾳ τῶν λόγων σου, καὶ θαυμάτων πλείστων, λαμπραῖς ἐπιδείξεσιν, ἀπελαύνεις σκότος, παθῶν πολυώδυνον· ὅθεν τὴν φαιδράν σου, καὶ ὑπέρλαμπρον μνήμην, τελοῦντες ἀξίως σε, Φορτουνᾶτε γεραίρομεν, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν.  Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως, Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα· καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. Ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἰσχυράν σε παράκλησιν, καὶ φωτισμόν, οἱ πάλαι συσχεθέντες, ἀγνωσίας ζόφῳ, εὗρον πανόλβιε.

Στρατιώτης γενόμενος, τοῦ δυσμενοῦς, σοφὲ τὰς μυριάδας, Φορτουνᾶτε ξίφει, ἀνδρείως ὤλεσας.

Ταῖς τοῦ Παύλου ἑπόμενος, τοῦ ἐκλεκτοῦ, σοφαῖς διδασκαλίαις, Φορτουνᾶτε μάκαρ, πάντας ἐφώτισας.

Ὁπαδοὺς σκεύους γέγονας, τῆς ἐκλογῆς, καὶ μύστης τῶν ἀῤῥήτων, καὶ ἐθνῶν παμμάκαρ, κῆρυξ σωτήριος.

Νεκρωθεῖσιν ἐκήρυξας, θείαν ζωήν, καὶ νέκρωσιν ὑπέστης, ζωηφόρον Μάρτυς, σοφὲ γενόμενος.

Θεοτοκίον.

Διὰ Σοῦ ἡμῖν ἔλαμψε, τοῖς ἐν σκιᾷ, θανάτου καθημένοις, Θεοτόκε Κόρη, ἄδυτος ἥλιος.

 

 

 

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Οἱ ἐκ κοιλίας τῆς σῆς, ῥεύσαντες θείοι ποταμοὶ ἤρδευσαν, ταῖς τῶν πιστῶν, μάκαρ διανοίας, καὶ πολυθεΐας, θολώδεις χειμάῤῥους, τελείως ἐμείωσας.

Ξέναις φωναῖς τούς ποτε, ξένους ὑπάρχοντας Θεοῦ ἔνδοξε, πανευσεβῶς, Αὐτῷ οἰκειώσω, καὶ ξένως ἀθλήσας, μάκαρ ἐπὶ ξένης, ἐκτήσω τὰ μένοντα.

Αἵμασιν ἔσβεσας, τῆς δυσσεβείας τὴν πυρὰν ὄμβρους δε, πολυειδῶν, θαυμάτων πηγάζεις, ἐκπλύνων τῶν παθῶν, μάκαρ Φορτουνᾶτε, τὸν ῥύπον ἐν χάριτι.

Θεοτοκίον.

Σωματοφόρος ὀφθείς, ἐκ Σοῦ ὁ ἄσαρκος Θεὸς ἄχραντε, τῶν σαρκικῶν, παθῶν ἐκλυτροῦται, τοῖς πάθεσιν Αὐτοῦ, πάντας τοὺς πιστῶς Σε, ἀεὶ μακαρίζοντας.

 

ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτημάτων.

Ὤφθη σου, ἡ γλῶσσα μάκαρ, τῷ πνεύματι τεθηγμένη, καὶ καλλιγραφοῦσα ἐν πλαξί, νόμον τοῦ Πνεύματος, τῶν καρδιῶν, τῶν πιστῶν Φορτουνᾶτε.

Φρύαγμα, πολυθεΐας, κατέβαλες ἐναθλήσας, καὶ τὴν ἱεράν σου στολήν, φοινίξας ἐν αἵματι, τῆς σῆς σαρκός, Ἱεράρχα καὶ Μάρτυς.

Ὁ τάφος σου, ἀκτῖνας πέμπων, ἰάσεων παραδόξων, σκότος ἐκδιώκει τῶν παθῶν, καὶ φλέγει τὰς φάλαγγας, Ἀπόστολε, ἀκαθάρτων πνευμάτων.

Θεοτοκίον.

Ῥῆξόν μου, Παρθένε Κόρη, σειρὰς ἀμέτρων πταισμάτων, καὶ τῷ φωτισμῷ Σου τὴν ἐμήν, ζοφώδη διάνοιαν, καταύγασον, τῶν πιστῶν προστασία.

Ὁ Εἱρμός.

Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου.

 

Κοντάκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐν αἵματι βάψας σου ἱερωσύνης στολήν, φαιδρῶς εἰσελήλυθας ὡς Μάρτυς καὶ ἱερεύς, ναὸν εἰς οὐράνιον, ἔνθα περιπολεύων, Φορτουνᾶτε παμμάκαρ, αἴτησαι τοῖς ἐν πίστει, εὐσεβῶς σε τιμῶσι, συγχώρησιν πταισμάτων πολλῶν, καὶ μέγα ἔλεος.

 

Συναξάριον.

Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φορτουνᾶτου, ἐκ τῶν Ἑβδομήκοντα.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Τιμάσθω φαιδρῶς, ὁ θεόφρων Στεφανᾶς καὶ Φορτουνᾶτος, Ἀχαϊκός τε ὁ πανόλβιος, οἱ τῆς Τριάδος ὑπέρμαχοι, Παύλου μαθηταὶ γεγονότες, καὶ τῆς πίστεως κήρυκες, καὶ τῶν ἐθνῶν σαγηνευταί, καὶ πλουτισταὶ τῶν πιστῶν.

Ὁδοὺς πρὸς ζωήν, τὰς φερούσας ὡδευκὼς δυνάμει θείᾳ, τοὺς πλανωμένους καθωδήγησας, πρὸς ἀπλανεῖς τρίβους γνώσεως, καθυποσκελίσας τοῦ πλάνου, τὰς πορείας ἐν πνεύματι, ὦ Φορτουνᾶτε μιμητά, τῶν παθημάτων Χριστοῦ.

Ὑμᾶς ὁ κλεινός, εὑρηκὼς καθηγεμὼν ἐξαποστέλλει, καθάπερ ζεῦγος ἱερώτατον, ψυχὰς ἀρότρῳ τῆς πίστεως, ἔνδοξοι νεάζειν καὶ φέρειν, ἐπιγνώσεως ἄσταχυν, Ἀχαϊκὲ ἱερουργέ, καὶ Φορτουνᾶτε σοφέ.

Θεοτοκίον.

Νεκρὸς γεγονώς, παραβὰς τὴν ἐντολὴν Ἀδὰμ τοῦ πλάστου, ἀνεζωώθη ἀληθέστατα, τῇ ζωηφόρῳ κυήσει Σου, καὶ τοῦ Παραδείσου τὴν πρώην, διαγωγὴν ψάλλων εἴληφεν· εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ἁγιασμὸν καὶ φωτισμόν, ἀποπέμπει ἡ σορός, τῶν σῶν λειψάνων, καὶ φωτίζει καρδίας, καὶ ἁγιάζει ψυχάς, καὶ φλέγει, δαιμόνων τὰς φάλαγγας, μάκαρ Φορτουνᾶτε, Ἀπόστολε Κυρίου.

Τυφλοῖς τὸ βλέπειν χορηγεῖς, καὶ ἀλάλοις τὸ λαλεῖν, ἀνεμποδίστως, τοῖς χωλοῖς εὐδρομίαν, ἐνοχλουμένοις σοφέ, ταχίστην, ἴασιν κωφεύουσιν, Μάρτυς τὸ ἀκούειν, θεόφρον Φορτουνᾶτε.

Ὁ ἱερώτατος ποιμήν, ὁ τοῦ Παύλου φοιτητής, ὁ θεηγόρος, τοῦ Χριστοῦ τὸ ἀρνίον, ἡ τῶν θαυμάτων πηγή, ὁ μέγας, ἀστὴρ ὁ πολύφωτος, θεῖος Φορτουνᾶτος, τιμάσθω εἰς αἰῶνας.

Θεοτοκίον.

Νέον ἐκύησας ἡμῖν, ἐπὶ γῆς ὡς ἀληθῶς, ἁγνὴ παιδίον, τὸν πρὸ πάντων αἰώνων, ἐκ τοῦ ἀνάρχου Πατρός, ἀῤῥήτως, γεννηθέντα ἄχραντε, τοὺς παλαιωθέντας, φθορᾷ ἀνακαινίζον.

Ὁ Εἱρμός.

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ἱερονίκοις στεφάνοις, κοσμηθεὶς Φορτουνᾶτε, παρίστασαι τῷ θρόνῳ τοῦ Θεοῦ, σὺν Ἀποστόλοις καὶ Μάρτυσιν, ἐξαιτούμενος πᾶσι, τοῖς πίστει σε τιμῶσιν ἱλασμόν, καὶ ψυχῶν σωτηρίαν, καὶ θείαν ἀπολύτρωσιν.

Ὡς πολυτίμητος ὄλβος, ἐν τῇ γῇ κεκρυμμένος, σημείοις φανεροῦσαι φοβεροῖς, εἰς φωτισμὸν ἡμῶν Ἅγιε, ὀπτανόμενος οἷσπερ, ἠθέλησας καὶ βλύζων ἀληθῶς, θαυμαστὲ Φορτουνᾶτε, ἰάσεις τοῖς τιμῶσί σε.

Σήμερον τέρπεται πᾶσα, Ἐκκλησία τιμῶσα, τὴν μνήμην τὴν ἁγίαν σου πιστῶς, ἐν εὐφροσύνῃ γεραίρουσα, τοὺς ἀνδρείους ἀγῶνας, τὰ στίγματα τοὺς πόνους σου σοφέ, Φορτουνᾶτε Μαρτύρων, καὶ ἱερέων καύχημα.

Ἡλιακὰς λαμπηδόνας, ἀπαστράπτει πλουσίως, ἡ σὴ θεομακάριστε σορός, καὶ καταυγάζει τοὺς πίστει σοι, προσιόντας καὶ παύει, ὀδύνας καὶ σωμάτων καὶ ψυχῶν, Φορτουνᾶτε Ἁγίων, Ἀγγέλων ἰσοστάσιε.

Θεοτοκίον.

Φέρεις τὸν φέροντα πάντα, θεϊκῇ δυναστείᾳ, καὶ τρέφεις ἐκ μαζῶν πᾶσαν πνοήν, τὸν διατρέφοντα πάναγνε· ὑπὲρ νοῦν Σου τὸ θαῦμα, Ἀγγέλους καταπλῆττον καὶ βροτούς, τοὺς ἀεί Σε ὑμνοῦντας, καὶ πόθῳ μακαρίζοντας.

Ὁ Εἱρμός.

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.