Κυριακή 2 Ιουλίου 2023

ΝΟΕΜΒΡΙΟΣ 3. ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ ΑΓΚΥΡΑΣ ΚΑΝΩΝ

 

ΝΟΕΜΒΡΙΟΣ Γ΄.

ΘΕΟΔΩΡΟΣ ΑΓΚΥΡΑΣ ΟΜΟΛΟΓΗΤΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεόδωρον ὑμνῶ, τῶν μοναστῶν τὸ κλέος. Θεοφάνους.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Θείῳ τρωθείς, ἔρωτι τῷ τῆς ἀγάπης Χριστοῦ, τῶν ἐγκοσμίων ἅπασαν, τὴν ματαιότητα, ἀληθῶς ἀπηρνήσω, καὶ τούτῳ σε καλοῦντι, κατηκολούθησας.

Ἐν ταῖς αὐλαῖς, τῆς ἐγκρατείας ἐξήνθησας, πεφυτευμένος ὤφθης τε, ὡς καλλιέλαιος, ἐν τῷ οἴκῳ Κυρίου· διὸ καὶ ἀπολαύεις, τῆς Βασιλείας Αὐτοῦ.

Ὁ τῷ φωτί, τῆς ἀκηράτου Σου δόξης Χριστέ, τὸν ἐν ἀσκήσει δόκιμον, καὶ ἀξιέπαινον, ἐν τῇ πίστει φανέντα, Θεόδωρον λαμπρύνας, σῶζε τὴν ποίμνην σου.

Θεοτοκίον.

Δόξα τῇ Σῇ, κυοφορίᾳ Παρθένε ἁγνή· τοῖς ἐξ Ἀδὰμ γὰρ λύτρωσιν, εὐηγγελίσατο, καὶ νεκροῖς ἀπ’ αἰῶνος, τὴν τῆς ἀθανασίας, ὁδὸν ἐκαίνισας.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Ὡς κλῆμα εὐθαλές, ὡς βότρυς ἔμψυχος, ὑπάρχων τῆς ἀληθινῆς ἀμπέλου, τῇ καθάρσει τῇ τῆς πίστεως, ἀρετῶν εὐκαρπίαν, Πάτερ ἤνεγκας.

Ῥᾳδίως μηχανάς, τὰς τῶν αἱρέσεων, καθεῖλες τῇ λογικῇ σου σφενδόνῃ· ἐν τῇ πέτρᾳ γὰρ τῆς πίστεως, στερεὰν τὴν ἐλπίδα, Πάτερ ἥδρασας.

Ὁ βίος σου σεμνός, ὁ τρόπος ἔνθεος, ὁ λόγος ἀκόλουθος δὲ τοῖς τρόποις· διὸ οἶκος ἐχρημάτισας, ἀληθοῦς θεωρίας, Πάτερ Ὅσιε.

Θεοτοκίον.

Ναόν Σε γηγενεῖς, καὶ ἐνδιαίτημα, τοῦ Λόγου ἔγνωμεν Θεογεννῆτορ, ἐπελεύσει θείου Πνεύματος, καὶ Πατρὸς εὐδοκίᾳ, προελθόντος ἐκ Σοῦ.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑπερήφανον φρύαγμα, κατὰ Χριστοῦ μανὲν τῆς Ἐκκλησίας, ταπεινώσει πνεύματος κατηδάφισας.

Μυηθεὶς τὰ θεόπνευστα, τῆς τοῦ Χριστοῦ σαφῶς οἰκονομίας, ἐγχαράττεις Πάτερ σαφῶς τοῖς πίναξιν.

Νῦν χορείας καὶ λήξεως, τῶν ἐκλεκτῶν παμμάκαρ ἀπολαύων, τῶν πιστῶν τιμώντων σε ὑπεράσπισον.

Θεοτοκίον.

Ὡς λιμένα καὶ ἄγκυραν, καὶ ἀσφαλῆ τοῦ κόσμου σωτηρίαν, Θεοτόκε ἄχραντε πίστει σέβομεν.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Τῷ Τριάδος φωτί, καταλαμπόμενος σοφὲ ἤστραψας, θείαν αὐγήν, ἐν τῇ Ἐκκλησίᾳ, καὶ ἤλεγξας πᾶσαν, τῶν αἱρετιζόντων, ζοφώδη κακόνοιαν.

Ὡς μιμητὴς ἀληθῶς, καὶ μαθητὴς τῶν μαθητῶν Ὅσιε, τοῦ Ἰησοῦ, ὑπὲρ τῆς ἀγάπης, ηὐδόκησας Αὐτοῦ, ὑπομεῖναι πᾶσαν, τυράννων ἐπίνοιαν.

Νόμον Θεοῦ μελετῶν, καὶ πατρικοῖς ἐγκαρτερῶν δόγμασι, τὸν τοῦ Χριστοῦ, σεπτὸν χαρακτῆρα, ἐστήλωσας πίστει, ἐν τῇ Ἐκκλησίᾳ, παμμάκαρ Θεόδωρε.

Θεοτοκίον.

Μόνη ἐφάνης σεμνή, καὶ μετὰ τόκον ὥσπερ ἧς ἄφθορος· Θεὸς γὰρ ἦν, ὁ σάρκα φορέσας, ἐκ Σοῦ καὶ φυλάξας, τὴν Σὴν παρθενίαν, ἀμόλυντε Δέσποινα.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ὁ λειμὼν τῶν ἐνθέων δογμάτων σου, τὸν τῆς Ἐκκλησίας λαμπρύνει παράδεισον· ὥσπερ γὰρ ἄνθη μάρτυρας, ἐν αὐτῇ ἐκδιδάσκεις χαράττεσθαι.

Νευρωθεὶς τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ὀχυρωθεὶς ἐν τῷ κράτει τῆς πίστεως, τῆς ἀσεβείας δόγματα, ὡς ἀράχνης διέλυσας νήματα.

Ἀνδρειόφρονα νοῦν ἐνδειξάμενος, ἅπασαν τυράννων κακίαν ὑπήνεγκας, ἐν φυλακαῖς καὶ μάστιξι, ἐν δεσμοῖς καὶ λιμοῖς ταπεινούμενος.

Θεοτοκίον.

Ὁ κατέχων τὸν γῦρον τῆς γῆς ὡς Θεός, ἐν ταῖς Σαῖς ἀγκάλαις ἁγνὴ περιέχεται, περιγραφῇ τοῦ σώματος, ὁ τῇ θείᾳ μορφῇ ἀπερίγραπτος.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Στεῤῥῷ λογισμῷ, τῶν παθῶν καταμαράνας σὺ τὴν φλόγα, θεόθεν ὤφθης θεῖον ὄργανον, τοῦ παρακλήτου Θεόδωρε· ὅθεν ἀναμέλπων ἐβόας, ἐν παῤῥησίᾳ θεόπνευστε· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὰ θεῖα νυκτός, καὶ ἡμέρας μελετῶν παμμάκαρ λόγια, ἐν διεξόδοις ταῖς τοῦ Πνεύματος, κατεφυτεύθης ἀοίδιμε, καὶ καρποφορήσας εὐκαίρως, τὰς ἀρετὰς Πάτερ ἔκραζες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς πρᾶος φανείς, ἐπιστήμων λογικῆς ἐδείχθης ποίμνης σοφέ, ἣν ἐξέλασας βακτηρίᾳ σου, ἐπὶ πηγὰς ἀναπαύσεως, καὶ ἐπὶ νομὰς ζωηφόρους, πρὸς ἀϊδίου εἰσήλασας, σκηνὰς παμμάκαρ καὶ μονάς, διαιωνίζων Θεῷ.

Θεοτοκίον.

Νόμους λοχείας ἁγνή, μὴ φυγοῦσα ἀληθῶς παρθένος ἔμεινας, καὶ ἀπειράνδρως βρέφος φέρουσα, τὸν πρὸ αἰώνων ἀμήτορα, μόνη ὑπὲρ φύσιν ἐδείχθης, καὶ συλλαβοῦσα καὶ τίκτουσα· τὰ Σὰ γὰρ πάντα ὑπὲρ νοῦν, Δέσποινα θαύματα.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Τῆς ἐγκρατείας τῇ τρυφῇ, ἐλιπάνθης τὴν ψυχήν, θεόφρον Πάτερ, καὶ νεκρώσας τὸ σῶμα, συνεσταυρώθης Χριστῷ, κραυγάζων· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ θεοδώρητος ποιμήν, ὁ τῆς μάνδρας τοῦ Χριστοῦ, θερμὸς προστάτης, ὁ τῶν λύκων διώκτης, καὶ Ὀρθοδόξων φωστήρ, τὸ πάντων μοναζόντων καύχημα, μέμνησο ἡμῶν, πρὸς Θεὸν τῶν σὲ τιμώντων.

Θεοτοκίον.

Καταφυγὴν καὶ ἀσφαλῆ, σωτηρίαν οἱ πιστοί, σὲ κεκτήμεθα· διὸ ῥῦσαι κινδύνων, καὶ πειρασμῶν καὶ φθορᾶς, τοὺς πίστει ἀδιστάκτως σέβοντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Λόγους ὡς λίθους τιμίους, προβαλλόμενος Πάτερ, λαμπρύνεις θεηγόροις διδαχαῖς, τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ποικίλους ἀγῶνας, καὶ ἄθλους ἐνστησάμενος σοφέ, ἐκ χειρὸς τοῦ Κυρίου, τὸν στέφανον ἀπείληφας.

Ἐν τῇ τοῦ Πνεύματος Πάτερ, ἐκπυρούμενος ζέσει, ἀντέστης παῤῥησίᾳ πρὸς ἐχθρούς, καὶ ἀνεκήρυξας Ὅσιε, τὰ τῆς οἰκονομίας, σύμβολα προσκυνεῖσθαι τοῦ Χριστοῦ, ἐν τοῖς πίναξιν ὄντως, ἀξίως χαραττόμενα.

Οἱ διδαχαῖς σου καὶ πόνοις, στηριχθέντες τῇ πίστει, παμμάκαρ ἐκβοῶμεν τῷ Χριστῷ· ἔνθα μονὴ ἀναψύξεως, καὶ δικαίων λαμπρότης, σκηνώσας τὸν θεράποντα τὸν σόν, ταῖς αὐτοῦ ἱκεσίαις, περίσωζε τὴν ποίμνην σου.

Θεοτοκίον.

Σεσαρκωμένον τὸν Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, καθὸ Θεὸς ὑπάρχει ἐκ Θεοῦ, τέτοκας μόνη πανύμνητε, ἐπὶ ἀνακαινίσει, καὶ σωτηρίᾳ πάντων γηγενῶν· διὸ πίστει Σε πάντες, ἀπαύστως μεγαλύνομεν.

 

ΟΚΤΩΒΡΙΟΣ 7. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΑΙΣΑΡΙΟΣ ΔΙΑΚΟΝΟΣ ΚΑΝΩΝ

ΟΚΤΩΒΡΙΟΣ Ζ΄

ΚΑΙΣΑΡΙΟΣ ΔΙΑΚΟΝΟΣ ΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θύματα Χρυσάνθου δὲ Ἀρχιμανδρίτου. Ἀμήν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄ Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Θυμηρεστάτως τε τὸν νοῦν καθάραντες, καὶ τὰς αἰσθήσεις καλῶς, οἱ μελῳδοὶ πάντες, καὶ πιστὴ ὁμήγυρις, τὸν τοῦ Κυρίου Μάρτυρα, καὶ διάκονον θεῖον, ᾠδαῖς ᾀσμάτων ὑμνήσωμεν, νῦν εὐσεβοτρόπως Καισάριον.

Ὑπὲρ τοῦ πόθου τοῦ Χριστοῦ πατρίδα μέν, ἀποσεισάμενος γάρ, ἐκ νεαρᾶς ὄντως, ἡλικίας ἔσπευσας, εὐαρεστῆσαι βέλτιστα, ὦ Καισάριε μάκαρ, Ἀφρῶν τὴν χώραν κατέλιπες, καὶ πρὸς Τεῤῥακίνην ἐλήλυθας.

Μετ’ εὐσεβείας νῦν πιστῶς ὑμνήσωμεν, εὐαρεστοῦντες Θεῷ, τὸν ἱερὸν λίαν, Ἀθλητὴν Καισάριον· πρεσβεύει γὰρ πρὸς Κύριον, ὑπὲρ τῶν ἐκτελούντων, αὐτοῦ τὴν μνήμην πανάριστα, λύσιν τῶν δεινῶν τοῦ δωρήσασθαι.

Ἀστροφεγγὴς ἀναφανεὶς Καισάριος, τὴν τῶν δαιμόνων ἀχλύν, εἰδωλικὴν πλάνην, Τεῤῥακίνης ἔπαυσε, καὶ διαυγάζει πέρατα, ταῖς θαυμάτων ἀκτῖσιν· αὐτοῦ τὴν μνήμην ἀοίδιμον, νῦν εὐσεβοφρόνως ὑμνήσωμεν.

Θεοτοκίον.

Δεδοξασμένα περὶ Σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό Σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Τῆς ἀσεβείας ὁλικῶς, οἱ Τεῤῥακίνης κρατοῦντες, καὶ σπονδὰς ἐπιθυόντων ξοάνοις, ἐν τῇ πρώτῃ καλανδῶν, ἐπιφανεῖς Καισάριε, πάντας τῷ θείῳ λόγῳ, εὐσεβοφρόνως ὡδήγησας.

Ἀνακηρύττων δὲ τρανῶς, τὸν λόγον τῆς ἀληθείας, ὦ Καισάριε ὡς μύστης τῆς ἄνω, Βασιλείας οὐρανῶν, πεπλανημένοις ἔλεγες, ὅτι· ἀδίκως ἄγαν, νέους συνήθως κρημνίζετε.

Χριστομιμήτως ἀδελφοί, ἰχνηλατοῦντες συνέσει, καὶ φρενῶν τὰ αἰσθητήρια πάντα, χαλινοῦντες μὲν καλῶς, Λουκιανοῦ ἐκφεύξωμεν, τὰς ἀθεμίτους πράξεις, καὶ τοὺς Ἁγίους ζηλώσωμεν.

Ῥήμασι θείοις σου κλεινέ, Ἱερομάρτυς Κυρίου, ὁ ναὸς ὁ τοῦ Ἀπόλλωνος πίπτει, καὶ Φιρμῖνος δυσσεβής, ἔνδον αὐτοῦ διώλεσται· ὅθεν ἐν ὕμνοις πάντες, χρεωστικῶς σε γεραίρομεν.

Θεοτοκίον.

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης Ὑψηλοτέρα, Θεοτόκε· Σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν Σῇ γαστρὶ πανάμωμε· διὸ πιστοί Σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Ὑπεριδών, θέαμα λίαν ἐκπλήξεως, τοῦ ναοῦ γάρ, πτῶσιν ὁ Λουξούριος, καὶ ἀσεβῆ θνήξαντα λοιπόν, Φιρμῖνον τὸν θύτην, ὡς μάγον σε ἀποφαίνεται· διὸ σῇ καταδίκῃ, ὦ Καισάριε μάκαρ, ὑπ’ ὄφεως δίκης δικάζεται.

Σὺ καρτερῶν, σφόδρα Καισάριε ἔνδοξε, ἐν εἱρκτῇ τε, ἅμα καὶ ἐν θλίψεσιν, ἐνιαυτὸν τέλειον βληθείς, καὶ ἕτερον μῆνα, σιτίοις ἄγαν τηκόμενος, σαρκὶ δὲ γυμνητεύων, τῷ Σωτῆρι κραυγάζων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Ἄγγελος γάρ, ὄντως Κυρίου ἐφρούρει σε, ἐν παντὶ δέ, τόπῳ σε ἐφύλαττε, καὶ ταῖς θριξὶν Ἅγιε ταῖς σαῖς, τιμίας σου κάρας, τὴν σάρκα ἐγκαλυπτόμενος, σοφὲ Μαρτύρων κλέος, ἱερέων σεμνότης, ὑμνῳδῶν σου μεγίστη ἀντίληψις.

Νουθεσιῶν, Ἅγιε Σὺ οὐκ ἠμέλησας, πάντας στέργων, πάντας προσκαλούμενος, ἐν ἀγορᾷ στῖφος δημοτῶν, δεσμοῖς σε συρόντων, ἀφῆναι ὥραν σε εὔξασθαι· διὸ καὶ φῶς ἀστράπτει, ἐπὶ σὲ τοῦ Κυρίου, θαυμαστῶσαί σε θέλων τοῖς ἔθνεσιν.

Θαῦμα ἰδών, ὑπατικὸς ὁ Λεόντιος, φῶς ἀστράψαν, μάκαρ τὸ αὐγάσαν σε, τὴν διπλοΐδα τὴν ἑαυτοῦ, εὐθὺς ἐπιῤῥίπτει, καὶ πόθῳ σπεύδει σκεπάζων σε· διὸ καὶ ἀνεβόα· βάπτισόν με τὸν πίστει, προσφυγόντα σοι μάκαρ Καισάριε.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε· Σὺ προστάτις· Σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν Σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν Σε γινώσκοντας.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ὁ Λεόντιος πόθῳ, ὑπὸ σοῦ Καισάριε Θεοῦ διάκονε, εὐθὺς βαπτισθεὶς γάρ, μυστηρίων δὲ θείων μετέλαβεν, Ἰουλιανὸς δέ, μεταδιδοὺς αὐτῷ ὁ πρέσβυς, οὐρανίου τε δόξης ἠξίωται.

Ὑπὲρ πάντων δυσώπει, Ἀθλητὰ Καισάριε Χριστὸν τὸν Κύριον, τῶν πιστῶς τελούντων, καὶ πανηγυριζόντων τὴν μνήμην σου, τοῦ δοθῆναι πᾶσι, τὸν ἱλασμὸν καὶ τὴν εἰρήνην, καὶ πυρὸς αἰωνίου ῥυσθῆναι  ἡμᾶς.

Δυσωποῦμέν σε μάκαρ, ἐξαιτεῖν τὸν Κύριον ὑπὲρ τῆς ποίμνης σου, καὶ ἀρχιποιμένος, τοῦ λυτρώσασθαι πάντας ἐκ θλίψεως, καὶ πταισμάτων λύσιν, τοῦ παρασχεῖν καὶ τὴν ὑγείαν, καὶ ψυχῶν σωτηρίαν δεόμεθα.

Εὐεργέτα τῶν ὅλων, δημιουργημάτων Σου Θεὲ καὶ Κύριε, ὁ ἐκ τοῦ μὴ ὄντος, εἰς τὸ εἶναι τὰ πάντα στησάμενος, δώρησαί μοι λόγον, πρὸς τὸ ὑμνεῖν τὸν Ἀθλητήν Σου, καὶ διάκονον ὄντως Καισάριον.

 Θεοτοκίον.

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν Σου κεκτημένη πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Αὐγάζει, τοῦ Ἀθλοφόρου ἡ μνήμη, Καισαρίου τὴν ὑφήλιον πᾶσαν, καὶ τῶν πιστῶν, τὰς καρδίας εὐφραίνει, καὶ τῶν θαυμάτων τῇ αἴγλῃ φαιδρύνεται, πανήγυριν τὴν ἱεράν, ἐκτελοῦντας αὐτῷ μετὰ πίστεως.

Ῥιφῆναι, κατακριθεὶς Καισάριε, ἅμα δὲ Ἰουλιανῷ τῷ μύστῃ, εἰς τὸν βυθόν, τοῦ πελάγους θαλάσσης, καὶ ἐν τῷ σάκκῳ βληθέντες ἀμφότεροι, ἐν ῥεύμασι ποντιστικοῖς, καταχθέντες εἰς γῆν γὰρ ἀνήχθητε.

Χριστὸς δέ, ὁ σθενουργὸς ἐν θαύμασι, καὶ ὑμῖν γὰρ τῶν θαυμάτων τὴν χάριν, παρεσχηκώς, τὰς ἰάσεις δωρεῖται, τοῖς μετὰ πίστεως πόθῳ προστρέχουσι, τοῖς ἱεροῖς ὑμῶν ναοῖς, καὶ χαρᾶς ἐμπιπλῶνται τῆς κρείττονος.

Ἱέμενος, ὁ θεράπων Κυρίου, τῶν σωμάτων τὴν κηδείαν τελέσαι, τῶν ἱερῶν, τῇ νυκτὶ δὲ ἐπέστη, καὶ τῇ ἰσχύϊ Θεοῦ κραταιούμενος, ἐσύλησεν ὁ εὐσεβής, καὶ τιμίως αὐτὰ κατατέθηκεν.

Θεοτοκίον.

Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν, καύχημα Σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ Σῇ κραταιούμεθα, καὶ πόθῳ Σε καὶ τὸν ἐκ Σοῦ, σαρκωθέντα ἀπαύστως δοξάζομεν.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὡς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, δεξαμένη ἔνδοξε, ταῖς ἐκ τῶν ἄθλων σου βολαῖς, λελαμπρυσμένη κραυγάζει σοι· χαίροις ὦ Μάρτυς, Καισάριε ἔνδοξε.

 

ᾨδὴ θ΄. Θεοῦ συγκατάβασιν.

Μαρτύρων τὰ σώματα, Θεοῦ ὁ δοῦλος κατακηδεύσας σεπτῶς, Εὐσέβιος ὁ ἄζυξ, ἐν προσευχῇ τε καὶ ἐν νηστείαις στεῤῥῶς. ἐγκαρτερήσας, νυχθημέραις πέντε γάρ, ἐκδυσωπῶν τὸν Θεόν, τοῦ ἑνωθῆναι αὐτοῖς.

Ἀστράψας ὁ Φῆλίξ τε, Χριστοῦ κηρύγμασι τοῦ βαπτίζειν αὐτούς, εἰς ὄνομα Τριάδος, τοὺς Τεῤῥακίνης προσερχομένους αὐτῷ, τῷ θείῳ μύστῃ, διὸ καὶ συνέψαλλον· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ναμάτων πηγάζετε, σοφοὶ ἰάσεις προσκαλουμένοις ὑμᾶς· διὰ τοῦτο ἐν πίστει, ἐν τῷ τεμένει ἀγαλλομένῳ ποδί, νῦν εἰσιόντες, χορεύοντες ψάλλομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Δριμύττων ὁ δείλαιος, ὠμῶς Λεόντιος Λεοντίου υἱός, περὶ πατρὸς θανάτου, Εὐσέβιόν τε καὶ Φήλικα μέν, ἀποτμηθῆναι, τὰς κάρας κελεύει γάρ, ὁ ἀσεβὴς καὶ ἐχθρός, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ.

Ῥιφῆναι προσέταξε, Χριστοῦ Μαρτύρων θείων τὰ σώματα γάρ, ποταμίοις τοῖς ῥείθροις· ἀλλὰ σωθέντα μέχρι θαλάσσης ἀκτῆς, ἐν τοῖς στροβίλοις, τιμίως ἐφέροντο· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Τριαδικόν.

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές Σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, Σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυές, και συναΐδιον.

Θεοτοκίον.

Παρθένε πανάμωμε, Θεὸν τεκοῦσα τὸν ἀναλλοίωτον, μετὰ τόκον Μαρία, Αὐτὸν δυσώπει ὑπὲρ τῶν δούλων Σου, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας·  εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ἰθυνομένων χάριτι, τοῦ τὰ πάντα τεκτήναντος, ὁ θεοσεβείας ἱερός τε Κουάρτος, Καπώης πρεσβύτερος, περισωθέντα ταῦτα ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτὴν ἐκδυσώπει, τὰς κάρας εὑρεθῆναι, καὶ ἐνδόξως ταφῆναι, αὐτοῦ σὺν τοῖς συμμύσταις, καὶ θείοις Ἀθλοφόροις.

Τετραριθμίους Μάρτυρας, ὁ Χριστὸς ἐστεφάνωσεν, ὡς ἐνιαυτοῦ δὲ τοὺς καιροὺς ἐκόσμησεν· θαυμάτων γὰρ χάρισι, περιφαιδρύνας τούτους σαφῶς, ὡς δημιουργὸν καὶ σθενουργὸν τῶν ἁπάντων· οἱ παῖδες εὐλογοῦσι, ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Οὐ παριδὼν Καισάριος, ἐπισκόπου τὴν αἴτησιν, περὶ θυγατρίου εὐσεβοῦς τε ἄνακτος, ὡς ὄφιν τὸν δαίμονα, περιελκύσας ταύτης εἰπών· τῶν ἱκεσιῶν τε καὶ εὐχῶν ἐσπλαγχνίσθην, τοῦ ὄντως ποιμνιάρχου, καὶ δακρύων τοῖς ῥείθροις· διὸ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὲρ ἡμῶν μνημόνευε, ἱεράρχα Καισάριε, τῶν εὐσεβοφρόνως ἐκτελούντων τὴν μνήμην σου, ῥυσθῆναι κολάσεως, καὶ αἰωνίου τότε πυρός, καὶ τῆς Βασιλείας οὐρανῶν ἀκηράτου, ἔνδον ἀξιωθῆναι, σὺν Ἀγγέλοις τε μέλψαι, Θεῷ τῷ ἐν Τριάδι, ἀπεράντους αἰῶνας.

Τριαδικόν.

Τρισσοφαῆ θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως, γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον ὁμοούσιον Πνεῦμα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸ ἐκλεκτόν Σου ποίμνιον, ὃ εὐδοκήσας Κύριε, ἐκ τῆς Θεοτόκου σαρκωθεὶς εὐλόγησον, εἰς τέλος ἀλώβητον, ἐκ πειρασμῶν ῥυσάμενος, ἵν’ ὀρθοδοξοῦντες εὐχαρίστως βοῶμεν· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.

Ἅπαντες ὕμνοις ἱεροῖς, τὴν τετράριθμον Μαρτύρων ὁμήγυριν, πόθῳ αἰνέσωμεν, Καισάριόν τε σὺν τοῖς συμμάρτυσι, καὶ εὐφρανθῶμεν ἐν ᾠδαῖς, Τριάδα δοξάζοντες, τὴν ἀδιαίρετον, τὴν δοξάσασαν αὐτοὺς ἐν τοῖς θαύμασιν.

Μάρτυρες θεῖοι ἱεροί, τὴν οὐράνιον οἰκοῦντες μητρόπολιν, καὶ σὺν Ἀγγέλοις ἀεί, ὑμνοῦντες αἶνον Θεῷ τρισάγιον, ἐκδυσωπήσατε Αὐτόν, παῤῥησίαν ἔχοντες, δι’ ὃν ἠθλήσατε, τοῦ λυτρώσασθαι ἡμᾶς πάσης θλίψεως.

Ἤμβλυναν πλάνην τοῦ ἐχθροῦ, καὶ κατέῤῥαξαν αὐτὴν καὶ διώλεσαν, ὄντως οἱ Ἅγιοι, Θεοῦ ἰσχύϊ ἐνδυναμούμενοι, καὶ κατεφώτισαν πιστῶν, καρδίας διδάγμασι, καὶ νῦν πρεσβεύουσι, καὶ λυτροῦνται ὑμνῳδοὺς ἐκ τῶν θλίψεων.

Τριαδικόν.

Νήφοντες θεῖοι μελῳδοί, τὴν ἀόριστον οὐσίαν δοξάσωμεν, τὴν τρισυπόστατον, Πατρὸς Υἱοῦ τε Ἁγίου Πνεύματος· περιορίζουσα τὸ πᾶν, καὶ πάντα συνέχουσα, πληροῦσα σύμπαντα, ἡ Θεότης ἣν πιστοὶ μεγαλύνωμεν.

Θεοτοκίον.

Ἔντεινε καὶ κατευοδοῦ, καὶ βασίλευε Υἱὲ Θεομήτορος, Ἰσμαηλίτην ἐχθρόν, καθυποτάσσων τὸν τυραννοῦντα ἡμᾶς, τῷ φιλοχρίστῳ Βασιλεῖ, πρεσβείαις δεόμεθα, τῆς κυησάσης Σε, ἀπειράνδρου ὁ Θεὸς ὡς φιλάνθρωπος.