Τρίτη 2 Μαΐου 2023

ΙΟΥΝΙΟΣ 23. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΥΣΤΟΧΙΟΣ & ΣΥΝ ΑΥΤῼ ΚΑΝΩΝ

 

ΙΟΥΝΙΟΣ ΚΓ΄

ΕΥΣΤΟΧΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεπτὴν ἐπαινῶ Μαρτύρων νῦν πεντάδα. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.

Στεφηφοροῦντες τῷ βήματι τοῦ Χριστοῦ, παρεστῶτες Μάρτυρες, καὶ φωτὶ θεαρχικῷ, πάντοτε λαμπόμενοι ἡμᾶς, φωτισμοῦ πνευματικοῦ, τυχεῖν πρεσβεύσατε.

Εὐστοχωτάτως τῇ πίστει τῇ τοῦ Χριστοῦ, προσελθὼν Εὐστόχιε, ἐχρημάτισας Αὐτοῦ, ἱερεὺς πανθαύμαστος σοφέ, καὶ γενναῖος ἀθλητής ὅθεν τιμῶμέν σε.

Πολυειδεῖς Μάρτυς πόνους διὰ Χριστόν, τὸν σταυρὸν καὶ θάνατον, ὑπομείναντα σαρκί, καρτερῶς ὑπέμεινας καὶ νῦν, πόνους παύεις τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

Τοὺς Ἀθλητὰς τοῦ Κυρίου Γαϊανόν, Πρόβην καὶ Εὐστόχιον, καὶ Οὐρβάσιον ὁμοῦ, καὶ Λουλοὺν τιμήσωμεν πιστοί, καθελόντα τῶν ἐχθρῶν, τὰ μηχανήματα.

Θεοτοκίον.

Ἡ τὸν ἀχώρητον λόγον ὑπερφυῶς, ἐν γαστρὶ χωρήσασα, ἀπολύτρωσαι ἡμᾶς, πάσης περιστάσεως ἁγνή, καὶ κολάσεως πυρός, διαιωνίζοντος.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Νοΐ κατεῖδες καθαρῷ, τῇ θεογενεσίᾳ, προσελθὼν Ἀθλοφόρε, ἐν ἐκστάσει γεγονώς, τὴν δόξαν τὴν τοῦ Θεοῦ, βεβαιοῦσαν, πίστει τὴν καρδίαν σου.

Εὐτόνως Μάρτυς τοὺς ξεσμούς, ἤνεγκας θείῳ σθένει, δυναμούμενος μάκαρ, τοῦ Βασιλέως Χριστοῦ, καὶ καταράσσων ἐχθροῦ, τὰς ἐπάρσεις, μέγιστε Εὐστόχιε.

Πολλὰς βασάνους ἐνεγκών, καὶ τυπτόμενος μάτην, ὥσπερ πάσχοντος ἄλλου, τῶν μαστίγων τοὺς ξεσμούς, Γαϊανὲ Ἀθλητά, οὐκ ᾐσθάνου, πίστει κραταιούμενος.

Θεοτοκίον.

Ἀφλέκτως ἤνεγκας τὸ πῦρ, τῆς θεότητος Κόρη· Σὲ γὰρ πόῤῥωθεν βάτος, προεικόνιζεν σεμνή, σπαργανουμένη πυρί, καὶ μηδ’ ὅλως, φλεγομένη ἄχραντε.

 

 

Κάθισμα. Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.

Ἀνδρειοτάτῳ λογισμῷ, Ἀθλοφόροι τὸν δρόμον, τοῦ μαρτυρίου τοῦ σεπτοῦ, διανύσαντες ἅμα, ἐτύχετε τῶν αἰωνίων ἀγαθῶν, καὶ εὕρετε, τὴν ἀτελεύτητον ζωήν, ἐν οὐρανοῖς χορεύοντες, σὺν πᾶσι ἐκλεκτοῖς, μεθ’ ὧν ὑμᾶς τιμῶμεν.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ἱστίῳ Μάρτυρες, σταυροῦ πτερούμενοι, τῶν βασάνων ἀβρόχως, τὸ χαλεπόν, πέλαγος διήλθετε, καὶ πρὸς λιμένας οὐρανῶν, Βασιλείας κατηντήσατε.

Νοὸς στεῤῥότητι, σοφὲ Εὐστόχιε, σπαθιζόμενος Μάρτυς, οὐ τοῖς γλυπτοῖς, σέβας ἐναπένειμας· ἕνα γὰρ ἔσεβες Θεόν, ἐν Τριάδι προσκυνούμενον.

Ὡς ἄλλου πάσχοντος, σαφῶς διέκεισο, παναοίδιμε Πρόβη, κατὰ μαζῶν, ξεομένη πάνσεμνε, καὶ ἐπὶ ξύλου ἀνδρικῶς, κρεμαμένη ἀξιάγαστε.

Μαρτύρων στίγμασι, καλλωπιζόμενος, ἀνηρτήθης ἐν ξύλῳ, ὡς ὁ Χριστός, μέγιστε Οὐρβάσιε, τῇ ἀφαιρέσει τῆς δορᾶς, τὴν φθορὰν ἀποδυόμενος.

Θεοτοκίον.

Ἁγία Δέσποινα, ἡ τὸν πανάγιον, ὑπὲρ ἔννοιαν λόγον, ὑπερβολῇ, τέξασα χρηστότητος, τοὺς ἀνυμνοῦντάς Σε ἀεί, τῇ πρεσβείᾳ Σου ἁγίασον.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Ῥήμασι θείοις τῷ δυσσεβεῖ, Μάρτυς ἀντετάξω ἀνδρικῶς, καταπλαγέντι τὴν δύναμιν, τοῦ ἐν σοὶ λαλοῦντος, Χριστοῦ Εὐστόχιε, Ὃν αἴτησαι σωθῆναι, τοὺς εὐφημοῦντάς σε.

Τὰς αἰωνίους ἀποσκοπῶν, μέγιστε Εὐστόχιε μονάς, καὶ ἀναπαύσεις ὑπέθηκας, ξίφει τὸν αὐχένα, καὶ ταῖς τοῦ αἴματος, ῥάνισιν ἀθεΐας, τὸ πῦρ ἀπέσβεσας.

Ὑπὸ τῆς χάριτος κρατυνθείς, ὁ Γαϊανὸς ὁ εὐκλεής, πάθος σεπτὸν ἐξεικόνισε, καὶ διὰ θανάτου, τὴν ἀτελεύτητον, ζωὴν κληρονομῆσαι, νῦν κατηξίωται.

Θεοτοκίον.

Ῥῦσαι τοὺς δούλους Σου ἀπειλῆς, πάσης ἐναντίας καὶ πυρός, διαιωνίζοντος Δέσποινα, καὶ τῆς ἐν τῷ ᾍδῃ, φρικτῆς κολάσεως, ὡς μόνη προστασία, βεβαία πάντων ἡμῶν.

 

 

 

 

 

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Ὡς ῥόδα ἀμάραντα, ἐγνωρίζοντο πυρός, ἐν μέσῳ αἱ νεάνιδες· ἥλους δεξάμεναι δὲ κατὰ μαζῶν, Χριστοῦ ἐξεικόνισαν, τὸ μακάριον πάθος, προθυμότατα.

Νοὸς ἀνδρειότητι, τῶν μασθῶν τὴν ἐκτομήν, Λουλοὺς καὶ Πρόβη ἤνεγκαν, ὑπομονῆς ἐκτρέφουσαι καθαρῷ, τοὺς ἔμφρονας γάλακτι, μιμουμένους τὰς τούτων, προτερήματα.

Ναὸς ἐχρημάτισας, τῆς Τριάδος καθαρός, Μάρτυς σοφὲ Εὐστόχιε, καὶ ἱερεὺς ἀναίμους φέρων Θεῷ, θυσίας ἐν χάριτι, καὶ τυθεὶς ὡς ἀρνίον, δόξης ἔτυχες.

Θεοτοκίον.

Ὑμνοῦμεν πανύμνητε, καὶ δοξάζομεν πιστῶς, τὴν ὑπὲρ νοῦν λοχείαν Σου, δι’ ἡμεῖς ἐῤῥύσθημεν τῆς ἀρᾶς, καὶ τὴν αἰωνίζουσαν, εὐλογίαν κερδῆσαι, ἠξιώθημεν.

 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Εὐστοχίου πρεσβυτέρου, Γαΐου (ἤ Γαϊανοῦ) καὶ τῶν τέκνων αὐτοῦ Λολλίας (ἤ Λουλώ), Πρόβη καὶ Οὐρβανοῦ (ἤ Οὐρβασίου).

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Νόμους θείους συνετήρησας Εὐστόχιε, Θεοῦ τοῦ παντοκράτορος, καὶ ἐξέκλινας, παρανόμων πάντων τὰς βουλάς· νομίμως ἀθλήσας δὲ σοφέ, τῶν αἰωνίων ἀγαθῶν, γέγονας μέτοχος.

Παρετάξασθε πρὸς πάσας τοῦ ἀλάστορος, τὰς ἀοράτους φάλαγγας, κραταιούμενοι, Ἀθληταὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ, καὶ ταύτας ὀλέσαντες στεῤῥῶς, ἀμαραντίνους ἐκ Θεοῦ, στεφάνους ἤρασθε.

Ἐπαινέσωμεν Εὐστόχιον τὸν ἔνδοξον, καὶ Πρόβην καὶ Οὐρβάσιον, καὶ Γαϊανόν, καὶ Λουλοὺν τοὺς Μάρτυρας Χριστοῦ, πολλὰς ὑπομείναντας ποινάς, καὶ πρωτοτόκων ἐν σκηναῖς, αὐλιζομένους ἀεί.

Θεοτοκίον.

Νεκρωθέντα με Παρθένε παναμώμητε, ἀμέτροις παραβάσεσι, ζωοποίησον, τὴν ζωὴν τεκοῦσα τοῦ παντός, καὶ σῶσον βοῶντα ἐμμελῶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Τῶν ῥημάτων τὰ βέλη, Μάρτυς Εὐστόχιε, ἀκοντίσας εὐστόχως, ἐν ταῖς ψυχαῖς τῶν ἐχθρῶν, τούτους παντελεῖ, ἀπορίᾳ παρέπεμψας, σῶος διαμείνας, καὶ ἄτρωτος παμμάκαρ.

Ἀναρτήσει ἀδίκῳ, δεινῶς ξεόμεναι, καὶ λαμπάσι τὰ στέρνα, ἐκδαπανώμεναι, Πρόβη καὶ Λουλούς, εὐχαρίστως ὑπέφερον, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεσμευθέντες τῷ πόθῳ, τοῦ Παντοκράτορος, δεδεμένοι πρὸς πεῖραν, βασάνων ἤχθητε, πάσας δὲ ἐχθροῦ, μηχανὰς διαλύσαντες, στέφος Ἀθλοφόροι, ἐδέξασθε τῆς νίκης.

Θεοτοκίον.

Ἀποῤρήτῳ ἑνώσει, Θεὸς σεσάρκωται, ἐξ ἁγνῶν Σου αἱμάτων, ὁ ὑπερούσιος, ἄχραντε ἁγνή, Θεοτόκε πανύμνητε, ἑαυτῷ ἑνώσας, τὰ πάλαι διεστῶτα.

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰσχὺς ἀφήρηται τοῦ ἀλάστορος· ταῖς τῶν σεπτῶν, καὶ θείων Ἀθλοφόρων ἐνστάσεσι, κατεβλήθη αὐτοῦ τὰ φρυάγματα, τοῦτον γὰρ συμπαντοῦντες, οἱ μεγαλόφρονες, χαίρουσιν βραβεῖα ἐκ Θεοῦ, νίκης δεξάμενοι.

Ὡς φῶς ἀστέρες ὡς φαεινότατοι, τὸν νοητόν, κοσμεῖτε οὐρανὸν ἀξιάγαστοι, πρωτοτόκων σκηναῖς αὐλιζόμενοι, καὶ τῆς πολυθεΐας, σκότος διώκετε, καὶ τὰς διανοίας τῶν πιστῶν, καταλαμπρύνετε.

Συνὼν Εὐστόχιε ἀξιάγαστε, ὡς ἱερεύς, καὶ Μάρτυς ἀσωμάτοις δυνάμεσιν, σὺν αὐταῖς τὸν Σωτῆρα ἱκέτευε, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν, ἅπασι δωρήσασθαι ἡμῖν, τοῖς εὐφημοῦσί σε.

Ἡμῶν ἁγία πεντὰς μνημόνευε, πανευκλεῶν, Μαρτύρων ἐν ἀῤῥήτῳ φαιδρότητι, τῇ Τριάδι ἀεὶ παριστάμενοι, ὅπως πταισμάτων λύσιν, ἅπαντες λάβωμεν, οἱ ἐπιτελοῦντες τὴν φαιδράν, ὑμῶν πανήγυριν.

Θεοτοκίον.

Φωνὴν προσάγομεν χαριστήριον, Σοὶ τῇ Μητρί, τοῦ λόγου ὥς ποτε ὁ Ἀρχάγγελος, χαῖρε λέγοντας θρόνε πυρίμορφε· χαῖρε φωτὸς νεφέλη· χαῖρε ἡ γέφυρα, ἡ ἀπὸ θανάτου πρὸς ζωήν, πιστοὺς μετάγουσα.

 

 

 

 

 

 

Δευτέρα 1 Μαΐου 2023

ΙΟΥΝΙΟΣ 22. ΟΣΙΟΣ ΒΑΣΙΛΕΙΟΣ ΠΑΤΕΛΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΝΙΟΣ ΚΒ

ΒΑΣΙΛΕΙΟΣ ΠΑΤΕΛΑΡΙΑΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια τοῦ Ἁγίου γ’. Ἦχος γ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Μοναζόντων τὸ καύχημα, σωφροσύνης ὑπόδειγμα, ἐγκρατείας ἄσειστος στῦλος πέφηνας, ὑπογραμμὸς ἀκριβέστατος, γενόμενος Ὅσιε· θεοφρόνως γὰρ σαυτόν, ἀληθῶς διετήρησας, ἀκηλίδωτον, τῷ Χριστῷ παραστῆσαι, σκεῦος Πάτερ, ἐφιέμενος διόπερ, σὺν τοῖς Ἀγγέλοις ἀγάλλει ἀεί.

 

Τίς ἐξείποι Βασίλειε, ἢ ἐκφράσαι δυνήσεται, τῶν κατορθωμάτων σου τὰ ἐξαίσια· καὶ γὰρ βροτεία διάνοια, εἰς τέλος ἐκπλήττεται, ἐπαΐουσα τῆς σῆς, ἀσκήσεως τὸ μέγεθος, τήν τε πάννυχον, ἀγρυπνίαν καὶ στάσιν, θεοφόρε, καὶ θαυμάζουσα δοξάζει, τὸν σὲ δοξάσαντα Κύριον.

 

Τὸν καθηγέτην μιμούμενος, Ἰωάννην ἀοίδιμε, τοὺς ἀρίστους τρόπους τούτου ἐξίχνευσας· ὅθεν ποιμὴν θαυμαστότατος, σαφῶς καὶ διάδοχος, ὑπ’ αὐτοῦ παναληθῶς, προκεχείρισαι Ὅσιε, καὶ ἐπηύξησας, φοιτητῶν τὰς ἀγέλας, σοῦ τὴν ποίμνην, ἐκ παντοίας ἐπηρείας, διαφυλάττων ἀλώβητον.

 

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον

Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με πάναγνε, νῦν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχει, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀῤῥήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Βασίλειον, εὐλάλοις ἔπεσι κροτῶν ἄδω, πρόσηλυς πένης.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Βασιλευόντων Βασιλέα Κύριον, Πάτερ Βασίλειε, ἐπεγνωκὼς μόνον, τὰ δὲ κόσμου ἅπαντα, φθαρτὰ λιπὼν καὶ ἄστατα, τὸν σταυρόν σου ἐπ’ ὤμων, ἐπάρας τούτῳ προσέδραμες, ὅπως κερδανεῖς τὰ ἐμμένοντα.

Ἀνεπιστρόφῳ τῷ ποδὶ ἐμάκρυνας, Πάτερ Βασίλειε, ἐν ταῖς ἐρήμοις φεύγων, καὶ ἐναυλιζόμενος, Θεὸν ὡς προσδεχόμενος, τὸν σὲ σώζοντα· ὅθεν, καὶ σέσωκέ σε προσάγοντα, πλοῦτον δαψιλῆ ἐκ τῶν πόνων σου.

Σωτηριώδη τὴν φωνὴν τὴν ἄψευστον, Πάτερ Βασίλειε, ἐνωτισθεὶς χεῖρας, ἐπ’ ἀρότρῳ ἔθηκας, ἀνεπιστρόφως Ὅσιε· ὅθεν εὔθετος ὤφθης, ἐκ πόνων ἅμα καὶ πράξεων, εἰς τὴν ποθεινὴν Βασιλείαν Αὐτοῦ.

Ἱερουργήσας ἑαυτὸν τῷ Κτίστῃ σου, Πάτερ Βασίλειε, καὶ ὡς κωφὸς βύσας, στόμα καὶ ὡς ἄλαλος, τῷ ποδηγοῦντι ποΰθηκας, σεαυτὸν ὡς πιστεύσας, εὐχαῖς σωθῆναι ταῖς τούτου σοφέ· ὅθεν τοῦ σκοποῦ οὐκ ἀπέτυχες.

Λαμπαδηφόρον τὴν αὐγὴν θεώμενος, Πάτερ Βασίλειε, τοῦ ποδηγοῦ ὤφθης, ἀληθὲς ἐκτύπωμα, καὶ ἀρετῆς εἰκόνισμα· ἀλλ’ ἱκέτευε μάκαρ, ὑπὲρ τῶν πίστει αἰτούντων σε, σοῦ ἐπιτυχεῖν τῆς μεθέξεως.

Θεοτοκίον.

Ἐν ταῖς χερσί Σου Παρθένε βαστάσασα, τὸν τοῦ παντὸς Ποιητήν, ὑπερφυῶς Μήτηρ, ὤφθης καὶ διέμεινας, ἁγνὴ καὶ μετὰ γέννησιν· ὅθεν Σε Θεοτόκον, Κυρίως πάντες δοξάζομεν, τὴν καταφυγὴν καὶ προστάτιν ἡμῶν.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ἰσοστασίως τῇ ψυχῇ, τὸν κόσμον προλελεγμένου, μὴ ὑπάρχειν παρὰ τοῦ Θεοῦ Λόγου, ἐζημίωσαι αὐτόν, ἵνα Χριστὸν κερδήσας δειχθῇς, τῶν ἐντολῶν τῶν τούτου, φύλαξ παμμάκαρ Βασίλειε.

Οὐκ ἐξαρκέσω ἐξειπεῖν, τοὺς πόνους σου κατ’ ἀξίαν, οὓς Θεῷ δι’ ἐγκρατείας προσῆγες, ἀγρυπνίαις καὶ εὐχαῖς, καὶ στάσεσι παννύχοις τελῶν· ἀλλ’ ἐπόμβρισον λόγον, μάκαρ εὐχαῖς σου Βασίλειε.

Νομοθεσίᾳ τοῦ σοφοῦ, ποιμένος σου Ἰωάννου, ἐπιβὰς ὀχήματι πολυδρόμῳ, ἐπτερώθης ἀναβάς, εἰς ὕψος ταπεινώσεως, καὶ νικητὴς δαιμόνων, ὤφθης παμμάκαρ Βασίλειε.

Ἐν βαθυτάτοις τῆς ψυχῆς, ταῖς αὔλαξί σου τὸν σπόρον, εἰσεδέξω τοῦ σωτηρίου λόγου, καὶ προσήγαγες Χριστῷ, καρπὸν ἑκατοστεύοντα, τοῦτον ἀπαύστοις ὕμνοις, Πάτερ γεραίρων Βασίλειε.

Ὑποπιάζων καρτερῶς, τῷ σῶμα τῇ ἐγκρατείᾳ, καὶ ἰσχύϊ τοῦ Σταυροῦ τοῦ Κυρίου, ἀντετάξω εἴπερ ἐκεῖνος, τῷ νόμῳ ἀντιστράτηγον, αἰχμαλωτεύσας τοῦτον, ὑπὲρ ἐκείνου Βασίλειε.

Θεοτοκίον.

Λόγοις τὸν τόκον Σου ὑμνεῖν, οἱ νόες ἐξαποροῦσιν, ὦ Μητράνασσα ἁγνὴ Θεομῆτορ· ἀλλ’ αὐτὴ ὑπὲρ ἡμῶν, ἀπαύστως ἱκετεύοις Χριστόν, ἐκ τῶν παθῶν ῥυσθῆναι· Σὺ γὰρ ἡμῶν ἡ βοήθεια.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀσκήσει ἐμάρανας τὰς τῆς σαρκὸς ἡδονάς, καὶ σάρκα ἐλέπτυνας δι’ ἐγκρατείας πολλῆς, Βασίλειε Ὅσιε, πᾶσαν τοῦ διαβόλου, τὴν ἰσχὺν καταλύσας· ὅθεν καὶ μετὰ τέλους, εἰληφὼς τοὺς στεφάνους, πηγάζεις τοῖς ὑμνοῦσί σε, Πάτερ θαυμάτων κρουνούς.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ Σου, φθαρεῖσαν ἐν πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον

Ὑψούμενος ὕψωσας τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες τῇ ἀνυψώσει τῇ σῇ, ὦ φῶς τῶν ὀμμάτων μου. Δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως, φέρε Σταυρόν, τοὺς Ἥλους, καὶ τὸν Σπόγγον, τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας, τὴν χάριν ἑβράβευσας.

 

ᾨδὴ δ΄. Σύ μου Χριστέ.

Ἀποσκοπῶν, μάκαρ τὰ ἄνω καὶ κρείττονα, τῆς γαστρός σου, λίαν κατεκράτησας, ταῖς πατρικαῖς χαίρων διδαχαῖς· ὅθεν τῇ ἐκβάσει, ἐφάνης τούτῳ πανδόκιμος· διὸ καὶ διπλαρίθμως, ἀναπέπαυται πνεῦμα, τὸ Θεοῦ ἐπὶ σὲ παμμακάριστε.

Λόγου Θεοῦ, ἀκουτισθεὶς μακαρίζοντος, τοὺς πεινῶντας, τὴν δικαιοσύνην ἀεί, χαίρων τροφαῖς ταῖς τοῖς ἀδελφοῖς, ἐκπεριττευούσαις, ἀρκούμενος εὐχαρίστεις Θεῷ, αἰτούμενος πιπλᾶσθαι, τῆς ἐκεῖ ἀϊδίου, καὶ ἀφθάρτου τρυφῆς ὦ Βασίλειε.

Ὅλον σαυτόν, ἔσπευσας πρᾶον καὶ ἥσυχον, ἀναδεῖξαι, Ὅσιε Βασίλειε, τῷ πλαστουργῷ καὶ παμβασιλεῖ, ὅπως ἐπιβλέψει, ἐν οἴκτῳ ἐπί σε Κύριος· διὸ καὶ φερωνύμως, τὸ ποθούμενον εὗρες, ἐν ἀφθάρτῳ τῷ χώρῳ σκηνούμενος.

Ἴσως σαυτῷ, Ὅσιε θέλων ἀνάγεσθαι, τοὺς πλησίον, λόγῳ καθικέτευες, πρὸς τὴν ζωὴν Πάτερ ὁδηγῶν· ὅθεν ὁ ἀλάστωρ, ἐχθρὸς τῷ φθόνῳ βαλλόμενος, λαλῆσαι δι’ ὀργάνου, ἐκτολμᾷ ἀλλ’ ἡττᾶται, συντριβεὶς ὁ παράφρων καὶ δόλιος.

Σωφρονισμοῦ, χάριν ὁ φλήναφος ἄνθρωπος, τῇ προνοίᾳ, κρείττονι παιδεύεται, τοῦ μὴ λαλεῖν κατὰ τῶν Χριστοῦ, δούλων φλυαρίας, ἀλλ’ αὖθίς σου διασώζεται, εὐχαῖς ὦ θεοφόρε, παιδευθεὶς ἀδιστάκτως, ἀρετῆς τῆς ἐνθέου τὰ ἔπαθλα.

Ἐν πρακτικοῖς, ὁ ποδηγέτης θεώμενος, εὐπραγοῦντα, τρόποις τε καὶἤθεσι, σὲ ἐκτενῶς τὸν Δημιουργόν, πάντων ἱκετεύει, εὐχαῖς γενέσθαι οἰκήτορα, τῆς θείας σκηπτουχίας· ὅθεν καὶ εἰσηκούσθη, παρ’ οὗ καὶ ἐπεπόθει Βασίλειε.

Θεοτοκίον.

Ἕνα ἡμῖν, ὦ Θεοτόκε ἐκύησας, τῆς Τριάδος, ἄτρεπτον ἀσύγχυτον, τῇ τοῦ Πατρὸς ἄχραντε βουλῇ, καὶ τῇ συνεργείᾳ, τοῦ Πνεύματος διαμείνασα, παρθένος μετὰ τόκον· ὅθεν Σε καταχρέως, γενεαὶ γενεῶν μακαρίζομεν.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Πρὸς ἀνάβασιν σπεύδων, ἀξιομνημόνευτον τῆς ταπεινώσεως, ἐφυλάξω ὅπως, τὸν πλησίον σου ἐν ἑνὶ ῥήματι, μήπως σκανδαλίσαι· ὅθεν πρὸς φῶς τῆς ἀϊδίου, μετετέθης ζωῆς ἀγαλλόμενος.

Ἐν ἐλπίδι καὶ πίστει, τοῦ καθηγεμόνος σου καὶ ἀοιδίμου Πατρός, Ἰωάννου τρόπους, ἀνεμάξω ζηλώσας ἀσκήσεσιν· ὅθεν ἐγεήθει, βλέπων ἐν σοὶ Πνεύματος αἴγλην, ἀπαστράπτουσαν Πάτερ Βασίλειε.

Σωτηρίαν πηγάζεις, πίστει ἀδιστάκτῳ σοφὲ τῷ ὁμαίμονι, καὶ ῥοῆς αἱμάτων, σεσηπότων λυτροῦσαι τειχίσας αὐτόν, τοῦ σταυροῦ τῷ ὅπλῳ, καὶ ζωτικῶν καὶ ἀκηράτων, μυστηρίων μεθέξει Βασίλειε.

Ἰατρεύεις ἁφῇ σου, σοῦ τὸν ἀδελφόπαιδα Πάτερ Βασίλειον, τῶν τεκόντων πίστει, ἀκλινεῖ πρεσβευσάντων Βασίλειε, πατρικαῖς πρεσβείαις, θωρακισθεὶς καὶ τῷ σημείῳ, τοῦ Σταυροῦ τοῦ Θεοῦ τῶν δυνάμεων.

Κατετάκη σου μάκαρ, σφόδρα τὸ σαρκίον τοῖς κόποις κλονούμενος, καὶ ταῖς ἀγρυπνίαις, ὡς ἐδείκνυ ἡ ἄμορφος ὅρασις· σὺ δὲ ἐπ’ ἐλπίδι, ἀποσκοπῶν τοῖς ἀκηράτοις, ἐκαρτέρεις σταυρῷ δυναμούμενος.

Θεοτοκίον.

Ῥῦσαι τῶν παθημάτων, Κόρη Θεομῆτορ, καὶ σῶσον τοὺς λάτρας Σου, καὶ τυράννων θράση, καὶ βουλὰς τὰς ἀθέους κατέβαλες, ὅτι Σε προστάτιν, χριστιανοὶ πρὸς τὸν Υἱόν Σου, καὶ ἀκράδαντον τεῖχος κεκτήμεθα.

 

ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.

Ὅλον σου τὸ νοερόν, πρὸς τὸ ὄντως ἐραστὸν ἀνατείνας, ἐγρηγορῶν συστέλλεις, παννυχίως Βασίλειε, τὸ σαρκίον κατατήκων, τοῖς πόνοις σου Ὅσιε, καὶ τὸν ὕμνον, καταλιμπάνων ὁμοτρόποις σου.

Τίμιος ἀναδειχθείς, Ἰωάννου τοῦ κλεινοῦ σου ποιμένος, σὺ μιμητὴς παμμάκαρ, τοῖς δυσὶν δι’ ἐλαίου, τὴν ὑγίειαν διδούς, καὶ τὸν μὲν αἵματος ῥύσεως, θάτερον δέ, τοῦ πυρετοῦ ἀπελυτρώσω σοφέ.

Ὦ πίστις ἡ ἀκλινής, καὶ πτωχεία ἡ ἐν σοὶ γνωρισθεῖσα, καὶ πρὸς Θεὸν τὸν κτίστην, σὲ ὑψώσασα Ὅσιε, χαρισμάτων τε ῥοαῖς, σὲ καταρδεύσασα, καὶ πανσόφων, θεωρημάτων ὦ Βασίλειε.

Θεοτοκίον.

Νύμφην Σε ὡς ἀληθῶς, καὶ Μητέρα τοῦ Θεοῦ τῶν ἁπάντων, δουλοπρεπῶς ὑμνοῦντες, οἱ πιστοὶ μακαρίζομεν· διὰ Σοῦ γὰρ τῆς ἀρᾶς, πάντες ἐῤῥύσθημεν, τῇ ἑνώσει, τῇ τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Βασιλείου, ἡγουμένου τῆς Μονῆς τῆς Πατελαρίας.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀπεσκόπεις θεόφρον, παραστῆναι ἀμέμπτως, τῷ Ποιητῇ καὶ Θεῷ, καὶ λόγῳ τε καὶ βίῳ, τὴν ποίμνην ἐποδήγεις, πρὸς μονὰς οὐρανίους βοῶν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Διαπλέων θεόφρον, ὑπὸ τοῦ σοῦ ποιμένος, ἐν ἑσπερίοις σταλείς, πνευμάτων ἀπειλούντων, ἀπόγνωσιν πλωτῆρσιν, τρικυμίαν κατεύνασας, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὥς ποτε ἡ αἱμόῤῥους, Ἰησοῦ ἐκ κρασπέδων, ῥῶσιν προσήκατο, ὡσαύτως ἡ πιστῶς σοι, παμμάκαρ προσελθοῦσα, ἰαθεῖσα ἐκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Παῤῥησίᾳ παμμάκαρ, τὸν Χριστὸν Θεὸν εἶναι, πάντων ἐκήρυξας, ἐνώπιον ἀθέων, καὶ μάρτυς τῇ προθέσει, ἀληθὴς ἀναδέδειξαι, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ῥητορεύουσαι γλῶσσαι, ἀποροῦσι τὸν τρόπον, τῆς Σῆς κυήσεως, ἐκφράσαι Θεοτόκε· διὸ ὦ βασιλίδα, προσκυνοῦντες βοῶμέν Σοι· χαῖρε ἡ μόνη ἐλπίς, τῶν Σε ἀνευφημούντων.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Οὐρανοδρόμος Ὅσιε, Ἀθλοφόρων χορεία Χριστῷ, ἐκ τῶν σῶν θρεμμάτων τετραρίθμως θύεται, τυράννους αἰσχύνασα, καὶ τὰς δαιμόνων ὕδρας ὁμοῦ, καὶ σὺν Ἀσωμάτοις γεγηθῶσα κραυγάζει· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σὺν Ἀθληταῖς χορεύοντες, καὶ Ὁσίοις ἀοίδιμοι, καὶ τῆς ἀκηράτου τηλαυγῶς μετέχοντες, ζωῆς παμμακάριστοι, τὸν τῶν ἁπάντων κτίστην Θεόν, καὶ δημιουργὸν καὶ λυτρωτὴν δυσωπεῖτε, ὑπὲρ τῶν ἀνυμνούντων, τὴν σεπτὴν ὑμῶν μνήμην, ῥυσθῆναι ἐκ παντοίων, κινδύνων τε καὶ βλάβης.

Ἣν εὐσεβῶς ἐλάτρευσας, ἐν ἀγῶσιν Βασίλειε, πόνοις καὶ νηστείαις καὶ εὐχαῖς καὶ δάκρυσι, Τριάδα τὴν ἄναρχον, περιαυγάζει νῦν σε τρανῶς, μέλπειν ἔνθα ἦχος τῶν σε ἑορταζόντων· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λαμπροφανὴς γεγένηται, ἡ σεπτὴ πολιτεία σου, καὶ ἡ ἐκδημία πρὸς Θεὸν Βασίλειε, φαιδρὰ καὶ χαρμόσυνος, ἣν εὐφημοῦντες ὕμνοις ᾠδῶν, τῷ Δημιουργῷ καὶ Λυτρωτῇ μελῳδοῦμεν· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑμνολογῶν Βασίλειε, σὺν Ὁσίοις τὸν Κύριον, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ὃν ἔθου προΐστασθαι, τῆς λογικῆς σου ποίμνης σοφέ, μετὰ τοῦ ποιμνίου καὶ τῶν σε δυσωπούντων, καὶ πόθῳ μελῳδούντων· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Υἱὸς ὁμοούσιος, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, μόνος κατοικεῖ ἐν μήτρᾳ Σου πανάμωμε, τὸν ἄνθρωπον ὅλον μέν, ἀναλαβὼν ὡς οἶδεν αὐτός, σώσας τε τῆς πλάνης τῶν εἰδώλων θεοῖ με· διό Σε Θεοτόκε, ὡς ἐλπίδα τοῦ κόσμου, ἀεὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἔφριξε, πᾶσα ἀκοή.

Σῶσόν μου, Πάτερ προσευχαῖς, ταῖς πρὸς Κύριον ἀπαύστοις τὸ ποίμνιον, περικυκλούμενον, ἐθνῶν ἐφόδοις, καὶ περιστάσεσιν, καὶ διανύσαι εὐμαρῶς, αὐτὸ καταξίωσον, τὸν δρόμον Ὅσιε, τῆς ἀσκήσεως καὶ πίστει κρατύνεσθαι.

Πρόσαγε, Πάτερ τὰς λιτάς, δυσωπούμενος Χριστῷ τῷ Θεῷ ἡμῶν, σὺν τῷ ποιμένι σου, ἀδιαλείπτως, ὑπὲρ τῆς ποίμνης σου, ῥυσθῆναι πάσης ἀπειλῆς, ἐχθρῶν καὶ κακώσεως· σὲ γὰρ ἐν ᾄσμασιν, εὐφημεῖ καὶ μακαρίζει Βασίλειε.

Ἔσπευσας, Ὅσιε θερμῶς, διελθεῖν τὸ σκάμμα τὸ τῆς ἀσκήσεως, πόνοις καὶ δάκρυσι, καὶ χαμευνίαις, καὶ ἀγρυπνίαις ὁμοῦ, καὶ νῦν τῶν πόνων τοὺς καρπούς, τρυγᾷς ἀγαλλόμενος· ὅθεν ἀξίως σε, μακαρίζομεν ᾠδαῖς ὦ Βασίλειε.

Νόμος ἧν, ἔγγραπτον ἐν σῇ, διανοίᾳ μνήμῃ Πάτερ Βασίλειε, καὶ ἐν τοῖς χείλεσιν, ἡ τοῦ θανάτου, καὶ ἡ ἀπέραντος, τῶν αἰωνίων ἀγαθῶν, ἐκπράξεως μέθεξις, ἧς καὶ τετύχηκας, ἐν Χριστῷ τῷ Λυτρωτῇ ἀγαλλόμενος.

Ἤκουον, ἄρχοντες λαῶν, ἀκοὴν τὴν σὴν παμμάκαρ Βασίλειε, καὶ φόβῳ ἔπτησσον, τὴν ἐνοικοῦσαν, ἐν σοὶ τοῦ Πνεύματος, χάριν καὶ πίστει ἀῤῥαγεῖ, ὑμνοῦντες ἐδόξαζον, τὸν μεγαλύνοντα, τοὺς Αὐτὸν ὡς λυτρωτὴν μεγαλύνοντας.

Σῶσόν με, Πάτερ σαῖς εὐχαῖς, δυσωπῶ ὁ ταπεινὸς καὶ ἀνάξιος, δεινῶς κλονούμενον, ἐν ἁμαρτίαις, καὶ ἀτοπήμασιν, καὶ τῷ ποιμνίῳ δυσωπῶ, ἀρίθμησον Ὅσιε, τῷ σῷ τολμήσαντα, ἐφυμνίοις καὶ ᾠδαῖς μεγαλῦναί Σε.

Θεοτοκίον.

Σῶσόν με, Μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα τῷ κόσμῳ Θεάνθρωπον, καὶ διαμείνασα, ὡς πρὸ τοῦ τόκου, Κόρη Θεόνυμφε, σώα παρθένος καὶ ἁγνή· διὸ καταχρέως Σε, Παρθένε Δέσποινα, ὡς Μητέρα τοῦ Θεοῦ μεγαλύνομεν.

 

ΙΟΥΝΙΟΣ 19. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΣΥΓΚΡΙΤΟΣ ΚΑΝΩΝ

ΙΟΥΝΙΟΣ ΙΘ

ΑΣΥΓΚΡΙΤΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών. Ποίημα Ἰωάννου.

ᾨδὴ α’. Ἦχος γ΄. Τῷ ῥυσαμένῳ τὸν Ἰσραὴλ ἐκ δουλείας.

Ἐν θεοπνεύστοις ᾄσμασι πάντες, οἱ πιστοὶ δοξάσωμεν μεγαλοφώνως, Ἀσύγκριτον τὸν γενναῖον Ἀθλητήν, καὶ στρατιώτην Χριστοῦ τοῦ Βασιλέως.

Θωρακισάμενος τὴν πανοπλίαν ἐνθέως, τοῦ Ἁγίου Πνεύματος γενναῖε Μάρτυς, κατέβαλες τὸν ἀντίπαλον ἐχθρόν, ἐν τῷ σταδίῳ νομίμως ἐναθλήσας.

Θεοτοκίον.

Τὴν Μητέρα Σου Χριστὲ Θεοτόκον, οἱ πιστοὶ δοξάζομεν ἀκαταπαύστως, ὡς πρεσβεύουσαν ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.

 

ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ.

Στερεωθεὶς ὁ Μάρτυς τῇ θείᾳ πίστει, τοῦ Σωτῆρος πάσας τὰς τῶν τυράννων, μηχανὰς ἀπεκρούσατο τῇ ἀνδρείᾳ αὐτοῦ.

Τῇ ἀκλινεῖ σου πίστει τοὺς παρανόμους, ἐχθροὺς τῆς πίστεως ἐτροπώσω, καὶ τῶν πιστῶν πεφανέρωσαι Μάρτυς στερέωμα.

Θεοτοκίον.

Ἡ τὸν Θεὸν ἐν μήτρᾳ Σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, Θεοτόκε ἱκέτευε τοῦ σωθῆναι ἡμᾶς.

 

ᾨδὴ δ΄. Ἀκήκοα Κύριε.

Ἐνδυσάμενος ἔνδοξε, τὴν πανοπλίαν τῆς εὐσεβείας, τὰ τῆς πλάνης τόξα ἤμβλυνας, τῷ τῆς πίστεως θυρεῷ Μάρτυς Ἀσύγκριτε.

Σὺ τῷ ὄμβρῳ τῆς πίστεως, καθάπερ φοῖνιξ βλαστήσας Μάρτυς, τῷ πυρὶ τῆς σῆς ἀθλήσεως, ἀπεξήρανας ἐμφανῶς τῆς πλάνης ἀκάνθας.

Θεοτοκίον.

Τὸ μυστήριον ἄχραντε, τῆς ὑπὲρ λόγον κυήσεώς Σου, τὰ οὐράνια κατέπληξε, καὶ ἐφώτισε μυστικῶς τὰ ἐπίγεια.

 

 

 

 

 

 

ᾨδὴ ε’. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ.

Ἐν τῷ φωτὶ τῶν ἄθλων σου Μάρτυς Ἀσύγκριτε, διασκεδάζεις τὴν πλάνην τῶν ἐχθρῶν ἐμφανῶς, ἐν τῇ Ἐκκλησίᾳ, τὰς ἀκτῖνας τῆς καρδίας καταλάμπων ἀεί.

Θεῷ θυσίαν ἄμωμον Μάρτυς προσήγαγες, σεαυτὸν δι’ ἀθλήσεως Ἀσύγκριτε, καὶ τῆς ἀσεβείας, τὰς θυσίας ἐστηλίτευσας μακάριε.

Θεοτοκίον.

Οἱ ἐξ ἐθνῶν ὑμνοῦμέν Σε Θεοτόκε ἁγνή, ὅτι Χριστὸν τὸν Θεὸν ἡμῶν ἔτεκες, τὸν ἐκ τῆς κατάρας, τῆς ἀρχαίας διὰ Σοῦ ἐλευθερώσαντα.

 

 

ᾨδὴ στ΄. Ἐβόησα, ἐν στεναγμοῖς ἀσιγήτοις.

Ἡ μνήμη σου, ἡ ὑπέρλαμπρος Μάρτυς, τὰς διανοίας τῶν πιστῶν, κατεφαίδρυνε σαφῶς, ἀνυμνεῖν εὐσεβῶς, τὰ ἀγωνίσματα καὶ τὴν ἀνδραγαθίαν.

Ἐνίκησας, τὸν ἀρχέκακον ὄφιν, ἐν τῷ σταδίῳ Ἀθλητά, καὶ τὸ στέφος κατ’ αὐτοῦ, ἐκ Θεοῦ ἐκομίσω, τὸ ἀμαράντινον ὡραιότατε Μάρτυς.

Θεοτοκίον.

Θεός ἐστιν, ὁ τεχθεὶς ἐκ Παρθένου, εἰς ἀναγέννησιν ἡμῶν, καὶ ἐφώτισεν ἡμᾶς, εἰς ἐπίγνωσιν Αὐτοῦ, καὶ δοξάζομεν τὴν Αὐτοῦ εὐσπλαγχνίαν.

 

Συναξάριον

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀσυγκρίτου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Τὴν ἐν καμίνῳ φλόγα.

Μὴ προσκυνήσας εἰκόνα, τῆς πλάνης Ἀθλοφόρε, ἐν τῇ φλογὶ τῶν βασάνων, Χριστὸν ἐδοξολόγεις.

Ἐν τοῖς τῶν ἄθλων ἀγῶσι, κατήσχυνας ἀνδρείως, τὴν τῶν τυράννων μανίαν, Ἀσύγκριτε θεόφρον.

Θεοτοκίον.

Τὴν μετὰ τόκον παρθένον, ἀῤῥήτως φυλαχθεῖσαν, ὡς τοῦ Κυρίου Μητέρα, ὑμνήσωμεν ἀπαύστως.

 

ᾨδὴ η΄. Τὸν ἐν φλογί.

Ἀναλαβών, προθυμίαν ὁ Μάρτυς, δι’ Ἀγγέλου Θεοῦ, ἀκλινῶς τὸν ἀγῶνα, τῇ πίστει τετέλεκε, τῆς ἀθλήσεως τὸ φῶς, τῆς δικαιοσύνης, εἰληφὼς τοὺς στεφάνους.

Διαδραμών, παμμακάριστε Μάρτυς, χώρας καὶ πόλεις, ὑπὸ τῶν παρανόμων, αἰκισμοὺς ὑπέμεινας, εὐχαρίστῳ καρδίᾳ, καὶ τοὺς ἀχαρίστους, ἐνέπλησας αἰσχύνης.

Θεοτοκίον.

Χαῖρε σεμνή, δυσανάβατον ὕψος, τῶν βροτῶν ὀφθαλμοῖς· χαῖρε ὄμμασι νόων, βάθος δυσθεώρητον· χαῖρε Μήτηρ Παρθένε, καὶ Θεοκυῆτορ, εὐλογημένη Μαρία.

 

ᾨδὴ θ΄. Σὲ τὴν ἀθάνατον πηγήν.

Συνὼν ἐν ὕψει τῆς πίστεως Χριστῷ, τὴν ὑψαύχενον ἔπαρσιν, τῶν τυράννων καθεῖλες ἀθλήσει σου, τοῦ Ὑψίστου γενόμενος, στρατιώτης γενναιότατος.

Περιελθὼν καθὼς Παῦλος ὁ σοφός, Ἀθλοφόρε Ἀσύγκριτε, τοῦ ἐχθροῦ τῶν παγίδων περίσωζε, ἀεὶ τοὺς προστρέχοντας, σῇ σκέπῃ παμμακάριστε.

Θεοτοκίον.

Σὲ τὴν ἐκ ῥίζης Ἰεσσαί, καὶ Δαυΐδ τοῦ Προπάτορος, ἐκβλαστήσασαν ῥάβδον πανάχραντε, οἱ πιστοὶ μεγαλύνομεν, ὅτι σώζεις τὰς ψυχὰς ἡμῶν.