Κυριακή 13 Ιουλίου 2025

ΙΟΥΛΙΟΣ 18. ΟΣΙΟΣ ΟΝΗΣΙΦΟΡΟΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΟΥΛΙΟΣ ΙΗ΄!!

ΟΝΗΣΙΦΟΡΟΣ ΟΣΙΟΣ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἀειλαμπέστατον σέλας Χριστοῦ τῆς πίστεως, ἐν Κωνσταντινουπόλει, ἀνατεῖλαν καὶ Κύπρον, φωτίσαν πολιτείας θεολαμποῦς, ἀμαρύγμασι μέλψωμεν, Ὀνησιφόρον Ὁσίων τὴν καλλονήν, καὶ Ἀγγέλων ἰσοστάσιον.

 

Ἐν Ἀναρήτιδι Πάφου ἀνεῦρες σπήλαιον, σμικρὸν ἐν ᾧ τὸν βίον, ἐπεράτωσας νήφων, εὐχόμενος νηστεύων καὶ ἀγρυπνῶν, ἀσκητὰ ἐνθεώτατε, Ὀνησιφόρε τὴν ἔξοδον σῆς ψυχῆς, ἐνθυμούμενος ἑκάστοτε.

 

Ἡ τῶν θαυμάτων σου χάρις ἐξῆλθεν Ὅσιε, εἰς πᾶσαν νῆσον Κύπρον, τὴν θαυμάσασαν μόχθους, οὓς ἔτλης διὰ κτῆσιν τῆς ἀρετῆς, καὶ ἰσχὺν σῶν δεήσεων, Ὀνησιφόρε πρὸς Κύριον καὶ Θεόν, ἣν κατέχεις ὡς ἰσάγγελος.

 

Ὀνησιφόρε θεόφρον κρουνὲ ἰάσεων, λεπροὺς ἀποκαθαίρεις, καὶ καρκίνον διώκεις, πνευμάτων ἀκαθάρτων τάχος ἑσμόν, ἀπελαύνεις καὶ ἅπαντας, τοὺς ἀνιάτως νοσοῦντας ὡς ἀληθῶς, θεραπεύεις τῇ σῇ χάριτι.

 

Δόξα. Ἦχος β΄.

Ὅσιε Πάτερ Ὀνησιφόρε, τοῦ Προφήτου Ἠλιοὺ τοὺς τρόπους μιμούμενος, αὐτοῦ τὴν χάριν οὐρανόθεν ἀπείληφας, δοῦναι τῇ αὐχμώσῃ καὶ διψώσῃ γῇ, ὑετὸν ἄφθονον· ὅθεν τὴν σὴν μνήμην γεγηθότες τελοῦμεν, καὶ μεγαλύνοντες τῆς τιμίας ἀσκήσεώς σου τοὺς μόχθους, Χριστὸν τὸν Θεὸν ἡμῶν δοξάζομεν, τὸν λαμπρῶς καὶ ἀξίως σε δοξάσαντα.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις θεοειδῶν, Πατέρων κοσμιότης, σεπτὲ Ὀνησιφόρε, πολύολβον τῆς Πάφου, καὶ τιμαλφὲς θησαύρισμα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἤσκησας θεαυγῶς, ἐν Ἀναρίτῃ Πάφου, Ὀνησιφόρε θεῖε, καὶ ἀρετῶν αὐγαῖς σου, ἐφώτισας τὰ σύμπαντα.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὅσιε ἀσκητά, ἐν τοῦ Θεοῦ τῷ οἴκῳ, σοφῶς παραῤῥιπτεῖσθαι, ἢ κατοικεῖν ἐν οἴκῳ, ἁμαρτωλῶν ἐπέλεξας.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ὑπεραγία, ἀκένωτος ὑπάρχεις, πηγὴ τῆς ἀγαθότητος.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάντας τοὺς ὁρατούς, ἐχθροὺς καὶ ἀοράτους, ἡμῶν διώκεις τάχος, προστάτις ὡς ταχεῖα, βροτῶν Θεογεννήτρια.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν νοήσαντα κόσμου τὴν ματαιότητα, καὶ ἀρνησάμενος τάχος, τὰ ἐν τῷ βίῳ τερπνά, θεαυγῆ Ὀνησιφόρον εὐφημήσωμεν, κράζοντες· Πνεύματος πυρσέ, Ἀναρίτην φρυκτωρέ, καὶ Κύπρου ἁπάσης φέγγος, ἡμῶν ματαίων φροντίδων, ζόφον διάλυσον πρεσβείαις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῶν γηΐνων φιλόσοφον, καὶ φθαρτῶν ματαιότητος, τὸν οἰκεῖν ἐν οἴκῳ Θεοῦ προκρίναντα, ἢ ἐν ἡδίστοις σκηνώμασιν, ἀνόμων θειότατε, πάντων τῶν ἁμαρτωλῶν, ὁλοθύμως ὑμνήσωμεν, ἀνακράζοντες· Χαῖρε κλέος Πατέρων θεοφόρων, θαυμαστὲ Ὀνησιφόρε, τῆς ἀρετῆς ἐνδιαίτημα.

 

Τὴν τοῦ κόσμου συγχύσεως, καὶ θορύβων ὑπέρτερον, τὸν ἐκ ναυαγίου Θεοῦ τῇ χάριτι, διασωθέντα καὶ σπήλαιον, τῆς Πάφου οἰκήσαντα, εὐφημήσωμεν λαμπρῶς, ὡς ἀσκήσεως σάπφειρον, πολυτίμητον, καὶ λαμπρὸν μαργαρίτην εὐσεβείας, ἐκτενῶς βοῶντες· χαῖρε, Ὀνησιφόρε πανθαύμαστε.

 

Τῆς φρονήσεως σκήνωμα, χαρισμάτων τὸ τέμενος, τὸ τοῦ θείου Πνεύματος οἰκητήριον, τῶν ὑπὲρ νοῦν ἀναβάσεων, φωστῆρα τὸν πάμφωτον, τὸν αὐγάζοντα φαιδρῶς, οἰκουμένης τὰ σύμπαντα, ἀμαρύγμασιν, ἀγωγῆς θεαυγοῦς Ὀνησιφόρον, ἀνυμνήσωμεν τὸν θεῖον, ψαλμοῖς καὶ ᾄσμασι πρέπουσι.

 

Γεωργὸς ὡς ἀκάματος, ἀφθαρσίας τὸν ἄσταχυν, γεωργίᾳ κρείττονι ἐγεώργησας, Ὀνησιφόρε θεόπνευστε, καὶ γέγοντας πρότυπον, ἀσκητῶν θεοειδῶν, αἰτουμένων τελείωσιν, Πάτερ Ὅσιε· διὰ τοῦτο τὴν σὴν ἁγίαν μνήμην, ἑορτάζοντες λιτάς σου, θεοπειθεῖς ἐκδεχόμεθα.

 

Τοὺς ἐν σκότει καθεύδοντας, δαιμονῶντας ἰώμενον, πάθη ἰατρεύοντα τὰ κατώδυνα, καὶ ἀλγεινὰς νόσους ἅπαντας, ταχὺ θεραπεύοντα, ἐπαινέσωμεν πιστοί, Ἀναρήτιδος καύχημα, πόθῳ κράζοντες· ἴσθι πάντων τῶν σοὶ καταφευγόντων, ἰατὴρ Ὀνησιφόρε, ὡς πανσθενὴς ἐνθεώτατε.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἀσκητῶν τὸν κοσμήτορα, τὸ εὔχρηστον σκεῦος τοῦ ἱεροῦ Παρακλήτου, καὶ ἀρετῶν τὸ εὐπρεπὲς ἐνδιαίτημα, Ὀνησιφόρον τὸν πάνσεπτον, ἐγκωμίων ἄνθεσι στέψωμεν. Οὗτος γὰρ ὡς φιλέρημος ὄρνις, καλιὰν τῶν ἀσκητικῶν αὐτοῦ καμάτων, ἐν Ἀναρήτιδι ἔπηξεν ὁ ἀοίδιμος. Καὶ νῦν λαμπρῶς Χριστῷ τῷ Θεῷ ἡμῶν παριστάμενος, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει, εἰρήνην ἀδιάπτωτον, βραβεῦσαι τῇ οἰκουμένῃ ἁπάσῃ, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Σταλάξατε τὰ ὄρη τῆς Πάφου καὶ οἱ βουνοὶ γλυκασμόν, καὶ σὺ Ἀναρίτη τέρπου ἀεὶ καὶ ἀγάλλου, ὅτι ἐν τοῖς ὁρίοις σου θεοτερπῶς ἤσκησεν, Ὀνησιφόρος ὁ θειότατος. Οὗτος γὰρ τῇ τρίβῳ τῇ στενῇ ἀκολουθήσας, καὶ ἀκατάσειστος κρηπὶς τῆς ὑπομονῆς ὀφθεὶς καὶ καρτερίας, τὸ ψῦχος τοῦ χειμῶνος καὶ τὸν καύσωνα τοῦ θέρους, ὑπέμεινεν ὡς ἄσαρκος. Καὶ νῦν σὺν Ἀγγέλων δήμοις εὐφραινόμενος ἐν πόλῳ δόξης, Χριστῷ τῷ παμβασιλεῖ καὶ Θεῷ ἡμῶν πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν τῶν τιμώντων ἐν ᾄσμασιν, αὐτοῦ τὴν πανίερον ἄσκησιν.

 

Ἦχος β΄.

Ὅσιε Πάτερ Ὀνησιφόρε, τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, καὶ Χριστοῦ ἀκλινῶς τὰ ἐντάλματα τηρήσας, ὄργανον γέγονας τοῦ Παναγίου Πνεύματος. Κομισάμενος οὖν χαρισμάτων τὴν ἐνέργειαν, πᾶσαν νόσον ἀνίατον θεραπεύεις, δαιμόνων πλῆθος ἐκδιώκεις, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ.

Τὸν ἀρνησάμενον τιμὰς καὶ δόξαν τὴν ῥέουσαν, καὶ πάντα τὰ ἐν κόσμῳ τερπνὰ καὶ ἐπίκηρα, καὶ παρῳκήσαντα ἐν σπηλαίῳ τῆς Ἀναρίτης, Ὀνησιφόρον τὸν Ὅσιον τιμήσωμεν. Οὗτος γὰρ ὑπερφυεῖς διανύσας ἀγῶνας, θείᾳ δυνάμει ῥωννύμενος, ἀνενδότως ἐπάλαισε πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Προσενεγκὼν οὖν ὡς δῶρον πάντιμον τῷ Κυρίῳ, τοὺς ἱδρῶτας τῶν ἀσκητικῶν αὐτοῦ καμάτων, ἀντεβραβεύθη παρ’ Αὐτοῦ Βασιλείαν οὐράνιον, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Τὴν ἐτήσιον μνήμην σου σὺν τοῖς Ἀγγέλοις, καὶ τοῖς ἐν ἀσκήσει διαλάμψασιν ὁσίοις, καὶ ἡμεῖς χαρμονικῶς ἑορτάζομεν σήμερον, Ὀνησιφόρε ὄλβιε. Καὶ εὐλαβῶς ἀσπαζόμενοι σὰ θεῖα λείψανα, ἁγιασμὸν ἐξ αὐτῶν ἀρυόμεθα ψυχῆς καὶ σώματος, καὶ θείας εὐφροσύνης πληρούμεθα, καὶ ἀναβοῶμεν· Πάρεσο καὶ νῦν ἀοράτως, λυτρούμενος ἡμᾶς ἐκ παντοίων κινδύνων, καὶ σώζων ἐκ τῆς τοῦ ἐχθροῦ ἐπιβουλῆς, τοὺς μεγαλύνοντας πόθῳ, τὰ σεπτά σου παλαίσματα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε· ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, Ὀνησιφόρε σεπτέ, τῆς Ἀναρίτης πολυτίμητον κόσμημα, καὶ πάσης τῆς Κύπρου κλέος, ὁ δι΄ ἀγώνων λαμπρῶν, ἐν σμικρῷ σπηλαίῳ θεοείκελε, εἰς πλάτος θεώσεως, καταντήσας μακάριον· διό σε πάντες, εὐλαβῶς μακαρίζοντες, τοὺς ἀόκνους σου, πόνους ὕμνοις γεραίρομεν, καὶ εὐθαρσῶς κραυγάζομεν· Ὁσίων ἀκρώρεια ἴσθι ἡμῶν ἀντιλήπτωρ, καὶ βοηθὸς ἐν τοῖς κλύδωσιν, ἀνύστακτον βίου, ἀσκητὰ πνευματοφόρε, καὶ θεοφώτιστε

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ἀνελθὼν δι’ εὐχῆς, ἀδιαλείπτου σου εἰς γνόφον τὸν ἄδυτον, εἰς ὄρος τῆς ἀπαθείας, εἰς ὕψος τῆς ἀρετῆς, ἔνθεν τὰ πυξία θείας χάριτος, ἀπείληφας Ὅσιε, Ἀναρίτης ἀγλάϊσμα, Ὀνησιφόρε, ἰσουράνιε ἄνθρωπε, ἐκ τοῦ Πνεύματος, τῶν ταμείων τρισόλβιε· ὅθεν καὶ νῦν τὴν μνήμην σου, τιμῶντες τὴν πάμφωτον, ἐκδυσωποῦμέν σε· Ῥῦσαι παντὸς κινδύνου καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, εὐλαβῶς τοὺς ἐκζητοῦντας, τὴν θείαν χάριν σου.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ἐν ἀσκήσει λαμπρᾷ, Ὀνησιφόρε πνευματέμφορε Ὅσιε, συντρίψας τοῦ μισοκάλου, τὴν μυσαρὰν κεφαλήν, καὶ τῆς εὐσεβείας στήσας τρόπαιον· ἀρνίον πανάμωμον, τῆς Χριστοῦ θείας πίστεως· ἀκτημοσύνης, προσευχῆς ταπεινώσεως, καὶ πρὸς ἅπαντας, συμπαθείας τοὺς κάμνοντας, πρέσβευε τῷ Παντάνακτι, ὑπὲρ τῶν ὑμνούντων σου, τὴν πανακήρατον μνήμην, ᾠδαῖς εὐτάκτοις καὶ ᾄσμασι, καὶ δόξαν πεμπόντν, τῷ ἰσχύσαντί σε τρῶσαι, τὸν παναλάστορα.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς ἀρετῆς τὸν ἄσυλον ταμειοῦχον, καὶ πρακτικῆς ἐραστὴν σοφίας, Ὀνησιφόρον, τὸν κορυφαῖον σπηλαιώτην ὅσιον, ἀξιοχρέως εὐφημήσωμεν. Οὗτος γὰρ συντόνοις στάσεσι καὶ παννύχοις δεήσεσι, τὴν σάρκα κατέτηξε, τὸν νοῦν ἐζώωσε, καὶ ἰσαγγέλως ἐπολιτευσάτο ἐν Ἀναρίτῃ τῆς Πάφου. Καὶ νῦν ἀσιγήτως τῷ ἀφθονοπαρόχῳ τῆς ζωῆς τροφοδότῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν πρεσβεύει, ἡμῖν καταπέμψαι τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν νοήσαντα κόσμου τὴν ματαιότητα, καὶ ἀρνησάμενος τάχος, τὰ ἐν τῷ βίῳ τερπνά, θεαυγῆ Ὀνησιφόρον εὐφημήσωμεν, κράζοντες· Πνεύματος πυρσέ, Ἀναρίτην φρυκτωρέ, καὶ Κύπρου ἁπάσης φέγγος, ἡμῶν ματαίων φροντίδων, ζόφον διάλυσον πρεσβείαις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὁσίων ἀπαρχήν, χελιδόφωνον λύρας, σοφίας πρακτικῆς, καὶ ψαλτήριον θεῖον, Χριστοῦ ἀγαπήσεως, ταπεινώσεως νήψεως, καὶ ἀσκήσεως, ὑπερφυοῦς δεῦτε πάντες, εὐφημήσωμεν, Ὀνησιφόρον τὸν πάνυ, αὐτῷ χαῖρε κράζοντες.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Λιτῶν σου ἀστραπαῖς, ἡ φωτίζουσα κόρας, ἐμοῦ τῶν ὀφθαλμῶν, Θεοτόκε Παρθένε, παράσχου μοι δύναμιν, ἐν τῷ φέγγει πορεύεσθαι, τοῦ παντάνακτος, καὶ Σοῦ Υἱοῦ ἐνταλμάτων, ἵνα μέτοχος, τοῦ παμφαοῦς χρηματίσω, φωτὸς ὁ πολύστηνος.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἀρετῆς τὸν ἄσυλον, νῦν ταμειοῦχον, ἀκτησίας σκήνωμα, καὶ ταπεινώσεως φανόν, Ὀνησιφόρον τὸν πάνσεπτον, ἀνευφημοῦμεν ὁσίων ὡς πρόβολον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τῷ Υἱῷ Σου πρέσβευε, Θεοκυῆτορ, οἰκτειρῆσαι ἅπαντας, φθαρέντας πάθεσι δεινοῖς, καὶ δαψιλεῦσαι τὴν εὔνοιαν, αὐτοῦ εἰς γένος, βροτῶν τῶν τιμώντων Σε.

 

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Θρέμμα τὸ κάλλιστον, ἐρήμου μέλψωμεν, σπηλαίου ἔνοικον, τὸν ἐνθεώτατον, τὸν κορυφαῖον ἀσκητήν, τῆς Πάφου ἐν κατανύξει, κράζοντες· πολύολβε, θησαυρὲ ἀγαθότητος, ἀκτησίας ἄρεισμα, καὶ νηστείας κρηπίδωμα, μὴ παύσῃ δυσωπῶν ὑπὲρ πάντων, Κτίστην σεπτὲ Ὀνησιφόρε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταυγάσον, φωτὶ τῆς χάριτος, τοῦ θείου τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη

 

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ΙΣΤ, 24-28): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν... (Ζήτει τῇ Πέμπτῃ τῆς Η  Ἑβδομάδος Ματθαῖου)

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τὸν ὑπὲρ πᾶσαν ἄνεσιν βίου, χαμαικοιτίαν προκρίναντα, τὸν λογιζόμενον παλάτιον, τὸ σμικρὸν αὐτοῦ σπήλαιον, καὶ Θεῷ ἑκάστοτε προσομιλοῦντα, Ὀνησιφόρον τὸν θαυματουργόν, ἀνυμνήσωμεν κράζοντες· ἐνδιαίτημα τῆς Χριστοῦ ἀγαπήσεως, πρεσβείαις σου ἴθυνον, πρὸς πολιτείαν οὐράνιον, τοὺς ᾄσμασι μελισταγέσι καὶ ὕμνοις πρέπουσι, τιμῶντας τὴν ἀεισέβαστον καὶ πάντιμον μνήμην σου.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ὀνησιφόρον μέλπω τὸν πνευματοφόρον. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ὁσίων ἀπάυγασμα, θεοειδῶν σὴν ὑπέρφωτον, τελοῦντες πανήγυριν, ἐν κατανύξει ψυχῆς, ἀνακράζομεν, λαμπρῶς· Ὀνησιφόρε, ἀσκήσεως ἔκτυπον, πέλεις καὶ νήψεως.

Ναὸς ἀγαθότητος, σκληραγωγῶν τὸ σαρκίον σου, ἐδείχθης θειότατε, Ὀνησιφόρε λαμπρός, καὶ περίδοξον, εὐχῆς ἀδιαλείπτου, παλάτιον· ὅθεν σε, ὕμνοις γεραίρομεν,

Ἡ χάρις τοῦ Πνεύματος, τοῦ παναγίου ἐσκήνωσεν, ἐν σοὶ καὶ κατέδειξε, σὲ παμφαῆ φρυκτωρόν, ἐγρηγόρσεως, τὸν ζόφωσιν ῥᾳστώνης, ταχὺ ἐκδιώκοντα, θεοειδέστατε.

Θεοτοκίον.

Σὲ νῦν μεγαλύνομεν, καὶ εἰς αἰῶνα τὸν ἁπαντα, σαρκὶ τὴν κυήσασαν, τὸν ζωοδότην Χριστόν, τὸν παρέχοντα, σεμνὴ Θεοκυῆτορ, χαρὰν ἀτελεύτητον, σὲ τοῖς γεραίρουσιν.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ἰδοὺ ἐπεδήμησεν ἡμέρα, ἡ φέρουσα μνήμην τὴν σεπτήν, ὁσίου οὐρανόφρονος, Ὀνησιφόρου ἅπαντα, νῦν συγκαλοῦσα τάγματα, πιστῶν αὐτοῦ πρὸς ἀνύμνησιν.

Φωτὶ ἐλλαμπόμενος τῷ θείῳ, ἀπαύγασμα ὤφθης ἀρετῶν, Ονησιφόρε πάνσεμνε, Ὁσίων ἐγκαλλώπισμα, φωτοειδῶν καὶ καύχημα, τῆς Ἀναρίτης περίλαμπρον.

Ὁδὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἀνύσας εἰς πλάτον οὐρανόν, εὐρύχωρον κατήντησας, καὶ χαίρων κατεσκήνωσας, εἰς θεϊκὰ σκηνώματα, Ὀνησιφόρε μακάριε.

Θεοτοκίον.

Ῥανίδας ἀπόσμηξόν μου τάχος, τῶν θλίψεων Μῆτερ τοῦ Θεοῦ, εὐλογημένη Δέσποινα, τῷ μάκτρῳ Σῶν δεήσεων, πρὸς Ὃν σαρκὶ ἐκύησας, μόνον Θεάνθρωπον Κύριον.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Φόβῳ κρείττονι, σαυτὸν ῥυθμίζων, βίον ἤσκησας, Ἀγγέλων Πάτερ, Ἀναρίτης Πάφου ἔμπνουν θησαύρισμα, ἀδιαλείπτοις σχολάζων ἐντεύξεσιν· ὅθεν ἀκτῖσι τῆς χάριτος ηὔγασας, τοῦ σπηλαίου σου περίχωρον καὶ ἐφώτισας, τοὺς πίστει προσιόντας σοι ἰσάγγελε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀειπάρθενε, Θεογεννῆτορ, σωματώσασα, ὑπὲρ τὴν φύσιν, τοῦ Θεοῦ τὸν Λόγον γένος ἐθέωσας, βροτῶν τῶν νῦν χαριστήριον αἴνεσιν, σοὶ προσφερόντων καὶ πόθῳ βοώντων σοι· Σῶσον ἅπαντας γεέννης μελλούσης Δέσποινα, Υἱὸν δοξολογοῦντάς Σου τὸν ἅγιον.

 

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Οὐρανῶν Ὀνησιφόρε, τὸν λιμένα κατέλαβες, διαπλεύσας βίου, θάλασσαν ἀφόβως ἧς κλύδωνα, Θεοῦ τῇ χάριτι ἔφυγες τῇ ὄμματα, ἀνοιξάσῃ σου, ὐπεριδεῖν τὰ ἀνθρώπινα.

Νῦν τὸ σχῆμα ἐνδυθέντα, εὐτελὲς τῆς ἀσκήσεως, μεγακύνομέν σε, μονοτρόπων θεῖον ὑπόδειγμα, Ὀνησιφόρε ὃ στίγμασιν ἐποίκιλας, τῶν ἱδρώτων σου, καὶ τῆς ἀσκήσεως πόνων σου.

Μονοτρόπων ὑφηγῆτορ, οὐρανίῳ φρονήματι, ἐν σμικρῷ σπηλαίῳ, σεαυτὸν θεόφρον κατέκλεισας, καὶ προσευχαῖς καὶ νηστείαις σὴν διάνοιαν, ἀνεπτέρωσας, πρὸς κάλλος τοῦ Παντοκράτορος.

Θεοτοκίον.

Ἐξ ἀχράντου Σου νηδύος, μετὰ σώματος ἔλλαμψε, τῆς δικαιοσύνης, ὁ λαμπρὸς καὶ πάμφωτος Ἥλιος, Θεογεννῆτορ φθορᾶς ὁ λύσας ζόφωσιν, καὶ ἀθάνατον, ζωὴν ἡμῖν δωρησάμενος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Λαμπόμενος Ὅσιε, τῆς ἀπαθείας χάρισιν, ὤφθης ἐγκρατείας λύχνος Πάτερ, Ὀνησιφόρε, καὶ καθαρᾶς βιοτῆς, ἀρχέτυπον τοῖς εἰλικρινῶς, κράζουσι· Θεάνθρωπε, Σῶτερ δόξα τῷ κράτει σου.

Παρεῖδες τὰ πρόσκαιρα, καὶ ῥεόντων φρονήματι, θείῳ θαυμαστὲ Ὀνησιφόρε, καὶ ἐπεζήτεις, ἀεὶ ἐν σῇ βιοτῇ, τὰ ἄῤῥευστα καὶ διηνεκῶς, μένοντα φιλόσοφε, πολιτείας τῆς κρείττονος.

Ὡς φοῖνιξ κατάκομος, ταῖς ἀρεταῖς ἐδείκνυσο, φέρων ἀρετῆς καρποὺς ἡδίστους, ἐν σῇ καρδίᾳ Ὀνησιφόρε σεπτέ· διό σου τὴν μνήμην εὐλαβῶς, ἄγομεν τὴν πάνσεπτον, οἱ πιστοὶ νῦν γηθόμενοι.

Θεοτοκίον.

Τὸν νοῦν μου ἁγίασον, τὸν σπιλωθέντα πάθεσι, καὶ ἁγίως ζῆσαι Θεοτόκε, ἀξίωσόν με ἵνα χαρᾶς οὐρανῶν, καὶ δόξης ἀφθίτου ἐν αὐτοῖς, τὴν σὺν Σοὶ πανύμνητε, ἀπολαύσω ὁ δείλαιος.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὁσίων φῶς τηλαυγέστατον, ἐφώτισας ἀκτῖσιν ἀσκήσεως, τῆς θεαρέστου σου, Ὀνησιφόρε τὰ σύμπαντα, τῆς οἰκουμένης ὕμνοις μακαριζούσης σε.

Νοσούντων πέλεις ἡ ἴασις, πνευμάτων ἀκαθάρτων ἐκδίωξις, λεπρῶν ἡ κάθαρσις, Ὀνησιφόρε καὶ ἔγερσις, ταχεῖα παραλύτων, πνευματοφόρητε.

Πυρσεύσας Κύπρου θεσπέσιε, τὰ πλάτη φωταυγείᾳ τῶν πόνων σου, στεῤῥᾶς ἀσκήσεως, Ὀνησιφόρε ὡς ἥλιος, διέλαμψας πυρφόρος, καὶ σέλας πάμφωτον.

Θεοτοκίον.

Νῦν πάντες ὕμνων Σε στέφοντες, τοῖς ἄνθεσι Κυρία παντάνασσα, πιστῶς βοῶμέν Σοι· Χαῖρε τοῦ κόσμου μεσίτρια, καὶ ἡ πρὸς τὴν ἀγήρω, ζωὴν ἰθύνουσα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ

Ὀνησιφόρον τὸν σεπτὸν ἀνευφημήσωμεν, τὸν δι’ ἀσκήσεως λαμπρᾶς ζωῆς ὀνήσαντα, τὴν ἀγήρω ἐν σκηνώμασι θείας δόξης, Ἀναρίτης τῆς ἐν Πάφῳ τὸν διάκοσμον, καὶ θαυμάτων παραδόξων ὄντως πρόξενον, πόθῳ κράζοντες· Χαίροις Πάτερ θειότατε.

Ὁ Οἶκος.

Ἄγγελος σαρκοφόρος, καὶ φωτόλαμπρος ὤφθης, σεπτὲ Ὀνησιφόρε ἐν βίῳ· ἰσαγγέλως γὰρ πολιτευθείς, σὺν Ἀγγέλων δήμοις ἐν Ἐδὲμ Ὅσιε, εὐφραίνῃ νῦν καὶ ᾄσματα ἀκούεις τῶν τρανῶς βοώντων·

Χαῖρε, ἀπόῤῥιψις τῶν προσκαίρων·

χαῖρε, ἀπόκτησις τῶν ἀφθίτων.

Χαῖρε, ὑπερόπτης ματαίας συγχύσεως·

χαῖρε, Ἀναρίτης ἐπόπτης καὶ ἔφορος.

Χαῖρε, βάθος τῆς νοήσεως ἐνταλμάτων τοῦ Θεοῦ·

χαῖρε, σκεῦος πολυτίμητον δωρημάτων τῶν αὐτοῦ.

Χαῖρε, τῆς ἐγκρατείας ἀπλανέστατος ὅρος·

χαῖρε, τῆς ἀπαθείας ἀκλυδώνιστον ὅρμος.

Χαῖρε, φανὸς ἀσκήσεως πάμφωτος·

χαῖρε, σκήπτρος τοῦ πλάνου δριμύτατος.

Χαῖρε, σαρκὸς ὁ μαράνας τὰ πάθη·

χαῖρε, ψυχῆς ὁ ἁγνίσας τὰ βάθη.

Χαίροις, Πάτερ θειότατε.

 

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ὀνησιφόρου τοῦ ἐν Ἀναρήτιδι Πάφου ἀσκήσαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄ Οὐκ ἐλάτρευσαν.

Ἔχων ἄμετρον, συμπάθειαν πρὸς πάσχοντας, λεπροὺς ἐκάθηρας, καρκίνου θεραπευτής, ἐδείχθης καὶ τραύματα, ψυχῆς ἰάτρευσας, τῶν προσφύγων σου, Ὀνησιφόρε Ὅσιε, ἰατρὲ διενῶς νοσούντων.

Ὕδωρ ἄφθονον, ἀγάπης σου ὑέτισας, τοῖς σοὶ προστρέχουσιν, Ὀνησιφόρε κλεινέ, καὶ ῥείθροις θαυμάτων σου, ξηρὰν καὶ ἄνικμνον, γαῖαν Ὅσιε, ψυχῶν λαοῦ ἐπίανας, ἐκζητοῦντος τὴν σὴν χάριν.

Μνήμην ἄγοντες, τὴν θείαν σου θεσπέσιε, πανηγυρίζομεν, καὶ βιοτῆς σου λαμπρᾶς, συμφώνως τὰ σκάμματα, νῦν μακαρίζομεν, πνευματέμφορε, Ὀνησιφόρε σκήνωμα, ἱερὸν τοῦ Παρακλήτου.

Θεοτοκίον.

Ἀειπάρθενε, τῶν οἰκτιρμῶν κυάθιον, καμὲ οἰκτείρησον, δοῦλον ἀχρεῖον τὸν Σόν, καὶ φέγγει Σῆς χάριτος, ψυχὴν τυφλώττουσαν, τοῦ οἰκέτου Σου, καταύγασον Θεόνυμφε, ἀγλαόμορφε Παρθένε.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Τρίβους ἀγωγῆς ἀρετηφόρου, ὁσίως διαδραμὼν ὡς ἀγαπήσεως, βέλει τοῦ παντάνακτος, τετρωμένος λάμψεως, τῆς ὑπὲρ νοῦν ἠξίωσαι, θαυματοφόρητε· διό, καὶ δᾳδουχεῖς καθ’ ἑκάστην, νοηταῖς ἀκτῖσι, τὴν σὲ τιμῶσαν Κύπρον.

Ὅλος φωτισμοῦ ἀδύτου πέλων, ἀνάπλεως ἀσκητὰ θεοφορούμενε, ὡς περιχορεύων νῦν, ἐν ἀϊδιότητος, φωτὶ νοὸς σκοτόμαιναν, λῦσον πρεσβείαις σου, τοῦ σπεύδοντος ταῖς σαῖς ἱκεσίαις, καὶ προσδέχου τήνδε, ᾠδὴν ὡς δῶρον Πάτερ.

Φέρων τὸν σταυρὸν τοῦ ζωοδότου, ἐπ’ ὤμων ἀπλέτῳ πόθῳ ὁσιώτατε, ὄρθρῳ ταπεινώσεως, καὶ εὐχῆς ἐσκήνωσας, καὶ τῇ ἡμέρᾳ νήψεως, σοφῶς κατέπαυσας, σεπτὲ Ὀνησιφόρε ἀγάπῃ, ὢν κεκοσμημένος, διπλῇ καὶ διακρίσει.

Θεοτοκίον.

Ὄλβε τοῦ Ὀνησιφόρου Μῆτερ, ἀσύλητε Μητροπάθενε θεόνυμφε, ὥσπερ εὐσυμπάθητος, πέμψον μοι τὸ ἔλεος, Υἱοῦ Σου τὸ ἀμέτρητον, καὶ κατοικτείρησον, Σὸν δοῦλον μεγαλύνοντα πόθῳ, Σὲ εἰς τοὺς αἰῶνας, ἁγνὴ Θεοκυῆτορ.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ῥῦσαι συμφορῶν, τοὺς σοὶ καταφεύγοντας, καὶ προτερήματα, ὕμνους μεγαλύνοντας, σῆς πολιτείας τῆς ἀγγελόφρονος, Ὀνησιφόρε πάνσοφε, Ὁσίων σέμνωμα, μυροθήκη, τιμαλφὲς χρηστότητος, καὶ δοχεῖον χαρίτων πολύτιμον.

Ὄμβρησον ἡμῖν, τοῖς πόθῳ τιμῶσί σου, ζωὴν τὴν ἔμφρονα, ὑετὸν συνέσεως, Ὀνησιφόρε ἀζύγων κόσμημα, καὶ τὰς ἀνίκμους πίανον, ψυχὰς προσφύγων σου, ἵνα μνήμην, τὴν σεπτὴν τελῶμέν σου, ἐτησίως εὐήχοις μελίσμασι.

Νεῦσον ταῖς ἡμῶν, θερμαῖς παρακλήσεσι, σαρκὸς κινήματα, παύων τῶν προσφύγων σου, Ὀνησιφόρε ἀκέστορ ἔνθερμε, ἁπάντων τῶν ἑκάστοτε, ψαλμοῖς καὶ ᾄσμασιν, ἀνυμνούντων, πόνους τοὺς ἀόκνους σου, οὕσπερ ἔτλης διώκων τὴν θέωσιν.

Θεοτοκίον.

Χάριτος πηγή, πολύῤῥυτε Δέσποινα, Σοὺς δούλους δρόσισον, νάμασι τῶν θείων Σου, λιτῶν πρὸς Κτίστην, τὸν πολυεύσπλαγχνον, καὶ Σὸν Υἱὸν πανύμνητε, Θεογεννήτρια, τοὺς τιμῶντας, μνήμην τὴν ὑπέρφωτον, θείου Ὀνησιφόρου τοῦ ἔμφρονος.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῶν ἀρετῶν πυρσεύμασι, καὶ τῶν ἠθῶν σου χάρισιν, Ὀνησιφόρε θεόφρον, πᾶσαν ἐφώτισας Κύπρον, καὶ ἐκ τῆς ματαιότητος, τῆς ἀπωλείας εἵλκυσας, τὰς σκοτισθείσας Ὅσιε, ψυχάς· διό σε τιμῶμεν, φωτὸς ἀστέκτου ὡς λύχνον.

Θεοτοκίον.

Τὴν ἅφραστον λοχείαν Σου, τοὺς ἀνυμνοῦντας ἔσωσας, ἐκ τῆς ἀρχαίας κατάρας, διὰ τοῦ θείου Σου Τόκου, ἁγνὴ Θεογεννήτρια· διό σε μακαρίζοντες, πρεσβείας ἐκδεχόμεθα, τὰς Σὰς πρὸς τὸν ζωοδότην, Υἱὸν τὸν μονογενῆ Σου.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Σκεῦος, διαυγὲς τῆς χάριτος, Ὀνησιφόρε σεπτέ, Βασιλίδος τῶν πόλεων, ἱερὸν ἐκβλάστημα, καὶ περίλαμπρον σέμνωμα, τῆς Ἀναρίτης Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σου, τὰ πρὸς τελείωσιν, θαυμαστὰ παλαίσματα καὶ ἀγωγήν, τὴν ἐν τῷ σπηλαίῳ σου, ἀγγελοθαύμαστον.

 

Κλέος, ἀσκητῶν θειότατον, Ὀνησιφόρε καλῶς, τὸν ἀγῶνα τελέσας σου, καὶ ἀζύγων πρότυπον, θεοφόρων γενόμενος, εἴληφας χάριν πολλῶν ἰάσεων, ὡς οἰκονόμος τῆς θείας χάριτος· ὅθεν τὴν μνήμην σου, ἐκτελοῦντες σήμερον πανευλαβῶς, τὴν λαμπρὰν δοξάζομεν, τὸν σὲ δοξάσαντα.

 

Δόξης, ἀπολαύων κρείττονος, καὶ αἴγλης τῆς ὑπὲρ νοῦν, ἐν σκηναῖς ἀφθαρτότητος, ἀσκητὰ θεόπνευστε, ἐκτενῶς καθικέτευε, Ὀνησιφόρε Χριστὸν τὸν Κύριον, τοὺς σὲ τιμῶντας ᾠδαῖς καὶ ᾄσμασι, πάσης κακώσεως, κατωδύνου ῥύεσθαι ἐπιφορᾶς, συμφορῶν στενώσεως, φθορᾶς καὶ θλίψεως.

 

Ἄντρον, Ἀναρίτης ἄνικμον, ὡς καλιὰν ἱεράν, νυχθημέρων καμάτων σου, ἀσκητὰ ἐπέλεξας, καὶ εὐχῶν ἀσιγήτων σου, Ὀνησιφόρε θεράπον γνήσιε, Χριστοῦ ἐν βίῳ τοῦ σὲ κρατύνατος, καὶ ἀναδείξαντος, φρυκτωρὸν χρηστότητος καὶ παμφαῆ, λύχνον ἀγαθότητος, καὶ θείας χάριτος.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν τὴν ὄντως εὐθεῖαν διανύσαντα τρίβον, καὶ παραδραμόντα διαγωγάς, τὰς ματαίας καὶ προσύλουθς, Ὀνησιφόρον τὸν θεόπνευστον, ἐγκωμίοις καταστέψωμεν. Οὖτος γὰρ ἐν ὁσιότητι πολιτευσάμενος, καὶ τὸ σμικρὸν σπήλαιον τῆς ἀσκήσεως, εὐρύχωρον δείξας ἀρετῶν παλάτιον, μετέστη πρὸς Κύριον. Καὶ νῦν σὺν Ἀγγέλοις ἐν ἀστραποβόλῳ πόλῳ χορεύων, Χριστῷ ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν εἰλικρινεῖ καὶ ἀμώμῳ πίστει, εὐφημούντων αὐτοῦ τὰ παλαίσματα.

 

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ διάκοσμος ἀσκητῶν· χαίροις Ἀναρίτης ὁ ἐπόπτης καὶ ἀρωγός· χαίροις θαυμασίων, Ὀνησιφόρε κρήνη, ἀστείρευτος καὶ ὄλβος, πάντιμος νήψεως.