Τρίτη 4 Μαρτίου 2025

ΜΑΡΤΙΟΣ 5. ΟΣΙΟΣ ΚΟΝΩΝ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΡΤΙΟΣ Ε΄.

ΚΟΝΩΝ ΟΣΙΟΣ ΕΝ ΑΚΑΜΑΝΤΙ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἐν Ἀκάμαντι Κύπρου λαμπρῶς ἀσκήσαντα, καὶ ἀγωγῇ ἀμέμπτῳ, καὶ σεμνῇ πολιτείᾳ, Χριστῷ τῷ Παντεπόπτῃ καὶ Λυτρωτῇ, ὄντως εὐαρεστήσαντα, ἐγκωμιάσωμεν ᾄσμασι μελιχροῖς, πάντες Κόνωνα τὸν ἔνθεον.

 

Ἀσκητικῶν παλαισμάτων ὡς ἀντιμίσθιον, τὴν χάριν ἀπεδέξω, σὺν Ἀγγέλοις χορεύειν, ἐν δόμοις μάκαρ Κόνων τῶν οὐρανῶν, καὶ πρεσβεύειν ἀείποτε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ χρεωστικῶς, ἀνυμνούντων σου τὴν ἄσκησιν.

 

Τὸν κατατήξαντα σάρκα αὐτῆς σὺν πάθεσι, καὶ ταῖς ἐπιθυμίαις, προσευχῇ ἀσιγήτῳ, νηστείᾳ χαμευνίᾳ καὶ σιωπῇ, ἀσκητὴν τοῦ Ἀκάμαντος, ἀνευφημήσωμεν Κόνωνα θεαυγῆ, ὥσπερ μέροπα ἰσάγγελον.

 

Ἐν ἄκρῳ τῷ δυσπροσίτῳ τῆς Κύπρου Ὅσιον, Θεῷ προσομιλοῦντα, μόνον μέλψωμεν πάντες, βοῶντες· ἐρημῖτα θεοειδές, μάκαρ Κόνων ἡγίασας, τῶν σῶν δακρύων τοῖς χεύμασι καὶ ῥοαῖς, τῶν ἱδρῶτων γῆν Ἀκάμαντος.

 

Δόξα. Ἦχος β΄.

Ἐρημῖτα Ὅσιε, Κόνων ἀοίδιμε, τοῦ Προδρόμου τοὺς τρόπους μιμούμενος, ἀντὶ τοῦ Ἰορδάνου Ἀκάμαντα ᾤκησας, ἐνδιαιτώμενος βοτάνῃ καὶ ἀκροδρύοις· ὅθεν σοῦ, τοῦ θεωθέντος κατὰ μέθεξιν, τὴν μνήμην τελοῦντες, καὶ μεγαλύνοντες τῆς τιμίας ἀσκήσεώς σου τὰ κατορθώματα, τὸν ἰσχύσαντά σε Χριστὸν τὸν Θεὸν ἡμῶν δοξάζομεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις θεοειδῶν, Πατέρων νήσου Κύπρου, κοσμῆτορ Πάτερ Κόνων, ἀγγελικὸν ὡς βίον, σαφῶς ἐπιδειξάμενος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἔπηξας καλιάν, ἀσκητικῶν σου πόνων, φιλέρημος ὡς ὄρνις, πνευματοφόρε Κόνων, ἀνίκμῳ ἐν Ἀκάμαντι.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὅσιε ἀσκητά, Δαβὶδ ὡς προφητάναξ, Θεὸν ἐδοξολόγεις, τῇ λύρᾳ προσευχῶν σου, ἀπαύστως ἐν Ἀκάμαντι.

 

Δόξα. Τριαδικόν.

Κλέος ἐρημιτῶν, καὶ χαρμονὴ ἀζύγων, Τριὰς ὑπεραγία, ἐλέησον τοὺς πίστει, τὸ κράτος Σου δοξάζοντας.

 

Καὶ νῦν. Θεοτοκίον.

Μάκτρῳ Σῶν προσευχῶν, ῥοὰς ἀπόσμηξόν μου, δακρύων Θεοτόκε, καὶ εἰς χαρὰν τὰς θλίψεις, Σῶν δούλων μεταποίησον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τοῦ Ἀκάμαντος ἔμψυχον σεμνολόγημα, καὶ νήσου Κύπρου Ὁσίων, φωτοειδῶν θησαυρόν, τὸν ἀσκήσει θεαρέστῳ διαλάμψαντα, Κόνωνα μέλψωμεν πιστῶς, μελιῤῥύτοις ἐν ᾠδαῖς, βοῶντες· λαμπρὲ κοσμῆτορ, ἡσυχαστῶν χαμαιζήλων, ἡμῶν παθῶν σκοτείαν σκέδασον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Πνευματέμφορον Κόνωνα, ὥσπερ ἄϋλον ἄνθρωπον, ἐν ἀκρωτηρίῳ πολιτευσάμενον, τῷ δυσπροσίτῳ Ἀκάμαντος, καὶ πάντα σκιρτήματα, παριδόντα τῆς σαρκός, εὐλαβῶς ἀνυμνήσωμεν, καὶ κραυγάσωμεν· χαῖρε κλέος ἐρημιτῶν τῆς Κύπρου· χαῖρε στῦλε σωφροσύνης, καὶ ἀρετῆς ἐνδιαίτημα.

 

Τὸ περίδοξον καύχημα, νήσου Κύπρου τιμήσωμεν, γεγηθότες Κόνωνα τὸν πανεύφημον, τὸν ὥσπερ κρίνον ἀνθήσαντα, ἡδὺ ἐν Ἀκάμαντι, καὶ μυρίσαντα ὀδμαῖς, τῆς αὐτοῦ ὁσιότητος, καὶ χρηστότητος, χριστωνύμων χορείας νῦν βοώσας· χαῖρε κύμινον ἁγνείας, καὶ σωφροσύνης κιννάμωμον.

 

Τὸν ὀφθέντα ὑπέρτερον, τῆς τοῦ κόσμου συγχύσεως, ἀσκητὴν Ἀκάμαντος ἐνθεώτατον, νοΐ αὐτοῦ ὑποτάξαντα, τὴν σάρκα τὴν πρόσκαριον, ἀκρεμόνα μοναστῶν, χαριτοβρύτον Κόνωνα, εὐφημήσωμεν, ὡς οὐράνιον μέροπα τας τάξεις, τὸν φαιδρύνοντα Ἀγγέλων, ἐν τῇ ἀγήρῳ λαμπρότητι.

 

Τὸν τοῦ Ὁσιομάρτυρος, Ἰσαυρίας θεόφρονος, κηπουροῦ τε ἅμα σεπτὸν συνώνυμον, χαμαικοιτίᾳ στερήσεσι, δακρύων τοῖς ῥεύμασιν, ἀσιτίᾳ καὶ ευχῇ, νυχθημέρῳ ἐκλάμψαντα, ὥσπερ ἥλιον, ἐν τῷ ἄκρῳ τῷ δυτικῷ τῆς Κύπρου, οἰκητήριον ὀρνέων, μόνον ἀγρίων ὑπάρχοντι.

 

Οὐρανόφοιτον Κόνωνα, θεοείκελον Ὅσιον, γῆν τε καὶ οὐράνια τὸν ἑνώσαντα, αὐτοῦ ἀόκνοις δεήσεσιν, ἐκθύμως τιμήσωμεν, ἀγωγῆς ὡς ἀκραιφνοῦς, ἱερώτατον πρόβολον, καὶ κυπάρισσον, ἀκτησίας εὐθυτενῆ βοῶντες· χαῖρε πόλις ἡ κειμένη, ἐπάνω ὄρους σεμνότητος.

 

Δεῦτε πάντες φιλέορτοι, μελῳδήμασι στέψωμεν, μνήμην τὴν σεβάσμιον τοῦ παμμάκαρος, καὶ οὐρανόφρονος Κόνωνος, τῆς Πάφου περίχωρον, Ἀρσινόης τοὺς δρυμούς, καὶ Ἀκάμαντος ἔρημον, τοῦ κοσμήσαντος, πολιτείᾳ αὐτοῦ τῇ φιλοθέῳ, δι’ ἧς Κτίσαντι μεγάλως, καὶ Λυτρωτῇ εὐηρέστησε.

 

Δόξα. Ἦχος πλ. β΄.

Φιλάρετος ὁ βίος σου, καὶ πανίερον τὸ τέλος σου, οὐρανοπολίτην ἔδειξέ σε, Κόνων ἀξιομακάριστε. Σὺ γὰρ ὡς ἄσαρκος ἀγωνισάμενος, καὶ ὡς ὄρνις φιλέρημος πολίσας Ἀκάμαντα, ὑπερόπτης ὤφθης πάσης χοϊκῆς συναφείας καὶ σχέσεως. Καὶ νῦν Χριστῷ συνὼν ἐν οὐρανίοις λειμῶσιν, ἀδιαλείπτως Αὐτῷ πρέσβευε, καταπέμψαι πᾶσι τοῖς σὲ μακαρίζουσιν, ἄμφω ὑγίειαν καὶ ῥῶσιν καὶ δύναμιν.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 10 - 19)

κουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Τέρπου καὶ χόρευε ἡ ἁγιοτόκος Κύπρος, ὅτι ἐν ταῖς ἐρημίαις σου ὡς παρ’ ὑδάτων διεξόδοις, ὡς ῥόδον ἤνθησε Κόνων ὁ θειότατος. Οὗτος γὰρ το ἄγονον γεωργήσας τῆς χθονὸς δάκρυσιν ἀειῤῥύτοις, καὶ φυτοκόμος ἀρετῶν γενόμενος, πολύχουν καρπὸν ἀπέδωκε τῷ Κυρίῳ. Αὐτῷ οὖν συνευφραινόμενος, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν τῶν τιμώντων, αὐτοῦ τὰ παλαίσματα πρὸς πνευματικὴν τελείωσιν.

 

Ἦχος β΄.

Τὸν τοῦ Χριστοῦ ἐραστὴν καὶ γνήσιον φίλον, καὶ κλέος καὶ καύχημα τῶν μονοτρόπων, Κόνωνα τὸν μακάριον, χοροὶ φιλεόρτων συνελθόντες εὐφημήσωμεν. Οὗτος γὰρ ὑπὸ θεϊκοῦ τρωθεὶς ἔρωτος, τὴν ἀπάτην ἔφυγε τοῦ ματαίου κόσμου, καὶ τὸν ζυγὸν τοῦ Χριστοῦ ἀράμενος ἐπωμάδιον, τῆς θείας ἀγάπης τὸν ἄριστον δρόμον διώδευσε· ἴσος οὖν γεγονὼς ταῖς νοεραῖς οὐσίαις, δόξαν καὶ τιμὴν θεόθεν ἄπλετον εἴληφε, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων αὐτὸν ἐν ᾄσμασι.

 

Ἦχος γ΄.

Τὸν ἐν σαρκίῳ γεηρῷ ὡς ἄσαρκον πολιτευσάμενον, καὶ τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντα δυνάμει τοῦ Πνεύματος, Κόνωνα τὸν πανθαύμαστον, αἱ γενεαὶ τῶν εὐσεβῶν μέλψωμεν. Οὗτος γὰρ δι’ ἀγάπην Κυρίου ἀρνησάμενος πάντα τὰ ἡδέα, ὡς φθαρτὰ καὶ ῥέοντα, τὰ αἰώνια καὶ ἄῤῥευστα ἐπεζήτησεν· ἐπιτυχὼν οὖν τοῦ ἐφετοῦ δι’ ἀγῶνος συντόνου, οὐρανοπολίτης ἀξίως γέγονε, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον θερμότατος.

 

Δόξα. Ἦχος δ΄.

Τὸν ἐν θεωρίᾳ ὑψίνουν καὶ ἐν πράξει ὑπερνεφῆ Ὅσιον, ὡς τύπον καὶ κανόνα ἀζύγων, Κόνωνα τιμήσωμεν. Οὗτος γὰρ νηστείᾳ ἐπιμόνῳ καὶ προσευχῇ ἀδιαλείπτῳ, σάρκα κατέτηξε καὶ νοῦν ἐπτέρωσε πρὸς τὸν Κύριον τῆς δόξης· διὰ παντὸς οὖν Ἀγγέλοις συναυλιζόμενος, ἀπαύστως Αὐτῷ πρεσβεύει, ὑπὲρ τῶν τιμώντων αὐτοῦ μνήμην τὴν ἀεισέβαστον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε· ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις, ὁ τῷ Χριστῷ ὁμιλεῖν, ἐπιποθὼν μόνον ἐν βίῳ προσκαίρῳ σου, τρισόλβιε ἐρημῖτα, στηλογραφία ἠθῶν, ἄμεμπτε καὶ σκεῦος θείας χάριτος· στρουθίον γὰρ Ὅσιε, ὡς φιλέρημον ἔπηξας, τὴν καλιάν σου, τῶν σεπτῶν εἰς Ἀκάμαντα, σῆς ἀσκήσεως, πόνων θεοφορούμεν· ἔνθα καὶ θείας πτέρυγας, ψυχῆς σου ἐπέτασας, πρὸς δυσαντίβλεπτα ὕψη, τῆς οὐρανίου λαμπρότητος, Ἀγγέλων χορείαις, συναγάλλεσθαι παμφώτοις, Πάτερ ἰσάγγελε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, τῶν ἀσκητῶν καλλονή, ὁ ῥιζοτόμος τῆς κακίας τοῦ ὄφεως, καὶ ἄριστος φυτοκόμος, τῶν ψυχοτρόφων ἠθῶν, Κόνων μονοτρόπων ἐγκαλλώπισμα· σταυρὸν γὰρ ἀράμενος, τοῦ Χριστοῦ ἐθριάμβευσας, τὸν βροτοκτόνον, καὶ Θεοῦ ἐφανέρωσας, τὴν ἀνίκητον, δόξαν Πάτερ καὶ δύναμιν· ὅθεν ἐκδυσωποῦμέν σε, Ἀκάμαντος καύχημα, ὡς παρεστὼς τῷ Κυρίῳ, καὶ φιλανθρώπῳ Παντάνακτι, μὴ παύσῃ πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Μνήμην, τὴν σὴν τελοῦντες λαμπρῶς, τῆς Ἀρσινόης καὶ τῆς Πάφου φιλέορτοι, καὶ πάντες τῆς νήσου Κύπρου, τῶν χριστωνύμων χοροί, μακαρίζομέν σε Κόνων Ὅσιε· ὡς στῦλος γὰρ πάμφωτος, καταυγάζεις τὰ πέρατα, φαιδραῖς ἀκτῖσι, νυχθημέρων καμάτων σου, καὶ πυρσεύμασιν, ἀρετῶν θεαρέστων σου· καὶ ἀπελαύνεις ζόφωσιν, ῥαστώνης τιμώντων σε, καὶ ἀκηδίας καὶ μίσους, καὶ ἐμπαθείας ἑκάστοτε, τῶν ἐπιβοώντων, σοῦ τὴν παναγίαν κλῆσιν, περικλεέστατε.

 

 Δόξα. Ἦχος πλ. δ΄.

Ὡς ἄσυλον ταμειοῦχον τῆς ἐνθέου σοφίας καὶ χάριτος, μακαρίζομέν σε, ἀσκητῶν διάκοσμε καὶ μονοτρόπων κλεός, ὁσιώτατε Κόνων, Πάτερ ἡμῶν, ἐν κατανύξει κραυγάζοντες· Ἀκάμαντος οἰκιστὰ καὶ ἔφορε, ὁ θεϊκῇ χειρὶ λαβὼν στέφος ἄφθαρτον, τῷ ἱλαρῷ στεφοδότῃ πρέσβευε, ἡμῖν τοῖς σὲ τιμῶσιν ἐκθύμως καταπέμψαι ἀφθόνως, τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τοῦ Ἀκάμαντος ἔμψυχον σεμνολόγημα, καὶ νήσου Κύπρου Ὁσίων, φωτοειδῶν θησαυρόν, τὸν ἀσκήσει θεαρέστῳ διαλάμψαντα, Κόνωνα μέλψωμεν πιστῶς, μελιῤῥύτοις ἐν ᾠδαῖς, βοῶντες· λαμπρὲ κοσμῆτορ, ἡσυχαστῶν χαμαιζήλων, ἡμῶν παθῶν σκοτείαν σκέδασον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Πολύφωτος ἀστήρ, ἀρετῆς ἀνεδείχθης, καὶ στάθμης ἀκριβής, ἐγρηγόρσεως Κόνων, Ἀκάμαντος σέμνωμα, καὶ ἀσκήσεως ἔσοπτρον· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, τὰς σὰς ἀόκνους πρεσβείας, πρὸς Κτίστην αἰτούμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πιστῶν καταφυγή, Παναγία Παρθένε, ἀτόποις λογισμοῖς, τὸν Σὸν Τόκον καὶ ἔργοις, αἰσχροῖς παροργίζοντας, δεξαμένη ὁδήγησον, πρὸς μετάνοιαν, καὶ ἀγαθῶν ἔργων πράξιν, ὡς ἰθύντειρα, ἀπλανεστάτη πρὸς πόλον, τῶν πίστει σπευδόντων σοι.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐπ’ ὤμων ἀράμενος τὸν τοῦ Κυρίου σταυρόν, Ἀκάμαντα ᾤκησας, καὶ ἀσκητῶν παμφαῶν, ἐδείχθης ἀπαύγασμα, Κόνων πνευματοφόρε· ὅθεν χάριν ἐλαύνειν, χαμαιζηλίας ζόφον, τῶν θερμῶν ἱκετῶν σου, ἀπείληφας καὶ σκότος παθῶν, Πάτερ ἐξώτερον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παράδεισος πάντερπνος παντοδαπῶν ἀρετῶν, ἐδείχθης Μητρόθεε τοῦ Βασιλέως Χριστοῦ, καθέδρα πολύτιμε· ἐν γὰρ τῇ Σῇ νηδύϊ, τὸν μυρίζοντα πάντας, χάρισιν Αὐτοῦ θείαις, Παναγία Παρθένε, ἐβάστασας Σωτῆρα ἡμῶν, καὶ Παντοκράτορα.

 

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Πρὸς τὰ ἐντάλματα, Θεοῦ ἐῤῥύθμισας, βίον σου πρόσκαιρον, πυρσὲ Ἀκάμαντος, καὶ πρᾶξιν ἔδειξας πρὸς σῆς, ἐπίβασιν θεωρίας· ὅθεν τηλαυγέστατος, ἀσκητῶν φάρος πέφηνας, καταυγάζων ἅπαντας, τοὺς πιστοὺς πρὸς ἐπίγνωσιν, τοὺς πόθῳ σοι καὶ πίστει βοῶντας· Χαῖρε πνευματοφόρε Κόνων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ΣΤ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ... (Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος Λουκᾶ)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τὸν ἐν Ἀκάμαντι ὑπὲρ φύσιν ἀσκήσαντα, καὶ ὡς μέλισσα σοφὴ καὶ φίλεργος, τὸ νέκταρ τῶν ἀρετῶν συλλέξαντα, Κόνωνα τὸν πολυΰμνητον ἀνυμνήσωμεν κράζοντες· ἐνδιαίτημα ἀπαθείας καὶ νήψεως, καὶ κατοικητήριον τοῦ Παρακλήτου Πνεύματος, καθάρισον ἡμᾶς ῥυπτικαῖς εὐχαῖς σου πάσης κηλῖδος, καὶ καταγώγια χάριτος ἀνάδειξον τοὺς τιμῶντάς σε.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Κόνωνος τοῦ ἐν τῷ Ἀκάμαντι, ἐγκώμιον. Χ. Μ.

ᾨδὴ α’. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Κόνωνος φωστῆρος ἀσκητῶν, τοὺς νυχθημέρους καμάτους ὑμνήσωμεν, τὰς γονυκλισίας καὶ τὰς προσευχάς, τὰς ἀσιγήτους κράζοντες· χαῖρε τῶν Ἀγγέλων, ὁ μιμητὴς καὶ ὁμόζηλος.

Ὄρος εὐφροσύνην νοητήν, τῆς ἀπαθείας σταλάζον καὶ νήψεως, ὤφθης Κόνων Ὅσιε τὸν πικρασμόν, παθῶν γλυκαῖνον χάριτι, θείου Παρακλήτου, πιστοὺς σοφίζοντος πάντοτε.

Νοῦν σου πρὸς τὰ ὕψη οὐρανῶν, τὰ δυσαντίβλεπτα Κόνων ἀνύψωσας, καὶ σαρκὸς ἐμάρανας ὁρμάς, τὰς χαμαιζήλους πάντοτε, ἀγωγῇ ἀρίστῇ, μοναδικῆς πολιτείας σου.

Θεοτοκίον.

Ὥσπερ μόνην Σε ἐν γυναιξί, ὑπερφυῶς συλλαβοῦσαν καὶ τέξασαν, τοῦ Θεοῦ τὸν Λόγον τὸν σεπτόν, τῶν χοϊκῶν συστήματα, εὐχαρίστῳ γλώσσῃ, πάντα σεμνὴ μακαρίζομεν.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τὴν τῶν βροτῶν.

Νοός σου εὐθύτητι σεπτέ, τῇ πρὸς Θεὸν τὸν ἅγιον, τοῦ ἀρχεκάκου πλάνου ἐξέκλινας, τρισμάκαρ Κόνων τὰ πανουργεύματα· ὅθεν πρὸς οὐράνια, δώματα κατέπαυσας, τῷ Δεσπότῃ Χριστῷ παριστάμενος.

Ὁσίων τῆς Κύπρου καλλονή, σοφίαν ἔχων σύνοικον, καὶ ἀρετὴν ἀχώριστον σύναυλον, ἐπολιτεύσω καθάπερ ἄϋλος, Κόνων θεοφόρε, ἀσκητὰ Ἀκάμαντος· ὅθεν στέφος ἐδέξω ἀμάραντον.

Σαρκὸς καθυπέταξας ὁρμάς, ἀσκήσει ψυχοτρόφῳ σου, καὶ λογισμοὺς κακοὺς ἐφυλάκισας, καρδιακῇ σου εὐχῇ μακάριε, Κόνων· ὅθεν πνεῦμα, σὸν σαφῶς ἐπτέρωσας, πρὸς Θεὸν εὐσεβεῖς τὸν στηρίζοντα.

Θεοτοκίον.

Ταχεῖα μερόπων βοηθός, καταφυγὴ καὶ στήριγμα, καὶ ἀντιλήπτωρ ὤφθης πανύμνητε, Θεογεννῆτορ ἁγνὴ ἀειπάρθενε, Σοὶ καταφευγόντων, καὶ βοώντων πάντοτε· ποδηγὲ πρὸς Θεόν, χαῖρε Δέσποινα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Νόμοις Ὅσιε, Θεοῦ ὑπείκων, καὶ προστάγμασιν, αὐτοῦ ἐμφρόνως, πειθαρχῶν τῶν δωρεῶν θείου Πνεύματος, ἐλαία ὤφθης χρηστότητος σύγκαρπος, καὶ ἀρετῆς Κόνων κέδρος μυρίπνοος· ὅθεν μνήμην σου τὴν πάνσεπτον ἑορτάζοντες, ἀζύγων σε ὡς βάθρον μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα, κατ’ ἀξίαν Σε, μέλπειν Παρθένε, ἀνωτέραν Χερουβὶμ οὖσαν τάγματος, καὶ ὑπερτέραν ἁπάσης τῆς κτίσεως· διὸ σὺν Κόνωνι τῷ ἐν Ἀκάμαντι, καθικέτευε Χριστόν, τὸν Θεὸν καὶ Τόκον Σου, πανάγιον ὑπὲρ τῶν ἀνυμνούντων Σε.

 

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.

Ὅσιε πανεύφημε ῥυθμίζων τὸν βίον σου, τὸν καθαρὸν φόβῳ Θεοοῦ, ἅρμα Αὐτοῦ φωτολαμπές, καὶ πάμφωτον γέγονας, εἰς οὐρανοὺς καθοδηγούμενον Ἅγιε, τῆς ἀπαθείας πηγὴ Κόνων ἄφθονε.

Ὕμνοις μακαρίσωμεν τὸν φάρον Ἀκάμαντος, τὸν τηλαυγῶς καὶ παμφαῶς, φαίνοντα πᾶσι θεαυγοῦς, ἀκτῖσιν ἀσκήσεως, καὶ ἀρετῆς καὶ ἀκτησίας πυρσεύμασι, τοῖς φιλοσίων χοροῖς θεῖον Κόνωνα.

Ἔλαμψας ὡς ἥλιος ἐνθέου ἀσκήσεως, ἐν νήσῳ Κύπρῳ ἀσκητά, Κόνων βολαῖς σου ἀγωγῆς, ἐνθέου καὶ νήψεως, καὶ κατεφώτισας πιστῶν τὴν ὁμήγυριν, ἀναβοῶσαν· λαμπὰς χαῖρε πίστεως.

Θεοτοκίον.

Νύκτα πόῤῥῳ δίωξον τῆς ζοφερᾶς συνηθείας μου, Θεοκυῆτορ ἀγαθή, τοῦ Σοὶ προσπίπτοντας πιστῶς, καὶ ἦμαρ ἀνατείλον, τῷ Σῷ οἰκέτῃ μετανοίας δεήσεσι, τοῦ ἀσκητοῦ τοῦ Ἀκάμαντος Κόνωνος.

 

 ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Τῶν Ὁσίων ἀσκητῶν ἡ χορεία εὐφράνθητι, καὶ ὁ δῆμος χριστωνύμων ἀγάλλου καὶ χόρευε· ὅτι νῦν ἐξέλαμψε λαμπρά, ἡ μνήμη τοῦ πανσόφου, ἐν ἀσκηταῖς θείου Κόνωνος.

Ὡς ἀδύτῳ ἐλλαμφθεὶς φέγγει Κόνων μακάριε, ἐνεπλήσθης τοῦ φωτὸς τοῦ Θεοῦ· ὅθεν ἅπαντας, τοὺς ἀνευφημοῦντας εὐλαβῶς, φωτίζεις καθ’ ἑκάστην, τὴν φωταυγῆ μάκαρ μνήμην σου.

Ἀσκητὰ περικλεὲς τοῦ Ἀκάμαντος πρόσδεξαι, τὸ ἐγκώμιον ἡμῶν τῶν ἐκθύμως τιμώντων σε, καὶ παράσχου πᾶσι δαψιλῶς, τὴν χάριν σου τὴν θείαν, καὶ ἀρωγήν σου καὶ εὔνοιαν.

Θεοτοκίον.

Καταξίωσον τυχεῖν τῆς ἀφθίτου λαμπρότητος, καὶ χαρᾶς τῶν οὐρανῶν τοὺς θερμῶς Σοι προσπίπτοντας, καὶ Σὲ μακαρίζοντας τρανῶς, Κυρία Θεοτόκε, σεπτοῦ ἐντεύξεσι Κόνωνος.

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.

Ἀνδρείως ἀντετάξω Κόνων Ὅσιε, κατὰ τοῦ πολεμήτορος, συμφραξάμενος τῷ ὅπλῳ τοῦ Σταυροῦ, καὶ λαμπρὸς νικήτωρ ἀσκητὰ ὀφθείς, νίκης ἀπείληφας ἀφθίτου, στέφος ἀμάραντον.

Μακάρων ταῖς χορείαις συνηρίθμησαι, ἰσάγγελε ἄνθρωπε, ὡς τελέσας τὸν ἀγῶνά σου καλῶς, καὶ εὐαρεστήσας τῷ Θεῷ ἡμῶν, τῇ σῇ ἀμέμπτῳ πολιτείᾳ, Κόνων ἀοίδιμε.

Ἀκάμαντος ἀνίκμου Κόνων ἄρουραν, ἐπίανας ῥεύμασι, σῶν ἱδρώτων Πάτερ τῶν ἀσκητικῶν, καὶ δακρύων ῥείθροις πρὸς πνευματικήν, καρποφορίαν θεοφόρε, ἀζύγων ἀγλάϊσμα.

Θεοτοκίον.

Νικήτορας κατὰ παθῶν ἀνάδειξον, ἡμᾶς τοὺς οἰκέτας Σου, Θεοτόκε κράζομεν πανευλαβῶς· Σὺ γὰρ πέλεις πάντων ἐν μάχαις ἀεὶ ἀκέστωρ, σύντροφος προστάτις ἁγνή, καὶ ὑπέρμαχος.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ Στρατηγῷ.

Τὸν καταστείλαντα, σαρκὸς ὁρμὰς ἀτάκτους, ἀσκητικῇ διαγωγῇ καὶ ἐποφθέντα, ἐγκρατείας θείαν στήλην ὡς νήσου Κύπρου, μονοτρόπων μυροθήκην καὶ Ἀκάμαντος, ὄλβον ἄσυλον ὁσίων εὐφημήσωμεν, πόθῳ κράζοντες· Χαίροις Κόνων μακάριε.

Ὁ Οἶκος.

Ἄγγελοι σοὺς καμάτους, θεασάμενοι Κόνων, ἐξέστησαν πρὸς κτῆσιν σοφίας, καὶ τελείωσιν τῆς ἀρετῆς, καὶ βροτῶν ἰδόντες οἱ χοροὶ πόνους σου, ἀσκητικοὺς ἐκραύγαζον, ψυχῆς ἐν κατανύξει ταῦτα·

Χαῖρε, ἀπόῤῥιψις τῶν ἐνύλων·

χαῖρε, ἀτένισις τῶν ἀΰλων.

Χαῖρε, πολιστὴς τοῦ ἀνίκμου Ἀκάμαντος·

χαῖρε, οἰκιστὴς ἐρημίας φιλόθεος.

Χαῖρε, ὅτι τὰ οὐράνια ἐπεπόθησας σαφῶς·

χαῖρε, ὅτι τὰ ἐπίγεια ἀπηρνήσω νουνεχῶς.

Χαῖρε, σάπων τὸν ῥύπον τῶν παθῶν ὁ καθαίρων·

χαῖρε, κώδων ἐξ ὕπνου ῥαθυμίας ἐγείρων.

Χαῖρε, πυρσὸς ἀσκήσεως πάμφωτος·

χαῖρε, φρουρὸς τιμώντων σε ἄγρυπνος.

Χαῖρε, Ὁσίων Κύπρου φαιδρότης·

χαῖρε, Πατέρων σεπτῶν κοσμιότης.

Χαίροις, Κόνων μακάριε.

 

Συναξάριον.

Τῇ Ε’ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Κόνωνος, τοῦ ἐν τῷ ὄρει Ἀκάμαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Τὴν νοητήν

Τὸν ταπεινόν, ἀσκητὴν Ἀκάμαντος, ὑμνολογοῦμεν ἀκλινῶς· ὡς προσήκει γὰρ τοῖς πιστοῖς, ἀπεφάνθη ἄκακος, πρᾶος καὶ ἡσύχιος, ἐξ ἔργων νόμου ὁ πάνσοφος, καὶ αἰνετὸς ἐν Ὁσίοις, Θεοῦ τοῦ Παντοκράτορος.

Ἰδεῖν ποθῶν, κάλλος μορφῆς τὸ ἀμήχανον, τοῦ Θεανθρώπου Ἰησοῦ, ἐν λαμπραῖς σκηναῖς οὐρανοῦ, πᾶσαν ἐγκατέλιπε, πρόσκαιρον ἡδύτητα, καὶ βίου ἄνεσιν ὁ ἔνθεος, Κόνων ἡ δόξα Ὁσίων, καὶ μονοτρόπων εὔκλεια.

Ἐν ταῖς αὐλαῖς, τῶν οὐρανῶν ἀγαλλόμενος, καὶ συγχορεύων στρατιαῖς, τῶν Ἀγγέλων Κόνων σεπτέ, ὑπερεύχου πάντοτε, τῶν μακαριζόντων σε, καὶ δοξαζόντων ἐν ᾄσμασι, τὸν ἐνισχύσαντα Πάτερ, καλῶς τελέσαι βίον σου.

Θεοτοκίον.

Γῆ ἀγαθή, εὐλογημένη Παντάνασσα, Θεοῦ βλαστήσασα Υἱόν, καὶ σωτηρίας πρόξενος, ἡμῶν ἐγένου τοῖς ὕμνοις Σε, μελισταγέσι τιμώντων, Θεογεννῆτορ Παντάνασσα.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.

Καύχημα Πατέρων θεαυγῶν, διήνυσας σὸν βίον, ἀμέμπτως καὶ θεαρέστως, καὶ εἰς δόμους οὐρανοῦ, παμφώτους κατήντησας· εὐλογῶν τὸν Δεσπότην, ἁπάσης οἰκουμένης, καὶ Σωτῆρα κόσμου, ἀπαύστως εἰς αἰῶνας.

Ὥσπερ φοῖνιξ Κόνων ἀρεταῖς, κατάκομος ἡδίστους, ἐξήνθησας θεοφόρε, ἐν καρδίᾳ σου καρπούς· διό σε γεραίροντες, εὐχαρίστως βοῶμεν· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, τὰ ἔργα εἰς αἰῶνας.

Μέμνησο ἡμῖν τῶν εὐλαβῶς, τιμώντων σου τὴν μνήμην, τὴν πάνσεπτον μάκαρ Κόνων, καὶ βοώντων τῷ Θεῷ, τῷ σὲ χαριτώσαντι· εἴη εὐλογημένον, τὸ ὄνομά Σου Σῶτερ, καὶ δεδοξασμένον, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἵλεων ἡμῖν τὸν Σὸν Υἱόν, ἀπέργασαι Παρθένε, ἀεὶ μεγαλύνουσί Σε, καὶ βοῶσιν ἐκτενῶς, Παρθένε Θεόνυμφε· εὐλογεῖτε τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.

Ὄμβρισον ἡμῖν τιμῶσί σου, τὴν πολιτείαν Κόνων, ὄντως ἰσάγγελον, ταχὺ ὑετὸν χρηστοηθείας καὶ νήψεως, καὶ σοφίας, ἀζύγων διάκοσμε· ἵνα σὴν θείαν μνήμην, ᾠδαῖς εὐτάκτοις ἑορτάζομεν.

Νίκης στέφος χρυσοστόλιστον, παρὰ Χριστοῦ ἐδέξω, Κόνων θεσπέσιε, ἀγήρω ζωῆς καὶ ἀϊδίου τερπνότητος, ᾭπερ πᾶσαν ψυχῆς σου τὴν ἔφεσιν, τῆς ἀληθῶς ἐνθέου, ἐν τῷ σῷ βίῳ ἀφιέρωσας.

Χάριτος σεπτὸν γενόμενος, δοχεῖον Πάτερ Κόνων, φάρε Ἀκάμαντος, φωτίζεις ἡμῶν τὴν σκοτομήνην τῶν θλίψεων, τῶν σπευδόντων τῇ θείᾳ σου χάριτι, καὶ σὲ μεγαλυνόντων, ὡς τοῦ Κυρίου φίλον γνήσιον.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ πανύμνητε, ὁδὸν ὑπόδειξόν μοι πρὸς ἀφθαρτότητα, ἀπάγουσαν, ἵνα ἀπολαύσω τοῦ Τόκου Σου, τοῦ προσώπου σὺν Σοὶ τὸ ἀμήχανον, εὐλογημένη κάλλος, ἐν ταῖς σκηναῖς τῆς ἄνω πόλεως.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Συντόνου ἀσκήσεως, πυρσεύμασιν Ἀκάμαντα, ὅνπερ ἐπόλισας Κόνων, καὶ χάριτός σου ἀκτῖσιν, ἐφώτισας τρισόλβιε· διόπερ νῦν τὴν μνήμην σου, τὴν ἱερὰν καὶ πάμφωτον, πανηγυρίζοντες ὕμνοις, σὲ καταστέφομεν πόθῳ.

Θεοτοκίον.

Σὲ πάντες μακαρίζομεν, ἁγνὴ Θεογεννήτρια, ὅτι Τριάδος τὸν ἕνα, ἐκυοφόρησας ξένως, καὶ σαῖς χερσὶν ἐβάστασας, Θεοῦ τὸν ὑπερούσιον, Λόγον Παρθένε πάναγνε, ἀτρέπτως ἀναλλοιώτως, ἀφράστως καὶ ἀπόῤῥήτως.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Κόνων, μονοτρόπων καύχημα, πυξὶς σεπτῶν ἀρετῶν, ταπεινώσεως ἄγαλμα, ἀκτησίας μέλαθρον, καὶ νηστείας ἀνάκτορον, ὁ λεπτῇ αὔρᾳ, τοῦ θείου Πνεύματος, ψυχὴν δροσίσας, καὶ τὰ πυργώματα, πάντα τοῦ δράκοντος, καταῤῥάξας Ὅσιε σῇ θαυμαστῇ, ἀγωγῇ τεθέωσαι, πανιερώτατε.

 

Κόνων, ἀσκητὰ Ἀκάμαντος, ἐρημιτῶν θεαυγῶν, αὖχος πολυτιμότατον, σωφροσύνης ἔμψυχος, στήλη καὶ ἀγαθότητος, εὔηχος σάλπιγξ, ἐδείχθης Ὅσιε· διό σε πάντες, νῦν μακαρίζοντες, ἀνευφημοῦμέν σου, τὴν τιμίαν ἄσκησην ἐγκρατευτά, καὶ τὰ σὰ παλαίσματα, πρὸς βίον κρείττονα.

 

Κόνων, ὄρπηξ ὡραιότατε, τῆς Ἐκκλησίας Χριστοῦ, νήσου Κύπρου ἀγλάϊσμα, καὶ τῆς Πάφου σέμνωμα, σκέπε τοὺς καταφεύγοντας, τῇ σῇ δοθείσῃ, πλουσίως χάριτι, καὶ ἐξαιρέτως, τοὺς ἑορτάζοντας, μνήμην τὴν θείαν σου, καὶ φωσφόρον ᾄσμασι καὶ μελιχραῖς, ὑμνῳδίαις πάντοτε, θεοφορούμενε.

 

Κόνων, ἱερὲ κτησάμενος, νοῦν ἡγεμόνα σαρκός, τὰς κινήσεις κατέστειλας, καὶ σοφῶς ὑπέταξας, ἅπαν χεῖρον τῷ κρείττονι· διό σοι πόθῳ, ἡμεῖς κραυγάζομεν· χαῖρε Τριάδος τὸ καταγώγιον, χαῖρε φανότε, λύχνε διακρίσεως, χαῖρε λαμπάς, ἀρετῶν πολύφωτε, καὶ στήλη χάριτος.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν τοῦ Προδρόμου ἑπόενον τῇ ἐν ἐρήμῳ ἀσκήσει, Κόνωνα τὸ θεοείκελον, ἐγκωμίοις οἱ πιστοὶ καταστέψωμεν. Οὗτος γὰρ ἐν Ἀκαάμαντι ὁσίως πολιτευσάμενος, καὶ ὡς ὄρνις φιλέρημος τὴν ἀγήρω ζωὴν κελαδήσας, ἐν τῇ ὥρᾳ τῆς αὐτοῦ ἀναλύσεως, τέλειος εὑρέθη ἐνώπιον Κυρίου. Καὶ νῦν σὺν φωτομόρφοις Ἀγγέλοις, ἐν ἀστραποβόλῳ πόλῳ χορεύων, Χριστῷ τῷ φωτοδότῃ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις τῶν ἀῤῥεύστων ὁ ζηλωτής, καὶ ὁ ὑπερόπτης, τῶν ματαίων τε καὶ ῥευστῶν, Κόνων θεοφόρε, ὁ ῥείθροις ἁγιάσας, ἱδρώτων σου τιμίων, Κύπρου Ἀκάμαντα.