Παρασκευή 21 Φεβρουαρίου 2025

ΦΕΒΡΟΥΑΡΙΟΣ 23. ΟΣΙΑ ΓΟΡΓΟΝΙΑ ΤΡΟΠΑΡΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΓ΄.

ΓΟΡΓΟΝΙΑ ΟΣΙΑ

ΤΡΟΠΑΡΙΑ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς Ὁσίας. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.

Ἀγαθοτάτης σὺ ῥίζης ἔφυς ἐκβλάστημα, ὑψόφρον Γοργονία, καὶ χαρίσμασι πλείστοις, ἐκόσμησας πανσόφως βίον τὸν σόν, τοῖς παροῦσι τὰ μέλλοντα, ἐξαγοράσασα Μῆτερ θημωνιάν, ἀρετῶν σου ἐπεστοίβασας.

 

Οὐ μόνον πίναξ ἐφάνης μιγάδων Μῆτερ σοφή, ἀλλὰ καὶ τῶν παρθένων, σωφροσύνῃ συζῶσα· παρεῖδες ὡς προσκαίρων τὰ τῆς σαρκός, καίπερ γάμῳ συνδέδεσαι· τῶν οὐρανίων γὰρ πόθῳ τὰ ἐπὶ γῆς, καθ’ ἡμέραν καθυπέττατες.

 

Γοργὸν τὸ βῆμα ἐποίεις πρὸς ὕψος βλέπουσα, σαὐτὴν ἅρμα ποιοῦσα, Πνεύματος τοῦ Ἁγίου· οὐ μόνον δὲ τοῖς πέλας λύχνος λαμπρός, ἀνεφάνης τοῖς ἔργοις σου, ἀλλὰ τοῖς πᾶσιν σιγῶσα καὶ νῦν φωνεῖς· Ἀγαπήσατε τὸν Κύριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἡ κατὰ Θεὸν πολιτεία σου Γοργονία δούλη Χριστοῦ, οὐ φαιδρὰ ἱστορία μυθοπλαστίας ἐδείχθη. Τῇ γὰρ ἐπωνυμίᾳ σου καὶ ὁ τρόπος γρήγορος ἐφάνη, πρὸς Θεοῦ τὴν κατάληψιν. Οὐχ εὑρέθη ἐν σοὶ λόγος ἀργός, οὐδὲ χρόνος ὑπῆρξεν, ὃς οὐκ ἤρτυται τῇ τῆς Τριάδος δοξολογίᾳ. Πάντα ὑποτάξασα τῇ εὐαγγελικῇ προστάξει, πάντων μετρίως μετείληφας, ἀλλὰ καὶ πάντων σοφῶς ὑπερέκεισο ὡς ὑψιβάμων· διὸ χαίρουσα νῦν ἐν οὐρανοῖς, πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου ἁγνή, τῆς φοβερᾶς με, ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

Ἢ Σταυροθεοτοκίον

Ἥλιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, γνοφερῶς μετέβαλε· γῆ κλονεῖται καὶ ῥήγνυται, τὸ τοῦ ναοῦ σου δὲ καταπέτασμα· κἀγὼ πῶς Τέκνον, οὐ διαῤῥήξομαι, σπλάγχνα καὶ ὄμματα; παρειὰς γλυκύτατε καταξανῶ, ἀδίκως σε θνῄσκοντα, βλέπουσα Σῶτέρ μου.

Εἰς τὸν Στίχον, Προσόμοιον τῆς Ὁσίας.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, ὦ Γοργονία σεμνή, τῶν γυναικῶν περιφανὲς ἐγκαλλώπισμα· σὺ ὄντως ἐδείχθης οἶκος, θεοειδῶν ἀρετῶν, καὶ Εὐαγγελίου ἐκπληρώτρια· εὐχαῖς καὶ δεήσεσι, τὸν Χριστὸν περικλείσασα, ἐν τῇ καρδίᾳ, τῶν πτωχῶν μήτηρ γέγονας, διανέμουσα, ἀφειδῶς τὰ προσόντα σοι· ὅθεν πολλοῖς χαρίσμασι, σαὐτὴν ἐγκοσμήσασα, ἐν ταῖς χερσὶ τοῦ Κυρίου, τὴν σὴν ψυχὴν παραδέδωκας, καὶ νῦν ἱκετεύεις, ὑπὲρ ὅσοι ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὴν στενὴν βαδίσασα ὁδόν, τὴν θλίψεσι στενουμένην καὶ τοῖς τοῦ βίου λυπηροῖς, νῦν ἐσκήνωσας Γοργονία, ἐν πλάτει τῆς Βασιλείας τοῦ Θεοῦ. Μηδαμῶς ἐκκλίνασα τοῦ Νόμου Αὐτοῦ, ἔμψυχον ἐδείχθης Εὐαγγέλιον, τοῖς τε ἐγγὺς καὶ μακράν, οὐδὲ κατὰ μικρὸν ὑποστείλασα, τὰ τῆς θεώσεως παλαίσματα. Οὐ γὰρ ζυγὸς ἀνδρός σε ἐβάρυνεν, οὐ μέριμναι τεκνοτροφίας, ἤ τι ἄλλο τῶν τοῦ κόσμου προσκαίρων καὶ φθαρτῶν. Πάντα ὑποτάξασα γενναιοφρόνως τῷ λογισμῷ τῆς εὐσεβείας, ὡς πολυκαλλίκαρπον δένδρον τῆς Ἐκκλησίας ηὐξήθης. Διὸ καὶ ἡμεῖς σὺν τῷ ὁμαίμονί σου πανηγυριστῇ Γρηγορίῳ, ψελλίσματά σοι αἴνων προσφέροντες, αἰτούμεθα πρεσβεύειν, τῷ γλυκυτάτῳ Κυρίῳ, ὅπως γοργῶς συναπολαύσωμέν σοι, τῆς θέας τοῦ παμφώτου Προσώπου Αὐτοῦ.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Χαίροις ἀσκητικῶν.

Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν σε, Θεὲ ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

 

 

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Γρηγορίου τοῦ πάνυ τὴν ὁμαίμονα ᾄσωμεν, ᾄσμασιν ἐνθέοις ὡς τύπον, ἐγκρατείας τῆς σώφρονος. Συζήσασα τῷ φόβῳ τοῦ Θεοῦ, χορεύει νῦν ἐν πόλοις οὐρανοῦ, Γοργονία ἡ τὸ ὄμμα τὸ ψυχικόν, ἐξόχως ἐκλαμπρύνασα. Δόξα τῷ ἁγιάσαντι αὐτήν, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐκμαγεῖον ἀρετῆς, ἐν κόσμῳ θεῖον δείξαντι.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχ. δ΄. Ἐπεφάνης σήμερον.

Τοῦ Χριστοῦ ὁ πόθος σε, ὅλην ἀνῆψε, διὸ ὄμμα ἔτεινες, πρὸς οὐρανὸν τὸ τῆς ψυχῆς· ὅθεν Θεός σε ἠμείψατο, ὦ Γοργονία, πολλοῖς τοῖς χαρίσμασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Παναγία Δέσποινα, Μῆτερ Κυρίου, τῆς ψυχῆς μου ὄμματα, ἐσκοτισμένα σφαλερῶς, ταῖς σαῖς πρεσβείαις διάνοιξον, ἵνα κατίδω, τὸ φῶς μου τὸν Κύριον.

Ἢ Σταυροθεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἐπὶ Σταυροῦ σε δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τίς σου ἡ ἀπόῤῥητος συγκατάβασις Λόγε; πῶς σε νῦν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρῖναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.

 

Κάθισμα, ἐν τῇ γ΄ ᾠδῇ. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ Θεοῦ εὐμοιρήσασα γενεᾶς, φοβουμένων τὸν Κύριον ἀληθῶς, καρπὸς ἀξιότατος, Γοργονία ἐβλάστησας. Οὐ δεσμός σε τοῦ γάμου, οὐ κόσμου τερπνότητες, ἀφελεῖν ἐκ ψυχῆς σου, οὐράνιον φρόνημα, ἴσχυσαν οὐδόλως· διὸ Μῆτερ ἐφάνης, Τριάδος ἁγνότατον, ἐνδιαίτημα πάντων τε, ἀγαθῶν πολυέραστον, οἴκημα ὁσία σεμνή, ᾟ μὴ παύσῃ πάντοτε πρεσβεύουσα, ὑπὲρ πάντων τῶν ὅσοι, τελοῦσι τὴν μνήμην σου

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλη, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον

Τὸν ἀμνὸν καὶ ποιμένα, καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα, ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

 

Κοντάκιον τῆς Ἁγίας. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Σωφροσύνης ἅπαντες, τέμενος ὕμνοις ἐνθέοις, οἱ πιστοὶ τιμήσωμεν, Θεῷ τὴν πεποθημένην· αὕτη γάρ, τὰ παρθενίας ἔργα ἐν γάμῳ, πράξασα, τῷ τῆς Παρθένου Υἱῷ ὀπίσω, ἐκολλήθη ἐκ καρδίας, ψάλλουσα οὕτω· Χριστός μου ἡ δύναμις.

 

Συναξάριον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Γοργονίας, ἀδελφῆς τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῷ κόσμῳ τῶν ἀρετῶν σου, κεκοσμημένη φρονίμως, οὐ μόνον τὰ τῆς ψυχῆς σου, ἐδίωξας Γοργονία, ἀλλ’ ὡς χριστόαπτος λύχνος, πολλοὺς ἐφώτισας Μῆτερ.

Θεοτοκίον, ὅμοιον.

Ὁ γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μῆτερ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς

Ἐν διαθήκῃ σου ἕστης ἰσοβίως, καὶ τοῖς σοῖς παλαίσμασιν ἐπαλαιώθης καινῶς, ὦ Γοργονία φιλόλογε, τοῦ Θεολόγου, ἡ ὁμοπάτριος καὶ ὁμότροπος, Λόγον ἀγαπήσασα καὶ Λόγῳ ζήσασα, λόγοις τοῖς θείοις ἐφείλκυσας, πρὸς τὴν τοῦ Λόγου, ζωὴν καὶ γνῶσιν τὴν ὄντως μένουσαν, ὡς προσφορὰν σὸν ὁμόζυγον, ἐκ τοῦ σκότους τῆς πλάνης ἐξάξασα, κατὰ χάριν τὴν θείαν, αὐτοῦ μήτηρ χρηματίσασα.

 

Παρὰ Κυρίου κενὸς Μῆτερ οὐκ ἔσται, κόπος σου ὁ σύμβιος, ἀλλ’ ἀφορμὴ δωρεῶν, ὡς ἔτι ζώσῃ σοι ἔδειξεν, ὅτε ἡ χείρ σου, ἡ ἐλεήμων οὐδόλως ἵδρωσεν, νύκτα καὶ ἡμέραν τε διακονοῦσα Αὐτῷ, διδοῦσα πᾶσι τὰ πρόσφορα, ἀδιακρίτως, ἀγάπης κέντρῳ ἐμπληττομένη σφοδρῷ, ἀλλὰ καὶ πόνοι οὓς ὑπέμεινας, οἱ τοῦ σώματος στέφη ἀμάραντα, παραδείσου ὦ μῆτερ, Γοργονία σοι προσάξουσι.

 Δόξα. Ἦχος δ΄

Τὴν γονικὴν εὐλάβειαν ὡς βάσιν κατέχουσα, δι’ εὐσεβείας ἀληθοῦς σεαυτὴν ἀνέδειξας, Γοργονία παμμακάριστε, οἶκον λαμπρὸν τοῦ Θεοῦ. Ὅθεν ὡς πολύφορος ναῦς ἐξ ἀρετῶν πεπληρωμένη, τῷ ἀσαλεύτῳ λιμένι καθώρμησαι, τῆς Βασιλείας τῶν οὐρανῶν, ἔνθα μετὰ τῶν ἁγίων οἰκογενῶν σου, μὴ παύσητε πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα χαρίτωσον, τὸν νοῦν μου πανάμωμε, καὶ εὐόδωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου.

Ἢ Σταυροθεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων, καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα.

 

Μεγαλυνάριον

Ἔχουσα τὸν πόθον τοῦ Ἰησοῦ, γοργῶς Γοργονία, ἐπορεύθης ὥσπερ

δορκάς, εἰς πηγὰς ὑδάτων, τῶν κάτω παριδοῦσα, καὶ τῆς Σιὼν τῆς ἄνω, πολῖτις γέγονας.

 

 

 

 

 

Τετάρτη 19 Φεβρουαρίου 2025

ΦΕΒΡΟΥΑΡΙΟΣ 22. ΑΓΙΟΣ ΑΡΙΣΤΩΝ ΑΡΣΙΝΟΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΒ!!

ΑΡΙΣΤΩΝ ΑΡΣΙΝΟΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες ὑμᾶς.

Ἀρίστων ἐπίσκοπε σοφέ, Ἀρσινόης κόσμημα, καὶ νήσου Κύπρου θησαύρισμα, τὴν θείαν μνήμην σου, εὐσεβῶν χορεῖαι, ὕμνοις καταστέφοντες, βοῶμεν· Ἱεράρχα θεόληπτε, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἀρίστων ἀγάπης πρὸς Θεόν, καὶ πρὸς πάντα ἔγγιστα, κανὼν καὶ γνώμων εὐθύτατε, σοφῶς κατηύθυνας, σὴν λαχοῦσαν ποίμνην, πρὸς λαμπρὰ σκηνώματα, ἀλήκτου ἐν τῷ πόλῳ τερπνότητος, ἐν οἷς ἀγάλλονται, οἱ Θεῷ εὐαρεστήσαντες, σὺν Ἀγγέλοις, Ὁσίοις καὶ Μάρτυσιν.

 

Ἀρίστων ὡς σκεῦος ἐκλογῆς, σὴν ἀγέλην ἔλλογον, ὡδήγησας πανσόφοις σου ῥήμασι, καὶ παραδείγματι, τῷ σῷ θείῳ μάκαρ, πρὸς νομὴν οὐράνιον, θεόφρον Ἀρσινόης ἐπίσκοπε, πνευματοφόρητε, ποιμασίας ἐνδεικνύμενος, φιλόθεου, φωστὴρ τηλαυγέστατος.

 

Ἀρίστων σοφίας ποταμέ, καὶ ἀγάπης χείμαῤῥε, ψυχὰς ἀνίκμους ἐδρόσισας, καταφευγούσας σοι, καὶ ψεκάσι λόγων, Πάτερ ψυχοτρόφων σου, ἡγίασας καρδίας τιμώντων σε, μύστα τῆς χάριτος· ὅθεν πάντες ἑορτάζοντες, τὴν σὴν μνήμην, τοὺς πόνους σου σέβομεν.

 

Δόξα. Ἦχος β΄.

Πατρικῶς προϊστάμενος ποίμνης τῆς Ἀρσινόης, οἰακοστρόφος ψυχῶν ὤφθης ἀπλανέστατος, καὶ χαρίτων θείων μυροθήκη πολύτιμος, Ἀρίστων Ἱεράρχα θεόκλητε· χαριτωθεὶς οὖν δαψιλῶς οὐρανόθεν, καὶ θαυμάτων γενόμενος παντοίων πρόξενος, ἐκτενῶς πρεσβεύεις τῷ δοξάσαντί σε Κυρίῳ, ὑπὲρ τῶν τιμώντων τὴν πάνσεπτον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἄριστος ὡς ποιμήν, τῆς Ἀρσινόης πᾶσαν, ὡδήγησας σὴν ποίμνην, Ἀρίστων ἱεράρχα, θεοφιλὲς πρὸς θέωσιν.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Θεῖε ἀρχιερεῦ, τῆς Ἀρσινόης ὤφθης, κρηπὶς τῆς Ἐκκλησίας, καὶ ἀληθείας στῦλος, Ἀρίστων τρισμακάριστε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χάριν παρὰ Θεοῦ, ἀπείληφας πλουσίως, διώκειν δαιμονίων, ἑσμὸν ταῖς σαῖς πρεσβείαις, Ἀρίστων ἐνθεώτατε.

 

Δόξα. Τριαδικόν.

Χαῖρε Τριὰς σεπτή, ἡ πᾶσι δωρουμένη, ὑγίειαν κατ’ ἄμφω, τοῖς Σὲ δοξολογοῦσι, καρδίᾳ τε καὶ χείλεσι.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, Ἀρίστωνος λαμπρότης, τοῦ θείου ἱεράρχου, τῆς Ἀρσινόης Κύπρου, Ἁγνὴ Θεογεννήτρια.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν ἀρίστων ποιμένων τὸ ἐγκαλλώπισμα, ἱεροφάντορα θεῖον, τῆς Ἀρσινόης λαμπρῶς, εὐφημήσωμεν Ἀρίστωνα τὸν ἔνδοξον, δαιμονιώντων ἰατρόν, καὶ μεσίτην πρὸς Θεόν, ἀνύστακτον εὐσεβούντων, ἐπιζητούντων ἀρίστην, ὁδεῦσαι τρίβον τῆς θεώσεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Πάτερ ἐνθεώτατε, κατ’ ἀρχεκάκου ἀλάστορος, ἀριστεὺς ὁ πανάριστος, ὡς ἔφη Νεόφυτος, Ἔγκλειστος ὁ μέγας, ὤφθης Ἀρσινόης, θεοειδὴς ἀρχιερεύς, καὶ Ἐκκλησίας Χριστοῦ καλλώπισμα· διὸ τὴν θείαν μνήμην σου, περιχαρῶς ἑορτάζοντες, ἀνυμνοῦμεν τοὺς πόνους σου, τοὺς ἀόκνους πρὸς θέωσιν.

 

Ἔρεισμα τῆς πίστεως, ἀδιατάρακτον Ὅσιε, Ἀρσινόης ἐπίσκοπε, σοφὲ καὶ κειμήλιον, ἀγωγῆς ἐνθέου, εὐλαβὲς Ἀρίστων, τῆς εὐσεβείας φρυκτωρέ, καὶ ποιμασίας φανὲ περίλαμπρε· ἡμῖν πηγάζεις πάντοτε, ῥεῖθρα τῆς θείας σου χάριτος, καὶ ἀρδεύεις ἑκάστοτε, τὰς ψυχὰς τῶν τιμώντων σε.

 

Ἔχων ἐν τῷ βίῳ σου, τὴν ἀρετὴν Πάτερ σύνοικον, ἱεράρχα θειότατε, Ἀρίστων μακάριε, καὶ Θεοῦ σοφίαν, σύναυλον ἀνῆλθες, τὴν κλίμακα τὴν σωστικήν, καὶ εἰς θεώσεως ὕψος ἄῤῥητον, ἀνῆλθες· ὅθεν εἴληφας, θεόθεν χάριν τὰ πνεύματα, δαψιλῶς τὰ ἀκάθαρτα, ἐκδιώκειν πανεύφημε.

 

Ὤφθης ἀγαπήσεως, Χριστοῦ Ἀρίστων ἀρχέτυπον, ταπεινώσεως ἄγαλμα, συνέσεως μέλαθρον, καὶ φιλανθρωπίας, ἄστρον φωτοφόρον, φωταγωγοῦν πᾶσαν τὴν γῆν, τῆς συμπαθείας ἀδύτῳ φέγγει σου· διό σε μακαρίζοντες, καὶ ἀνυμνοῦντες ἀγῶνάς σου, τοὺς τιμίους γεραίρομεν, τὴν πανσέβαστον μνήμην σου.

 

Ἄνδρα τιμιώτατον, ἀγγελικὴν ὄψιν ἔχοντα, εὐσυμπάθητον ὅσιον, πραΰτατον πάνσοφον, καὶ σημειοφόρον, ἔγνωμέν σε πάντες, ἱερομύστα θαυμαστέ, τῆς Ἀρσινόης καὶ θεοδόξαστε, τῆς Κύπρου γόνε· ὅθεν σου, τὰ ἱερὰ κατορθώματα, καὶ τὸ ἄγρυπνον ὄμμα σου, ποιμασίας γεραίρομεν.

 

Μνήμην τὴν ἁγίαν σου, καὶ παμφαῆ ἑορτάζοντες, Ἀρσινόης ἐπίσκοπε, σεπτὲ καὶ στεῤῥότατε, τῶν Κυπρίων στῦλε, σοὺς σεπτοὺς καμάτους, ἀνευφημοῦμεν οὓς καλῶς, ὑπὲρ ποιμνίου σου ἔτλης πάντιμε, Ἀρίστων καὶ κραυγάζομεν· μὴ διαλείπῃς ἀείποτε, δυσωπῶν τὸν Παντάνακτα, ὑπὲρ πάντων ὑμνούντων σε.

 

 Δόξα. Ἦχος πλ. β΄.

Ποιμαντικαῖς ἀρεταῖς κεκοσμημένος, καὶ ἀστραπαῖς εὐσεβείας διηυγασμένος, ὡς νοητὸς πυρφόρος ἄνθραξ, ἐθέρμανας τὰς ψυχὰς τοῦ λογικοῦ τῆς Ἀρσινόης ποιμνίου σου, Ἀρίστων πανσεβάσμιε, μιμητὴς γὰρ ὑπάρχων τοῦ ἀρχιποίμενος Χριστοῦ, καὶ τρίβοις Ἀποστόλων ἀκολουθήσας, πρότυπον γέγονας σταθηροῦ τῶν ψυχῶν οἰακοστρόφου· διαλάμψας οὖν ἐν ἀρεταῖς καὶ σοφίᾳ καὶ φρονήσει, κατ’ ἀξίαν ἐδέξω τὴν χάριν πρεσβεύειν, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, Κυρίῳ τῆς δόξης, ὑπὲρ τῶν τιμώντων ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 10 - 19)

κουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδείς· μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ Ἀρσινοϊτῶν ἡ ὁμήγυρις, τελοῦσα τὴν μνήμην τοῦ σοφοῦ ἀρχιποίμενός σου, Ἀρίστωνος τοῦ οὐρανόφρονος. Οὗτος γάρ, εἰς ὕψος ἀρθεὶς ἀρετῶν δυσαντίβλεπτον, ἐμπεριστάτων καὶ χειμαζομένων, ἐπώφθη ἀνύστακτος προστάτης, καὶ χειραγωγὸς ἀπλανέστατος πρὸς σωτηρίαν. Καὶ νῦν Χριστοῦ τῷ θρόνῳ παριστάμενος, τοῦ βραβεύοντος πᾶσι ζωὴν τὴν αἰώνιον, καὶ Αὐτοῦ τὸ ἀμήχανον ἀπολαύων κάλλος, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τῆς Κύπρου τὸ θεαυγέστατον ἄστρον, καὶ Ἐκκλησίας τὸν παμφαέστατον φωστῆρα, Ἀρίστωνα τὸν Ἀρσινόης ἱεράρχην, οἱ πιστοὶ ἀξιοχρέως εὐφημήσωμεν. Οὗτος γάρ, ἀκτῖσι ἀκραιφνοῦς πολιτείας, καὶ βολαῖς εὐσεβείας καὶ πίστεως, τοὺς ὑπὸ ζυγὸν τοῦ ἀρχεκάκου στένοντας ἠλευθέρωσε, καὶ πάντας τοὺς ἐν ἀγνωσίᾳ κειμένους κατεφώτισε. Καὶ νῦν ὡς κληρονόμος τοῦ τῶν οὐρανῶν στερεώματος, Χριστῷ τῷ Θεῷ ἀδιαλείπτως πρεσβεύει, διασκεδάσαι καὶ ἡμῶν τὴν σκοτίαν τῶν δεινῶν καὶ τῶν θλίψεων.

 

Ἦχος γ΄.

Τὴν ματαιότητα τῶν προσκαίρων καὶ φθειρομένων, ἐνωρὶς ἐννοήσας Ἀρίστων μακάριε, ζηλωτὴς τῶν ἀῤῥέυστων καὶ ἀφθάρτων ἐγένου· ἀνελθὼν εἶτα τῆς ἱερωσύνης καὶ ἀρετῆς τὰς βαθμίδας, ποιμὴν θεοπρόβλητος Ἀρσινόης ἐχρημάτισας. Καὶ νῦν, σὺν Ἀγγέλοις χορείαις εὐφραινόμενος, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου εὐλόγει, καὶ πλήρου αὐτῶν τὰ πρὸς σωτηρίαν αἰτήματα.

 

Δόξα. Ἦχος δ΄.

Τῇ προστασίᾳ σου καταφεύγοντες οἱ τῆς Ἀρσινόης ἐμπερίστατοι, καὶ ἀρωγὸν ἐν τοῖς κινδύνοις κατέχοντές σε, Θεὸν ἐδόξαζον τὸν σὲ αὐτοῖς ἀληθῆ ποιμένα δωρησάμενον. Μὴ οὖν παύσῃ Ἀρίστων μακάριε, καὶ νῦν Χριστῷ ὑπὲρ αὐτῶν καὶ ἡμῶν ἀναφέρων δεήσεις, τῶν ὡς ἄγρυπνον μεσίτην τιμώντων σε, ἵνα εὕρωμεν ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε· ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχ. πλ. α΄. Χαίροις, ἀσκητικῶν ἀληθῶς.

Χαίροις, κοσμῆτορ ἱεραρχῶν, ὁ ἀριστεὺς κατὰ δαιμόνων ὁ ἄριστος, τὸ κλέος τῆς Ἀρσινόης, καὶ Κύπρου εὖχος σεπτόν, Ὀρθοδόξων δήμων, μέγα στήριγμα· Ἀρίστων θεόφιλε, ἀλανθάστως κατηύθυνας, τὴν λογικήν σου, ποίμνην πρὸς ὁλοκλήρωσιν, καὶ πρὸς θέωσιν, ἱεράρχα πανεύφημε, ῥάβδῳ σῆς ἀγαθότητος, ἀγάπης πρὸς ἅπαντας, καὶ ἀρετῆς καὶ σοφίας, δι’ ὧν σε Κύριος ἔπλησε· καὶ νῦν καθοδήγει, τοὺς τὴν μνήμην σου τελοῦντας, πρὸς βίον κρείττονα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, τῆς νήσου Κύπρου φανέ, τῆς Ἀρσινόης ἐνδιαίτημα πάντιμον, καὶ ἄριστε ἱεράρχα, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ ἐκ πλάνης σώσας, τὴν ἀγέλην σου, τρισμάκαρ τὴν ἔλλογον, καὶ ἰθύνας πρὸς θέωσιν, καὶ ἀφθαρσίαν, τὴν θεόθεν λαχοῦσάν σοι, ἐνθεώτατε, ἀριστείας ἐπώνυμε· ὅθεν πανηγυρίζοντες, τὴν πάνσεπτον μνήμην σου, ἀναβοῶμεν· δυσώπει, Χριστὸν ἡμῖν δοῦναι ἅπασιν, ὁμόνοιαν ῥώμην, καὶ ἰσχὺν κατατροπῶσαι, ἐχθρὸν τὸν δόλιον.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην, τὴν σὴν τελοῦντες λαμπρῶς, Ἀρίστων θεῖε Ἀρσινόης ἐπίσκοπη, καρδίας ἐκ τῶν μυχίων, ἀναβοῶμεν θερμῶς· ἱεράρχα σῶφρον, ἀξιάγαστε, Χριστοῦ ἐν σκηνώμασιν, ὁ ἀεὶ εὐφραινόμενος, καὶ σὺν Ἀγγέλων, ταῖς χορείαις ἀέναον, δόξαν ἄσεμνος, πέμπων τῷ Παντοκράτορι, δέξαι τόδε μελώδημα, καὶ πάντας ἀξίωσον, εὐγνωμονεῖν καὶ δοξάζειν, τὸν πολυεύσπλαγχνον Κύριον, χαρᾶς κληρονόμους, τῆς ἀφθίτου τοὺς οἰκέτας, Αὐτοῦ δεικνύοντα.

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ἱεράρχην ἀναδειχθέντα θεόσοφον, τὸν καλῶς προεστῶτα ἐν κινδύνοις τῆς αὐτοῦ λογικῆς ποίμνης, Ἀρίστωνα τῆς Ἀρσινόης τὸ εὖχος μακαρίσωμεν, πιστῶς κραυγάζοντες· κοσμῆτορ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πολυτίμητε, ὡς σκεῦος εὔχρηστον τοῦ πανσθενοῦς Παρακλήτου, καὶ ἰθυντὴρ ἀπλανέστατος τοῦ λαοῦ τοῦ Κυρίου, ἠξιώθης οὐρανίου ἀπολαῦσαι δόξης ἐν πόλῳ, ἔνθα ἐκτενῶς πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν ἀρίστων ποιμένων τὸ ἐγκαλλώπισμα, ἱεροφάντορα θεῖον, τῆς Ἀρσινόης λαμπρῶς, εὐφημήσωμεν Ἀρίστωνα τὸν ἔνδοξον, δαιμονιώντων ἰατρόν, καὶ μεσίτην πρὸς Θεόν, ἀνύστακτον εὐσεβούντων, ἐπιζητούντων ἀρίστην, ὁδεῦσαι τρίβον τῆς θεώσεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὴν μνήμην σου λαμπρῶς, οἱ πιστοὶ ἐκτελοῦντες, Ἀρίστων θαυμαστέ, Ἀρσινόης ἐπόπτα, καὶ πόνους τοὺς συντόνους σου, καὶ ἀόκνους γεραίροντες, οὓς ὑπήνεγκας, ὑπὲρ ἐλλόγου σου ποίμνης· μεγαλύνομεν, τὸν σὲ δοξάσαντα πόθῳ, θαυμάτων ταῖς χάρισι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία ἐκλεκτόν, τοῦ Δεσπότου δοχεῖον, μὴ παύση Σὸν Υἱόν, δυσωποῦσα Παρθένε, διδόναι τοῖς μέλπουσι, τοῦ Ἀρίστωνος σκάμματα, θείαν δύναμιν, ἄμφω ὑγίειαν ῥώμην, σθένος δύναμιν, καὶ εὐψυχίαν πατῆσαι, δολίου τὸ φρύαγμα

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀρίστων τρισμέγιστε ἱεραρχῶν καλλονή, πραέων ἀκρώρεια σοφῶν σεμνότης ἀνδρῶν, καὶ χάριτος σκήνωμα, σκέπε τοὺς σὲ τιμῶντας, ὕμνοις μελισταγέσι, καὶ τὴν σεπτήν σου μνήμην, ἐκτελοῦντας ἐκθύμως· ὑπάρχεις γὰρ πιστῶν ἀκεστήρ, καὶ θεῖος πρόμαχος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Φθορᾶς ἀπελύτρωσας ἅπαν τὸ γένος βροτῶν, κυήσασα Δέσποινα ὑπερφυῶς τὴν Ζωήν, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅθεν μερόπων πλήθη, Σὲ γεραίροντες πόθῳ, τὰς σωστικὰς πρεσβείας, τὰς θερμὰς ἐκζητοῦμεν, πρὸς τὸν μονογενῆ Σου Υἱόν, καὶ θεῖον Τόκον Σου.

 

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τῆς ποιμασίας σου, ῥάβδῳ ὡδήγησας, λαὸν χριστώνυμον πρὸς ὕψος ἄῤῥητον, τῆς Ἀρσινόης ἀρετῆς καὶ ἐμφρόνος πολιτείας· ὅθεν καὶ ἀπείληφας οὐρανόθεν τὸ χάρισμα, ἐκδιώκειν δαίμονας καὶ παρέχειν ὑγίειαν, τοῖς πίστει σοι προσφεύγουσι τάχος, Πάτερ Ἀρίστων θεοφόρε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπω εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον· Κατὰ Ἰωάννην (Κεφ. ι΄ 1-9 ): Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐλήλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας... Ζήτει ἐν τῷ Ὄρθρῳ τῆς ΙΓ΄ Νοεμβρίου.

Ὁ Ν΄ Ψαλμός.

 

Δόξα: Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῶν Ἀποστόλων μιμούμενος τρόπους, τῇ σαγήνῃ τῶν λόγων σου ἐζώγρησας πρὸς σωτηρίαν, τὴν λαχοῦσάν σοι ποίμνην Ἀρίστων θεόφιλε· ἔχων γὰρ συμπαραστάτας Ἁγίους Ἀγγέλους, καὶ συλλειτουργούς σου ἐν τῷ ἐπιγείῳ θυσιαστηρίῳ, σὺν αὐτοῖς ἠξιώθης συλλειτουργεῖν ἐν πόλῳ. Καταλαμπρύνας οὖν τὴν τῆς Ἀρσινόης Ἐκκλησίαν, αὐγαῖς σῆς εὐσεβείας καὶ εὐψυχίας, Χριστῷ ἀπῆλθες πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἀρίστωνος, Ἀρσινόης ποιμένος, αἶνος. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἀρίστων μακάριε, τῆς Ἀρσινόης περίβλεπτον, καὶ πάνσεπτον καύχημα, ἱεραρχῶν καλλονή, καὶ ἀγλάϊσμα, Χριστοῦ τῆς Ἐκκλησίας, ἡμῶν δέξαι αἴνεσιν, τῶν προστρεχόντων σοι.

Ῥοδὼν ὤφθης χάριτος, καὶ ἀρετῶν εὐωδέστατος, Ἀρίστων περίδοξε, τῆς Ἀρσινόης ποιμήν, καὶ ἡδύπνευστος, λειμὼν χριστοηθείας, μυρίζων τὰ πέρατα, τῇ εὐωδίᾳ σου.

Ἱδρῶσιν ἐνθέοις σου, τὰ τῆς σαρκὸς κατενίκησας, φρονήματα ἄριστε, Ἀρίστων ἀρχιερεῦ, καὶ ἐπίανας, καρδίας σῆς ἀγέλης, ἐχούσης σε πρότυπον, πρὸς βίον κρείττονα.

Θεοτοκίον.

Συνέσεως ἔκτυπον, ταῖς ἱκεσίαις Ἀρίστωνος, τοῦ θείου Παντάνασσα, ἐλέη τοῦ Σοῦ Υἱοῦ, πέμψον ἄνωθεν, ἡμῖν τοῖς Σὲ τιμῶσι, καὶ ὕμνοις ἑκάστοτε, Σὲ μακαρίζουσι.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Τιμήσωμεν ὕμνοις μελιῤῥύτοις, τὸ καύχημα Κύπρου τὸ σεπτόν, καὶ Ἀρσινόης ἄνθισμα, θεοειδῆ Ἀρίστωνα, ἀρχιερέων πάνσοφον, καὶ ἀρχιθύτην περίδοξον.

Ὡς γνήσιον φίλον τοῦ Κυρίου, ἰσχὺν δεδεγμένον ἀληθῶς, θεόθεν καὶ πανένδοξον, τῆς Ἀρσινόης πρόεδρον, Ἀρίστωνα τιμήσωμεν, ᾠδαῖς καὶ ἄσμασι πρέπουσι.

Ναὸς χρηματίσας εὐσεβείας, καὶ τέμενος θεῖον προσευχῆς, Ἀρίστων τοὺς τιμῶντάς σε, ναοὺς λαμπροὺς ἀνάδειξον, ὑπομονῆς χρηστότητος, ἀγαθωσύνης καὶ νήψεως.

Θεοτοκίον.

Οὐράνια πᾶσαι αἱ δυνάμεις, ὑμνοῦσί Σε Δέσποινα σεμνή, Θεοκυῆτορ πάναγνε, καὶ τῶν βροτῶν συστήματα, εἰς τοὺς αἰῶνας ἅπαντας, Σὲ ἀκλινῶς μακαρίζουσι.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Ἐνθεώτατε, ἱεροφάντορ, ὁ τοῦ Πνεύματος, τῇ ἐπινεύσει, τοῦ σεπτοῦ προχειρισθεὶς Πάτερ Ὅσιε, τῆς Ἀρσινόης ποιμὴν θεοπρόβλητος, καὶ ἰθυντὴρ εὐσεβῶν πρὸς τελείωσιν, καθικέτευε, Ἀρίστων τὸν ἀρχιποίμενα, Χριστὸν ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ ἄχραντε, τοῦ Θεανθρώπου, ἡ θεώσασα, βροτῶν τὸ γένος, καὶ τὸ κράτος τοῦ θανάτου συντρίψασα, τοὺς Σὲ τιμῶντας ἐκ τοῦ αἰωνίζοντος, θανάτου ῥῦσαι καὶ ζόφου κολάσεως· ἵνα χάιροντες ὡς ῥῦστιν ἡμῶν Παντάνασα, εἰς πάντας σε αἰῶνας μεγαλύνομεν.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Σωφροσύνης ἐκμαγεῖον καὶ συνέσεως κόσμημα, τὸν λαὸν Κυρίου, πρὸς ἐπαγγελίας γῆν ἴθυνας, τὴν ἐν σκηναῖς οὐρανίαις ἐνθεώτατε, Πάτερ κράζομεν, Ἀρίστων θεομακάριστε.

Ἀρχιθῦτα φωτοφόρε, σῷ ἀνδρείῳ φρονήματι, ἤγειρας τὰ πλήθη, μυστικῶς ὑμνεῖν τὸν Παντάνακτα, Ὃν ἀνυμνοῦσιν Ἀγγέλων τὰ στρατεύματα, ἐν τοῖς δώμασιν, Ἀρίστων τοῖς ἄνω πάντοτε.

Ῥώμην σῆς ψυχῆς Ἀρίστων, καὶ καρδίας θεώμενος, ὁ χορὸς Πατέρων, Κύπρου σε ταχὺ προεχείρισεν, ἀρχιερέα ποιμάναι τὴν θεόλεκτον, ποίμνην Ἅγιε, τῆς Ἀρσινόης τὴν πάνσεμνον.

Θεοτοκίον.

Σὺν χορείαις Ἀσωμάτων, ἀνυμνοῦμέν Σε πάντοτε, κεχαριτωμένη Μῆτερ, τοῦ Θεοῦ ἀειπάρθενε· πιστῶν γὰρ πάντων ὑπάρχεις καταφύγιον, καὶ διάσωσμα, τοῦ μεροπείου συστήματος.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ἱκέτευε Κύριον, ὑπὲρ τῶν εὐφημούντων σε, καὶ μεγαλυνόντων σοὺς ἀγῶνας, οὓς ἔτλης Πάτερ, ὑπὲρ ἀγέλης τῆς σῆς, Ἀρίστων Πατέρων χαρμονή, καὶ ποιμένων σέμνωμα, Ἀρσινόης περίδοξον.

Νικήσας τὸν δόλιον, καὶ πτερνιστὴν τοῦ τάγματος, πάντων χοϊκῶν ἱεροφάντορ, εἴληφας χάριν, ἐλαύνειν τῇ σῇ εὐχῇ, δαιμόνων ἑσμὸν ἐκ τῶν πιστῶς, προσφευγόντων Ἅγιε, τῇ δοθείσῃ σοι χάριτι.

Ὁμόζηλος Ἅγιε, τῶν Ἀποστόλων πέφηνας, καὶ ἱεραρχῶν σοφῶν φιαδρότης, Ἀρίστων μάκαρ, τῆς Ἀρσινόης ποιμήν· διόπερ ὡς σκεῦος ἐκλογῆς, τοῦ Ἁγίου Πνεύματος, σὲ ἀεὶ μακαρίζομεν.

Θεοτοκίον.

Ἡ πάναγνος Δέσποινα, Ἀρίστωνος δεήσεσι, τοῦ τῆς Ἀρσινόης ἱεράρχου, ἀξίωσόν με, συγχαίρειν Σοὶ ἀκλινῶς, ἐν δόμοις παμφώτοις οὐρανῶν, τὸν ψαλμοῖς καὶ ᾄσμασι, Σὲ λαμπρῶς μακαρίζοντα.  

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην,

Σκιρτᾷ καὶ γάνυται σήμερον, ἡ πόλις Ἀρσινόης τελοῦσά σου, μνήμην τὴν πάνσεπτον, Ἀρίστων θεομακάριστε, ἱεραρχῶν ἐνθέων, φανὲ πολύφωτε.

Προστάτης πέλεις ἀκοίμητος, Ἀρίστων Ἀρσινόης καὶ στήριγμα, τῶν ἐκζητούντων τὴν χάριν σου, ἐν πάσαις βίου ζάλαις, καὶ περιστάσεσι.

Ὀρθῶν δογμάτων ἀρχέτυπον, Ἀρίστων καὶ εὐχῆς στηλογράφημα, σὲ μεγαλύνομεν, ὡς ἀπλανῆ καὶ ἀνύστακτον, ἁπάντων ποδηγέτην, πρὸς βίον κρείττονα.

Θεοτοκίον.

Ἰδεῖν τὴν δόξαν τοῦ Τόκου Σου, ἐν θρόνῳ οὐρανίῳ ἀξίωσον, Θεογεννήτρια, τοὺς εὐφημοῦντας τὰ σκάμματα, Ἀρίστωνος καὶ ὕμνοις, Σὲ μεγαλύνοντας.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.

Τὸν ἱεράρχην Ἀρσινόης τὸν θεόσδοτον, ποιμαντικοῖς τὸν διαπρέψαντα τιμήσωμεν, τρόποις καὶ λαβόντα χάριν ἀξιοχρέως, ἐκ Θεοῦ διώκειν πνεύματα ἀκάθαρτα, πνευματέμφορον Ἀρίστωνα μελίσμασι, θείοις κράζοντες· Χαίροις Πάτερ πανάριστε.

Ὁ Οἶκος.

Ἄμεμπτον ποιμασίαν, ἐπιδείξας ἐν Κύπρῳ Ἀρίστων Ἀρσινόης ἐπόπτα, ἐκδιώκειν δαιμόνων ἑσμόν, οὐρανόθεν χάριν δαψιλῆ εἴληφας· διό σε μακαρίζοντες, κραυγάζομεν πιστῶς τοιαῦτα·

Χαῖρε, ὁμόζηλος Ἀποστόλων·

χαῖρε, ὁ σύσκηνος τῶν Πατέρων.

Χαῖρε, Ἀρσινόης πυρσὲ τηλαυγέστατε·

χαῖρε, τῆς ἀγάπης φωτεινότατε.

Χαῖρε, κλέος πολυτίμητον εὐγενείας ψυχικῆς·

χαῖρε, στῦλος ἀδιάσειστος προστασίας πατρικῆς.

Χαῖρε, χειμαζομένων καὶ καμνόντων ἀκέστωρ·

χαῖρε, τῶν καθευδόντων πρὸς Θεὸν κατευθύντωρ.

Χαῖρε, πιστοῦ λαοῦ ἀγαλλίαμα·

χαῖρε, λαμπροῦ ποιμένος ὑπόδειγμα.

Χαῖρε, εὐχῆς ἐργαστήριον θεῖον·

χαῖρε, ἀγάπης διπλῆς ἐκμαγεῖον.

Χαίροις, Πάτερ πανάριστε.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀρίστωνος, ἐπισκόπου Ἀρσινόης.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Μακαρίζοντες, τοὺς ἱεροὺς ἀγῶνάς σου, ὑπὲρ τῆς ποίμνης σου, Ἀρίστων περικλεές, ὑμνοῦμεν τοὺς πόνους σου, θεοειδέστατε, πρὸς ἀπόκτησιν, τῆς ἀρετῆς καὶ νήψεως, τῆς λαχούσης σοι ἀγέλης.

Εὐσυμπάθητε, ἀρχιερεῦ περίδοξος, Ἀρίστων πέφηνας, ἀγάπης μυσταγωγός, καὶ πρόμαχος ἄγρυπνος, τοῦ καταφεύγοντος, τῇ ἀόκνῳ σου, προνοίᾳ εὐσεβόφρονος, δήμου καὶ ἐπιστασίᾳ.

Νόσους Ἅγιε, δεινὰς ἐκπλύνεις τάχιστα, καὶ ἀῤῥωστήματα, λοιμώδη καὶ χαλεπά, ἐλαύνεις τῇ χάριτι, τοῦ θείου Πνεύματος, παντευλόγητε, Ἀρίστων θεοφρούρητε, ἀρχιθῦτα Ἀρσινόης.

Θεοτοκίον.

Ὁδηγήτρια, ἀπλανεστάτη Δέσποινα, πιστῶν πρὸς θέωσιν, πρεσβείαις τοῦ θαυμαστοῦ, Ἀρίστωνος ἴθυνον, τοὺς Σοὶ προσφεύγοντας, πρὸς τελείωσιν, τὴν ἐν Χριστῷ καὶ ἄνοδον, εἰς λειμῶνας σωτηρίας.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Σὲ ἀνευφημοῦντες ἱεράρχα, τὸν τάχιστα δι΄ εὐχῆς σου ἐκδιώκοντα, πνεύματα ἀκάθαρτα, θεῖον ὀλετήριον, δαιμόνων τρισμακάριστε, Ἀρίστων καύχημα, Χριστοῦ τῆς Ἐκκλησίας καὶ εὖχος, Ἀρσινόης μέγα, τιμῶμέν σου τὴν μνήμην,

Αἴγλῃ θεϊκῇ κεκοσμημένος, Ἀρίστων τὴν πολιτείαν σου ἐλάμπρυνας, ἀρετῶν πυρσεύμασι, καὶ ἀγάπης λάμψεσιν, πρὸς τὸν Θεὸν καὶ ἔγγιστα· διὸ ἠξίωσαι, ἰθῦναι ἀσφαλῶς σὴν ἀγέλην, πρὸς πανευφροσύνους, λειμῶνας τοὺς ἐν πόλῳ.

Ἰσχύσας πατάξαι τὸν Βελίαρ, τῇ σῇ ταπεινώσει καὶ χρηστότητι, θαυμαστὲ ἐπίσκοπε, Ἀρσινόης θεοτίμητε, καὶ πνευματέμφορε· διό σου νῦν τὴν μνήμην τιμῶντες, σοῦ τοὺς νυχθημέρους, ἀγῶνας εὐφημοῦμεν.

Θεοτοκίον.

Νεῦσον ταῖς δεήσεσι Σῶν δούλων, σαρκὸς τὰς ἐπαναστάσεις καταπαύουσα, Παναγία Δέσποινα, καὶ ἐννοίας κάθαρον, τῶν πίστει προσφευγόντων Σοι, λιταῖς Ἀρίστωνος, τοῦ λάμψαντος ἐν τῇ Ἀρσινόῃ, τρόποις ποιμασίας, καὶ πράξεσιν ἐνθέοις.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὅρμον τῆς ζωῆς, τῆς ἄνω κατέλαβες, Ἀρίστων πάνσοφε, περατώσας βίον σου, καλῶς καὶ σώσας, ἐκ περιστάσεων, καὶ θλίψεων τὴν ποίμνην σου· διὸ ἠξίωσαι, τοῦ Κυρίου, ὄμμασι θεάσασθαι, σοῖς ἰδίοις τὴν δόξαν τὴν ἄῤῥητον.

Σὲ ὡς πανσθενῆ, μεσίτην κατέχομεν, ἐν βίου κλύδωσιν, Ἀρσινόης ἔφορε, Ἀρίστων μάκαρ, πνευματοφόρητε, καὶ ἀρωγὸν ἀνύστακτον, οἱ χειμαζόμενοι, ἱεράρχα, μελῳδοῦντες σκάμματα, σὰ σεπτὰ ἀρετῆς πρὸς ἀπόκτησιν.

Χαῖρε ἀριστεῦ, τοῦ Πνεύματος Ὅσιε, Ἀρίστων κράζομεν· χαῖρε θεῖε ἄνθρωπε, χαρὰ Ἀγγέλων, καὶ ἰσουράνιε, βροτὲ ὁ τὴν ἀγέλην σου, ἰθύνας ἄριστα, Ἀρσινόης, πρὸς λειμῶνας χάριτος, καὶ λιμένα Θεοῦ ἀκλυδώνιστον.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, ἁγνὴ ἀειπάρθενε, Σὲ μακαρίζοντες, καὶ Υἱὸν δοξάζοντες, μονογενῆ Σου, βοῶμεν Δέσποινα· μὴ παύσῃ προστατεύουσα, ἡμᾶς καὶ σκέπουσα, ἐν κινδύνοις, καὶ δεινοῖς κακώσεσι, τοὺς πιστῶς τῇ Σῇ χάριτι σπεύδοντας.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῆς Ἀρσινόης καύχημα, καὶ Ἐκκλησίας σέμνωμα, Ἀρίστων πνευματοφόρε, πιστῶν θερμὸς παραστάτης, καὶ ἀρωγὸς καὶ στήριγμα, ἐμπεριστάτων μέγιστον, ἐδείχθης τρισμακάριστε· διὸ τὴν θείαν σου μνήμην, ἀνευφημοῦμεν ἐκ πόθου.

Θεοτοκίον.

Τὴν ζόφωσιν ἀπέλασον, ἀνομιῶν μου Δέσποινα, ἡ τοῦ Φωτὸς τοῦ ἀστέκτου, οὖσα δοχεῖον Παρθένε, καὶ πρὸς Χριστοῦ με ἴθυνον, τὸ φέγγος τὸ σωτήριον, ἵνα ὑμνῶ Σε πάντοτε, ὡς ὁδοδείκτην ζωῆς μου, λαμπρὸν καὶ πάμφωτον Μῆτερ.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἀρχιερέων ἐνθέων ὄντως διάκοσμε, καὶ Ἀρσινόης εὖχος, τιμαλφὲς τῆς ἐν Κύπρῳ, Ἀρίστων θεοφόρε δέξαι ἡμῶν, τῶν εὐσχήμως τιμώντων σε, τόδε μελώδημα Πάτερ πανευλαβῶς, ὡς θυμίαμα εὐπρόσδεκτον.

 

Τὸν Ἱεράρχην Κυρίου τὸν πνευματέμφορον, τὸν πατρικῶς ἀγέλης, προϊστάμενον πάσης, αὐτοῦ καὶ Ἀρσινόης χειραγωγόν, τοῦ λαοῦ πρὸς μετάνοιαν, καὶ σωτηρίαν ὀφθέντα πανευλαβῶς, νῦν Ἀρίστωνα τιμήσωμεν.

 

Τὸν ὀλετῆρα δαιμόνων καὶ χαριτόβρυτον, τῷ ὄντι ἱεράρχην, ἐν ψυχῆς κατανύξει, τιμήσωμεν χορεῖαι τῶν χοϊκῶν, εὐλαβῶς ἀνακράζοντες· μὴ διαλείπῃς Ἀρίστων ἐκδυσωπῶν, ὑπὲρ τῶν μακαριζόντων σε.

Τὴν σὴν ὑπέρλαμπρον μνήμην πανηγυρίζοντες, ἀρχιερεῦ θεόφρον, καὶ σεπτὲ Ἀρσινόης, Ἀρίτων σοὺς ἀγῶνας τοὺς εὐκλεεῖς, ἀνυμνοῦμεν πρὸς κάθαρσιν, ἐκ τοῦ φυράματος ὄντως τοῦ χοϊκοῦ, καὶ τῶν λογισμῶν διόρθωσιν.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν πεπλησμένον τῆς τοῦ Κυρίου, καὶ τοῦ πλησίον ἀγάπης, ἱερομυύστην θειότατον Ἀρσινόης, Ἀρίστωνα τὸν μέγιστον τιμήσωμεν. Οὗτος γὰρ ἁγιοπρεπῶς πολιτευσάμενος, ἐκόσμησε τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ποιμαντικοῖς τρόποις καὶ συμπαθείᾳ ἀφάτῳ· ἰθύντωρ οὖν ἐμπεριστάτων ὀφθεὶς πρὸς σωτηρίαν, καὶ οὐρανοπολίτης γενόμενος, Χριστῷ ἀεὶ πρεσβεύει, καὶ ἡμᾶς κατευθῦναι, πρὸς ὅρμον ἀφθαρσίας ἀχείμαστον.

 

Καὶ νῦν. Θεοτοκίον.

Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ἀρσινόης ὁ εὐκλεής, μύστης καὶ σεμνότης, θεοφόρων Ἱεραρχῶν· χαίροις δαιμονίων, Ἀρίστων καθαιρέτης, καὶ τῶν πιστῶν ἁπάντων, πρέσβυς ἀκοίμητος