ΑΠΡΙΛΙΟΣ Η΄!!
ΗΡΩΔΙΩΝ ΑΠΟΣΤΟΛΟΣ ΕΠΙΣΚΟΠΟΣ ΥΠΑΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Τὴν
χάριν τοῦ Πνεύματος λαμπρῶς, τῇ ψυχῇ δεξάμενος, τῶν Ἀποστόλων ὁμότροπος, ὤφθης
καὶ σύσκηνος, ὡς τοῦ θείου Παύλου, συγγενὴς καὶ μέτοχος, θεόφρον Ἡρωδίων
Ἀπόστολε· διὸ ἐκήρυξας, τοῦ Χριστοῦ τὸ Εὐαγγέλιον, δι’ οὗ κόσμῳ δέδοται ἡ
ἄφεσις.
Τῷ
λόγῳ τῆς χάριτος σοφέ, τὰς ψυχὰς ἐφώτισας, καὶ τῷ Χριστῷ προσενήνοχας, θείῳ
κηρύγματι, τοὺς ἐν Νέαις Πάτραις, ἐνοικοῦντας πρότερον, ἐκλάμψας ἐν αὐταῖς
ὥσπερ ἥλιος, βίου λαμπρότητι, Ἡρωδίων παμμακάριστε· διὰ τοῦτο, πόθῳ σε
γεραίρομεν.
Πολλοὺς
καθυπέστης πειρασμούς, καὶ πληγὰς καὶ μάστιγας, Χριστοῦ κηρύττων τὸ ὄνομα,
ἐνθέῳ στόματι, καὶ τμηθεὶς τὴν κάραν, αἵματι κατήρδευσας, τῆς πίστεως τὸν
σπόρον Ἀπόστολε· διὸ ἐξήνθησαν, εὐσεβείας ἄνθη εὔοσμα, ἐν Ὑπάτῃ, πόλει τῇ
τιμώσῃ σε.
Ποιμένα
καὶ πρόεδρον σεπτόν, Νέαι Πάτραι ἔσχον σε· πρῶτος ἐν ταύταις γὰρ Ἅγιε, Χριστὸν
ἐκήρυξας, καὶ πρώτιστος τούτων, Ἱεράρχης πέφηνας, καὶ θεῖος Ἡρωδίων διδάσκαλος·
διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες, πρεσβευτήν σε πρὸς Χριστὸν
προβάλλομεν.
Δόξα.
Ἦχος β΄.
Εὐαγγελίου
τῆς χάριτος, μυσταγωγὸς θεοειδής, κλήσει ἁγίᾳ λελαμπρυσμένος, ὤφθης Ἀπόστολε.
Τὴν ἐν Χριστῷ γὰρ σωτηρίαν, λόγῳ καὶ ἔργῳ διατρανῶν, ἐξ ἀναξίων ἀξίους, Κυρίῳ
προσενήνοχας, οἷς ἐπέστης ἐκφαίνων τὰ κρείττονα, Ἡρωδίων μακάριε. Καὶ τὸν
δρόμον τελέσας ἐπαξίων ἐπάθλων ἔτυχες, παρὰ τοῦ Διδασκάλου Χριστοῦ, τοῦ πᾶσι
παρέχοντος, διὰ σοῦ τὸ θεῖον ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Παύλου
ὢν συγγενής, τρισμάκαρ Ἡρωδίων, τούτου εἰκὼν ἐδείχθης, καὶ ἅπασι κηρύττεις,
Χριστοῦ τὴν ἐνανθρώπησιν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χάριν
ὁμολογεῖ, Νέων Πατρῶν ἡ πόλις, παμμάκαρ Ἡρῳδίων· τῷ γὰρ κηρύγματί σου τῆς
πλάνης ἠλευθέρωται.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Ἤθλησας
ἀνδρικῶς, ὑπὲρ τῆς ἀληθείας, καὶ τὸν ἐχθρὸν καθεῖλες, μαρτυρικοῖς ἀγῶσιν,
Ἀπόστολε μακάριε.
Δόξα.
Τριαδικόν.
Λόγον
σε τοῦ Θεοῦ, σύνθρονον τῷ τεκόντι, καὶ Πνεύματι τῷ θείῳ, ὁ Ἡρῳδίων κόσμῳ,
Χριστὲ Σωτὴρ ἐκήρυξε.
Καὶ
νῦν. Θεοτοκίον.
Λέλυται
ἡ ἀρά, τῷ τόκῳ Σου Παρθένε, τὸν γὰρ τὴν ἁμαρτίαν, νεκρώσαντα τεκοῦσα, ζωὴν τῶ
κόσμῳ ἔβλυσας.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς
Ὑπάτης φωστῆρα καὶ ποιμένα θεόληπτον, τοῦ Παρακλήτου σε χάρις, Ἡρῳδίων
ἀνέδειξεν· ἐν ταύτῃ γὰρ Ἀπόστολε τὸ φῶς, ἐκήρυξας τὸν θεῖον τοῦ Χριστοῦ, καὶ
ὡδήγησας πρὸς πίστιν τὴν ἀληθῆ, τοὺς εὐσεβῶς βοῶντάς σοι· δόξα τῷ δεδώκότι σοι
ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὡς συγγενῆ σε τοῦ Παύλου καὶ ἀφομοίωμα,
καὶ τοῦ Εὐαγγελίου, ἱερὸν ὑπηρέτην, καὶ στόμα εὐσεβείας περιφανές, Ἡρῳδίων Ἀπόστολε,
ἡ Ἐκκλησία γεραίρει σε τοῦ Χριστοῦ, ἑορτάζουσα τὴν μνήμην σου.
Τῶν Ἑβδομήκοντα ἕνα Χριστός σε ἔδειξεν,
Ἁγίων Ἀποστόλων, Μαθητὴς θεηγόρον, θεόφρον Ἡρῳδίων ὡς ἀρετῶν, ἱερὸν ἐνδιαίτημα·
ἔνθεν ἐκλάμπεις τῷ κόσμῳ ὡς ἀστραπή, ἀληθείας τοῖς διδάγμασι.
Νέων Πατρῶν σε ἡ πόλις πρῶτον
πεπλούτηκε, ποιμένα θεηγόρον, καὶ σοφὸν ὑποφήτην, θεόφρον Ἡρῳδίων τῆς πρὸς
Χριστόν, μυστικῆς οἰκειώσεως· ὅθεν τελοῦσα τὴν μνήμην σου τὴν λαμπράν,
καταφεύγει τῇ πρεσβείᾳ σου.
Τῆς εὐσεβείας τῷ λόγῳ πλάνης τὴν ἄκανθαν,
ἐκ τῶν ψυχῶν ἐκτίλας, ὡς Ἀπόστολος θεῖος, καρδίας χερσωθείας ὕλῃ παθῶν, ἐνεούργησας
ἔνδοξε, καῖ καρποφόρους ἀνέδειξας τῷ Χριστῷ, ἀρετῶν φέρειν τοὺς στάχυας.
Τοὺς σπαραγμοῦς τῆς σαρκός σου στεῤῥῶς
ὑπήνεγκας, καὶ ῥείθροις τῶν αἱμάτων, Νέων Πατρῶν τὴν χθόνα, ἡγίασας παμμάκαρ ὡς
τοῦ Χριστοῦ, μιμητὴς καὶ Ἀπόστολος· διὸ ὡς μέγαν προστάτην σε καὶ θερμόν, Ἡρῳδίων
μακαρίζομεν.
Ὁ τῆς Ὑπάτης προστάτης καὶ θεῖος ἔφορος,
καὶ πρὸς Θεὸν μεσίτην, καὶ λαμπρὸς πολιοῦχος, ὁ μύστης τῶν ἀῤῥήτων καὶ τοῦ
Χριστοῦ, θεηγόρος Ἀπόστολος, ἀνευφημείσθω ἀξίως νῦν παρ’ ἡμῶν, Ἡρῳδίων ὁ
πανεύφημος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Ἀποστόλου Ἡρῳδίωνος
μνήμη, ἀποστολικὴν χάριν ἐκλάμπουσα, τῇ Ἐκκλησίᾳ ἐπέφανε. Τοῦ γὰρ φωτὸς τοῦ ἀληθινοῦ,
ἐκφαίνει τὴν δόξαν, καὶ σκότος παθῶν λύει, καὶ πρὸς τὸ φῶς τῶν ἀρετῶν, ἰθύνει
τοὺς βοῶντας· χαίροις, ὁ τοῦ Παύλου συγγενής, καὶ τῶν τρόπων μιμητής, ὡς τῶν Ἑβδομήκοντα
Μαθητῶν συνάριθμος· χαίροις, ὁ τῷ λόγῳ τῆς χάριτος, τῆς ἐν Χριστῷ οἰκονομίας, τὸ
μέγα μυστήριον κηρύξας· χαίροις, ὁ τῆς ἐν Νέαις Πάτραις Ἐκκλησίας ἱδρυτής, καὶ
θεμέλιος ἄῤῥηκτος, καὶ ὑποφήτης ἐνθεώτατος, Ἀπόστολε καὶ Μάρτυς τοῦ Χριστοῦ· ἣν
φύλαττε ἀκλόνητον ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα
(Κεφ. α, 3-9)
Ἀδελφοί,
εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ
ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς
ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην
ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί,
λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως
πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς
ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες
ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ
δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα
(Κεφ. α, 13-19)
Ἀδελφοί,
ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν
φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ
συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν
καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι
γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν
ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν
χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ
τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου
καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα
(Κεφ. δ, 11-16)
Ἀγαπητοί,
εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς
πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ
τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς
ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ
μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ
ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ
ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς
ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐν Ὑπάτῃ Ἐκκλησίᾳ
τοῦ Θεοῦ, Ἡρῳδίωνος τὸν θεῖον, ποιμένα καὶ πρόβολον, ὡς τοῦ Χριστοῦ Ἀπόστολον
σχοῦσα· ἀπαρχὴ γάρ σοι ἁγία, τῶν κρειττόνων γέγονε, καὶ τῆς πλάνης ἀπαλλαγή, καὶ
τῆς ἐν Θεῷ υἱοθεσίας, ὁδηγὸς σωτήριος, καὶ μυσταγωγὸς θεόληπτος. Καὶ μαρτυρικῷ
τέλει σφραγίσας, τὸ τῆς πίστεως μυστήριον, ἀμέσως ἐντυγχάνει Κυρίῳ, πάσης
βλάβης ῥύεσθαι, καὶ δεινῶν ἐπιφορῶν, τοὺς ἐκ πόθου αὐτὸν γεραίροντας.
Ἦχος β΄.
Τοῦ Παρακλήτου ἠμφιεσμένος τὴν
χάριν, ὡς φῶς τοῖς πᾶσιν ἐξέλαμψας, Ἡρῳδίων θεοφόρε Ἀπόστολε. Καὶ τοῦ μὲν
σκότους τὰ ὑψώματα, τῆς πλάνης τὰ φρυάγματα, τῷ φέγγει τῶν λόγων, καὶ τῇ τῶν ἔργων
ἰσχύϊ, καταβαλὼν ἐθριάμβευσας. Τοὺς ὑπ’ αὐτῶν δὲ ἐζωγρημένους, τῆς ζοφερᾶς
δουλείας ἀπαλλάξας, υἱοὺς φωτὸς ἀνέδειξας, προσαγαγὼν Χριστῷ σεσωσμένους· διὸ ὡς
στόμα θεῖόν σε, καὶ οὐρανίων μυστηρίων κήρυκα, καὶ τῶν παθῶν τοῦ Σωτῆρος
Μάρτυρα, τιμῶμεν βοῶντες· ἀπαύστως πρέσβευε Ἅγιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ὡς τοῦ σκεύους τῆς ἐκλογῆς, τῇ
συγγενείᾳ σεμνυνόμενος, σκεῦος εὔχρηστον πρὸς ὑπουργίαν θείαν, καὶ ἀποστολὴν
σωτήριον, τοῖς ἔθνεσι πέφηνας, Ἡρῳδίων Ἀπόστολε ἔνδοξε. Τῆς γὰρ δόξης τοῦ
Χριστοῦ, τοῦ μέχρι σαρκὸς πτωχεύσαντος, τὸν πλοῦτον πᾶσιν ἐκήρυξας, τῆς νοητῆς
πενίας ἀφιστῶν, τοὺς λιμώττοντας τοῖς πάθεσι. Καὶ τῶν ἀῤῥήτων τὴν γνῶσιν
καταγγείλας τοῖς θαύμασιν, ἠθῶν ἀμέμπτων εἰκόνα, τῷ βίῳ διέγραψας, τοῖς πιστῶς
δεξαμένοις σε. Καὶ νῦν Χριστὸν ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Δόξα. Ἦχος δ΄.
Τὴν δοθεῖσάν σοι χάριν ἄνωθεν,
μαρτυρικῷ αἵματι ἐδόξασας, ὡς νομίμως ἀθλήσας, Ἱερομάρτυς Ἀπόστολε. Τοῦ γὰρ Σωτῆρος
τὸν θάνατον, καλῶς ἐμιμήσω, ὡς τοῖς ἴχνεσιν Αὐτοῦ ἀκολουθήσας, ἐν τῇ ἀπαρνήσει
τῆς σαρκός. Καὶ νῦν τῆς δόξης Αὐτοῦ, σὺν Ἀποστόλοις μετέχων, καὶ σὺν Μάρτυσι
δοξαζόμενος, σὺν αὐτοῖς ἱκέτευε, Ἡρῳδίων μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους
Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ Μαθητὴς τοῦ Χριστοῦ, τῶν Ἑβδομήκοντα ὁ θεῖος συνάριθμος, Ἀπόστολε Ἡρῳδίων,
τοῦ σκεύους τῆς ἐκλογῆς, μιμητὴς ἐν πᾶσι καὶ ὁμόζηλος, ὁ λόγων λαμπρότητι, καὶ
θαυμάτων δυνάμεσι, Χριστοῦ κηρύξας, τὴν ἀπόῤῥητον κένωσιν, ἐν τοῖς ἔθνεσι,
Παρακλήτου τῇ χάριτι· ὅθεν πολλοὺς ἐπιστρέψας, ἐκ πλάνης πρὸς Κύριον, Αὐτῷ
λατρεύειν ἀμέμπως, βίου καὶ τρόπων χρηστότητι· Ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις,
ὁ τῆς Ὑπάτης φωστήρ, καὶ πολιοῦχος καὶ ποιμὴν καὶ διδάσκαλος, Ἀπόστολε Ἡρωδίων,
μύστα Χριστοῦ ἱερέ, ἐν αὐτῇ γὰρ πρῶτος ἀνεκήρυξας, τὸν λόγον τῆς πίστεως, καὶ
ζωὴν τὴν αἰώνιον, φανερωθεῖσαν, ἐν σαρκὸς ὁμοιώματι, καὶ τὸν ἄνθρωπον, τῆς
φθορᾶς ἀφαρπάσασα· ὅθεν μυρίων πρόξενος, καλῶν ὤφθης ἔνδοξε, τῇ σοὶ λαχούσῃ
μερίδι, τῇ ἐπιπνοίᾳ τοῦ κρείττονος· καὶ νῦν ταύτῃ δίδου, τὴν θερμήν σου
προστασίαν, ὡς συμπαθέστατος.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Αἴγλῃ,
λελαμπρυσμένος σοφέ, τοῦ Παρακλήτου ὡς Ἀπόστολος ἔνθεος, ὡς ὄρθρος πᾶσι
προφαίνεις, τοῖς ἐν νυκτὶ τῶν παθῶν, τῆς δικαιοσύνης φῶς τὸ ἄδυτον· καὶ Φθίαν
κατέλαβες, Ἡρῳδίων μακάριε, Νέων Πατρῶν δέ, ὁδηγὸς πρὸς ἐπίγνωσιν, θείαν
πέφηνας, σωτηρίῳ κηρύγματι· ὅθεν πόνοις ἀθλήσεως, δοξάσας τὸν Κύριον,
ἀντεδοξάσθης ἀξίως, παρὰ τοῦ σὲ θαυμαστώσαντος· Ὃν νῦν ἐκδυσώπει, τοῦ διδόναι
τῇ σῇ ποίμνῃ, τὸ θεῖον ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὡς
Ἀπόστολος Χριστοῦ, καὶ Ἀθλητὴς ἐν Μάρτυσι, διπλῶν βραβείων ἠξίωσαι, Ἱερομάρτυς
Ἀπόστολε. Γεωργῶν γὰρ τὰ κρείττονα, καὶ οἰκείῳ ὑποδείγματι ἐκφαίνων, τὴν ἐν
Χριστῷ γενομένην λύτρωσιν, ὡς θυσία καθαρά, προσηνέχθης Κυρίῳ χερσὶν ἀνόμων
τελειωθείς, Ἡρῳδίων παμμακάριστε. Καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς, ἀμέσως ἀπολαύων,
ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς
Ὑπάτης φωστῆρα καὶ ποιμένα θεόληπτον, τοῦ Παρακλήτου σε χάρις, Ἡρῳδίων
ἀνέδειξεν· ἐν ταύτῃ γὰρ Ἀπόστολε τὸ φῶς, ἐκήρυξας τὸν θεῖον τοῦ Χριστοῦ, καὶ
ὡδήγησας πρὸς πίστιν τὴν ἀληθῆ, τοὺς εὐσεβῶς βοῶντάς σοι· δόξα τῷ δεδώκότι σοι
ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν
τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ὡς πολύφωτον ἄστρον,
κινούμενος σοφέ, θεϊκῇ ἐπινεύσει, ἐν Νέαις Πάτραις ἔλαμψας, καὶ τὸν ζόφον
διέλυσας, θείᾳ χάριτι, τῆς χαλεπῆς ἁμαρτίας, πᾶσιν ἄφεσιν, τὴν ἐν Χριστῷ Ἡρῳδίων,
κηρύττων Ἀπόστολε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, καὶ
μείνασα ἁγνή, μετὰ τόκον τὸν θεῖον, τὴν φύσιν τοῦ Προπάτορος, τὴν πεσοῦσαν ἀνύψωσας,
καὶ ἐθέωσας, ἐν μετοχῇ ἀποῤῥήτῳ· ὅθεν Δέσποινα, ὡς ἀπαρχὴν σωτηρίας, ἀπαύστως ὑμνοῦμέν
Σε.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄.
Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου ὁμότροπος ὡς συγγενὴς εὐκλεής,
ἐδείχθης Ἀπόστολε ὡς τῇ ἀγάπῃ Χριστοῦ, τρωθεὶς τὴν διάνοιαν· ὅθεν τῆς εὐσεβείας,
πρακτικὸς ὑποφήτης, ὤφθης ἐν Νέαις Πάτραις, νεουργήσας καρδίας, ἐκ πλάνης καὶ
κακίας, πρὸς θείαν ἐπίγνωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεκοῦσα ἐν σώματι δίχα τροπῆς καὶ
φυρμοῦ, Θεὸν τὸν ἀσώματον δι’ εὐσπλαγχνίαν πολλήν, τὰ πάλαι πεπλήρωκας, ἅπερ
Πνεύματι θείῳ, προκατεῖδον Προφῆται, λύσασα τὴν ἀρχαίαν, τοῦ Ἀδὰμ ἁμαρτίαν· διό
Σε Θεοτόκε, πιστῶς ἀεὶ μεγαλύνομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Ἀρωγὸν καὶ προστάτην καὶ ἀντιλήπτορα,
οἷα θεμέλιον λίθον τῆς Ἐκκλησίας αὐτῆς, ἡ Ὑπάτη εὐλαβῶς ἀνακηρύττει σε, ὁδηγηθεῖσα
ὑπὸ σοῦ, πρὸς ἐπίγνωσιν Χριστοῦ, Ἀπόστολε Ἡρῳδίων· διὸ καὶ πόθῳ γεραίρει, τὴν ἱερὰν
καὶ θείαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀειπάρθενε Κόρη θεοχαρίτωτε, ἡ τὸν
Θεὸν τῶν ἁπάντων σαρκὶ κυήσασα, τῆς σαρκός μου τὰ δεινὰ πάθη θεράπευσον, καὶ
μετανοίας τῷ φωτί, λάμπρυνόν μου τὴν ψυχήν, τοῖς πάθεσι σκοτισθεῖσνα, ἵνα
βαδίζω τὴν τρίβον, τὴν πρὸς ζωὴν ἄγουσα ἄληκτον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁ ἀκούων
ὑμῶν ἐμοῦ ἀκούει...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τοῦ Παρακλήτου τὸ φῶς, ἐν τῇ καρδίᾳ
δεξάμενος, τοῖς Ἀποστόλοις συναρίθμιος ὤφθης, Ἡρῳδίων μακάριε. Καὶ ἀποστολικὴν ἀνύσας
πορείαν, μαρτυρικὸν ἀγῶνα διήθλησας, ὑπὲρ τῆς δόξης τοῦ Διδασκάλου Χριστοῦ. Οὗ
τῷ θρόνῳ παρεστώς, σὺν νοεροῖς λειτουργοῖς, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων
σε.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁποστόλου οὗ ἡ Ἀκροστιχίς: Τῷ Ἡρῳδίωνι, ἆσμα πόθῳ πλέκω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. Ἀνοίξω τὸ στόμα μου.
Τριάδος τὴν ἔλλαμψιν, λαμπρῶς
δεχόμενος Ἅγιε, φῶς θεῖον παράσχου μοι, ταῖς ἱκεσίαις σου, ἵνα μέλψω σου, τοὺς
δρόμους Ἡρῳδίων, οὓς ὑπὲρ τῆς πίστεως, Χριστοῦ διήνυσας.
Ὡς θεῖος συνάριθμος, τῶν Ἑβδομήκοντα
Ἅγιε, μυστῶν τοῦ Θεοῦ ἡμῶν, καὶ ἰσοστάσιος, πλήρης γέγονας, σοφίας τῆς ἐνθέου, ἐκ
θείου πληρώματος, Χριστοῦ Ἀπόστολε.
Ἡ χάρις Ἀπόστολε, τοῦ Παρακλήτου
φοιτήσασα, τῷ θείῳ σου στόματι, ῥήτορα ἔνθεον, σὲ ἀνέδειξε, θεόφρον Ἡρῳδίων· πᾶσι
γὰρ ἐκήρυξας, Χριστοῦ τὴν σάρκωσιν.
Θεοτοκίον.
Ῥυσθῆναι τῆς χείρονος, ἐπιβουλῆς καὶ
κακώσεως, ἐχθροῦ τοῦ ἀλάστορος, δίδου μοι δύναμιν· Σὺ γὰρ ἄχραντε, ἐλπίς μοι
σωτηρίας, καὶ σῶσόν με δέομαι, τῇ ἀντιλήψει Σου.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὡς ἄστρον πολύφωτον ἐπέστης, τῆς
δόξης τὸν Ἥλιον Χριστόν, ἐν Νέαις Πάτραις ἔνδοξε, κηρύττων θείῳ στόματι, καὶ
πλάνην τὴν σκοτόμαιναν, διασκεδάζων Ἀπόστολε.
Δυνάμει ἣν ἔλαβες θεόθεν, ῥωσθεὶς τῆς
σαρκὸς τὸ ἀσθενές, ἐξῆλθες ἐν τοῖς ἔθνεσι, καὶ σωτηρίαν ἅπασιν, εὐηγγελίσω Ἅγιε,
τοῖς τῇ ἀπάτῃ δουλεύουσι.
Ἰλύος παθῶν ψυχὰς καθαίρων, καὶ
νόσους ἰώμενος δεινάς, καὶ πονηρίας πνεύματα, ἐλαύνων θείῳ Πνεύματι, ὦ Ἡρῳδίων ἔνδοξε,
Χριστὸν κηρύττεις τοῖς ἅπασι.
Θεοτοκίον.
Ὡς θρόνος πυρίμορφος βαστάζεις, τὸν
πάντα βαστάζοντα σαρκί, Χριστὸν τὸν ὑπεράγαθον, ὑπεραγία Δέσποινα· διὸ ἀπὸ
κοπρίας με, παθῶν ἐξέγειρον δέομαι.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Συγγενὴς ὢν τοῦ Παύλου καὶ μιμητής,
ὡς τοῦ πάντων Δεσπόζοντος Μαθητής, τούτῳ ἐκοινώνησας, καὶ τοῦ ζήλου Ἀπόστολε,
καὶ πειρασμοὺς ὑπέστης, καὶ θλίψεις καὶ θάνατον, ὡς ἂν πολλοὺς προσάξῃς, Χριστῷ
διὰ πίστεως· ὅθεν ἐπαξίως, οὐρανίων βραβείων, καὶ δόξης τῆς κρείττονος, κοινωνὸς
ἀναδέδειξαι, Ἡρῳδίων πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Σωτῆρα τοῦ κόσμου καὶ Λυτρωτήν,
τετοκυῖα ἀφράστως Μῆτερ ἁγνή, Χριστὸν τὸν Θεὸν ἡμῶν, διὰ σπλάγχνα χρηστότητος,
μορφὴν τὴν ἀνθρωπίνην, λαβόντα καὶ σώσαντα, Ἀδὰμ τὸν πεπτωκότα, ἀπάτῃ τοῦ ὄφεως,
ὤφθης πλατυτέρα, οὐρανῶν Θεοτόκε, καὶ πάσης τῆς κτίσεως, ὑπερέχουσα ἄχραντε, ὡς
Ἀγγέλων Βασίλισσα· διὸ τὰ μεγαλεῖα τὰ σά, ἀνυμνοῦντες χαῖρέ Σοι κραυγάζομεν,
προστασία τοῦ κόσμου, καὶ πάντων ἀνάπλασις.
ᾨδὴ
δ’. Τὴν ἀνεξιχνίαστον.
Νόμον
τὸν τῆς χάριτος διατρανῶν, πᾶσιν Ἡρῳδίων Ἀπόστολε, τῆς ἀνομίας, ἐλυτρώσω τοὺς
λαούς, τοὺς δεξαμένους Ἅγιε, πίστει τὸ σωτήριον κήρυγμα.
Ἴασιν
καὶ λύτρωσιν καὶ φωτισμόν, καὶ υἱοθεσίαν οὐράνιον, κομίζων ὤφθης, ὡς Ἀπόστολος
Χριστοῦ, τοῖς ἐν ταῖς Νέαις Ἅγιε, Πάτραις ἐνοικοῦσιν ἐν Πνεύματι.
Ἄφθονον
πηγάζων ἀπὸ τῶν σῶν, ἱερῶν χειλέων Ἀπόστολε, λόγον καὶ χάριν, ὥσπερ θεῖον
γλυκασμόν, τὸν τοῦ ἐχθροῦ ψυχόλεθρον, ἰὸν Ἡρῳδίων κατέκλυσας.
Σκέπῃ
σου προστρέχουσα τῇ ἱερᾷ, Ὑπάτης ἡ πόλις κραυγάζει σοι, ἀπὸ μυχίων, Ἡρῳδίων
θαυμαστέ· σύ σου ἰσχὺς Ἀπόστολε, καὶ πρὸς τὸν Θεὸν πρέσβυς ἄγρυπνος.
Θεοτοκίον.
Μῆτερ
ἀειπάρθενε τοῦ Λυτρωτοῦ, κεχαριτωμένη Παντάνασσα, τῆς τοῦ βελίαρ, ἐπηρείας
χαλεπῆς, ἀπάλλαξόν με δέομαι, φόβῳ με τῷ θείῳ τειχίζουσα.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἀθλήσεως
σκάμμασι, τὸ ἱερόν σου κήρυγμα, πᾶσιν Ἡρῳδίων βεβαιώσας, Χριστοῦ τὸ πάθος
χαίρων εἰκόνισας, καὶ διὰ θανάτου πρὸς ζωήν, ἤρθης τὴν αἰώνιον, θεοκήρυξ
Ἀπόστολε.
Πληγαῖς
προσωμίλησας, καὶ ἀλγηδόσιν Ἅγιε, τῇ τῶν δυσσεβούντων ἀπηνείᾳ, καὶ τὴν κακίαν
ἐχθροῦ ἐπλήγωσας, τῇ ὑπομονῇ σου τῇ στεῤῥᾷ, Ἡρῳδίων ἔνδοξε, διὰ τοῦτο
δεδόξασαι.
Ὁ
θεῖος Ἀπόστολος, ὁ συμπληρῶν τὸ πρότερον, τὴν τῶν Ἑβδομήκοντα χορείαν, ὕστερον
ὤφθη ποιμὴν καὶ πρόεδρος, πρώτιστος τῶν Νέων τε Πατρών, τοῦ Χριστοῦ τῇ χάριτι,
Ἡρῳδίων ὁ πάνσοφος.
Θεοῦ
καθαρώτατον, ἐδείχθης ἐνδιαίτημα, κεχαριτωμένη Θεοτόκε, τοῦτον χωρήσασα ἐν
νηδύϊ Σου, καὶ προαγοῦσα τοῖς ἐν γῇ, σώζοντα πανάμωμε, τοὺς πιστῶς Σε
δοξάζοντας.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Ὡς
Ἱεράρχην σε πρώτιστον, καὶ κήρυκα τοῦ λόγου τῆς χάριτος, ᾠδαῖς καὶ ᾄσμασιν, ἠ
ἐν Ὑπάτῃ Ἀπόστολε, γεραίρει Ἐκκλησία, Χριστὸν δοξάζουσα.
Παθῶν
ἀπήλλαξας Ἅγιε, τοὺς πίστει δεξαμένους τὸν λόγον σου, ψυχῆς καὶ σώματος, τῇ
δεδομένῃ σοι χάριτι, θεόφρον Ἡρῳδίων, ἐκ θείου Πνεύματος.
Λυχνία
ὤφθης πολύφωτος, τὸ φῶς Εὐαγγελίου τῆς χάριτος, σοφῶς ἐκλάμπουσα, ἐν Νέαις
Πάτραις Ἀπόστολε· διό σε Ἡρῳδίων, πάντες γεραίρομεν.
Θεοτοκίον.
Ἐκ
Σοῦ τῆς δόξης ὁ Ἥλιος, ἀνέτειλε σαρκὸς ὁμοιώματι, θεοχαρίτωτε, οὗ ταῖς ἀκτῖσι
διάλυσον, νοός μου τὴν σκοτίαν, Παρθένε ἄχραντε.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν
Ὑπάτῃ πρώτιστος, Χριστὸν κηρύξας, Ἡρῳδίων ἔνδοξε, φωταγωγεῖς τοὺς ἐν νυκτί, τῆς
ἀγνωσίας ὑπάρχοντας· διό σε πάντες, τιμῶμεν Ἀπόστολε.
Ὁ
Οἶκος.
Τῶν
Ἑβδομήκοντα Χριστοῦ Ἁγίων Ἀποστόλων, εἷς πέλων ὡς Θεοῦ, θεράπων θεοφόρος, καὶ
τοῦ Παύλου συγγενής, ὡς οὗτος μαρτυρεῖ, τὴν πυρίπνοον χάριν τοῦ Παρακλήτου
ἐδέξω ἐν τῇ ψυχῇ σου, Ἡρῳδίων Ἀπόστολε θεηγόρε. Καὶ τὴν πανοπλίαν τοῦ φωτὸς
ἐνδεδυμένος, ἐξῆλθες κηρύττων τοῖς ἔθνεσι, τὴν τοῦ Χριστοῦ ἀπόῤῥητον κένωσιν,
καὶ τὴν ἐξ αὐτῆς ἐλευθερίαν καὶ λύτρωσιν καὶ ἁγιασμόν, τοῖς δεδουλωμένοις τῷ
παναλαίστορι ἐχθρῷ. Καὶ ἐν Νέαις Πάτραις γεγονώς, τὸν λόγον τῆς πίστεως
διέσπειρας, καὶ μαρτυρικῶς Χριστῷ ἀνελήλυθας, καλῶς τελέσας τὸν δρόμον σου· διό
σε πάντες, τιμῶμεν Ἀπόστολε.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἡρῳδίωνος, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα, ἐπισκόπου Νέων
Πατρῶν (Ὑπάτης)
Νέαις
Πάτραις ἔλαμψε φῶς εὐσεβείας,
Ἡρῳδίων
κράτιστος, Πνεύματι θείῳ.
Ὀγδοάτῃ
Ἡρῳδίωνος ἔνθεν θυμὸς Θεῷ ἤρθη.
Οὗτος, συγγενὴς τυγχάνων τοῦ Ἀποστόλου Παύλου, οὗ μέμνηται ἐν τῇ
πρὸς Ῥωμαίος ἐπιστολῇ (κεφ. ιστ’, 11), τοῖς Ἁγίοις Ἀποστόλοις διηκόνει ἅπασι.
Μετὰ δὲ ταῦτα χειροτονεῖται πρεσβύτερος, εἶτα Ἐπίσκοπος Νέων Πατρῶν, ἔνθα
πρῶτος Χριστὸν ἐκήρυξε. Πολλοὺς δὲ τῶν Ἑλλήνων διδάσκων καὶ ἐπιστρέφων πρὸς τὴν
τοῦ Χριστοῦ πίστιν, φθονηθεὶς ὑπὸ τῶν Ἰουδαίων, ὑπέστη πολλά· ἐπιστάντες γὰρ
μετὰ τῶν εἰδωλολατρῶν, πρῶτον μὲν ἔτυψαν αὐτὸν ἰσχυρῶς, καὶ λίθοις τὸ στόμα
αὐτοῦ συνέτριψαν. Εἶτα, ξύλοις κρουσθεῖς ὑπ’ αὐτῶν κατὰ κεφαλῆς, μαχαίρᾳ
κατασφάττεται· καὶ οὕτως ἐτελειώθη αὐτοῦ ἡ μαρτυρία.
Τῇ αὐτῇ ἡμέρα, τῶν Ἁγίων Ἀποστόλων
ἐκ τῶν Ἐβδομήκοντα· Ἀγάβου, Ἀσυγκρίτου, Ἡρωδίωνος, Ῥούφου καὶ Φλέγοντος.
Ψυχὴν
Ἀγάβου τοῦ Προφηταποστόλου,
ὁ ψυχοσώστης προσκαλεῖται Δεσπότης.
Σβέσας πλάνης φλέγουσαν ὁ Φλέγων φλόγα,
οὓς Δαυῒδ εἶπε, πῦρ φλέγον, βλέπει Νόας.
Παῦλος καλεῖ σε, Ῥοῦφ', Ἀπόστολος μέγας.
ἐκλεκτὸν ὄντως· ὢ ἐπαίνου ἀξίου!
Ἀσύγκριτον δὲ πᾶς ἐπαινέσει μάλα.
τοῦτον γὰρ ἠσπάσατο Παύλου τὸ στόμα.
ὁ ψυχοσώστης προσκαλεῖται Δεσπότης.
Σβέσας πλάνης φλέγουσαν ὁ Φλέγων φλόγα,
οὓς Δαυῒδ εἶπε, πῦρ φλέγον, βλέπει Νόας.
Παῦλος καλεῖ σε, Ῥοῦφ', Ἀπόστολος μέγας.
ἐκλεκτὸν ὄντως· ὢ ἐπαίνου ἀξίου!
Ἀσύγκριτον δὲ πᾶς ἐπαινέσει μάλα.
τοῦτον γὰρ ἠσπάσατο Παύλου τὸ στόμα.
Ἀπὸ τούτους τοὺς ἱεροὺς Ἀποστόλους,
ὁ μὲν Ἄγαβος ἦτον ἐκεῖνος, τὸν ὁποῖον ἀναφέρει ὁ Εὐαγγελιστὴς Λουκᾶς εἰς τὰς
Πράξεις τῶν Ἀποστόλων, ὁ ὁποῖος λαβὼν τὴν ζώνην τοῦ Ἀποστόλου Παύλου, ἔδεσεν αὐτοῦ
τὰς χεῖρας και τοὺς πόδας, καὶ προεφήτευσε περὶ αὐτοῦ ταῦτα: Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, τὸν ἄνδρα, οὗ
ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς
χεῖρας Ἐθνῶν (Πράξ. Κα΄, 11). Αὕτη δὲ ἡ προφητεία του ἐπληρώθη ἐπὶ τῶν ἔργων,
διότι ὄχι μόνον ἔδεσαν τὸν Παῦλον οἱ Ιουδαῖοι, ἀλλὰ καὶ επεχείρησαν νὰ τὸν
θανατώσωσιν. Οὗτος λοιπὸν κηρύξας τὸ Εὐαγγέλιον εἰς τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης,
εἰς τὸ ὁποῖον ἐκληρώθη, ἀπῆλθε πρὸς Κύριον.
Ὁ δὲ Ῥοῦφος, τὸν ὁποῖον ἀναφέρει ὁ
Παυλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, λέγων: Ἀσπάσασθε
Ῥοῦφον τὸν ἐκλεκτον ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ (Ῥωμ. ιστ΄,
13)· οὗτος ἔγεινεν ἐπίσκοπος Θηβῶν τῶν εὑρισκομένων εἰς τὴν Ἑλλάδα.
Ὁμοίως δέ, καὶ ὁ Φλέγων καὶ ὁ Ἀσύγκριτος,
κηρύττοντες τὸ Εὐαγγέλιον εις διάφορα μέρη τοῦ κόσμου, ἐπέστρεψαν πολλοὺς ἀπίστους
εἰς τὴν ἀληθῆ πίστιν. Με διαφόρους δὲ τιμωρίας βασανισθέντες ἀπὸ τοὺς Ἰουδαίους
καὶ Ἕλληνας, ἐτελειώθησαν εἰς τὴν αὐτὴν ἡμέραν, καὶ οὕτως ἔλαβον παρὰ τοῦ
Κυρίου τὰ οὐράνια ἀγαθὰ τῆς ἀϊδίου μακαριότητος.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Κελεστίνου Πάπα Ῥώμης
Τὸ
χάσμα καὶ σὲ παμμάκαρ, Κελεστῖνε,
χοροῦ διιστᾷ μὴ μεμακαρισμένου.
χοροῦ διιστᾷ μὴ μεμακαρισμένου.
Οὗτος ἦτο κατὰ τοὺς χρόνους
Θεοδοσίου τοῦ μικροῦ, ἐν ἔτει υιε΄ (415), καλῶς ἀνατεθραμμένος διὰ βίου και
λόγου, ἤτοι διὰ πράξεως καὶ θεωρίας. Διὰ τὰς ἀρετάς του δὲ ταύτας ἠξιωθη νὰ ἀναβῇ
εἰς τὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης, ἀφ’ οὗ ὁ Πάπας τῆς Ῥώμης Ζώσιμος ἐτελεύτησεν.
Οὗτος λοιπόν, κατὰ τὸν καιρὸν της ἁγίας καὶ Οἰκουμενικῆς τρίτης Συνόδου, τῆς
συγκροτηθείσης εν ἔτει υλα΄ (431), ἠγωνίσθη ὁ τρισόλβιος διὰ τὰς ἀποστολικὰς καὶ
πατρικὰς παραδόσεις, καὶ διὰ τῆς ἐπιστολῆς του καθήρεσε τὸν δυσσεβῆ Νεστόριον,
καὶ τὰς θεομισεῖς αὐτοῦ βλασφημίας ἤλεγξε καὶ ἀπεκήρυξε, συνεργὸς γενόμενος εἰς
τὴν καθαίρεσίν του μετὰ του θεσπεσίου Κυρίλλου τῆς Ἀλεξανδρείας, ὁ ὁποῖος εἶχε
τὸν τόπον του θείου τούτου Κελεστίνου, καὶ ἀντὶ τούτου ἐπροκάθητο εἰς τὴν
Σύνοδον. Πολλὰ λοιπόν, καὶ ἄλλα κατορθώματα λόγου καὶ μνήμης ἄξια ποιήσας, εν εἰρήνῃ
ἀφῆκε την παροῦσαν ζωήν, καὶ πρὸς τὴν ἀτελεύτητον καὶ μακαρίαν ζωὴν ἐξεδημήσεν.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Παυσίλυπος, ἐν εἰρήνῃ τελειοῦται
Ὁ
Παυσίλυπος γῆς λιπὼν παροικίαν,
εἰς παυσίλυπον ἔρχεται κατοικίαν.
εἰς παυσίλυπον ἔρχεται κατοικίαν.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἀμάνδος,
επίσκοπος Κόμο Ἰταλίας, ἐν ἔτει 440, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων
τῶν ἐν Ἀφρικῇ· Ἰανουαρίου, Μαξίμης καὶ Μακαρίας.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Περπέτουος,
επίσκοπος Τουρώνης, ἐν ἔτει 490, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου
Νεομάρτυρος Ἰωάννου τοῦ Κουλικά, μαρτυρήσαντος ἐν ἔτει 1564
Οὗτος
ἦτον ἄνθρωπος πολλὰ φρόνιμος καὶ ζηλωτής. Καὶ ἐν μιᾷ τῶν ἡμερῶν, ἐνδιεφέρετο
περὶ πίστεως μὲ τοὺς Ἀγαρηνούς, αὐτοὶ δὲ μὲ τὸ νὰ εἶχον φθόνον εἰς αὐτὸν τὸν
ἔδειραν καὶ τὸν ἐπῆγαν εἰς τὸν κριτήν, καὶ ψευδῶς ἐμαρτύρησαν ὅτι ὕβρισε τὴν
πίστιν των, ὁ δὲ κριτής, τοῦ εἶπε νὰ ἀρνηθῇ τὸν Χριστόν, καὶ αὐτὸς νὰ τὸν
ἐλευθερώσῃ, ὁ δὲ Μαρτυς ἀπεκρίθη μὲ μεγάλην ἐλευθερίαν καὶ εἶπε: Νὰ μὴ τὸ δώσῃ ὁ Θεός, νὰ ἀρνηθῶ ἐγὼ ποτὲ τὸν
Κύριόν μου Ἰησοῦν Χριστόν, κἄν καὶ μυρίους θανάτους μὲ δώσητε. Τότε ὥρισεν
ὁ κριτής, και τον ἔῤῥιψαν εἰς τὰ τσεγγέλια καὶ οὕτως ἐτελειώθη καὶ ἔλαβε τὸν
στέφανον τοῦ μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς
Ἰωάννης ὁ Ναύκληρος, ἐν Κῷ μαρτυρήσας ἐν ἔτει 1669, πυρὶ τελειοῦται.
Πλεύσας
θάλασσαν ἐν πυρὶ τὴν τοῦ βίου,
ναύκληρ’ ἔφθασας εἰς γαληνοὺς λιμένας.
ναύκληρ’ ἔφθασας εἰς γαληνοὺς λιμένας.
Τινὲς
Ἀγαρηνοὶ ἐμάγευσαν αὐτόν, καὶ ἔγινεν ἔξω φρενῶν, ἔπειτα τὸν ἔκαμαν Τοῦρκον.
Μετ’ ὀλίγας δὲ ἡμέρας ἦλθεν εἰς τὸν ἑαυτό του καὶ ὡς εἶδε τὸν ἑαυτόν του
περιτετμημένον καὶ ἄσπρον σαρίκι φοροῦντα εἰς τὴν κεφαλήν του, ἐλυπήθη διὰ τὸ
κακὸν ὅπου ἔπαθε, καὶ ῥίπτων τὸ σαρίκι, διῆγε πάλι χριστιανικά, μετανοῶν μὲ
δάκρυα καὶ στεναγμοὺς εἰς τὸν Θεόν, διὰ τὸ ακούσιον πταῖσμά του. Οἱ δὲ Ἀγαρηνοὶ
βλέποντας πῶς μετενόησε καὶ εἶναι πάλιν χριστιανός, ἔδραμον μὲ ὁρμὴν κατεπάνω
του, καὶ ἀφ’ οὗ τὸν ἔδειραν ἀνηλεῶς, τὸν ἔβαλαν εἰς τὴν φυλακήν. Μετὰ ὀλίγας δὲ
ἡμέρας, τὸν εὔβγαλαν πάλιν καὶ ἔπασχον μὲ διαφόρους τρόπους να τὸν μεταστρέψουν
εἰς τὴν θρησκείαν των, καὶ πολλὰ τοῦ εἶπαν διὰ τοῦτο, καὶ πολλὰ τὸν ἠπείλησαν,
αλλ’ ὁ Μάρτυς εἰς οὐδὲν ταῦτα ἐλογιάζεν, ἀλλ’ ἔλεγεν: Ἐγὼ εἰς τὸν Κύριόν μου Ἰησοῦ Χριστόν, πιστεύω καὶ τοῦτον ὁμολογῶ διὰ
Θεὸν ἀληθινόν, ἐξ ὅλης μου τῆς ψυχῆς καὶ καρδίας, ὅστις μέλλει νὰ κρίνῃ τὸν
κόσμον ἅπαντα καὶ τοὺς ζῶντας καὶ τοὺς νεκρούς. Τὴν δὲ ἐδικήν σας θρησκείαν
ἀποστρέφομαι καὶ εἶμαι ἕτοιμος νὰ υπομείνω ὅσα βάσανα καὶ ἄν μοῦ δώσητε διὰ τὴν
ἀγάπην του Χριστοῦ μου. Ὅθεν ἀκουοντες εκεῖνοι ταῦτα, καὶ βλεποντες τὸ
αμεταθετον τῆς γνωμης μου, τὸν ηρπασαν μὲ θυμόν, καὶ δέρνοντες καὶ σπρώχνοντες
αὐτον, ἐπῆγαν εἰς τὸν κριτήν, καὶ ἐμαρτύρησαν πῶς ἔγινε Τοῦρκος καὶ τώρα
ἐμετανόησεν. Ὁ δὲ κριτής, πρόσταξε καὶ τὸν ἔδειραν ἀνηλεῶς, καὶ ὡς εἶδεν ὅτι
οὐδὲ με τοὺς δαρμοὺς πείθεται, ἔδωκε κατ’ αὐτοῦ τὴν τελευταία ἀπόφασιν, διὰ νὰ
τὸν καύσουν. Ἀνάψαντες λοιπόν, μεγάλη φωτιάν, τὸν ἔκαυσαν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ
Ἁγίου Νέου Ὁσιομάρτυρος Γενναδίου τοῦ Διονυσιάτου.
Τμηθεὶς ὁ
Γεννάδιος τὴν Κάραν ξίφει,
δήμοις Ὁσίων,
καὶ Ἀθλητῶν συνήφθη.
Οὗτος
ἧν κατὰ τὸν παρελθόντα δέκατον ἔνατον αἰῶνα Μοναχὸς γενόμενος, ἐν τῇ κατὰ τὸν
Ἁγιώνυμον Ἄθῳ Ἱερᾷ Μονῇ τοῦ Μεγάλου Βαπτιστοῦ καὶ Προδρόμου, τῇ καλουμένη τοῦ
Διονυσίου, ἠσκεῖτο εὐδοκίμως τοῖς ἔργοις τῆς μακαρίας ὑπακοῆς, ὑπὸ Γέροντα τὸν
Ἡγούμενον Στέφαον, παρ’ οὗ ἀπεστάλη, συνοδεύων πρὸς τὸ μαρτύριον τοῖς ἀδελφοῖς
Βονιφατίῳ καὶ Εὐδοκίμῳ, οἵτινες, φεῦ ἠρνήσαντο τὸν Χριστὸν καὶ κατήγγειλαν
τοῦτον τοῖς Ἀγαρηνοῖς· οἵτινες συλλαβόντες τὸν μακάριον Γεννάδιον, ὁμολογοῦντα
καὶ κηρύττοντα διαπρυσίως τὸν Χριστόν, καὶ ποικιλοτρόπως βασανίσαντες αὐτόν,
ἀπέτεμον ἐν τέλει τὴν μακαρίαν αὐτοῦ κεφαλήν, καὶ συνηριθμήθη μετὰ τῶν Ὁσίων
καὶ Μαρτύρων ὡς θεῖος Ὁσιομάρτυς, πρεσβεύων διὰ παντὸς ὑπὲρ ἡμῶν τῷ Κυρίῳ. Ταῖς
αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Νήφωνος τοῦ Ῥώσου του
θαυματουργοῦ
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ῥούφου τοῦ ἐν τῇ Λαύρᾳ τοῦ
Κιέβου ἀσκήσαντος
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Ὁ διασώσας ἐν πυρί.
Κεκοσμημένος
ἀρεταῖς, οἷάπερ Ἀπόστολος θεῖος, τῶν Χριστοκτόνων τὴν δεινήν, Ἡρῳδίων μανίαν
ὑπέμεινας, καὶ ὑφ’ ὧν θανατούμενος, πρὸς ζωὴν τὴν ἀτελεύτητον χαίρων ἤρθης.
Ὡς
τοῦ Σωτῆρος μιμητήν, παίοντες καὶ κρούοντες ξύλοις, τῶν θεοκτόνων ὁ ἐσμός,
Ἡρῳδίων ἀπηνῶς θανατοῦσί σε, ἀλλὰ χαίρων ἀνέδραμες, πρὸς ζωὴν τὴν ὑπερκόσμιον
νικηφόρος.
Γνῶσιν
ἐκλάμπων θεϊκήν, τοὺς ἐν ἀγνωσίᾳ κειμένους, πρὸς φῶς ἐγείρεις θαυμαστόν,
Ἡρῳδίων τῆς Χριστοῦ ἐπιγνώσεως, καὶμκραυγάζειν ἐδίδαξας· ὁ Θεὸς τῶν Πατέρων
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐκ
τῆς ἀχράντου Σου γαστρός, σάρκα προσλαβὼν ἀποῤῥήτως, ὁ ὑπερούσιος Θεός,
οὐσιώθης τὸ ἡμέτερον ἄχραντε, καὶ τὸν κόσμον διέσωσε, τῆς ἀρχαίας καταδίκης,
τῆς ἐκ τοῦ ξύλου.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ῥείθροις
τῶν ἐνθέων διδαχῶν σου, καὶ λύθρῳ τῶν σῶν αἱμάτων παναοίδιμε, ἅπασαν ἡγίασας,
καὶ πλουσίως ἤρδευσας, καὶ καρποφόρον ἔδειξας καρποῖς τῆς πίστεως, Πατρῶν ὦ
Ἡρῳδίων τὴν χθόνα, μυστικῶς τῶν Νέων, ὑμνοῦσάν σε θεόφρον.
Ἄνωθεν
μὴ παύσῃ ἐποπτεύων, Κυρίῳ ὦ Ἡρῳδίων παριστάμενος, ἥνπερ πόνοις ἵδρυσας, καὶ
Χριστῷ ὡδήγησας, λόγοις ὁμοῦ καὶ πράξεσι καὶ θείοις θαύμασι, Πατρῶν τὴν
Ἐκκλησίαν τῶν Νέων, πρὸς σὲ ἀφορῶσαν, ὡς ἐκλεκτὸν ποιμένα.
Σύσκηνον
τελῶν τοῖς Ἀποστόλοις, καὶ Παύλῳ τῷ ἱερῷ διακονούμενος, μυστηρίων μέτοχος,
οὐρανίων γέγονας, καὶ ἔνθεος διάκονος καὶ ὑπηρέτης σοφός, Χριστοῦ τῆς ἐν σαρκὶ
παρουσίας, δι’ ἧς Ἡρῳδίων, ὁ κόσμος ἀνεπλάσθη.
Θεοτοκίον.
Ἴασαι
ψυχήν μου τὴν νοσοῦσαν, καὶ σύντριψον τὸν ἐχθρὸν τὸν πολεμοῦντά με, καὶ τὸν
νοῦν μου κάθαρον, ἐκ πάσης φαυλότητος, καὶ ῥυπαρίας ἄχραντε χαμαιπετῶν λόγισμῶν
πρὸς Σὲ γὰρ προστρέχω, καὶ τὴν σωστικήν σου, αἰτοῦμαι προστασίαν.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Μύστης
ἀληθής, καὶ θεῖος Ἀπόστολος Χριστοῦ γενόμενος, Ἡρῳδίων πάνσοφε, εὐηγγελίσω
πᾶσιν τοῖς ἔθνεσι, τὴν τούτου ὑπὲρ ἔννοιαν ἄφραστον κένωσιν, δι’ ἧς πλούτου,
θεϊκῆς χρηστότητος, ἐπληρώθη ἡ φύσις ἡ ἔκπτωτος.
Ὅλῳ
τῷ φωτί, τῆς ἄνω λαμπρότητος περιχεόμενος, Ἡρῳδίων ἔνδοξε, πάσης ἀνάγκης καὶ
περιστάσεως, ἱκέτευε τοῦ ῥυεσθαι ταύτην τὴν ποίμνην σου, ἣν μερίδα, ἐκλεκτὴν
ἀνέδειξας, καὶ Χριστῷ σεσωσμένην προσήγαγες.
Ὕμνοις
καὶ ᾠδαῖς, ἡ πόλις σου σήμερον Ὑπάτη μέλπει σε, πόθῳ ἑορτάζουσα, τὴν φωτοφόρον
καὶ θείαν μνήμην σου, ἣν σκέπε καὶ διάσωζε ταῖς προστασίαις σου, Ἡρῳδίων, πάσης
περιστάσεως, ὡς ποιμὴν καὶ θερμὸς ἡμῶν ἔφορος.
Θεοτοκίον.
Ὕδωρ
τῆς ζωῆς, ὡς κρήνη ζωήῤῥύτος κόσμῳ ἐπήγασας, τὸν Χριστὸν κυήσασα, ζωοποιοῦντα
τοὺς πρὶν τεθνήξαντας, ἀπάτῃ τῇ τοῦ ὄφεως, μόνη πανύμνητε· διὸ Κόρη, τὴν ψυχήν
μου ζώωσον, νεκρωθεῖσαν πολλοῖς ἁμαρτήμασι.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Διακονῶν
Ἡρῳδίων, τοῖς Ἀποστόλοις τοῦ Χριστοῦ, καὶ συγγενὴς ὢν τοῦ Παύλου, καὶ τῶν
καμάτων μιμητής, μυσταγωγὸς θεῖος ὤφθης, τῆς ἐν Χριστῷ σωτηρίας.
Θεοτοκίον.
Τὸν
ὑπερούσιον Λόγον, κυήσασα μετὰ σαρκός, ὃ ἦν μηδόλως τραπέντα, δι’ ἀγαθότητα
πολλήν, ἡμᾶς Παρθένε ἀνάγεις, ἐξ ἧς πεπτώκαμεν δόξης.
Αἶνοι.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Χάρις
ἡ τοῦ Πνεύματος, ἐν τῇ ψυχῇ σου σκηνώσασα, Ἡρῳδίων πανεύφημε, Ἀπόστολον θεῖόν
σε, καὶ λαμπρὸν φωστῆρα, τῆς οἰκονομίας, τοῦ κενωθέντος δι’ ἡμᾶς, δι’
εὐσπλαγχνίας πέλαγος ἔδειξεν· ἐντεῦθεν διηκόνησας, καὶ ἱερῶς ἐλειτούργησας,
τοῖς αὐτοῦ ἐπιτάγμασι, διανοίας θερμότητι.
Παῦλος
ὁ θεσπέσιος, σὲ συγγενῆ μεμαρτύρηκεν, Ἡρῳδίων Ἀπόστολε, θερμῶς ἀνακείμενον, ὁλικῇ
καρδίᾳ, Χριστῷ τῷ Σωτῆρι, Οὗ τὸν Σταυρὸν φέρων σοφέ, ἀνακηρύττεις τὸ
Εὐαγγέλιον, τῆς τούτου ἀγαθότητος, καὶ τῶν παθῶν τούτου μέτοχος, γεγονὼς
συνδεδόξασαι, ἐν τῇ ἄνω λαμπρότητι.
Φθίαν
ὡς κατέλαβες, θείῳ κινούμενος Πνεύματι, Ἡρῳδίων μακάριε, τὸν λόγον τῆς χάριτος,
ἅπασι κηρύττεις, καὶ ἐν Νέαις Πάτραις, ὡς παραγένου τῷ φωτί, τῆς εὐσεβείας
πολλοῖς κατηύγασας, ὡς ἔνθεος Ἀπόστολος, καὶ μαρτυρίου τοῖς σκάμμασι, τὴν ἐν
ταύταις ἐλάμπρυνας, Ἐκκλησίαν ὑμνοῦσάν σε.
Χαίρει
ἑορτάζουσα, τὴν ἱεράν σου πανήγυριν, Ἡρῳδίων Ἀπόστολε, Ὑπάτη ἡ πόλις σου·
ταύτης γὰρ αἰτία, καὶ πρόξενος ὤφθης, τῶν ὑπὲρ λόγον ἀγαθῶν, Χριστοῦ κηρύξας
τὴν ἀγαθότητα, καὶ ταύτης πρῶτος γέγονας, Ἀρχιερεὺς καὶ θεόληπτος· ἣν καὶ νῦν
περιφύλαττε, τῇ θερμῇ ἀντιλήψει σου.
Δόξα.
Ἦχος πλ. α΄.
Τῷ
φωτὶ τῶν λόγων σου, τῆς ἀλογίας ψυχὰς ἐξαίρων, τῷ ὑπερθέῳ Λόγῳ Χριστῷ, ὡς
ὀψώνιον προσάγεις, τοὺς πρὶν τῇ πλάνῃ δουλεύοντας. Τῆς ἄνω γὰρ ἐλευθερίας, τὰ
ἀγαθὰ προφαίνων, θεολήπτῳ ζωῇ, τέκνα φωτὸς εἰργάσω, καὶ σκεύη τίμια Θεῷ, οὓς ὁ
ἐχθρὸς δολίως ὑπηγάγετο. Καὶ σοφῶς ἱερουργῶν, τὸ Εὐαγγέλιον τῆς χάριτος,
μαρτυρικῇ ἐνστάσει Χριστὸν δοξάζεις, καὶ οἰκείῳ αἵματι, τὴν Ἐκκλησίαν ποτίζεις.
Ἀλλ’ ὦ Ἀπόστολε Ἡρῳδίων, τῷ Διδασκάλῳ καὶ Σωτῆρι πρέσβευε, ὑπὲρ τῶν τιμώντων
σε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Ἡρῳδίων μύστα Χριστοῦ, τοῦ Εὐαγγελίου, θεηγόρος μυσταγωγός· χαίροις τῆς Ὑπάτης,
ποιμὴν καὶ πολιοῦχος, καὶ πρὸς Χριστὸν μεσίτης, ὁ ἑτοιμότατος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου