ΑΠΡΙΛΙΟΥ Η
ΓΕΝΝΑΔΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΔΙΟΝΥΣΙΑΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φερωνύμως Γεννάδιε, ψυχικῇ γενναιότητι, τῶν Μαρτύρων γέγονας ἰσοστάσιος, τοῦ γὰρ Σωτῆρος τὸ ὄνομα, στεῤῥῶς ὡμολόγησας, πρὸ βημάτων δυσσεβῶν, καὶ τμηθεὶς τὸν αὐχένα σου, ἀνελήλυθας, πρὸς Χριστὸν νικηφόρος ἱκετεύων, ὑπὲρ πάντων τῶν τιμώντων, Ὁσιομάρτυς τὴν μνήμην σου.
Ἐν ἀσκήσει τὸ πρότερον, διὰ βίου σεμνότητος, τῷ Χριστῷ Γεννάδιε εὐηρέστησας, εἶτα ἀθλήσεως αἵμασι, σαὐτὸν ἐπορφύρωσας, καὶ ἐδέξω ἐκ Χριστοῦ, διπλοῦν στέφανον Ἅγιε, καὶ ἠρίθμησαι, τῶν Ἁγίων Μαρτύρων ταῖς χορείαις, ὑπὲρ πάντων ἱκετεύων, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Ἡ Μονὴ ἐπαγάλλεται, τοῦ Προδρόμου Γεννάδιε, ὥσπερ ἄνθος θεῖόν σε ἐκβλαστήσασα, καὶ τὴν ἁγίαν σου ἄθλησιν, τιμῶσα κραυγάζει σοι· Ὡς τῆς δόξης κοινωνός, τοῦ Σωτῆρος γενόμενος, καθικέτευε· ὑπὲρ πάντων κλεινὲ Ὁσιομάρτυς, τῶν ἐνταῦθα ἀσκουμένων, καὶ ἐκτελούντων τὴν μνήμην σου.
Τὴν Ὁσίαν σου ἄσκησιν, ὁ Χριστὸς ἀμειβόμενος, μαρτυρίου δόξης σὲ κατηξίωσε, τῶν γὰρ Μαρτύρων τὴν ἔνστασιν, Γεννάδιε Ὅσιε, ἀνδρικῶς καὶ προθύμως τὸν θάνατον, πόθῳ κρείττονι, ὑπεδέξω τμηθείς σου τὸν αὐχένα, καὶ ζωῆς τῆς ἀθανάτου, Ὁσιομάρτυς μετέσχηκας.
Τῶν αἱμάτων τοῖς ῥεύμασιν, Ἐκκλησίας τὰς αὔλακας, μυστικῶς κατήρδευσας θείῳ Πνεύματι, καὶ τὴν Μονήν σου ἐνέπλησε, χαρᾶς καὶ φαιδρότητος, ἀθλήσει σου σοφέ, ὑπὲρ ἧς ἀεὶ πρέσβευε, τῷ Παντάνακτι, πάσης ῥύεσθαι βλάβης καὶ ἀνάγκης, καυχωμένην τῇ σῇ δόξῃ, Ὁσιομάρτυς Γεννάδιε.
Ὁσίων ὁμότροπος, καὶ Μαρτύρων συμμέτοχος, καὶ Ἀγγέλων σύσκηνος καὶ συνόμιλος, Ὁσιομάρτυς Γεννάδιε, ὁρᾶς τὴν λαμπρότητα, τοῦ Παντάνακτος Χριστοῦ, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, τῷ φωτὶ τῆς Τριάδος ἡμῖν αἴτει, ἱλασμὸν καὶ σωτηρίαν, καὶ τῶν παθῶν ἀπολύτρωσιν
Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγὸν ὑπῆλθες, λιπὼν τὰ ἐπίκηρα, ἀνενδότῳ ψυχῇ παμμάκαρ Γεννάδιε, καὶ τῶν ἀρετῶν γεωργῶν τοὺς καρπούς, ἀθλητικὴν ἐξήνθησας λαμπρότητα, τὸ ἀσθενὲς τῆς φύσεως ῥωσθείς, ἐν τῇ ἄνωθεν ῥοπῇ, τῶν ἀσεβῶν γὰρ τὸ θράσος οὐκ ἔπτηξας, ἀλλ᾿ ἀπτοήτῳ καρδίᾳ ὡμολογήσας, τὴν καλὴν ὁμολογίαν, καὶ τῶν Ἁγίων Μαρτύρων προσθήκη ἐγένου, τμηθεὶς τὸν αὐχένα. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύων, Ὁσιομάρτυς ἀξιάγαστε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦ τὸ Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ του Βαπτιστοῦ Ἰωάννου Μονή, στῖφος Ἁγίων προσενέγκασα, τῷ τῆς σωτηρίας ἀρχηγῷ, Ἰησοῦ τῷ Θεῷ ἡμῶν. Ὁσίους γὰρ καὶ Μάρτυρας, περιφανῶς ἠγωνισμένους, διαφόροις χρόνοις ἐξήνεγκας, ὡς μήτηρ καλλίτεκνος· καὶ ὡς υἱὸν ηὐξημένον, Γεννάδιον τὸν Ὁσιομάρτυρα, τὸν εἰς ἔπαινον προκείμενον, ἐν ἀγκάλαις κατέχουσα, τῷ Σωτῆρι βόησον· Κύριε, πρεσβείαις τῶν Ἁγίων Σου, δίδου ἡμῖν τὰ ἐλέη Σου, ὡς Οἰκτίρμων καὶ Φιλάνθρωπος.
Ἦχος β΄.
Τοῖς ἀσκητικοῖς καμάτοις, ἡ τοῦ μαρτυρίου προσετέθη σοι εὔκλεια, ὡς δι’ ἀμφοτέρων Χριστὸν δοξάσαντι, Ὁσιομάρτυς Γεννάδιε· τῷ γὰρ θείῳ πόθῳ, τῶν γηΐνων ἀποστάς, ὅλῳ νοΐ ἠτένισας, πρὸς τὰ μὴ κενούμενα ἀγαθά, ἃ Θεὸς ἡτοίμασε, τοῖς ἀγαπῶσιν Αὐτόν· ὧν κληρονόμος γενόμενος, νομίμως ἀθλήσας, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, τυραννικὴν ἐφαύλισας ἰσχύν, τῇ καλῇ ὁμολογίᾳ, Ὁσιομάρτυς παμμάκαρ Γεννάδιε· τὸ γὰρ θανεῖν ὑπὲρ Χριστοῦ, προθύμως ἡρετίσω, καιροῦ εὐθέτου λαβόμενος, ἐν τῇ ἀπαρνήσει τοῦ χείρονος· καὶ ἀθλητικῶς δοξασθείς, τῶν ὑπὲρ λόγον βραβείων ἠξίωσαι, ὡς τοῦ Σωτῆρος στρατιώτης ἀκαταγώνιστος· ὢ πρέσβευε δεόμεθα, ἐν ἀπολαύσει τῆς ἀϊδίου ζωῆς, σώζεσθαι τοὺς σὲ μακαρίζοντας,
Δόξα. Ἦχος δ΄.
Τῷ λύθρῳ τοῦ αἵματος, τὴν οἰκείαν φοινίξας στολήν, ἐν τῷ νυμφῶνι τῆς ἄνω δόξης ἀνέδραμες, μετὰ Ὁσίων καὶ Μαρτύρων ἀγαλλόμενος, ὡς Ὅσιος καὶ Μάρτυς θεόφρον Γεννάδιε· καὶ τοῦ ξύλου τῆς ζωῆς κατατρυφῶν, σὺν Ἀγγέλοις προσάδεις, τὴν τρισάγιον αἴνεσιν Κυρίῳ, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γνώμῃ οὐρανόφρονι, ἀκολουθήσας Κυρίῳ, ἐναρέτοις πράξεσι, σεαυτὸν ἐκόσμησας δι’ ἀσκήσεως, καὶ καλῶς ἤθλησας, ὑπὲρ τῆς ἀγάπης, τοῦ Σωτῆρος ὅτε ἔβλεψας, ταύτης ἐκπίπτοντας, ἄφρονι νοΐ οἷς συνώδευσας, σοφὲ πρὸς τὸ μαρτύριον, ὅπερ θεοφρόνως διήνυσας· καὶ νῦν οὐρανίων, Γεννάδιε ἐπάθλων μετασχών, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Στίχος: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος...
Χαίρων ὡμολόγησας, ἀγαλλομένῃ καρδίᾳ, τοῦ Χριστοῦ τὸ ὄνομα, καὶ τῆς Ἄγαρ ᾔσχυνας τὴν ἀσέβειαν, Ἀθλητὰ Ὅσιε, Γεννάδιε μάκαρ, Μοναζόντων ἐγκαλλώπισμα, καὶ θεῖον καύχημα, ταύτης τῆς Μονῆς σου καὶ βλάστημα, ἣν φύλαττε πρεσβείαις σου, πάσης προσβολῆς τοῦ ἀλάστορος, ἀεὶ τῆς ἐν ταύτῃ, Ἁγίας μιμνησκόμενος ζωῆς, καὶ τὴν ἀγάπη δεχόμενος, τῶν συνομαιμόνων σου.
Στίχος: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν...
Στέφος ἀμαράντινον, τῆς ἀφθαρσίας ἐδέξω, ὡς ἀθλήσας ἄριστα, καὶ αἰσχύνας Ἅγιε τὸν ἀντίπαλον, καὶ χοροῖς ἥνωσαι, Ὁσιομαρτύρων, παμμακάριστε Γεννάδιε, καὶ τῆς θεώσεως, τῆς πεποθημένης τετύχηκας, τὸ κάλλος τὸ ὑπέρφωτον, βλέπων ἐσαεὶ τοῦ Κυρίου σου· ὅθεν τῆς τοιαύτης, ἀξίωσον χαρᾶς ταῖς σαῖς λιταῖς, τοὺς τὴν Ἁγίαν σου ἄθλησιν, πίστει μακαρίζοντας.
Δόξα. Ἦχος πλ. δ΄.
Τοῦ μαρτυρίου τὴν ὁδόν, ἄκλινῶς διανύσας, τὴν σὴν Ὁσίαν βιοτήν, οἰκείοις αἵμασιν ἐσφράγισας, Ὁσιομάρτυς Γεννάδιε, οὐκ ἐφείσω γὰρ μακάριε, σαρκὸς θνησκούσης, ἀλλὰ προθύμως ὑπέκλινας, τῷ ξίφει τὸν αὐχένα, καὶ τῇ κεφαλῇ τῶν ὅλων Χριστῷ, τελεώτερον ἡνώθης. Καὶ νῦν Ἀγγέλοις συνών, καὶ τῶν αἰωνίων ἀπολαύων ἀγαθῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως
Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ὡμολόγησας, ἐπὶ ἀπίστων στεῤῥῶς, Γεννάδιε ἔνδοξε, καὶ ἀπτοήτῳ ψυχῇ, ἐτμήθης τὴν Κάραν σου, ὅθεν τῆς ἀφθαρσίας, δεδεγμένος τὸ στέφος, ὥσπερ Ὁσιομάρτυς, ἀληθὴς τοῦ Σωτῆρος, ἀπαύστως καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Βίον ἐνάρετον, ποθήσας Ὅσιε, Μαρτύρων σύναθλος, ὤφθης Γεννάδιε, τὸ αἷμά σου ὑπὲρ Χριστοῦ ἐκχέας προθύμῳ γνώμη· ὅθεν βασιλείας σε, οὐρανῶν κατηξίωσε , Χριστὸς ὁ Φιλάνθρωπος, ὁ δεχθεὶς τοὺς ἀγῶνάς σου, ὦ πρέσβευε ὑπὲρ τῶν τιμώντων, Ὁσιομάρτυς τὴν σὴν μνήμην.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.
Σαρκὶ κυήσασα, τὸν ὑπερούσιον, κόσμον ῥυόμενον, τῆς πάλαι πτώσεως, Θεοχαρίτωτε Ἁγνή, πρὸς ὕψος ἀθανασίας, ἅπαντας ἀνήγαγες, τοὺς πιστῶς μεγαλύνοντας, τὸ μέγα μυστήριον, τῆς ἀχράντου λοχείας Σου, και πόθῳ ἐκβοῶντάς Σοι Κόρη· Χαῖρε η Κεχαριτωμένη.
Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Αἱμάτων τοῖς ῥεύμασι, τῆς ἀσεβείας τὸ πῦρ, κατέσβεσας Ἅγιε, τῶν δὲ πιστῶν τὰς ψυχάς, ἐνθέως ἐδρόσισας· σὺ γὰρ ἀνδρειοφρόνως, καθελὼν τὴν ἀπάτην, ἤρθης πρὸς μαρτυρίου, τὸ περίβλεπτον ὕψος, Γεννάδιε πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.
Ἀφράστως κυήσασα, τὸν Ποιητὴν καὶ Θεόν, φθορᾶς ἠλευθέρωσας, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τὴν φύσιν τὴν βρότειον, ὅθεν ὡς ἀπαρχῆς σε, σωτηρίας ὑμνοῦμεν, Δέσποινα οἱ σωθέντες, τῷ ἀχράντῳ Σου Τόκῳ, καὶ πόθῳ μεγαλύνομεν τὴν Σὴν μεγαλοπρέπειαν.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῇ Μονῇ τοῦ Βαπτιστοῦ καὶ Προδρόμου, καθάπερ ἄνθος πανευῶδες ἀνθήσας, τὴν ἐκκλησίαν ἅπασαν κατηύφρανας, τῇ ὀσμῇ τῶν ἄθλων σου, διὰ Πνεύματος θείου, Ἅγιε Γεννάδιε, Νεομάρτυς Κυρίου, καὶ νῦν λυτροῦσαι ἅπαντας ἡμᾶς, τῆς τῶν παθῶν δυσωδίας πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.
Ὁ προελθὼν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, Υἱὸς καὶ Λόγος του Θεοῦ ὑπὲρ λόγον, ἐκ τῆς γαστρός σου σάρκα προσελάβετο, καὶ βροτοῖς ὡμοίωται, καὶ Υἱός σου ὡράθη, μείνας ὅπερ πέφυκε, Θεὸς ἄτρεπτος Κόρη· ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς Θεοτόκον, Ἁγνὴν σὲ κηρύττοντας.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον κατὰ Λουκᾶν. Τὸ τοῦ Ὄρθρου τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου....
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου.
Ἐν τῇ ἰσχύϊ τῆς πίστεως, ἀνδραγαθήσας Γεννάδιε, τοὺς ἀπογόνους τῆς Ἄγαρ κατήσχυνας, ἀθλητικῇ παῤῥησίᾳ· καὶ νίκης τρόπαιον ἐγείρας, νικητικῷ βραβείῳ κεκόσμησαι, παρὰ τοῦ Ἀθλοθέτου Σωτῆρος, Οὗ τῆς δόξης κληρονόμος γενόμενος, ἐκτενῶς ἱκέτευε, πάσης βλάβης ῥύεσθαι, τοὺς πόθῳ σε γεραίροντας.
Εἶτα οἱ Κανόνες, τῆς ἑορτῆς, ἤ τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου ἡ ἀκροστιχίς: "Γενναδίῳ τὸν ἔπαινον πλέκω. Γερασίμου".
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Γνώμῃ σταθερᾷ ὑπεισελθών, τὸν τοῦ Σωτῆρος ζυγὸν πόθῳ κρείττονι, ἅπαν ἀχθοφόρημα, τῶν ἐν τῷ κόσμῳ φροντίδων ἐπέῤῥιψας, Γεννάδιε μάκαρ, καὶ θεοφρόνως ἠγώνισαι.
Ἔδραμες Προδρόμου τῇ Μονῇ, τῇ τῷ Ἄθῳ θεόφρον Γεννάδιε, ἄσκησιν ἑλόμενος, πνευματικὴν καὶ τὸ σχῆμα τὸ Ἅγιον, Μοναχῶν ἐδέξω, ὡς σωτηρίου ἱμάτιον.
Νέος ἀνεδείχθης ἀθλητής, Ὁσιομάρτυς θεόφρον Γεννάδιε, τοῦ Χριστοῦ τὸ ὄνομα, ὁμολογήσας τυράννων ἐνώπιον, καὶ τοῦ μαρτυρίου, τῇ εὐκληρίᾳ δεδόξασαι.
Θεοτοκίον.
Νόμῳ ἁμαρτίας ὑπαχθείς, τὸ τῆς ψυχῆς μου ὡραῖον ἠμαύρωσα· ἀλλὰ σύ με λύτρωσαι τῆς τοῦ ἐχθροῦ δυναστείας Πανύμνητε, καὶ τῆς μετανοίας, φωτί με θείῳ καταύγασον.
Ὠδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ἀσκήσει ὁσίᾳ λαμπρυνθείς, τὸ πρότερον Γεννάδιε, ὑπακοῆς ἐκφέρων τὰς χάριτας, εἶτα ἀθλήσει λαμπρᾷ διέλαμψας, καὶ Χριστὸν ἐδόξασας, τὸν σὲ ἀναδείξαντα, Ἀθλητῶν τῶν ἀρχαίων ἰσότιμον.
Δυνάμει Χριστοῦ κραταιωθείς, τυράννων οὐ κατέπτηξας, θυμὸν καὶ θράσος τὸ ἀλογώτατον, ἀλλ’ ἀπτοήτως Μάρτυς Γεννάδιε, τὸν αὐχένα ἔκλινας, καὶ τμηθεὶς την Κάραν σου, Μαρτυρίου ἐδέξω τὸν στέφανον.
Ἰδὼν χωρισθέντας τοῦ Χριστοῦ, τοὺς πρώην συναδέλφους σου, οἷς περ συνώδευσας πρὸς τὴν ἄθλησιν, τρωθεὶς τῷ πόθῳ τοῦ Παντοκράτορος, ἀντ’ αὐτῶν ἠγώνισαι, γνώμῃ γενναιόφρονι, καὶ τὸν δόλιον ᾔσχυνας Ἅγιε,
Θεοτοκίον.
Ὡς θρόνος Ἁγνὴ Χερουβικός, βαστάζεις ἐν ἀγκάλαις σου, καθάπερ νήπιον τὸν παντέλειον σωματωθέντα· ἐκ τῶν αἱμάτων σου, ὦ ἀπαύστως πρέσβευε, δοῦναί μοι συγχώρησιν, τῷ ἀφρόνως ἀεὶ ἁμαρτάνοντι.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὰ τῆς πίστεως ὅπλα φέρων Γεννάδιε, τὰς τῶν ἐχθρῶν παρατάξεις κατηγωνίσω στεῤῥῶς, καὶ ἐπεύφρανας ἡμᾶς ἀθλήσας ἄριστα. Ἀλλά μὴ παύση δυσωπῶν, τὸν ἐλεήμονα Θεόν, διδόναι πταισμάτων λύσιν, καὶ φωτισμὸν σωτηρίας, τοῖς εὐλαβῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Τὸν Θεὸν καὶ Σωτῆρα τῶν ὅλων τέξασα, ἀπειράνδρως Παρθένε, ὑπὲρ κατάληψιν, σωτηρίας ἀπαρχὴ τῷ κόσμῳ πέφηνας, ὅθεν διάσωσον κἀμέ, καὶ ἑξάρπασον Ἁγνή, τοῦ πλάνου τῆς μοχθηρίας, καὶ μετανοίας πρὸς τρῖβον, ὁδήγησόν με ὡς Φιλάγαθος.
ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Τίμιος γενόμενος, καὶ ὅλος εὐάρεστος, ὁ ἐγκρατείας ἀληθοῦς τῷ Παντοκράτορι Θεῷ, αὐτοῦ κατηξίωσαι, ἀθλητικῶς πιεῖν σοφὲ τὸ ποτήριον, καὶ μετασχεῖν τῆς ἀλήκτου λαμπρότητος.
Ὅλος ἐνθεώτατος, Γεννάδιε πέφηνας, ἀσκητικῶς ἀγωνισθείς, ἐν τῇ Μονῇ τοῦ Βαπτιστοῦ, καὶ θῦμα εὐπρόσδεκτον, ἀθλητικῶς τῷ Χριστῷ προσενήνεξαι, καὶ ἀναῤῥήσεων θείων τετύχηκας.
Νοῦν τὸν πολυμήχανον, ἐχθροῦ τοῦ ἀλάστορος, καταβαλῶν μαρτυρικῶς Ὁσιομάρτυς τοῦ Χριστοῦ, ὁπλίτης περίδοξος, τοῦ Βασιλέως τῆς δόξης γεγένησαι, ἐσχάτοις χρόνοις ἀθλήσας στεῤῥότατα.
Θεοτοκίον.
Ἔτεκες Πανάμωμε, ἀφθόρως δι᾿ ἔλεος, ἐν ὁμοιώματι σαρκός, τὸν ἐλεήμονα Θεόν, ἡμᾶς ἐκκαλούμενον, πρὸς τὴν ἀρχαίαν ζωὴν καὶ λαμπρότητα, ἐξ ἧς τῷ φθόνῳ τοῦ πλάνου πεπώκαμεν.
ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Πρὸς ἀγῶνας μαρτυρίου συνοδεύων Γεννάδιε, τοῖς δυσί σου συναδέλφοις θεοφρόνως ἐνήθλησας· τούτων γὰρ τὴν πτῶσιν ἀνορθῶν, ἐξέχεας προθύμως, ὑπὲρ Κυρίου τὸ αἷμά σου.
Ἀσκητὴς θεῖος ἐδείχθης ὡς τῇ Μάνδρᾳ ἐσκήνωσας, τοῦ Προδρόμου θεοφόρε σεαυτὸν ἀρνησάμενος, καὶ Μαρτύρων σύναθλος ὀφθείς, διπλοῦν παρὰ Κυρίου, ἐδέξω Μάρτυς τὸν στέφανον.
Ἱλασμὸν ἡμῖν ἐξαίτει καὶ πταισμάτων συγχώρησιν, ὡς κλεινὸς Ὁσιομάρτυς Γεννάδιε, παρὰ τοῦ τῶν ὅλων Ποιητοῦ, τοῖς πόθῳ ἐκτελοῦσι, τὴν παναοίδιμον μνήμην σου.
Θεοτοκίον.
Νεκρωθέντα τῇ ἀπάτῃ τοῦ πικροῦ πολεμήτορος, ζώωσόν με Θεοτόκε. ἡ ζωὴν τὴν αἰώνιον, τέξασα Χριστὸν τὸν Λυτρωτήν, νεκρώσαντα τὸν ὄφιν, καὶ ζωὴν κόσμῳ πηγάσαντα.
ᾨδὴ στ΄. Ἐκύκλωσαν ἡμᾶς.
Ὁσίων καὶ Μαρτύρων ἰσοστάσιος, ἐγένου ἀξιάγαστε, εὐδοκίμως ἐν ἀγῶσι τοῖς διπλοῖς, δείξας τῆς ἀγάπης τὸ διάπυρον, τῆς πρὸς Χριστόν, Ὁσιομάρτυς θεῖε Γεννάδιε.
Νεκρώσας τῇ καλῇ ὁμολογίᾳ σου, τὸν ὄφιν τὸν ἀρχέκακον, εὐφροσύνης, καὶ χαρᾶς πνευματικῆς, ἔπλησας Γεννάδιε μακάριε, ὡς ἀληθῶς τῶν συμμοναστῶν σου τὸ πλήρωμα.
Παθῶν τῶν ζωηφόρων τοῦ Δεσπότου σου, ἀθλήσας ἐκοινώνησας, καὶ τῆς δόξης τῆς ἐγέρσεως αὐτοῦ, μέτοχος Γεννάδιε γενόμενος, βλέπεις ἀεὶ τὴν ὑπὲρ νοῦν αὐτοῦ θείαν λαμπρότητα.
Θεοτοκίον.
Λυχνία ἀληθῶς ὤφθης ἑπτάφωτος, τεκοῦσα μετὰ σώματος, τὸ ἀπαύγασμα Πατρὸς ὑπερφυῶς· ὅθεν τῆς καρδίας μου τὴν ζόφωσιν, λῦσον Ἁγνή, τῇ ἐπιλάμψει τῆς σῆς λαμπρότητος.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῖς οἰκείοις αἵμασι πεφοινιγμένος, μετὰ δόξης ἔδραμες, πρὸς τὰς σκηνὰς τῶν οὐρανῶν, Ὁσιομάρτυς Γεννάδιε, καὶ τῶν Ἁγίων τοῖς δήμοις ἠρίθμησαι.
Ὁ Οἶκος.
Ἀπαρνησάμενος σαῦτον, κατὰ τὴν θείαν ῥῆσιν, ἐν τῇ Μονῇ τοῦ Βαπτιστοῦ, προσέδραμες προθύμως, ὡς τὴν ἐνάρετον ζωήν, θεοπρεπῶς ποθήσας, καὶ καθυπέταξας, τὸν νοῦν τοῖς νόμοις τοῦ Σωτῆρος, ὅλος γὰρ ἀνετέθης τῷ θείῳ θελήματι καὶ ὑπακοῆς τοῖς ἔργοις, πᾶν κίνημα τῆς ψυχῆς ἐπαίδευσας μακάριε, ἔνθεν μισθὸν ἐκομίσω τὸ τελειωθῆναι δι’ αἵματος, ὑπὲρ τῆς Ἁγίας δόξης Χριστοῦ τοῦ ζωοδότου καὶ τοῖς δυσὶ συνοδεύσας συμμονασταῖς, ἀντ’ αὐτῶν ἐδέξω τὴν σφαγὴν ὁμολογήσας τοῦ Σωτῆρος τὸ μέγα ὄνομα, πτῶμα γὰρ ἐξαίσιον οὗτοι ὀφθέντες καὶ γέλως τοῦ ἐχθροῦ, ἠνώρθωσας αὐτῶν τὴν πτῶσιν, ἐνθέῳ ψυχῇ τμηθεὶς τὸν αὐχένα, Ὁσιομάρτυς Γεννάδιε, καὶ τῶν Ἁγίων τοῖς δήμοις ἠρίθμησαι.
Συναξάριον
Τῇ Η΄ μηνὸς Ἀπριλίου, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Γενναδίου τοῦ Διονυσιάτου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ νοητήν.
Ἐκ τῆς χειρός, Χριστοῦ τοῦ Παντάνακτος, λαβὼν τὸ στέφος τῆς ζωῆς, ἀριστεύσας ἀθλητικῶς, Ἅγιε Γεννάδιε, δήμοις συνηρίθμησαι, τοῖς τῶν Ἁγίων φθεγγόμενος· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Καταβαλὼν πρώην δι’ ἀσκήσεως, εἶτα δι’ αἵματος σοφέ, τῆς κακίας τὸν ἀρχηγόν, ἐν ὑστέροις ἔτεσι, Μάρτυς ἐνθεώτατος, Χριστοῦ ἐδείχθης Γεννάδιε, τὸν αἰνετὸν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.
Ὥσπερ ἀμνόν, καὶ ἄμωμον σφάγιον, τοῦ Παντοκράτορος Χριστοῦ, τοῦ Προδρόμου ἡ Μονή, Ἅγιε Γεννάδιε μακαρίζει ἄγουσα, μνήμην τὴν σὴν καὶ κραυγάζει σοι· Μὴ ἐπιλάθου θεόφρον, ταύτης τῆς μετανοίας σου.
Θεοτοκίον.
Γενοῦ Ἁγνή, τεῖχος ἀπροσμάχητον, τῇ παναθλίᾳ μου ψυχῇ, κατὰ πάσης ἐπιβουλῆς, τοῦ δολίου δράκοντος, τοῦ ζητοῦντος Ἄχραντε, καταπιεῖν με τὸν δοῦλόν σου, ἵνα ὑμνῶ Θεοτόκε, σωθεὶς τὴν προστασίαν σου.
ᾨδὴ η΄. Ἐν καμίνῳ.
Ἐν τῇ σῇ ἀθλήσει Ἀθλητά, Μονὴ ἡ τοῦ Προδρόμου, Γεννάδιε ἐγκαυχάται, καὶ δοξάζει εὐλαβῶς, τὸν Κύριον ψάλλουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥωμαλέως καὶ καρτερικῶς, Γεννάδιε ὑπέστης, μανίαν τὴν τῶν τυράννων καὶ βασάνων τὴν φοράν, καὶ ψάλλων ἐκραύγαζες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀθλητῶν ἰσότιμος φανείς, αἰσχύνας τῇ σῇ ἐνστάσει, τὸν ἀντίπαλον ἐχθρόν, ἀνελήλυθας Χριστῷ, κραυγάζων Γεννάδιε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, και ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σαρκωθέντα τέτοκας ἡμῖν, ἁγνῶν σου ἐξ αἱμάτων, τὸν Κύριον καὶ Σωτῆρα, διασώζοντα ἡμᾶς, Παρθένε τοὺς κράζοντας· Εὐλογοῦμεν Εὐλογημένη ἀπαύστως, τὴν ἄφραστόν σου δόξαν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Ἴθυνας σοφῶς Γεννάδιε, τὰς τῆς ψυχῆς κινήσεις σου φόβῳ κρείττονι, πρὸς τὸ θέλημα, τοῦ Βασιλέως τῆς κτίσεως· καὶ ἐκχύσει τοῦ θείου σου αἵματος, τῆς τούτου βασιλείας, Ὁσιομάρτυς ἐπιβέβηκας,
Μάρτυς τοῦ Χριστοῦ γενόμενος, τοῖς τῶν αἱμάτων ῥείθροις σου ἐπορφύρωσας, τὸ σὸν ἔνδυμα, Ὁσιομάρτυς Γεννάδιε, καὶ λαμπρῶς προσεχώρησας Ἅγιε, πρὸς γῆν ἀθανασίας, δόξῃ ἀῤῥήτῳ κλεϊζόμενος.
Ὅλος φωταυγὴς παρέστηκας, τῷ Ἀθλοθέτῃ Λόγῳ, Μάρτυς Γεννάδιε, καὶ μεθέξεσι, θεαρχικαῖς νῦν θεούμενος, ἐκτενῶς καθικέτευε Ἅγιε, ὑπὲρ τῶν κατὰ πνεῦμα, συμμοναστῶν καὶ ὀμαιμόνων σου.
Θεοτοκίον.
Ὕμνοις ἱεροῖς δοξάζομεν, τὸν ὑπὲρ φύσιν τόκον σου Ἀειπάρθενε· σὺ γὰρ τέτοκας, ὕλη σαρκὸς τὸν ἀσώματον, τὸν τὰ σύμπαντα δημιουργήσαντα, δι’ ἄκραν εὐσπλαγχνίας ἡμᾶς φθορᾶς ἀνακαλούμενον.
Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Ἀσκητικοῖς ἀγῶσι τὸν νοῦν λαμπρύνας ἀθλητικῶς Γεννάδιε ἐδοξάσθης, ὑπὲρ Χριστοῦ ἐκχέας τὸ αἷμά σου, ἀθλήσας ἐννομώτατα· διὸ σὲ ὕμνοις τιμῶμεν, Ὁσιομάρτυς Κυρίου.
Τὸ τῆς Ἑορτῆς, ἤ τὸ παρὸν Θεοτοκίον.
Τὸν ὑπὲρ φύσιν τόκον σου Θεοτόκε, τάξεις Ἀσωμάτων δοξολογοῦσι, καὶ ἡμεῖς ἐν πίστει μεγαλύνομεν, ὅτι ἀφράστως τέτοκας· τὸν τῆς ἀρχαίας κατάρας, ῥυσάμενον Κόρη.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν ἀρετῶν διανύων τὴν τρίβον Ὅσιε, ἐν τῇ Μονῇ τῇ θείᾳ, τοῦ Προδρόμου προθύμως, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, Νεομάρτυς Γεννάδιε, Ἀγαρηνῶν τὴν ἀπάτην καταβαλών, τῇ καλῇ ὁμολογίᾳ σου.
Ἀπεριτρέπτῳ καρδίᾳ Χριστοῦ τὸ ὄνομα, ἀντὶ τῶν ἐκπεσόντων, εἰς βυθὸν ἀσεβείας, ἐκήρυξας εὐτόλμως Ἀγαρηνῶν, καταπλήξας τὸ φρύαγμα, καὶ ἐκτμηθεὶς τὸν αὐχένα δόξης λαμπρᾶς, κατηξίωσαι Γεννάδιε,
Τοῖς τῶν αἱμάτων σου ῥείθροις Μάρτυς Γεννάδιε, κατήρδευσας πλουσίως, εὐσεβῶν τὰς καρδίας, καὶ εὐφράνας ἀθλήσας καρτερικῶς, Μοναζόντων τὸ σύστημα· τιμῶμεν τὴν μνήμην σου τὴν σεπτήν, τὸν Σωτῆρα μεγαλύνοντες.
Σὺν τοῖς Ὁσίοις χορεύων καὶ Ἀθλοφόροις ὁμοῦ, τοῖς λάμψασιν ἐνθέως, Βαπτιστοῦ ἐν τῇ Μάνδρᾳ, καὶ πᾶσι τοῖς Ἁγίοις δυσώπει Χριστόν, πάσης θλίψεώς με ῥῦσαι, Ὁσιομάρτυς Γεννάδιε τοὺς πιστῶς, εὐφημοῦντάς σου τὴν ἄθλησιν.
Δόξα. Ἦχος πλ. α΄.
Ἀθλητικῇ ἐνστάσει, τῆς σῆς ψυχῆς τὴν λαμπρότητα, πᾶσιν ὑπέδειξας θεόφρον Γεννάδιε, τῶν γὰρ τυράννων τὸν θυμόν, οὐδόλως ἔπτηξας, καὶ ἀλγεινῶν ὑπεριδὼν τὴν ἀπειλήν, γενναιοτάτῳ λογισμῷ ἐδέξω, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ὡς ἀθανασίας πρόξενον, διὸ οὐρανίων ἐπάθλων ἠξίωσαι, καὶ μαρτυρικοῖς συνήφθης δήμοις Ὁσιομάρτυς μακάριε μεθ᾿ ὧν πρέσβευε Κυρίῳ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος,
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίρων ὡμολόγησας τὸν Χριστόν, Γεννάδιε μάκαρ, καὶ ἐτμήθης τὴν κεφαλήν, ὅθεν διπλοῦν στέφος, παρὰ Χριστοῦ ἐδέξω, καὶ Ὁσιομαρτύρων δήμοις ἠρίθμησαι.
Ἕτερον
Βίον διανύων ἀσκητικόν, ἐν τῇ θείᾳ Μάνδρᾳ, τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, σύναθλος Μαρτύρων, Γεννάδιε ἐδείχθης, ὑπὲρ Χριστοῦ προθύμως τμηθεὶς τὴν Κάραν σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν ῇ ἀσκήσει νουνεχῶς διαπρέψας, καὶ μαρτυρίου τὴν ὁδὸν διανύσας, Ὁσιομάρτυς Ἅγιε Γεννάδιε, πρέσβευε δεόμεθα, τῷ Δεσπότῃ τῶν ὅλων, δοῦναι τοῖς τιμῶσί σε, τῶν πταισμάτων τὴν λύσιν, καὶ φωτισμὸν καὶ βίου προκοπήν, ὡς ἄν Κυρίῳ ὁσίως δουλεύσωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γεννάδιε σὴν δίδου μοι χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Γενοῦ μοι Γεννάδιε Ἀθλητά, προστάτης καὶ ῥύστης καὶ μεσίτης πρὸς τὸν Χριστόν, αἰτούμενος ἄφεσιν πταισμάτων, καὶ πολυτρόπων παθῶν ἀπολύτρωσαι.
Ἐνήθλησας γνώμῃ θεοφιλεῖ, καὶ δόξης μετέσχες τῶν Μαρτύρων ἐν οὐρανοῖς, μεθ’ ὧν ὑπὲρ πάντων ἐκδυσώπει, τῶν σὲ τιμώντων παμμάκαρ Γεννάδιε.
Νομίμως ἀθλήσας ὑπὲρ Χριστοῦ, Γεννάδιε Μάρτυς ἀνομίας με χαλεπῆς, καὶ πάσης παθῶν ἀκαθαρσίας, τὸν προσιόντα σοι πίστει ἐκκάθαρον.
Θεοτοκίον.
Ναὸς φωτοστόλιστος τοῦ Θεοῦ, ἐδείχθης Παρθένε σωματώσασα ὑπὲρ νοῦν, αὐτὸν ἐξ ἀχράντων σου αἱμάτων, Ὃν ἐκδυσώπει σωθῆναί με δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνενδότῳ καρδίᾳ ὑπὲρ Χριστοῦ ἤθλησας, ὅθεν ἐναθλεῖν με νομίμως Μάρτυς ἐνίσχυσον, κατὰ ποικίλων παθῶν, καὶ τοῦ ἐχθροῦ ἀποκρούειν, Ἅγιε Γεννάδιε, ἅπασαν ἔφοδον.
Δόξης ἔτυχες θείας ως Ἀθλητὴς ἔνθεος· ὅθεν ἀδοξίας με πάσης παθῶν ἀπάλλαξον, Μάρτυς Γεννάδιε, καὶ ἐν τῷ φόβῳ Κυρίου, θείως πολιτεύεσθαι, δίδου μοι δύναμιν.
Ἱερῶς σοι φοινίξας τὴν σὴν στολὴν Ἅγιε, ῥείθροις τῶν οἰκείων αἱμάτων φαιδρῶς παρέστησας, τῷ Παντοκράτορι, ὃν ἐκδυσώπει ἀπαύστως, πάσης με Γεννάδιε, ῥύεσθαι θλίψεως.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων ὁ τοῦ παντὸς αἴτιος, σάρκα προσλαβὼν ἀποῤῥήτως Κόρη Πανάμωμε, διπλοῦς γεγέννηται, ἐν ὑποστάσει μιᾷ δέ, καὶ φθορᾶς ἐῤῥύσατο τοὺς σὲ δοξάζοντας
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις· ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή
Αἱμάτων ῥοαῖς τὸν ὄφιν κατεπόντισας, καὶ δρόσον ἡμῖν οὐράνιον ἀπέσταξας, Γεννάδιε μακάριε· διὸ σβέσον παθῶν μου τοὺς ἄνθρακας, πρεσβευτικαῖς σου ἀρδείαις πρὸς Χριστόν, τὸν σὲ Ὁσιομάρτυς δοξάσαντα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺν Ὁσίοις καὶ Μάρτυσιν, ὡς Ὁσιομάρτυς Χριστοῦ Γεννάδιε, καθικέτευε δωρήσασθαι, τῶν ἁμαρτιῶν ἡμῖν τὴν ἄφεσιν.
Ἡ πρεσβεία σου γένοιτο, τεῖχος ἀσφαλείας ἡμῖν Γεννάδιε, τοῦ Βελίαρ ἀποτρέπουσα, καθ’ ἡμῶν μανίαν τὴν ὀλέθριον.
Νεκρωθεὶς πολλοῖς πάθεσι, σὲ καθικετεύω μάκαρ Γεννάδιε, ἔγειρόν με πρὸς μετάνοιαν, τῇ ζωοποιῷ Μάρτυς πρεσβείᾳ σου.
Θεοτοκίον.
Δόλῳ ὄφις ὁ δόλιος, πρὸς τὴν ἁμαρτίαν συλᾷ με Δέσποινα, ἀλλὰ τούτου κατασύντριψον, κατ’ ἐμοῦ μανίαν τὴν ὀλέθριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, παμμακάριστε Γεννάδιε, τοὺς ἐν ταύτῃ ἐνασκοῦντας τῇ Μονῇ, καὶ ἀεὶ δίδου ἡμῖν τὴν σὴν βοήθειαν.
Δύναμιν ἡμῖν, μὴ ἐλλίπῃς παρεχόμενος, κατὰ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ὥς λαβὼν παρὰ Χριστοῦ χάριν Γεννάδιε.
Ὅρμῳ νοητῷ, προσωρμίσθης δι’ ἀθλήσεως διὸ λύτρωσαι ἡμᾶς, τρικυμιῶν τῶν ἐν βίῳ περιστάσεων Γεννάδιε.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν, τὴν διάνοιαν Πανάμωμε, ἐκ ματαίων λογισμῶν καὶ ἐννοιῶν, πρὸς ὑψώσεις της ἀγάπης τοῦ Παντάνακτος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαρτύρων, τῆς εὐκληρίας τρυφήσας, ως ἀθλήσας δι’ ἀγάπην τὴν θείαν, Ὁσιομάρτυς Γεννάδιε θεῖε, τῆς τῶν παθῶν δυσχερείας ἀπάλλαξον, τοὺς μακαρίζοντας πιστῶς, τὴν σεπτὴν καὶ ἁγίαν σου ἄθλησιν.
Ὁσίως, πρώην ἀνύων τὸν βίον, δι’ ἀθλήσεως Χριστῷ προσηνέχθης, καὶ διπλῶν ἀτυχὲς Μάρτυς βραβείων· ὅθεν διπλῶν με παθῶν ἀπολύτρωσαι, κατὰ τὸ σῶμα καὶ ψυχήν, τὸν πρὸς σὲ ἀφορῶντα Γεννάδιε.
Ἰάτρευσον, τὴν νοσοῦσαν ψυχήν μου, συνηθείᾳ τῆς πικρᾶς ἁμαρτίας, τῇ δεδομένῃ σοι χάριτι θείᾳ, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, καὶ ἴθυνόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Χειμάζει με, ἁμαρτίας ὁ σάλος, καὶ καθέλκει πρὸς βυθὸν ἀπωλείας· ἀλλὰ Παρθένε τῇ σῇ κυβερνήσει, πρὸς ἀπαθείας με ὅρμον κυβέρνησον, τὸν πεποιθότα ἐκ ψυχῆς, Θεοτόκε τῇ θείᾳ πρεσβείᾳ σου.
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις· ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυς Κυρίου Γεννάδιε, τῶν Ἀθλητῶν καὶ Ὁσίων ἰσότιμε, ἀεὶ σὺν αὐτοῖς Χριστῷ πρέσβευε, ἁμαρτημάτων διδόναι συγχώρησιν, ἡμῖν τοῖς ἐν πίστει τιμῶσί σε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἄν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ἡμεῖς ποιεῖτε αὐτοῖς, οὗτος γὰρ ἐστὶν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδός, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς, ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλήν, ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρόν, καρποὺς καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός....
Πίστει ἠνδραγάθησας, κατὰ τῆς πλάνης θεόφρον, καὶ τμηθεὶς τὴν κάραν σου, πρὸς τὴν ὑπερκόσμιον ζωὴν ἔδραμες, Ἀθλητὰ Ὅσιε, Γεννάδιε μάκαρ, διὰ τοῦτο σοῦ δεόμεθα· Ἀπαύστως πρέσβευε, σὺν Ὁσιομάρτυσιν Ἅγιε, Χριστῷ τῷ Ἐλεήμονι, δοῦναι τῶν πταισμάτων συγχώρησιν, καὶ τὴν θεραπείαν, ψυχῶν τε καὶ σωμάτων τῶν πιστῶς, ἐξαιτουμένων ἑκάστοτε, τὴν θερμὴν πρεσβείαν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσθενοῦντί μοι ῥῶσιν, καὶ ψυχῆς εὐεξίαν δίδου Γεννάδιε, σὴ πρὸς τὸν Σωτῆρα, θεόφρον μεσιτείᾳ, ἵνα ψάλλω γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥυπωθεὶς τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβείᾳ σπεύδω Γεννάδιε· σὺ οὖν Ὁσιομάρτυς, ἀπαλλάξόν με θᾶττον, τῆς μανίας τοῦ δράκοντος, οἷα θερμὸς πρὸς Χριστόν, μεσίτης μου καὶ πρέσβυς.
Ἴθυνον τοῦ νοός μου, τὰς κινήσεις καὶ πᾶσαν Μάρτυς τὴν ἔφεσιν, πρὸς κτῆσιν τῶν ἀρίστων, ἀμέμπτῳ πολιτείᾳ, ἵνα μέλπω Γεννάδιε· ·Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ
Θεοτοκίον.
Νεκρωθεὶς τὴν ψυχήν μου, πονηρᾷ συμβουλίᾳ τοῦ παναλάστορος, πιστῶς οἱ καταφεύγω, καὶ κράζω Θεοτόκε· ζώωσόν με τὸν δείλαιον, ζωοποιῷ σου Ἁγνή, πρὸς τὸν Χριστὸν πρεσβείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ μοι Μάρτυς, τῷ τὴν σὴν κλῆσιν αὐχοῦντι, καταφύγιον Γεννάδιε ἐν θλίψει, καὶ παραμυθία, ἐν πάσῃ ἀθυμίᾳ.
Ἐν οὐρανίοις, σκηναῖς συνὼν τοῖς Ἀγγέλοις, καθικέτευε Γεννάδιε ἀπαύστως, ὑπὲρ τῶν τιμώντων, τὴν ἄθλησίν σου Μάρτυς.
Ῥώμην μοι δίδου, καὶ φωτισμὸν θεῖον αἴτει, τῷ ἱκέτῃ σου ἐν πάσαις μου ταῖς τρίβοις, ἵνα σὲ γεραίρω, Χριστοῦ Ὁσιομάρτυς.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε Ἁγνὴ Θεοκυῆτορ, πάσης ἀδοξίας, τοῦ χείρονός με ῥύου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, κατηγλαϊσμένος, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, τὰς ἱκεσίας, προσδέχου ἡμῶν ἑκάστοτε.
Ἰλύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, πρεσβευτικαῖς σοῦ ἀρδείαις Γεννάδιε, καὶ τῶν πταισμάτων μου αἰτεῖ Μάρτυς τὴν ἄφεσιν.
Μαρτύρων καὶ Ὁσίων, ἰσότιμος πέλων, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, ἡμῖν θεόθεν ἐξαίτει τὸ θεῖον ἔλεος.
Ὁσίως διανύειν, πάντα μου τὸν βίον, ἐνίσχυσόν με Γεννάδιε ἔνδοξε, ἵνα ζωῆς τῆς ἀλήκτου γένωμαι μέτοχος.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε ψυχῆς μου χαρὰ καὶ παράκλησις, καὶ εὐφροσύνη Παρθένε καὶ σωτηρία μου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Γεννάδιε μάκαρ, καταλείψας τὰ γεηρά, καὶ ἐν τῇ ἀσκήσει, καὶ ἱερὰ ἀθλήσει, ἐδόξασας θεόφρον τὸν σὲ δοξάσαντα.
Βίον διανύων ἀσκητικόν, ἐν τη τοῦ Προδρόμου, θείᾳ Μάνδρᾳ ἐν ἀρετῇ, διὰ μαρτυρίου, προσήχθης τῷ Κυρίῳ, Γεννάδιε παμμάκαρ, δυνάμει πίστεως.
Χαίρων ὡμολόγησας τὸν Χριστόν, καὶ τμηθεὶς τὴν κάραν, τῶν Μαρτύρων συγκοινωνός, Γεννάδιε ὤφθης, καὶ τῶν ὑπερκοσμίων, ἐπάθλων ἠξιώθης ἀγαλλιώμενος.
Αἵμασιν οἰκείοις τὴν σὴν στολήν, Μάρτυς πορφυρώσας, πρὸς νυμφῶνα τὸν νοητόν, ως Ὁσιομάρτυς, ἠγλαϊσμένος ἤρθης, ὑπὲρ ἡμῶν πρεσβεύων Χριστῷ Γεννάδιε.
Γέρας ἀνεδείχθης τῇ σῇ Μονῇ, Γεννάδιε μάκαρ, ἀριστεύσας πνευματικῶς, καὶ τῶν αἱμάτων, ἐκχύσει ὑπεμφαίνεις, τὴν πρὸς Χριστὸν τελείαν, ἀγάπην Ἅγιε.
Πρέσβευε ἀπαύστως πρὸς τὸν Χριστόν, ὑπὲρ τῶν τιμώντων τὴν σὴν ἄθλησιν τὴν σεπτήν, κἀμοὶ δὲ μὴ παύσῃ, παρέχων τὴν σὴν χάριν, πλουτοῦντί σου τὴν κλῆσιν Μάρτυς Γεννάδιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Εὗρες, τὴν ἀΐδιον ζωήν, ξίφει ἐκτμηθεὶς τὸν αὐχένα, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Ἅγιε Γεννάδιε, Ὁσιομάρτυς Χριστοῦ, καὶ χοροῖς συνηρίθμησαι, Ἁγίων ἁπάντων, μεθ᾿ ὃν ἀεὶ πρέσβευε, τῷ παντεπόπτῃ Θεῷ, δοῦναι ἡμῖν λύσιν πταισμάτων, καὶ ἐπηρειῶν πολυτρόπων, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου