Τρίτη 21 Αυγούστου 2018

ΝΟΕΜΒΡΙΟΣ 14. ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΙΠΠΟΣ ΑΚΟΛΟΥΘΙΑ



ΝΟΕΜΒΡΙΟΣ ΙΔ΄

ΦΙΛΙΠΠΟΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης, κατὰ τὰ ἐλλείποντα)

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τῷ σὲ καλοῦντι πρόθυμος κατηκολούθησας, Φίλιππε θεηγόρε, Ἰησοῦ τῷ Σωτῆρι· ἐγνώκεις ὅτι πάντως αὐτός ἐστιν, ὁ Υἱὸς τοῦ Ἀνάρχου Πατρός, ὁ συναΐδιος Λόγος ὁ γεννηθείς, ἐπ’ ἐσχάτων ἐκ Παρθένου Μητρός.

 

Δεῖξον Χριστὲ τὸν Πατέρα καί ἐξαρκέσει ἡμῖν, ὁ Φίλιππος ἐβόα, τῷ αὐτοῦ Διδασκάλῳ, Χριστὸς δὲ ἀντεβόησε πρὸς αὐτόν· οὐ γινώσκεις μὲ Φίλιππε; ὅτι ἐγὼ τοῦ Πατρός μου καὶ ὁ Πατήρ, ἐν ἐμοί ἐστιν ἀχώριστος.

 

Τὸ θεῖον τέμενος ἔνθα τὸ Σκῆνος πέλει τὸ σόν, ὥσπερ Νειλῶα ῥεῖθρα, πλημμυρεῖ ἀεννάως, Φίλιππε παμμάκαρ καὶ δαψιλῶς, οἱ ἐν πίστει προστρέχοντες, ψυχῶν ὁμοῦ καὶ σωμάτων παντοδαπῇ, ἀπαντλοῦσι τὰ ἰάματα.

 

Κέκτηται μάκαρ ἡ Κύπρος τὴν θείαν καράν σου, λαμπρῶς ἐπιτελοῦσα, σὴν σεβάσμιον μνήμην, Φίλιππε θεόφρον καὶ ἐν αὐτῇ, ἐγχαυχωμένη ἀγαλλεται, ὅτι αὐτὴν ἐκ κινδύνων καὶ συμφορῶν, ἐκλυτροῦσαι ταῖς πρεσβείαις σου.

 

Δόξα. Ἦχος πλ. β´.

Ἀπόστολε Χριστοῦ Φίλιππε θεηγόρε, Κήρυξ τῆς χάριτος διαπρύσιος, καὶ μιμητῆς τοῦ σωτηρίου Πάθους ἐχρημάτισας· αὐτὸν οὖν ἱκέτευε δεόμεθα Πανεύφημε, ἵνα παράσχῃ ἡμῖν ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι πόθῳ τὴν σεβασμίαν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε πάντες πιστοί, προσδράμωμεν ἐν οἴκῳ, τοῦ θείου Ἀποστόλου, αὐτοῦ τὴν θείαν κάραν, πιστῶς περιπτυσσόμενοι.

 

Στίχ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν...

Δεῦτε αἱ στρατιαί, Ἀγγέλων τῶν ἐν ὕλῃ, ὡς ἄϋλον γενναίως, τοὺς ἄθλους ὑποστάντα, Φίλιππον ὑποδέξασθε.

 

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...

Τράπεζαν μυστικήν, προτίθεται τοῖς πᾶσι, Φίλιππος ὁ γενναῖος, ἐν τῇ αὐτοῦ ἀθλήσει, δεῦτε πιστοὶ τρυγήσωμεν.

 

Δόξα. Τριαδικόν.

Τριάδα τὴν σεπτήν, Πατέρα, Υἱόν, Πνεῦμα, ἐκήρυξεν ὁ μύστης, Φίλιππος ὁ θεόπτης, ἕνα Θεὸν ἀχώριστον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα ἀγαθή, πρεσβείαις τοῦ Φιλίππου, καὶ πάντων τῶν Ἁγίων, τὸν σὸν Υἱὸν δυσώπει, σωθῆναι ἡμᾶς ἅπαντας.

 

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄.

Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς, ὡς φιλάνθρωπος.

 

Καὶ Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Μετὰ τὸν Προοιμιακόν, τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Kύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Πρᾶξιν μὲν ἐπίβασιν, εἰλικρινοῦς θεωρίας, θεωρίαν τέλος δέ, φιλοθέου πράξεως Μάκαρ θέμενος, τὸν Χριστὸν ἠξίωσας, τοῦ Πατρὸς τὴν δόξαν, ὑποδεῖξαί σοι τήν ἄφραστον· καὶ γὰρ ἐφίεται, πᾶσα λογικὴ φύσις ἔνδοξε, Θεοῦ τοῦ ὑποστήσαντος, καὶ τοῦ ποθουμένου τετύχηκας, τούτου παραυτίκα, δεξάμενος σφραγῖδα τὸν Υἱόν· ὃν παῤῥησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Θείαις ἀναβάσεσι, διαπαντὸς κεχρημένος, ὡς Μωσῆς τὸ πρότερον, τὸν Θεὸν θεάσασθαι ἐπεπόθησας· καὶ γνωστῶς εἶδες δέ, τὴν αὐτοῦ εἰκόνα, δεδεγμένος πρὸς ἐμφέρειαν· Πατρὸς γὰρ σύντομος, γνῶσις ὁ Υἱὸς καὶ ἀπόδειξις, Υἱοῦ δὲ καὶ Γεννήτορος, μία ἡ οὐσία γνωρίζεται, καὶ ἡ διὰ πάντων, ταυτότης ἀναφαίνεται σεπτῶς, καὶ βασιλεία καὶ δύναμις, δόξα καὶ προσκύνησις.

 

Ὄργανον κρουόμενον, ταῖς θεϊκαῖς ἐπιπνοίαις, καὶ ταῖς ὑφηγήσεσι, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας, καὶ τὸ ὑπερκόσμιον, μελῳδῶν ἐν κόσμῳ, τοῦ Σωτῆρος Εὐαγγέλιον, πυρίνῃ γλώσσῃ σου, πᾶσαν τὴν ἀπάτην κατέφλεξας, ὡς ὕλην εὐκατάπρηστον, καὶ ὡς χόρτον γῆς μαραινόμενον, καὶ τὸν ἐπὶ πάντων, Δεσπότην τε καὶ Κύριον Χριστόν, τῇ οἰκουμένῃ ἐκήρυξας, Φίλιππε θεσπέσιε.

 

Δόξα... Ἦχος πλ. β'. Bύζαντος

Τοῦ μεγάλου Φίλιππε φωτός, ταῖς ἀστραπαῖς πυρωθείς, παγκόσμιος ἐξέλαμψας φωστήρ, τὸν Πατέρα δὲ τῶν φώτων, ἐν Υἱῷ ζητήσας εὗρες, ἐν τῷ φωτί· τὸ φῶς γὰρ εὑρίσκεται, καὶ γὰρ οὗτος σφραγὶς ἰσότυπος, δηλῶν τὸ ἀρχέτυπον· Ὃν Ἀπόστολε δυσώπει, τοὺς ἐσφραγισμένους τῷ θείῳ, περισῴζεσθαι αἵματι.

 

Καὶ νῦν ... Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Εἴσοδος, τό, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα. [Κεφ. α΄ 1].

Ἀδελφοί μου ἀγαπητοί, πᾶσαν χαρὰν ἡγήσασθε, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, κατεργάζεται ὑπομονήν. Ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ᾖτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Εἰ δὲ τίς ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος. Ὁ γὰρ διακρινόμενος, ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου. Ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσετε. Ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. Μακάριος ἀνήρ, ὅς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.

Ὁ τὴν χάριν τοῦ Πνεύματος δεδεγμένος, ἐν εἶδει πυρὸς Ἀπόστολε, καὶ ἐκλάμψας παγκοσμίως ὡς ἀστὴρ παμφαέστατος, κατηύγασας πάντας τῷ θείῳ σοῦ κηρύγμαται· νεκροὺς δὲ ὡς ἐξ ὕπνου ἐξήγειρας, τῇ ἐπικλήσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ τὸν ἐκτείναντα αὐθαδῶς τὴν χεῖρα εἰς τὴν ἁγίαν σου κορυφήν, ἀνενέργητον πεποίηκας· προσπίπτοντα δὲ ἐν μετανοίᾳ, ὑγιῆ τοῦτον ἀπέδειξας. Υἱοθετήσας δὲ πάντας διὰ τοῦ θείου βαπτίσματος, καὶ τελέσας τὸν ἀγῶνα τοῦ μαρτυρίου, διὰ βασάνων πολυπλόκων, χαίρων τὴν ψυχήν σου τῷ Θεῷ παραδέδωκας. Αὐτὸν ἱκέτευε Φίλιππε παμμακάριστε, δωρηθῆναι ἡμῖν ἄφεσιν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

 

Ἦχος β´.

Οὐράνιος ἀνεδείχθης κρατὴρ τῆς σοφίας. Πνεύματος γὰρ ὤφθης, καταγώγιον τερπνόν, καὶ ὑπέφηνας ἀρετῶν ἐπάλξεις, τοὺς βροτοὺς ἀλιεύσας, τῷ νοητῷ ἀγκίστρῳ τῆς σοφίας Θεοῦ· διὸ δυσωποῦμέν σε Ἀπόστολε Φίλιππε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ´.

Τὴν τῶν ἰχθύων ἄγραν, εἰς ἀνθρώπων ἁλείαν μεταβαλῶν, τοὺς ἐν βυθῷ ἀπάτης, τῇ σαγήνη ἐνέλκων τῇ μυστικῇ, Φίλιππε Ἀπόστολε, ὅλον τὸν Κόσμον ἐζώγρησας, καὶ τῷ Διδασκάλῳ σου Χριστῷ προσήγαγες· διὸ δυσωποῦμέν σε, πρεσβεύειν αὐτῷ ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν τῶν πιστῶς προστρεχόντων τῇ σκέπῃ σου.

 

Ἦχος δ´.

Τὸν Κήρυκα τῆς Πίστεως, καὶ ὑπηρέτην τοῦ Θεοῦ Λόγου, Φίλιππον τὸν Ἀπόστολον εὐφημήσωμεν. Οὗτος γὰρ τὴν τῶν θαυμάτων ἐνέργειαν παρ αὐτοῦ δεξάμενος, ἀπεστάλη εἰς πάντα κόσμον, κηρύσσων τὴν ἐκ Παρθένου τοῦ Χριστοῦ θείαν σάρκωσιν, τὰ Πάθη καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν καὶ χειραγωγῶν τὰ πεπλανημένα ἔθνη ἐν σκότει· ὄντα τῆς ἀγνωσίας, εἰς τὴν αὐτοῦ θείαν ἐπίγνωσιν υἱοὺς ἡμέρας ἀπέδειξεν. Ἡμεῖς δὲ πρὸς αὐτὸν ἐκβοήσωμεν· σῶσον ἡμᾶς Πανεύφημε, ταῖς πρὸς τὸν σὸν Διδάσκαλον, εὐπροσδέκτοις πρεσβείαις σου, τοὺς τελοῦντας ἐντίμως, τὴν πανευφρόσυνον θείαν μνήμην σου.

 

 

 

Δόξα. Ἦχος πλ. δ´.

Τῶν ἀποῤῥήτων αὐτόπτης, ὡς μύστης τοῦ Θεοῦ Λόγου, καὶ θεωρὸς τῶν ἀνεξιχνίαστων γενόμενος Ἀπόστολε, τὴν ἐξουσίαν εἴληφας, παρὰ Χριστοῦ, δεσμεῖν τε καὶ λύειν τὰς τῶν ἀνθρώπων ἁμαρτίας, καὶ θεραπεύειν πᾶσαν μαλακίαν, καὶ νόσον καὶ δαίμονας ἐκδιώκειν τῷ σῷ προστάγματι, ὡς Διδάσκαλος, παρ’ οὗ καὶ ἀπεστάλης εἰς τὰ ἔθνη τὰ ἀπολωλότα, ὁδηγῆσαι αὐτά, πρὸς τὴν ἀληθῆ τῆς Ἁγίας Τριάδος λατρείαν. Ὡς οὖν ἔχων παῤῥησίαν, ἱκέτευε Φίλιππε θεηγόρε, εὑρεῖν αὐτὸν τὸν Θεάνθρωπον Ἰησοῦν τὸν ἕνα τῆς Τριάδος, ἵλεων, καὶ εὐδιάλλακτον, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ὅταν ἐλεύσηται κρῖναι ζῶντας καὶ νεκρούς, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! ὁ τοὺς ἰχθύας ποτέ, σαγηνεύων Ἀπόστολος, τῶν ἀνθρώπων γέγονεν, ἁλιεὺς θεόπροβλητος, λόγων σαγήνῃ, ἔθνη ἐζώγρησε. Σταυροῦ ἀγκίστρῳ, κόσμον ἀνείλκυσεν, Ὢ οἷον θήραμα, τῷ Χριστῷ προσήγαγεν, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον, νῦν ἑορτάζομεν.

 

Στίχ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ...

Ὢ τοῦ παραδόξου θαύματος! ἀποσταλεὶς ἐκ Θεοῦ, ὁ Ἀπόστολος Φίλιππος, μέσον λύκων πρόβατον, ἀπτοήτως νῦν πρόεισι, τοὺς θῆρας ἄρνας, πίστει ἀνέδειξε, τὸν κόσμον θείως, μετεστοιχείωσεν. Ὢ ἔργα πίστεως! ὢ δυνάμεις ἄῤῥητοι! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

 

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...

Ὢ τοῦ παραδόξου θαύματος! φρέαρ πηγάζον ζωήν, ἐν σοφίας ἀντλήματι, τοῖς ἐν κόσμῳ πέφηνεν, ὁ Ἀπόστολος Φίλιππος, ἀφ' οὗ περ ῥεῖθρα, δογμάτων πρόεισιν, ἐξ οὗ θαυμάτων, ῥεύματα πίνομεν. Ὢ οἷα δέδρακε, φοβερὰ τεράστια, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον πίστει γεραίρομεν.

 

Δόξα... Ἦχος β' Βυζαντίου

Καταλιπὼν τὰ ἐπὶ γῆς, ἠκολούθησας Χριστῷ, καὶ σφραγισθεὶς τῷ ἐμφυσήματι τοῦ Ἁγίου Πνεύματος, ἀπεστάλης ὑπ' αὐτοῦ, εἰς τὰ ἔθνη τὰ ἀπολωλότα, ἐπιστρέφειν τοὺς ἀνθρώπους, εἰς φῶς θεογνωσίας, Φίλιππε Ἀπόστολε, καὶ τελέσας τὸν ἀγῶνα τοῦ θείου σου πόθου, διὰ βασάνων πολυπλόκων, τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας. Αὐτὸν ἱκέτευε παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄.

Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς, ὡς φιλάνθρωπος.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα, Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τοῦ Χριστοῦ τὸν μαθητήν, πάντες ὑμνήσωμεν πιστοί· ὅτι ἐφώτισεν ἡμᾶς, θείοις διδάγμασιν αὐτοῦ, καὶ πρὸς ἐπίγνωσιν θείαν ὡδήγησε, Κυρίου συνεργοῦντος τοῖς θαύμασι, τὴν χάριν δαψιλῶς, ἡμῖν ἐβράβευσεν, ἥν παρ᾿ αὐτοῦ ἐδέξατο ἀμέσως, τοῦ ἐκ Παρθένου ἐκλάμψαντος, πρὸς ὃν βοῷμεν· Φίλιππε μάκαρ, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγελῶν οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται; καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχείται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι; Καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ἀπόστολε σοφέ, παρεστὼς τῷ Κυρίῳ, ἱκέτευε λαβεῖν, Φίλιππε θεηγόρε, πάντας τοὺς γεραίροντας, καὶ τιμῶντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, καὶ εὑρεῖν ἡμᾶς, ἐν ἡμέρᾳ τῆς δίκης, Χριστὸν εὐδιάλλακτον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Τῷ Διδασκάλῳ σου, Χριστῷ πανεύφημε, κατηκολούθησας, προθύμως Φίλιππε, καὶ ἐπλουτίσθης ὑπ’ αὐτοῦ, τῷ θείῳ ἐμφυσήματι, χάριτος τοῦ Πνεύματος, ἀπεστάλης δ’ εἰς ἅπαντα, ἔθνη ἐπιστρέφειν τε, πρὸς τὴν θείαν ἐπίγνωσιν, Χριστὸν ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ὡραιότητα, τῆς παρθενίας σοῦ, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριήλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν...

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται...

Εὐαγγέλιον, Ἐωθινόν.

Ὁ Ν´.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλέησόν με ὁ Θεός...

Ἀπόστολε τοῦ Χριστοῦ Φίλιππε θεηγόρε, κῆρυξ τῆς χάριτος διαπρύσιος, καὶ μιμητῆς τοῦ σωτηρίου Πάθους ἐχρημάτισας· αὐτὸν οὖν ἱκέτευε, δεόμεθα Πανεύφημε, ἵνα παράσχῃ ἡμῖν ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι πόθῳ τὴν σεβάσμιον μνήμην σου.

 

Ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου δύο.

Ὁ α’ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς· Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ προφρόνως. Θεοφάνους.

ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.

Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκήρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον.

τοῦ Πατρὸς σοι τὴν δόξαν δι' ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε.

Νῦν οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, ουδ' ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Xριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον.

Θεοτοκίον

κλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν.

 

Ὁ β΄ Κανὼν τοῦ Ἀποστόλου.

ᾨδὴ α’. Ἦχος γ΄. ᾌσωμεν τῷ Κυρίῳ τῷ ποιήσαντι.

ᾌσωμεν τῷ Κυρίῳ τῷ φαιδρύναντι, τοῦ Ἀποστόλου σήμερον, τὴν φωτοφόρον μνήμην, ἀκτῖνας ἐκλάμπουσαν, παραδόξων θαυμάτων, καὶ ψυχὰς καταυγάζουσαν, τῶν πίστει ἐκτελούντων αὐτήν· ἐνδόξως γὰρ δεδόξασται.

Τῷ μυστικῷ καλάμῳ τῆς νοητῆς ἁλιείας, ὁ ἱερὸς Ἀπόστολος, τὰ ἔθνη προσκαλεῖται, ἁπλώσας τὰ δίκτυα, τοῦ εὐαγγελίου, ἐν οἷς ἐσαγηνεύθημεν, οἱ ἐν πελάγει πλάνης ποτέ, τοῦ βίου θαλαττεύοντες.

Θεοτοκίον

Ὑμνοῦμέν Σε Παρθένε Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· Σὺ γὰρ μόνη γέγονας, πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ’ ἧς οἱ ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

 

ᾨδὴ γ΄. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

πάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ' ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε.

Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι' αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι.

Λυχνία γέγονας χρυσή, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε.

Θεοτοκίον

πὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ' ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι.

 

Ἕτερος. Στερέωσον Κύριε.

Ὁ ἱερὸς Φίλιππος, ὡς ἰχθύας ἡμᾶς, ἐκ τοῦ βυθοῦ σαγηνεύσας τῆς πάνης, τῇ θεομύστῳ τοῦ Χριστοῦ, ἀναφέρει τραπέζῃ.

Ὁ ἱερὸς Φίλιππος, ὁ Χριστοῦ μαθητής, ἐξ ἁλιέων καὶ πάλιν ἁλιεύς, ὥσπερ ἰχθύας τῶν ἐθνῶν, σαγηνεύει τὰ ἔθνη.

Θεοτοκίον

Ὑμνήσωμεν τὴν ἄχραντον, ὡς Μητέρα Θεοῦ, ὅτι ἐβλάστησεν ἐξ αὐτῆς ὁ λυτρωτής, Ὃν ὑμνεῖ τὰ Χερουβίμ, καὶ δοξάζει τὰ Σεραφείμ.

 

 

 

 

 

 

Κάθισμα. Ἦχος πλ. δ' Τὴν Σοφίαν

Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Ὅμοιον

Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατεῤῥύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.

 

ᾨδὴ δ´. Ὁ Εἱρμός. Χριστός μου δύναμις.

λίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος.

Φθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε.

σχύϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια.

Θεοτοκίον

Λιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς, Θεοτόκον καταγγέλλουσιν.

 

 

 

 

 

Ἕτερος. Τὴν ἀκοήν Σου Κύριε.

Τὴν ἱεράν σου Φίλιππε, μνήμην ἐπιτελοῦμεν τὸ μύρον σου, τὸ πηγάζον τὴν εὐδίαν, τὴν ἐκ τῆς λάρνακος προχεομένην, ἀλλ’ οὐκ ἐξαντλουμένην, πιστῶς ἀρυόμενοι.

Τί ἐρωτᾷς με Φίλιππε, λέγων· δεῖξον ἡμῖν τὸν πατέρα; Ὁρᾷς με, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα, καὶ τὸν πατέρα ἑώρακας ὄντως· ἐν ἐμοὶ γὰρ ὁρᾶται, καὶ μένει ἀόρατος.

Θεοτοκίον

Ὡς λιμένα εὔδιον, καὶ ἐλπίδα ἡμῶν Σε ὑμνοῦμεν πανάχραντε, Θεοτόκε Μήτηρ ἁγία, τοῦ κατὰ σάρκα ἐκ Σοῦ γεννηθέντος, Βασιλέως τῆς δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

 

ᾨδὴ ε´. Ὁ Εἱρμός. Θείῳ φέγγει σου Ἀγαθέ.

ὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεοῤῥῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναῤῥυόμενος.

Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεΐας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας.

Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ Κτίστῃ σου.

Θεοτοκίον

λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως Πάναγνε γίνεται.

 

Ἕτερος. Τὴν Σὴ εἰρήνην δὸς ἡμῖν.

Νυκτομαχοῦσαν Φίλιππε, τὴν ἀνθρωπότητα, ὁ τὴν ἀνθρώπων μορφὴν ἀναδεξάμενος, κατηύγασε τῷ φέγγει, τῆς ἐνθέου διδαχῆς, τῶν κηρυγμάτων σου.

Τὴν ἱεράν σου Φίλιππε, μνήμην δοξάζομεν· βλύζει γὰρ πᾶσιν ἀεὶ πολλῶν θαυμάτων πηγάς, τὸ μύρον τὸ εὐῶδες· διὸ πάντες τῶν παθῶν, ἐλευθερούμεθα.

Θεοτοκίον

Τὴν ἐν Δαβὶδ βλαστήσασαν, ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσαν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν παρθένον, μετὰ τόκον ἁγνή.

 

 

 

 

 

ᾨδὴ ς΄. Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν.

Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος.

περτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε.

Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάῤῥουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο.

Θεοτοκίον

Νεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε.

 

Ἕτερος. Ἐβόησα.

Τὰ δίκτυα, τῆς Χριστοῦ εὐσπλαγχνίας, οὐρανομύστα ἐξαπλῶν, σαγηνεύεις ἐκ τοῦ βυθοῦ, τὰ πλανώμενα ἔθνη, ἐξ ἀπογνώσεως, εἰς ἐπίγνωσιν ἄγων.

Ἡ μυστική, τοῦ Ἀποστόλου σαγήνη, διερευνῶσα ὡς βυθόν, τὰς θαλάσσας τῶν ἐθνῶν, σαγηνεύει τοὺς πιστούς, εἰς τὸ οὐράνιον, καὶ βασίλειον δεῖπνον.

Θεοτοκίον

Θεός ἐστιν, ὁ τεχθεὶς ἐκ Παρθένου, εἰς ἀναγέννησιν ἡμῶν, καὶ ἐφώτισεν ἡμᾶς, εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ δοξάζομεν, τὴν Αὐτοῦ εὐσπλαγχνίαν.

 

Κοντάκιον Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς

Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

Ὁ Οἶκος

Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.

 

Συναξάριον.

Τῇ ΙΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν Δώδεκα.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Οἱ Παῖδες ἐν Βαβυλῶνι.

ς φέγγος ἐξαπεστάλης, βολίδος δίκην Ἀπόστολε, σελασφόροις βολαῖς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Πλουσίαις φωτοχυσίαις, τοῦ θείου Μάκαρ κηρύγματος, διαλάμπων φαιδρῶς τοὺς ἐν σκότει, μελῳδεῖν κατεφώτισας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ητόρων ἀδολεσχίαν, καὶ λόγων πᾶσαν δεινότητα, τῷ συντόνῳ λόγῳ ἐκνικήσας, τῷ τῆς πίστεως ἔψαλλες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Οὐσίας ὑπερουσίως, Παρθένε δύο γεγέννηκας, ἡνωμένας Ἁγνὴ ἀσυγχύτως, τῷ Χριστῷ, ᾧ κραυγάζομεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

Ἕτερος. Τρεῖς Παῖδες ἐν καμίνῳ.

Ἀπόστολε Κυρίου, καὶ αὐτόπτα καὶ σύνθρονε, καὶ τοῦ θανάτου κοινωνέ, καὶ τοῦ βαπτίσματος Αὐτοῦ, ὅταν καθήσης εἰς κρίσιν, τότε δυσώπησον Αὐτόν, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Τὸ ἔμπυρόν σου στόμα, καὶ ὁ νοῦς σου ὁ οὐράνιος, ἐπιστώσατο ἡμᾶς, ὅτε ἠρώτας τὸν Χριστόν· δεῖξον ἡμῖν τὸν πατέρα, ὅτι ἰσότιμός ἐστιν, ὁ ζῶν Υἱὸς τῷ Πατρί.

Θεοτοκίον

Ἐτέχθης ἐκ Παρθένου, ὡς ηὐδόκησας Κύριε, καὶ ἐῤῥύσω ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν· διὰ τοῦτο βοῶμεν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ὁ Εἱρμός. Νόμων πατρώων.

Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

λος ἡνώθη ὑπὲρ ἔννοιαν, ἀναλλοιώτως ὅλῃ τῇ ἀνθρωπότητι, ὁ ὑπέρθεος ἐν μήτρᾳ σου, Παναγία Παρθένε· ὅθεν ἐν δύο φύσεσι, γνωρίζεται Χριστός, εἷς ὑπάρχων ἀμφότερα, ὃν ὑμνοῦντες βοῶμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Τὸν ἐν φλογί.

Διαδραμών, εἰς τὸν σύμπαντα κόσμον, τῶν Μαθητῶν ὁ χορός, ἄλλος ἄλλοθι τρέχων, τοῦ Σταυροῦ τὸ τρόπαιον, πανταχοῦ ἐκήρυττε, καὶ τῷ σταυρωθέντι, πόθῳ συνεσταυροῦτο.

Ὁ τὸν βυθόν, ἐρευνῶν τοῖς δικτύοις, νῦν δὲ τῇ γλώττῃ, καὶ τῷ εὐαγγελίῳ, ἐκζητῶν τὰ ἄῤῥητα, ὁ θεόπτης Φίλιππος, πᾶσνα ἐκκαλύπτει, τὴν ἀπόκρυφον γνῶσιν.

Θεοτοκίον

Χαῖρε σεμνή, δυσανάβατον ὕψος, τοῖς τῶν βροτῶν ὀφθαλμοῖς· χαῖρε ὄμμασι νόων, βάθος δυσθεώρητον· χαῖρε Μήτηρ Παρθένε, καὶ Θεοκυῆτορ, εὐλογημένη Μαρία.

 

ᾨδὴ θ´. Ὁ Εἱρμός. Ἀπορεῖ πᾶσα γλῶσσα.

Νῦν ἀποῤῥήτου δόξης, καὶ φωτὸς ἀνεσπέρου, ἠξιωμένος ἔνθα ἡ ἀνέκφραστος, ὑπάρχει εὐφροσύνη, ἔνθα ἡ χαρὰ ἡ ἄληκτος, ἐν ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἔνθα, δικαίων αἱ σκηναί, πάντων Χριστιανῶν ὑπερεύχου, Φίλιππε, πάνσοφε.

ραϊσμένος κάλλει, νοητῆς εὐπρεπείας, καὶ βασιλείας στέφος περικείμενος, θεόφρον καὶ πλουσίαις, Φίλιππε περιχεόμενος, φωτοδοσίαις, τῆς τοῦ ὑπερουσίου, φωτός μαρμαρυγῆς, χαίρων τῷ τοῦ Δεσπότου σου, θρόνῳ μάκαρ παρίστασαι.

Σὺν Ἀποστόλοις πᾶσι, σεπτοῖς τε καὶ Προφήταις, καὶ σὺν Ἀθλοφόροις Φίλιππε Ὁσίοις, Ἱεράρχαις Δικαίοις, σὺν τῇ Θεοτόκῳ πρέσβευε, λύσιν πταισμάτων, καὶ τῶν ἀμπλακημάτων, δοθῆναι ἱλασμόν, πίστει τοῖς τὴν φωσφόρον καὶ θείαν, μνήμην τελοῦσί σου.

Θεοτοκίον

Σεσαρκωμένον Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, ὑπερφυῶς Παρθενομῆτορ τέτοκας· διὸ σὲ Θεοτόκον, πάντες εὐσεβῶς κηρύττομεν, ἀληθεστάτην σοι τὴν προσηγορίαν, ἁρμόζοντες Ἁγνή· σὺ γὰρ τῆς τῶν πιστῶν σωτηρίας, ῥίζα καθέστηκας.

 

 

 

Ἕτερος. Σὲ τὴν ἀκατάφλεκτον βάτον.

Δόξης καὶ λαμπρότητος πλήρης, ἡ παροῦσα ἡμέρα· εὐφρανθῶμεν ἀδελφοί, ἐπὶ τοῖς ἄθλοις, τοῦ ἐνδόξως ἡμᾶς, ἐν αὐτοῖς συγκαλέσαντος.

Ὅταν ἐπὶ δώδεκα θρόνων, σὺν Χριστῷ καθεσθῆτε, τὰς φυλὰς τοῦ Ἰσραήλ, ἐν φόβῳ κρῖναι, τότε μνήσθητε πάντων, ἡμῶν ὡς Ἀπόστολοι.

Θεοτοκίον

Χαῖρε τῶν εἰς Σὲ προστρεχόντων, τὸ ἀπόρθητον τεῖχος· χαῖρε εὔδιε λιμήν, τῶν Σὲ σεβόντων· χαῖρε Μήτηρ Χριστοῦ, τοῦ Θεοῦ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ Ἱερῷ .

Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.

Ἕτερον, Ὁ οὐρανὸν τοῖς ἄστροις

Πνεύματος θείου ἀκτῖνα, θεσπέσιε δεδεγμένος, καὶ κόσμον καταφωτίσας, τῷ φθόγγῳ τῶν σῶν ῥημάτων, ὑπὲρ ἡμῶν νῦν δυσώπει, τὸν Κύριον τοῦ σωθῆναι.

Θεοτοκίον

Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων, κακῶν περίσῳζε πάντας.

 

Εἰς τοὺς Αἴνους. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι' ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.

 

Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.

 

Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ' ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.

 

Κέκτηται μάκαρ ἡ Κύπρος, τὴν θείαν κάραν σου, λαμπρῶς ἐπιτελοῦσα, σὴν σεβάσμιον μνήμην, Φίλιππε θεόφρον καὶ ἐν αὐτῇ, ἐγκαυχωμένη ἀγάλλεται, ὅτι αὐτὴν ἐκ κινδύνων καὶ συμφορῶν, ἐκλυτροῦσαι ταῖς πρεσβείαις σου

 

Δόξα. Ἦχος β'

Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν· πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς· ἣν καὶ νῦν δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ.

 

Καὶ νῦν ... Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Φίλος καὶ Ἀπόστολος εὐκλεής, τοῦ μέχρι καὶ δούλου, κενωθέντος ἀναδειχθείς, Φίλιππε θεόπτα, ἐκήρυξας ἐν κόσμῳ, τὴν τούτου ὑπὲρ λόγον, ἄῤῥητον κένωσιν.

Χαίροις Ἀποστόλων ἡ καλλονή, χαίροις σωφροσύνης, καὶ ἀνδρείας στήλη λαμπρά, χαίροις ὁ τοῦ Πάθους, κοινωνὸς τοῦ Κυρίου, Ἀπόστολε θεόπτα, Φίλιππε ἔνδοξε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου