Τρίτη 21 Αυγούστου 2018

ΝΟΕΜΒΡΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΜΙΛΟΣ ΠΕΡΣΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΥ 10!!
ΜΙΛΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΕΡΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
 (Ποίημα Χαραλάμπους Μπούσια).


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μίλον ἱερόαθλον πιστοί, τὸν προσενεγκόντα τῷ Κτίστῃ, ὡς δῶρα πάντιμα, σμύρναν γενναιότητος, χρυσὸν ἀθλήσεως, καὶ ἐκχύσεως λίβανον, αἱμάτων ἰδίων, νῦν ἐγκωμιάσωμεν, βοῶντες· ἔκθρεμμα, ἔνδοξον Περσίδος Κυρίῳ, καὶ ἡμᾶς προσφέρειν ἀξίως, μετανοίας δῶρα καταξίωσον.

Σκεῦος Παρακλήτου διαυγές, κρήνη θαυμασίων ἀείῤῥους, ποιμένων μάργαρον, θείων Τελεπόλεως, σοφίας τέμενος, φωταυγὲς καὶ στεῤῥότατος, ἀδάμας Μαρτύρων, ὤφθης Μίλε πάντιμε· διὸ τὴν μνήμην σου, σήμερον τελοῦντες ἀσμένως, τὴν πανευκλεῆ καὶ φωσφόρον, σὲ τὸν θαυμαστώσαντα δοξάζομεν.

Ἄρχοντα ἐξ ἄλγους ζοφεροῦ, ταῖς πρὸς τὸν Σωτῆρα λιταῖς σου, ταχὺ ἰάτρευσας, ἤγειρας παράλυτον, σφραγίσας δράκοντα, παμμεγέθη, θεσπέσιε, διὰ τοῦ Τιμίου, τοῦ Σταυροῦ ἐνέκρωσας, καὶ τὸν ἀνόσιον, Μίλε θαυμαστῶς ἱεράρχην, τὸν ἐν τῇ συνόδῳ πατέρας, ἰταμῶς ἐμπαίζοντα ἐξήρανας.

Δρόμον μαρτυρίου εὐσθενῶς, σὺν τῶν μαθητῶν σου δυάδι, τῇ καρτερόφρονι, ἤνυσας, μακάριε, καὶ πολυώδυνα, καθυπέμεινας βάσανα, Χριστὸν μεγαλύνων, ὑπὲρ Οὗ τὸ αἷμά σου, προθύμως ἔχεας, Μίλε, ἱεράρχα γενναῖε, ἵνα σὺν Αὐτῷ βασιλεύῃς, ἐν τοῖς οὐρανίοις δόμοις πάντοτε.

Δόξα. Ἦχος β΄.
Ἐργάτης θεόληπτος Εὐαγγελίου, καὶ ὑποφήτης τῆς χάριτος ὤφθης, Μίλε πανένδοξε· στολῇ γὰρ κοσμηθεὶς ἱεραρχίας, καὶ στέμματι ἀθλήσεως, Κυρίῳ ἐν τῷ πόλῳ παρέστης· Αὐτὸν οὖν ἀπαύστως ἱκέτευε, ἱερομάρτυς θειότατε,* ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πάσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας. Καταξίωσον.

Καὶ τὰ Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μνήμην σου τὴν σεπτήν, ἐπιτελοῦντες Μίλε, δοξολογοῦμεν πόθῳ, τὸν σὲ καλῶς ἀνῦσαι, τὸν βίον ἀξιώσαντα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις ἱεραρχῶν, καὶ ἀθλοφόρων γέρας, Περσίδος μέγα κλέος, ἱερομάρτυς Μίλε, ἀνδρείας στηλογράφημα.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Σὺν τῇ πανευκλεεῖ, σῶν μαθητῶν δυάδι, ἐνήθλησας νομίμως, σημειοφόρε Μίλε, τῆς Ἐκκλησίας σέμνωμα.

Δόξα. Τριαδικόν.
Μίλος ὁ θαυμαστός, θεότης τρισαγία, τὸ κράτος Σου ἐκθύμως, ἀθλήσεως τιμίας, τοῖς πόνοις ἐμεγάλυνε.

Καὶ νῦν. Θεοτοκίον.
Σῷζε, τῶν ἀθλητῶν, καὶ τῶν ποιμένων γέρας, Ἁγνὴ Θεοκυῆτορ, τοὺς μέλποντας τὴν μνήμην, τοῦ Μίλου τοῦ ἀλκίφρονος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἱερόθλε Περσίδος γόνε, εὖχος πάντιμον τῆς Ἐκκλησίας, καὶ αἰσχύνης τῶν σεβόντων τὰ εἴδωλα, τὸν σὸν αὐχένα μαχαίρᾳ ὑπέκλινας, καὶ στεφανίτης ἀπῆλθες πρὸς δώματα, Μίλε πάντιμε, ἀφθίτου ἀγαλλιάσεως, Χριστὸν ἡμῖν ἀεὶ ἐξιλεούμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν, Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τὴν ἐκ σοῦ προσληφθείση ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Μίλε, ἱεράρχα ἔνθεε, ἐλέγχων τοὺς δυσσεβεῖς, καὶ ἀνόμους κατέφυγες, εἰς Ἱεροσόλυμα, ὑπ’ αὐτῶν διωκόμενος, ἱερομάρτυς καρτερικώτατε, ἔνθα προεῖπες φθορὰν καὶ ὄλεθρον, ταύτης τῆς πόλεως, προφητῶν ἑπόμενε τῶν θεαυγῶν, καὶ πατέρων καύχημα Χριστοῦ τῆς πίστεως. (Δίς)

Μίλε, μαρτυρίου σκάμματα, σὺν ξυνωρίδι σεπτῇ, μαθητῶν σου διήνυσας, ὥσπερ ἄλλου πάσχοντος, καὶ στεῤῥῶς καθυπέμεινας, τμῆσιν αὐχένος τοῦ πανιέρου σου, Χριστὸν δοξάζω τὸν σὲ ἰσχύσαντα, τρῶσαι τοὺς σέβοντας, εἴδωλα τὰ ἄψυχα καὶ τοὺς πιστούς, κατευφράναι βλέποντας τὰς ἀριστείας σου. (Δίς)

Μίλε, τῆς Περσίδος βλάστημα, δι’ ἀκραιφνῆ βιοτήν, Τελεπόλεως πέφηνας, ἱεράρχης ἔνδοξος, καὶ ποιμὴν θεοπρόβλητος· ποδηγετήσας σοφῶς γὰρ ποίμνην σου, πρὸς οὐρανίους νομὰς διώδευσας, τρίβον ἀθλήσεως, εὐσθενῶς καὶ εἴληφας παρὰ Θεοῦ, χάριν τῶν ἰάσεων, πανιερώτατε.

Μίλε, Ἐκκλησίας σέμνωμα, σοφίας στόμα χρυσοῦν, καὶ χαρίτων κειμήλιον, Ἀμμωνίου πέφηνας, μαθητὴς ἐνθεώτατος, τοῦ τῆς ἐρήμου πατρὸς πανόσιε, τοῦ δείξαντός σοι ὁδὸν θεώσεως· ὅθεν τιμῶντες σέ, σὺν αὐτῷ πρεσβείαις σου θειοπειθεῖς, πόθῳ ἐκδεχόμεθα πιστῶν οἱ σύλλογοι.

Δόξα. Ἦχος πλ. β΄.
Ἀῤῥαγέστατον ἑδραίωμα τῆς ἐν Περσίδι Ἐκκλησίας, καὶ ποιμὴν ἀληθινὸς χρηματίσας, ὡς δοχεῖον τοῦ Πνεύματος καὶ Ἀποστόλων ὁμότροπος, πιστοὺς κατηύφρανας Μίλε παμμακάριστε· σὺ γὰρ Εὐαγγελίου τὸν σπόρον ἀκαμάτως σπείρων ἅπασι, καὶ θαυμαστωθεῖς ἀξίως παρὰ τοῦ νέμοντος τὰ γέρα Κυρίου, ἠνδραγαθήσας πρὸ βημάτων ἀθέων, καὶ κοινωνὸς Μαρτύρων γέγονας· διό σε μακαρίζοντες, ὡς τροπαιοῦχον ἱεράρχην καὶ στεφανίτην ἀθλοφόρον, ταῖς πρεσβείαις σου αἰτούμεθα, πρὸς Ἰησοῦν τὸ φιλεύσπλαγχνον Κύριον, ἵνα ἠρέμως τὸν βίον διάγωμεν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τό, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (κε΄ 10-22)
Χάρις καὶ φιλία ἐλευθεροῖ, ἄς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς εὐσυναλλάκτως. Μῆλον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεκται, λόγος σοφὸς εἰς εὐήκοον οὗς. Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως Ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ. Ὥσπερ ἄνεμοι καὶ νέφη και ὑετοὶ ἐπιφανέστατα, οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ. Ἐν μακροθυμίᾳ εἰοδία βασιλεύσι, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ. Μέλι εὑρὼν φάγε τὸ ἰκανόν, μήποτε πλησθεὶς ἐξεμέσῃς. Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε. Ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν, οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ. Ὁδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ. Ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτως προσπεσὼν πάθος ἐν σώματι καρδίαν λυπεῖ. Ὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ἐν ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν. Ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε΄ 15-23, στ΄ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Τὸν πανένδοξον ποιμενάρχην τῆς Ἐκκλησίας, καὶ τροπαιοφόρον ἀθλητὴν τοῦ σταδίου Μῖλον, ἐγκωμιάσωμεν ᾄσμασιν· οὗτος γὰρ θεοφιλῶς ποιμάνας, τὴν ἐμπιστευθεῖσαν αὐτῷ οὐρανόθεν ποίμνην, εὐσεβείας τὸ κράτος ἐμεγάλυνε, πράξεσι καὶ ῥήμασιν· ἀξιωθεὶς οὖν ὑπὲρ τῆς ἀληθείας ἀθλῆσαι, καὶ ὡς δῶρον ἑαυτὸν τῷ Χριστῷ προσάξαι, Αὐτῷ πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῶν ἀρετῶν τὰς ἀτραποὺς διοδεύσας, καὶ εὐσεβῶς πολιτευσάμενος, ἐμαγεῖον Ἀρχιερέων Μίλε, γέγονας· φίλος γὰρ γνήσιος ὀφθεὶς τοῦ Κτίσαντος, προορατικοῦ ἠξιώθης χαρίσματος, καὶ ἰατὴρ τῶν σοὶ καταφευγόντων· ἀθλητικῶν οὖν περατώσας τὸν βίον, στεφανίτης πρὸς πόλον ἀπῆλθες, ἔνθα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Τῷ κάλλει τῶν λόγων σου τὴν Ἐκκλησίαν φαιδρύνας, καὶ λαὸν τῆς Περσίδος ἴθυνας πρὸς σωτηρίαν, Μαρτύρων ἀκρέμων ἐδείχθης, Μίλε ἱερομάρτυς ἀήττητε· διό σου νῦν τὴν μνήμην ἑορτάζοντες, καὶ τὴν ὑπερθαύμαστον εἰκόνα σου κατασπαζόμενοι, ἥν θαυμαστῶς ἡμῖν ἄρτι δέδωκας, ἀρωγὴν σὴν θείαν ἐξαιτούμεθα.



Δόξα. Ἦχος δ΄.
Βασιλίσκου τοῦ ἄρχοντος τὰ φρυάγματα κατεπάτησας, καὶ σὺν μαθητῶν σου τὴ παναρίστῳ δυάδι, τὸν δρόμον τοῦ μαρτυρίου τετέλεκας, Μίλε ὑπέρτιμε· τούτων γὰρ λίθοις καταχωσθέντων, ξίφους σὺ τὴν ἀκμὴν ὑπέμεινας, καὶ στεφάνοις έκοσμήθης ἀφθίτου δόξης, καὶ οὐρανοπολίτης σὺν αὐτοῖς γέγονας πανιερώτατε· μὴ οὖν ἐλλίπῃς Χριστὸν ἱκετεύων ἀπαύστως, καταπεμθῆναι ἡμῖν δαψιλῶς τοῖς τιμῶσί σε, χάριν καὶ δύναμιν πατῆσαι, τοῦ μισοκάλου Βελίαρ τὴν ἔπαρσιν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μίλε τῆς Χριστοῦ, Ἐκκλησίας καύχημα, Περσίδος γόνε ὑπέρτιμε, Μαρτύρων πρώταθλε, καὶ Ἀρχιερέων, θεοσόφων πρόβολε, Χριστὸν ὑπὲρ ἡμῶν καθικέτευε, τῶν εὐφημούντων σου, νῦν τὴν μνήμην τὴν ὑπέρλαμπρον, καὶ ζητούντων τὰς θείας πρεσβείας σου.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πανεύφημε Μίλε ὡς φωστήρ, ποιμασίας ἔλαμψας, αὐγάζων πάντας πυρσεύμασι, τῶν θείων λόγων σου, καὶ ὡς σελασφόρος, ὀθρινὸς ἐσκέδασας, ἀστὴρ τῆς ἀθεΐας τὴν ζόφωσιν· διὸ τιμῶντές σου, τοὺς καμάτους μεγαλύνομεν, τὸν σοφίᾳ, ἀφθόνως σε πλήσαντα.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Ἀυτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πανεύφημε Μίλε ἀθλητῶν, καρτερῶν ἀπαύγασμα, σὺν μαθητῶν σου ἐνήθλησας, δυάδι ἄριστα· σὺ γὰρ ὑπομείνας, αἰκισμοὺς καὶ μάστιγας, ἐπλήγης ὑπὸ ξίφους, πανένδοξε, ἀθέων· ὅθεν σε, μακαρίζομεν γηθόμενοι, οἱ ποθοῦντες, σοὺς ἄθλους μιμήσασθαι.

Δόξα. Ἦχος πλ. δ΄.
Στομωθεὶς τη θείᾳ ἀγάπῃ, καὶ μὴ πτήξας ἀθέων μανίαν, ἐν ἀκαταβλήτῳ ἀνδρείᾳ ἠγωνίσω, καὶ στεφάνους δόξης ἀπείληφας, Μίλε ἱερώτατε· Χριστὸν οὖν νῦν ἀποκεκαλυμμένως ὁρῶν ἐν πόλῳ, καὶ Αὐτοῦ τῆς δόξης ἀπολαύων, μὴ ἐλλίπῃς ἱκετεύων, ὑπὲρ τῶν τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἱερόθλε Περσίδος γόνε, εὖχος πάντιμον τῆς Ἐκκλησίας, καὶ αἰσχύνης τῶν σεβόντων τὰ εἴδωλα, τὸν σὸν αὐχένα μαχαίρᾳ ὑπέκλινας, καὶ στεφανίτης ἀπῆλθες πρὸς δώματα, Μίλε πάντιμε, ἀφθίτου ἀγαλλιάσεως, Χριστὸν ἡμῖν ἀεὶ ἐξιλεούμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν, Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τὴν ἐκ σοῦ προσληφθείση ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Φωτίζεις τηλαυγῶς, τὴν ὑφήλιον πᾶσαν, ἀστὴρ ὡς ὀρθρινός, ἡ ἁγία σου μνήμη, αὐγαῖς τῶν καμάτων σου, καὶ ἀκτῖσιν ἀθλήσεως, τῆς τιμίας σου, Ἱερομάρτυς ἀνδρεῖε, Μίλε πάνσοφε· διό σε πάντες ὑμνοῦμεν ἐν σκότει οἱ κείμενοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὑπάρχεις ἀρωγός, ταχινὴ καὶ προστάτις, ἁπάντων τῶν βροτῶν, Θεοτόκε Παρθένε, τῶν πόθῳ ἑκάστοτε, τὴν πληθὺν τῶν θαυμάτων Σου, Ἀπειρόγαμε, μεγαλυνόντων καὶ πίστει, τὸ πανένδοξον, τοῦ Σοῦ Υἱοῦ δοξαζόντων, καὶ πάνσεπτον ὄνομα.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἑνιαύσιος ἀμνὸς κατεσφάγης, Ἱερομάρτυς πνευματεμφόρε Μίλε, Περσίας σεμνολόγημα καὶ θείαις βαφαῖς, σῶν αἱμάτων ἔχρωσας πορφυροῦν τὸν χιτῶνα, τῆς Ἱεραρχίας σου καὶ πρὸς πόλον μετέστης, σὺν τῇ σεπτῇ δυάδι Μαθητῶν, τῶν εὐκλεῶν σου Μαρτύρων ἀκρώρεια.
Δόξα. Ἦχος ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ἑορτὴ χαρμόσυνος, τοῦ Ἱεράρχου, καὶ γενναίου Μάρτυρος, πᾶσιν ἐξέλαμψεν ἡμῖν, νῦν Μίλου τοῖς ἀνακράζουσι· κινδύνων ῥῦσαι, σοὺς πρόσφυγας Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ ἀεὶ δοξάζουσι, χοροὶ ἀΰλων, Ἀγαθὴ δυνάμεων, καὶ τῶν ἀνθρώπων γενεαί, ἀξίως Μῆτερ Ἀνύμφευτε, Εὐλογημένη, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Περσίδος ἔκθρεμμα, ποιμὴν θειότατε, καὶ Μάρτυς ἄριστε, λαῷ ἐδίδαξας, Εὐαγγελίου τὰς ἀρχάς, καὶ χαίρων σὺν Μαθητῶν σου, τῇ δυάδι ἤθλησας καὶ στεφάνους ἀπείληφας· ὅθεν θαυματόβρυτε, σοῦ τὴν μνήμην γεραίροντες, φωναῖς ἀνευφημοῦμεν αἰσίαις· Χαίροις, πνευματοφόρε Μίλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾷ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.





Οἱ Ἀναβαθμοὶ τοῦ δ΄ ἤχου. Ἀντίφωνον Α'
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον. (Ματθ. ι΄ 17-22)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ποιμαντικοῖς καμάτοις Θεῷ εὐαρεστήσας, μαρτυρικῷ τέλει πρὸς Αὐτὸν ἐξεδήμησας, θαυματόβρυτε Μίλε· καὶ νῦν ἐν ταῖς ἀγκάλαις τοῦ Ἀβραὰμ ἀναπαυόμενος πρέσβευε τῷ Ἐλεήμονι Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου ἐκ τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος· καὶ τοῦ Ἁγίου ὁ ἐξῆς, οὗ ἡ ἀκροστιχίς: ΘΑΥΜΑΣΤΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΕΠΑΙΝΩ ΜΙΛΟΝ. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θαυμάτων τὸν πρόξενον, Ἱερομάρτυρα ἔνδοξον, ὑμνῆσαι ἀξίωσον, ἀχρεῖον δοῦλον τὸν σόν, Παντευλόγητε, Χριστὲ θεόπνουν Μίλον, Περσίδος τὸ βλάστημα, καὶ θεῖον σέμνωμα.
Ἀνύσας τὸν βίον σου, θεοφιλῶς κατηξίωσαι, εὐκλείας πανάριστε, μαρτυρικῆς καὶ χρυσοῦν, φέρων στέφανον, ἀθλήσεως μετέστης, πρὸς θεῖα σκηνώματα, Μίλε θεόπνευστε.
Ὑμνῶν νῦν Ἐπίσκοπε, θεοφιλές τὴν πανάμωμον, ἐν γῇ πολιτείαν σου, καὶ τῶν θαυμάτων πληθύν, πόθῳ κράζω σοι· ἀμέμπτως διαπλεῦσαι, τοῦ βίου με πέλαγος, Μίλε ἀξίωσον.
Θεοτοκίον.
Μητράνανδρε Δέσποινα, Θεοῦ σεπτὸν οἰκητήριον, οἰκῆσαι ἀξίωσον τὸν Σὲ ὑμνοῦντα λαμπρῶς ἐν τοῖς δώμασι τοῖς θείοις μετὰ πότμον σὺν Σοὶ καὶ τῷ Μάρτυρι Μίλῳ τῷ ἔμφρονι.







ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀστείρευτον βρύσιν θαυμασίων, ἀνέδειξέ σε Ἀρχιερεῦ, καὶ Μάρτυς ἀκατάβλητε, τοῦ Παναγίου Πνεύματος, ἡ χάρις ἡ ῥωννύουσα, τοὺς ἀσθενεῖς Μίλε ἅπαντας.
Στηρίζων λαὸν τῇ ἀληθείᾳ, Περσίδος ἐδίωξας ἀχλύν, τῆς ἀθεΐας ἔνδοξε, καὶ ἧμαρ ἐξανέτειλας, θεογνωσίας ἅπασι, θεόφρον Μίλε πανθαύμαστε.
Ταμὼν ἀθεΐας τὰς τριβόλους, δρεπάνῃ τῶν λόγων σου σπορεύς, Ευαγγελίου πέφηνας, ἀκάματος τρισόλβιε ποιμὴν θεοφορούμενε, καὶ μῦστα Μίλε θειότατε.
Θεοτοκίον.
Οὐράνιον μάνα αἱ λιταί Σου, ἠμᾶς διατρέφουσιν ἀεί, τοὺς ἐκζητοῦντας Δέσποινα, τὸν Σὸν Υἱὸν καὶ Κύριον, καὶ τοῦ λιμοῦ σκοτόμαιναν, πνευματικοῦ ἀπελαύνουσι.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Βίῳ σώφρονι, ἀεὶ ἐκλάμπων, δῶρον ἅγιον, σαυτὸν προσῆξας, τῷ τοῦ κόσμου Λυτρωτῇ δι’ ἀθλήσεως, καὶ σὺν Ἁγίοις λαμπρῶς εὐφραινόμενος, νῦν ἀσιγήτως δοξάζεις τὸν Κύριον, Ὅν ἱκέτευε δωρήσασθαι τοῖς τιμῶσί σε, ὑγείαν κατ’ ἄμφω Μίλε ὄλβιε.
Δόξα. Τὸ αὐτὸ. καὶ νῦν. Θεοτοκίον.
Θείοις χεύμασι, τῶν οἰκτιρμῶν σου, Μῆτερ ἄγονον ,ψυχὴν σοῦ δούλου, ἀρετῶν πρὸς εὐκαρπίαν κατάρδευσον, καὶ ψυχοφθόρων τοῦ χείρονος ἕξεων, ταχέως ῥῦσαί με πάντων βοήθεια, ἵνα ὕμνοις σε εὐήχοις τιμῶ Σε πάντοτε, Ἁγνὴ Εὐλογημένη Κοσμοσώτειρα.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νῦν τὴν μνήμην σου τιμῶντες, Μίλε θεῖε τὴν πάνσεπτον, χαῖρε τοῦ Ὑψίστου, θεῖε στρατιῶτα πανάριστε, ὁ εὐθαρσῶς στρατιώτης ἀρνησάμενος, διὰ Κύριον, γενέσθαι ἄνακτος κράζομεν.
Ἱεράρχης κατ’ ἀξίαν, ὄντως Μίλε μακάριε, ἐχειροτονήθης, ὑπὸ Γενναδίου τοῦ Μάρτυρος, ὁμολογίας Χριστοῦ τοῦ κρηπιδώματος, οὗ τοῖς ἴχνεσι, περιχαρῶς ἠκολούθησας.
Ἔργοις καὶ διδασκαλίαις, ἀνομοῦντας διήλεγχες, καὶ ὀρθοτομοῦντας, λόγους ἀληθεῖας κατηύφρανας, Ἀρχιερέων λαμπρότης Μίλε πάντιμε· ὅθεν μνήμην σου, τιμῶμεν ὕμνοις τὴν πάμφωτον.
Θεοτοκίον.
Ῥαθυμίας τὴν ὁμίχλην, Θεοτόκε ἀπέλασον, ἀφ’ ἡμῶν τῶν πίστει, Σὲ ἀνευφημούντων ἑκάστοτε, φωτὶ ἀδύτῳ τοῦ Τόκου τοῦ πανσέπτου Σου, καὶ ὑπόδειξον, ἡμῖν ὁδοὺς ἐγρηγόρσεως.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὀργὴν προεφήτευσας, Θεοῦ τὴν καταστρέψασαν, πόλιν ἀπειθήσασαν σοῖς λόγοις, θεόφρον Μίλε, φεῦ ἄλγους σε κολασμῶν, ἐμπλήσασαν Μάρτυς εὐσταλές, καὶ κακῶς διώξασαν, Ἱεράρχα, σὲ ὄλβιε.
Μετέβης μακάριε, εἰς τὰ Ἱεροσόλυμα, χάριν προσκυνήσεως τοῦ Τάφου, τοῦ Ζωοδόχου, Χριστοῦ τοῦ ὄντως Θεοῦ, καὶ χάριτι θείᾳ Ἀμμωνᾷ, τῷ Ἀββᾷ ὑπήντησας, Μίλε οὗ τὴν σοφία ἐθαύμασας.
Ἀνύσας τὸν βίον σου, ὁσίως Μίλε δράκοντος, ἔθλασας τὴν κάραν δι’ εὐχῆς, σου καὶ τῇ δυνάμει, τοῦ Ζωηφόρου Σταυροῦ, στηρίγματος θείου εὐσεβῶν, καὶ καιρίου τραύματος, τοῦ δεινοῦ πολεμήτορος.
Θεοτοκίον.
Ῥανίδας ἀπόσμηξον, δακρύων μου Θεόνυμφε, μάκτρῳ τῶν θερμῶν ἱκεσιῶν Σου, πρὸς τὸν Σωτῆρα, καὶ Παντεπόπτην Θεόν, καὶ πλῆσον ἀφάτου με χαρᾶς, ἥν δωρίζει ἅπασιν, ὁ Θεάνθρωπος Τόκος Σου.

Ωδὴ στ΄. Τὴν θείαν ταύτην.
Τελοῦντες Μίλε τὴν μνήμην σου, τὴν θείαν σοι τρανῶς χαῖρε κράζομεν, θαυμάτων ἔσοπτρον, ὁ ἐν Συνόδῳ Ἐπίσκοπον, ἐμπαίζοντα τοὺς ἄλλους, ξηράνας λόγοις σου.
Ὑμνοῦμέν σε τὸν καθαράντα, ἐκ νόσου ἀνιάτου τὸν ἄρχοντα, ταχὺ προστρέξαντα, ταῖς σαῖς ἐνθέρμοις ἐντεύξεσι, πρὸς τὸν Χριστὸν Ὅν Μίλε, ἐν γῇ ἐδόξασας.
Ῥωσθεὶς τοῦ Πνεύματος χάριτι, δαιμόνια εὐχαῖς σου ἐξέβαλες, καὶ ἄνδρα κείμενον, ἐν τῷ κραββάτῳ ἀνώρθωσας, ἐνιαυτοὺς ἐννέα, θεοφιλέστατε.
Θεοτοκίον.
Ἁγνείας τέμενος πάμφωτον, θεότευκτε ναὲ ταπεινώσεως, καὶ πολυτίμητον, τῆς παρθενίας κειμήλιον, ἀπαύστως Θεοτόκε, Σὲ μεγαλύνομεν.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἱερατεύσας ἐν Περσίδι τῷ Παντάνακτι, ἀγγελικῶς καὶ ἀθεΐας ξίφος εὔθηκτον, ἐπομφεὶς ἐν τῷ σταδίῳ γενναιοφρόνως, ἠνδραγάθησας διό συ θαυματόβρυτε, ἀνυμνοῦντες τὰ θαυμάσια παλαίσματα, ἀνακράζομεν· Χαίροις Μίλε πανένδοξε.
Ὁ Οἶκος.
Ἄγαλμα εὐψυχίας, καὶ κανὼν ποιμασίας, ἐπώμφθης ἱερόαθλε Μίλε· καθελὼν γὰρ ἀθέων ὀφρῦν, μαρτυρίου δρόμον εὐθαρσῶς ἤνυσας· διό σου τὰ παλαίσματα, γεραίροντες πιστῶς βοῶμεν·
Χαῖρε, τὸ θεῖον Περσίδος θρέμμα·
χαῖρε, ὡραῖον Μαρτύρων στέμμα.
Χαῖρε, τῆς σοφίας τὸ στόμα τὸ εὔσημον·
χαῖρε, τῆς ἀνδρείας τὸ εὖχος τὸ πάντιμον.
Χαῖρε, ὅτι προεφήτευσας τὴν ὀργὴν τῆν τοῦ Θεοῦ·
χαῖρε, ὅτι ἐπεδίωξας σωτηρίαν τοῦ λαοῦ.
Χαῖρε, ὁ παρειμένον ἐκ τῆς κλίνης ἐγείρων·
χαῖρε, ὁ δαιμονίων τὸν ἑσμὸν ἐκδιώκων.
Χαῖρε, σεπτῶν χαρίτων κειμήλιον·
χαῖρε, πολλῶν θαυμάτων κειμήλιον.
Χαῖρε, πιστῶν μαθητῶν σου φαιδρότης·
χαῖρε, κανὼν ἀθλητῶν καὶ σεμνότης.
Χαίροις, Μίλε πανένδοξε.

Συναξάριον.
Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μίλου Ἐπισκόπου Τελεπόλεως τῆς Περσίδος, καὶ τῶν δύο Μαθητῶν αὐτοῦ.
Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,
Σφαγῇ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.
Οὐχ ὡς Ἀδὰμ μήλου θανάτου ἐγεύσω,
ἀλλ’ ἀφθαρσίας, Μίλε, τῆς ἐν τῷ πόλῳ.
Οὗτος ὁ ἅγιος Πατὴρ ἡμῶν Μίλος, ἐν μιᾷ πόλει τῶν Περσῶν τεχθεὶς καὶ βαπτισθείς, τὰ ἱερὰ γράμματα ἐξεμάνθανε. Μέλλοντα δὲ αὐτὸν στρατευθῆναι τῷ ἐκεῖσε βασιλεῖ, εἰς ἡλικίαν ἐλάσαντα, ὀπτασία διεκώλυσε τοῦτον νυκτερινὴ καὶ φοβερά· καὶ ἔκτοτε ἐν παρθενίᾳ ἦν καὶ ἀσκήσει, ἐξιλεούμενος τὸν Θεὸν ὑπέρ τε ἑαυτοῦ καὶ παντὸς τοῦ γένους αὑτοῦ. Καταλιπὼν δὲ τὴν πόλιν αὑτοῦ μετὰ χρόνους τινάς, γέγονε Μοναχός· καὶ οἰκήσας ἐν ᾧ τόπῳ ὁ Προφήτης Δανιὴλ τὰς ὀπτασίας ἑώρακεν, ἀξιοῦται τῆς ἐπισκοπῆς τῆς ἁγιωτάτης Ἐκκλησίας, διὰ χειρὸς Γενναδίου Ἐπισκόπου, Ὁμολογητοῦ καὶ Μάρτυρος γενομένου. Καὶ πολλὰ κοπιάσας ἐκεῖ ὁ Ἅγιος, ἐλέγχων καὶ ἔργοις καὶ λόγοις τοὺς ἀνομοῦντας, εἶτα τυπτόμενος ὑπ᾿ αὐτῶν καὶ διωκόμενος, ὡς ἔγνω τούτους ἀδιορθώτους, προκηρύξας αὐτοῖς τὴν μέλλουσαν ἐπελθεῖν αὐτοῖς ἐκ Θεοῦ ὀργήν, ἀνεχώρησεν.
Ἤδη δὲ τριμηνιαίου παραδραμόντος καιροῦ, καὶ τῶν ἀρχόντων τῆς πόλεως αὐτοῦ, ἐξ ἁμαρτίας τινός, θυμῷ περιπεσόντων βασιλικῷ, τὴν μὲν πόλιν ὁ βασιλεύς, στρατιώτας ἀποστείλας μετὰ τριακοσίων ἐλεφάντων, τελείως κατέστρεψε, τοὺς δὲ ταύτης οἰκήτορας, ἀπέκτεινεν ἐν μαχαίρᾳ. Ὁ δὲ Ἅγιος, καταλαβὼν τὰ Ἱεροσόλυμα, ἀπῆλθε πρὸς Ἀμμώνιον, μαθητὴν τοῦ ἁγίου Ἀντωνίου· καὶ ποιήσας ἐκεῖ χρόνους δύο, ὑπέστρεψεν ἐν Περσίδι. Ἐν δὲ τῷ ὑποστρέφειν αὐτόν, ἦλθε πρὸς Μοναχόν τινα, σπήλαιον οἰκοῦντα· καὶ ἰδὼν δράκοντα φοβερόν, εἰσιόντα ἐν ᾧ ἦν σπηλαίῳ, τριάκοντα δύο πήχεων ὄντα, λέγει πρὸς αὐτόν· Ἔφθασε, δράκων, ἐπὶ σὲ ἡ ῥομφαία τοῦ Κυρίου· καὶ ὡς εἶπε, τὴν τοῦ τιμίου Σταυροῦ σφραγῖδα δεξάμενος ὁ δράκων καὶ φυσηθείς, διεῤῥάγη.
Ὁ δὲ Ἅγιος, ἀπελθὼν ἐν τῇ πόλει αὑτοῦ, ᾠκοδόμησεν ἐκκλησίαν, εἰς συγγνώμην τοῦ ἀπειθήσαντος λαοῦ, καὶ πικρῷ θανάτῳ τοῦ ζῆν ἀπαλλαγέντος. Καὶ χρόνον ἐκεῖσε ἱκανὸν διαβιβάσας, εἰς τὴν Κτησιφῶντα πόλιν ἀφίκετο· ἐν ᾗ καὶ σύνοδον εὑρὼν Ἐπισκόπων, ἔστη ἐν μέσῳ αὐτῶν ἐλέγχων τὸν Ἐπίσκοπον, δι᾿ ὃν καὶ ἡ σύνοδος γέγονε. Τοῦ δέ, ἐξευτελίζοντος τὸν Ἅγιον καὶ μυκτηρίζοντος καὶ τοῖς αὑτοῦ προβλήμασιν ἐπὶ πάντων ἐγκαυχωμένου, ὁ Ἅγιος πρὸς αὐτόν, «Ἐπειδὴ ἀδιόρθωτος, φησί, μένων, ἀλαζονεύῃ γαυριῶν κατὰ τῶν τοῦ Κυρίου μου Ἀρχιερέων, οὓς ἐπισυνῆψε τὸ Πνεῦμα τὸ Ἅγιον, ἤδη ἔφθασεν ἐπὶ σὲ ἡ ὀργὴ τοῦ Κυρίου, ἡμίξηρόν σε ἀποκαθιστῶσα ἐπὶ χρόνοις πλείστοις, ἐφ᾿ ᾧ διὰ σοῦ καὶ τοὺς λοιποὺς σωφρονισθῆναι». Καὶ ἅμα τῷ λόγῳ, σκηπτὸς ἐξ οὐρανοῦ κατελθὼν ἀπὸ βροντῆς φρικώδους, ὡς εἶδος ἀστραπῆς, ἡμίξηρον αὐτὸν εἰργάσατο καὶ ἔμεινεν οὕτως ἐπὶ χρόνους δώδεκα ἡμίξηρος. Καὶ μετὰ ταῦτα τὴν πόλιν ἐκείνην λιπών, πάλιν εἰς ἑτέραν πόλιν ἀφίκετο.
Ὁ γοῦν ἄρχων τῆς πόλεως, χαλεπῇ μαστιζόμενος νόσῳ ἐπὶ χρόνοις δυσί, τὴν τούτου παρουσίαν μαθών, μηνύσας, ἱκέτευεν ἀφικέσθαι πρὸς αὐτόν, εὐχῆς μεταδοῦναι καὶ ἐπισκέψασθαι νοσοῦντα δεινῶς. Καὶ ὡς κατήγγειλε τὴν ἄφιξιν ὁ ἀποσταλείς, ὁ Ἅγιος πρὸς αὐτόν· «Ἄπελθε, φησίν, εἰπὲ τῷ ἀποστείλαντί σε ἀσθενεῖ μεγάλῃ τῇ φωνῇ· Τάδε ὁ Ἐπίσκοπος σοὶ δηλοῖ· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν ἐγὼ κηρύττω ὁ ἀνάξιος καὶ εὐτελής, ἀποβαλοῦ πᾶσαν περιέχουσάν σε νόσον, καὶ περιζωσάμενος τὴν ὀσφύν σου, ἐλθὲ τοῖς ποσί σου περιπατῶν, καὶ ὄψομαί σε». Τοῦ δὲ ἀπελθόντος καὶ εἰρηκότος αὐτῷ κατὰ τὸν τοῦ Ἁγίου λόγον, ὁ ἄρχων ἀναῤῥωσθεὶς καὶ ἐνδυναμωθείς, ὡς μηδοτιοῦν λείψανον τοῦ δεινοῦ νοσήματος περιφέρων, ἀπῆλθε πρὸς τὸν Ἅγιον, οἰκείοις βαδίζων ποσίν· οὗ τοῖς τιμίοις ἑαυτὸν προσρίψας ἴχνεσιν, ἀμφοτέραις χερσὶν ἐπιβαλλόμενος, ἐκυλινδοῦτο καὶ κατησπάζετο, εὐχαριστῶν τῷ Θεῷ, τῷ οὕτως αὐτὸν δοξάσαντι. Τοῦτο τὸ παράδοξον θαῦμα πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπεσπάσατο.
Ἐκεῖσε καὶ δαίμονας ἀπήλασεν ὁ Ἅγιος οὐκ ὀλίγους· καὶ γυναῖκα, κλινήρη οὖσαν ἐπὶ χρόνοις ἐννέα παρειμένην, τῆς χειρὸς κρατήσας ἀνίστησιν ὑγιῆ· καὶ ἀδίκως τινὰ παρ᾿ ἑτέρου ὑφαιρούμενον καὶ τὴν ἀδικίαν δι᾿ ὅρκου καταφρονητικῶς διαβεβαιούμενον καὶ τοὺς λόγους τοῦ Ἁγίου παρ᾿ οὐδὲν θέμενον, διὰ προσευχῆς τὴν τοῦ Γιεζῆ λέπραν καθ᾿ ὅλου τοῦ σώματος σχεῖν παρεσκεύασεν, εἰς διόρθωσιν τῶν πολλῶν. Ὡς ἐκ τούτου πλῆθος οὐκ ὀλίγον τῆς πόλεως προσελθεῖν τῷ Ἁγίῳ καὶ τὴν εἰς Χριστὸν πίστιν ἀνακαλεῖσθαι· καὶ ἕτερα σημεῖα ἐν διαφόροις τόποις οὐκ ὀλίγα ἐποίησεν. Ἀλλ᾿ ὁ Βασιλίσκος τούτων ἀκούσας, μετεστείλατο τὸν Ἅγιον· καὶ παραστήσας σὺν τοῖς δυσὶ μαθηταῖς αὐτοῦ, ὡς εἶδε τὴν εἰς Χριστὸν πίστιν αὐτῶν ἀκλινῆ καὶ ἀσάλευτον, πάμπολλα εἰς αὐτοὺς πρότερον δεινὰ ἐνδειξάμενος, αὐτὸς δι᾿ ἑαυτοῦ τὸ ἴδιον ξίφος σπασάμενος, βάλλει κατὰ τοῦ στήθους τὸν Ἅγιον· ὁμοίως δὲ καὶ ὁ ἀδελφὸς τοῦ Βασιλίσκου, τῷ ἰδίῳ ἀδελφῷ συναιρόμενος, βάλλει καὶ αὐτὸς τὸν Ἅγιον κατὰ τῆς καρδίας. Ὁ δὲ τοῦ Κυρίου Ἀθλητής, ἔτι ἐμπνέων· «Ἐπειδὴ συνεφωνήσατε, φησίν, ἀναίτιον ὄντα με ἀποκτεῖναι, αὔριον ταύτῃ τῇ ὥρᾳ ἐκ χειρὸς ἀλλήλων τὸ αἷμα ὑμῶν ἐκχυθήσεται καὶ ἡ μήτηρ ὑμῶν ἄτεκνος ἔσται». Καὶ ταῦτα εἰπών, παρέδωκε τὴν ψυχὴν τῷ Κυρίῳ. Καὶ τοὺς δύο μαθητὰς αὐτοῦ, εἰς δύο βουνοὺς ἀναγαγὼν ὁ δυσσεβὴς Βασιλίσκος, τοῖς λίθοις συνέχωσε. Τῇ δὲ ἑξῆς ἐξελθὼν ὁ δυσσεβὴς καὶ ὁ αὐτοῦ ἀσελφὸς εἰς θήραν, οὐδὲν λογισάμενοι τὸ τοῦ Ἁγίου πρόῤῥημα, ἔλαφον εὐμεγέθη καταφθάσαντες μονώτατοι, ἐξ ἑκατέρου μέρους αὐτῆς εὑρεθέντες, ἀφῆκαν τὰς λόγχας κατ᾿ αὐτῆς· αἱ δέ, ὡς ῥοίζῳ τινὶ κατ᾿ αὐτῶν ἐλθοῦσαι, ταῖς καρδίαις αὐτῶν ἐμπεπήγασιν. Καὶ οὕτω τὰς ψυχὰς αὑτῶν βιαίως ἀποῤῥήξαντες, τοῦ ζῆν ἀπηλλάγησαν. Οἱ δὲ ἅγιοι τοῦ Χριστοῦ Μάρτυρες ὑπὸ τῶν πιστῶν κηδευθέντες, τὴν ἀτελεύτητον καὶ ἀΐδιον ζῶσι ζωήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Ὁμολογητοῦ Γεδίου τοῦ Ἐπισκόπου, τοῦ καὶ χειροτήσαντος τὸν Ἅγιον Μῖλον.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα· Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.
Ἑξάδα μυστῶν τοῦ Λόγου ὑμνῶ λόγοις,
Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.
Οὗτοί εἰσιν ἐκ τῶν Ἑβδομήκοντα· καὶ οἱ μὲν Ὀλυμπᾶς καὶ Ῥοδίων, ἀκολουθοῦντες τῷ ἁγίῳ Ἀποστόλῳ Πέτρῳ, ἀμφότεροι ἐν Ῥώμῃ τῇ πόλει, ὑπὸ Νέρωνος τὰς κεφαλὰς ἀπετμήθησαν. Ὁ δὲ Σωσίπατρος, οὗτινος πρὸς Ῥωμαίους γράφων ὁ ἅγιος Παῦλος ἐν ἐπιστολῇ μέμνηται, Ἐπίσκοπος Ἰκονίου γενόμενος, ἐν εἰρήνῃ ἐτελειώθη· καὶ πολλά ἐστιν εὑρεῖν πολλαχοῦ τὸν Ἀπόστολον μεμνημένον αὐτοῦ ἐν ταῖς ἐπιστολαῖς. Ὁ δὲ Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ ἐπιστολῇ ὁ μακάριος Παῦλος, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας γεγονὼς καὶ μετὰ ταῦτα Ἐπίσκοπος Πανεάδος, ἐν εἰρήνῃ ἐτελειώθη. Ὁ δὲ Κούαρτος, Ἐπίσκοπος Βηρυτοῦ γενόμενος, καὶ πολλὰ παθὼν ὑπὲρ εὐσεβείας καὶ πλείστους τῶν Ἑλλήνων ἐπιστρέψας ἐπὶ Κύριον, ἐτελειώθη καὶ αὐτὸς ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὁρέστου.
Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,
Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.
Οὗτος ὁ Ἅγιος ὑπῆρχεν ἐκ πόλεως Τυάνων, χώρας Καππαδοκίας. Ὁμολογῶν δὲ τὸν Χριστόν, ἐκρατήθη παρὰ Μαξιμίνου ἡγεμόνος, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ· καὶ μὴ πεισθεὶς θῦσαι τοῖς εἰδώλοις, ἀλλὰ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογῶν, τύπτεται μετὰ ῥάβδων ἰσχυρῶς τοσοῦτον, ὥστε τὰ ἔγκατα τῶν σπλάγχνων αὐτοῦ ἀποσπασθῆναι καὶ φαίνεσθαι ἔξωθεν. Καὶ μετὰ τοῦτο ἀπήχθη εἰς τὸν ναὸν τῶν εἰδώλων· τοῦ δὲ ἐμφυσήσαντος εἰς τὰ εἴδωλα, ἐγένοντο παραχρῆμα ὡσεὶ κονιορτός. Εἶτα παρεδόθῃ τῇ φυλακῇ, καὶ μετὰ ἑπτὰ ἡμέρας, παρέστη τῷ βήματι τοῦ Μαξιμίνου· καὶ πάλιν ἀναγκασθεὶς θῦσαι καὶ μὴ πεισθείς, ἥλοις μακροῖς ἐτρυπήθη τοὺς ἀστραγάλους· καὶ προσδεθεὶς ἀγρίῳ ἵππῳ, μετὰ ἁλύσεων ἐλαυνομένῳ βίᾳ πολλῇ, καὶ ἑλκυσθεὶς μίλλια εἰκοσιτέσσαρα ἀπὸ τῆς πόλεως Τυάνων, παρέδωκε τὸ πνεῦμα.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις.
Θεοστήρικτος τὸν Θεὸν στήσας βάσιν,
Ὄντως θεοστήρικτος ἔργοις ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νόννου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.
Ὅλος γέμων ἦν γνώσεως Θεοῦ Νόννος,
Εἰς καλὸν εἰδὼς καὶ τὰ χείρονα τρέπειν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρτίνου Ἐπισκόπου Ταρακίνης.
Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,
Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.







Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Καλλιόπιος καὶ Νῖρος ξίφει τελειοῦνται, καὶ ὁ Ἅγιος Μάρτυς Ὠρίων, ζῶν ἐμβληθεὶς τῇ γῇ τελειοῦται..
Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας,
Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.
Ὑπῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,
Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.
Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,
Ὑπὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.

Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δημητριανοῦ, Ἐπισκόπου Ἀντιοχείας, κατὰ τῷ 3ῳ αἰῶνι μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Καππαδόκου, κοιμηθέντος ἐν ἔτει 1924.
Ἀσκήσει Ἀρσένιε Χριστὸν δοξάσας,
Δόξης κατηξίωσαι τῆς ὑπὲρ λόγον.
Οὗτος ὁ μακάριος καὶ νεοφανὴς ἐν Ἁγίοις Πατράσιν, ὥρμητο ἐξ Ἀνατολῆς, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, Ἐλευθερίου καὶ Βαρβάρας τὴν κλῆσιν, ἐν ἔτει 1840, ἐν τινι χωρίῳ ἐγγὺς τῆς Καισαρείας, Φάρασα κοινῶς λεγομένῳ.
Κάτοχος γενόμενος τῆς ἐγκυκλίου παιδείας, καὶ ἀγαπήσας ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν Κύριον, ἠκολούθησεν αὐτῷ, φθάσας τὸ εἰκοστὸν ἕκτον ἔτος τῆς ἑαυτοῦ ἡλικίας. Περιβληθεὶς τὸ σχῆμα τῶν Μοναχῶν ἐν τῇ ἐκεῖσε Μονῇ τοῦ Τιμίου Προδρόμου, ἔλαβε τὸ ὄνομα Ἀρσένιος, ἀντὶ Θεοδώρου, οὗ πρότερον ἐκαλεῖτο· ἔνθεν συντονωτάτῃ ὑποβέβληται ἀσκήσει, νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι καὶ ἀεννάοις προσευχαῖς σχολάζων, καὶ κατατήκων τὴν σάρκα, καὶ μυστικαῖς θεωρίαις καὶ θείαις ἐλλάμψεσι λαμπρύνων τὴν ἑαυτοῦ ψυχήν. Ὅθεν ὁ Κύριος, ἀμειβόμενος τοὺς κόπους αὐτοῦ, δέδωκεν αὐτῷ πλουσίαν τὴν χάριν τῶν θαυμάτων· πολλοὺς γὰρ ἀσθενοῦντας ἰάσατο, καὶ δαιμονῶντας τῆς μάστιγος ἐῤῥύσατο, πιστοῖς καὶ ἀπίστοις προσεφαπλῶν τῆς εὐεργεσίας τὸν πλοῦτον. Καὶ ἐν Σιὼν ἱερουργῶν σὺν ἄλλοις ἱερεῦσιν, ἔλαμψε τὸ πρόσωπον αὐτοῦ, διαδοθείσης ἐν αὐτῷ τῆς ἔνδοθεν αὐτοῦ χάριτος καὶ λαμπρότητος.
Ὁσίως καὶ ἀμέμπτως διανύων τὴν ζωήν, καὶ περιφανὴς καὶ αἰδέσιμος ταῖς κατ’ ἀρετὴν προκοπαῖς καὶ ἐπιδόσεσι γεγονώς, παρεγένετο ἐν Ἔλλάδι σὺν πᾶσι τοῖς ἐν Μικρᾷ Ἀσίᾳ Χριστιανοῖς, ἐν ἔτει 1924 κατὰ μῆνα Αὔγουστον, ἀνταλλαγῆς καὶ μετοικεσίας γενομένης, καὶ ἐγκατεστάθη ἐν τῇ νήσῳ Κερκύρᾳ, ἔνθα μετὰ τεσσαράκοντα ἡμέρας, μικρὸν νοσήσας, καὶ προειπὼν τὸν ἑαυτοῦ θάνατον, μετέστη πρὸς τὰς οὐρανίους καὶ αἰωνίους μονάς, τὸ ὀγδοηκοστὸν καὶ τρίτον ἄγων τῆς ἡλικίας ἔτος.
Παρεληλυθότων δὲ τριάκοντα καὶ τεσσάρων ἐτῶν, ἐγένετο ἡ ἀνακομιδὴ τῶν τιμίων αὐτοῦ λειψάνων, ὑπὸ τοῦ Γέροντος Παϊσίου τοῦ Ἁγιορείτου, ἅτινα καὶ κατετέθησαν ἐν τῇ Γυναικείᾳ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, τῇ οὔσῃ ἐγγὺς τῆς Σουρωτῆς Θεσσαλονίκης.
Ἧν δὲ ὁ Ὅσιος κατὰ τὸν τύπον τοῦ σώματος, τῇ ἡλικίᾳ εἰς ὕψος ἐκτεινόμενος· τῇ ὄψει ἰσχνός, τῇ συντόνῳ ἀσκήσει· εἶχε τρίχωμα δασύ, ὡσαύτως καὶ ὀφρῦς, τὴν δὲ γενειάδα καθικνουμένην ἄχρι τοῦ στήθους· ὀφθαλμοὺς μεγάλους, καὶ μέτωπον εὐρύ, τοῖς δὲ τρόποις ἧν σύννους καὶ αὐστηρός, οἱονεὶ ὁρῶν τὸν ἀόρατον, κατὰ τὸν θεῖον Παῦλον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἔστης ἄλκιμε, πρὸ Βασιλίσκου βήματος, ἐχθροῦ τῆς πίστεως, ὡς στρατιώτης Χριστοῦ, γενναῖος καὶ λόγοις σου, σοφοῖς κατήσχυνας, Μίλε πάντιμε, αὐτὸν λαὸν προτρέποντα, προσκυνεῖν ἀψύχοις λίθοις.
Παντοφίλητε, Περσίδος Μίλε βλάστημα, ἀνευφημοῦμέν σε, καὶ τοὺς καμάτους τούς σους, οὔς ἔτλης γηθόμενος, ὑπὲρ τῆς πίστεως, μεγαλύνομεν, ἀναβοῶντες· κλέϊσμα, πέλεις Πάτερ Ἐκκλησίας.
Ἄθλους σέβομεν, Ἀρχιερεῦ τρισόλβιε, τοὺς πανιέρους σου, καὶ τὴν σεπτήν σου θανήν, ὑμνοῦμεν κραυγάζοντες· σταδίου πρώταθλε, χαῖρε καύχημα, ἱεροάθλων πίστεως, καὶ κατάπτυσμα ἀθέων.
Θεοτοκίον.
Ἵνα δόξαν σου, εὐλογημένην Δέσποινα, θεοχαρίτωτε, ὑμνολογῶ ἐσαεί, παθῶν ἀδοξίας με, κραυγάζω λύτρωσαι, καὶ φαυλότητος, δεινῆς ἀλλοτριούντων με, Ἀγαθὴ παραπτωμάτων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νύκτα ψυχοφθόρου ἀθεΐας, διδάγμασι πρακτικοῖς σου ἀπεδίωξας, ἀνατείλας πάνσοφε, ἧμαρ πανευφρόσυνον, τῇ ποίμνῃ σου διόπερ νῦν ἀνευφημοῦμέν σε, οἱ κείμενοι, ἐν σκότει ἀνόμου, πολιτείας Μίλε, καὶ ζόφῳ ἁμαρτίας.
Ὤφθης Ἱεράρχης θεοφόρος, καὶ Μάρτυς τῆς ἀληθείας ἀκατάβλητος, Μίλε παναοίδιμε, τῆς Περσίδος σέμνωμα· διό σε μακαρίζοντες, τὴν θείαν μνήμην σου, τελοῦμεν οἱ πιστοὶ γηθοσύνως, οἱ τὰς σὰς πρεσβείας, πρὸς τὸν Χριστὸν ζητοῦντες.
Μίλε γεραρὲ ἱεροφάντορ, κοσμῆτορ τῆς Ἐκκλησίας ἐνθεώτατε, καὶ Μαρτύρων ἄριστε, ξίφους καθυπέμεινας, ἀκμὴν καὶ ὥσπερ ἄμωμος, ἀμνὸς ὑπέκλινας, σὴν κάραν καὶ τυθεὶς πρὸς τὴν ἄνω, πόλιν ἤχθης χαίρων, Ἀγγέλοις συγχορεύειν.
Θεοτοκίον.
Ἴδε τὴν ταπείνωσιν σοῦ δούλου, καὶ σῶσόν με ἐκ θανάτου αἰωνίζοντος, Παναγία Δέσποινα, ἐκ μυχίων κράζω σοι, ψυχῆς ὡς ἄν τὴν πλημμύραν, τῶν θαυμασίων σου, ἀπαύστως μεγαλύνω Παρθένε, Κεχαριτωμένη, τοῦ Ζωοδότου Μῆτερ.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Λάμψας ὡς ἀστήρ, φωτόλαμπρος ηὔγασας, σεπτοῖς πυρσεύμασι, Μίλε ποιμασίας σου, καὶ ἀρετῶν σου τὴν κτίσιν ἅπασαν, κακίας δὲ τὴν ζοφώσιν, καὶ τὴν σκοτόμαιναν, ἀθεΐας πόῤῥῳ ἀπεδίωξας, Ἱεράρχα θεόφρον καὶ ἄκακε.
Οἱ τῶν εὐσεβῶν, χοροὶ ἐκτελοῦντές σου, τὴν μνήμην σήμερον, σὲ λαμπρῶς γεραίρομεν, καὶ μαθητῶν σου, τὸν θεῖον σύλλογον, καταχωσθέντα πάντιμε, τοῖς λίθοις μέλπομεν, ὕμνοις θείοις, Μίλε τρισμακάριστε, ἀθλητῶν εὐκλεῶν ἀκροθίνιον.
Νέκρωσον ἡμῶν, τὰ πάθη πρεσβείαις σου, καὶ τῶν αἰσθήσεων, τὰς θυρίδας φύλαξον, τῶν προστρεχόντων, τῇ ἀντιλήψει σου, Ἀρχιερεῦ θεόσοφε, καὶ θεοδόξαστε, στεφανῖτα, Μίλε ἀθλοφόρητε, ἀρωγὲ τῶν ἐν πίστει τιμώντων σε.
Θεοτοκίον.
Χάριν δαψιλῆ, πρεσβεύειν ἑκάστοτε, ὑπὲρ τῶν δούλων σου, εἴληφας Μητρόθεε, καὶ ἐκδιώκειν, τὰ νέφη θλίψεων, τῶν νῦν μακαριζόντων σε, Θεοχαρίτωτε· Σὺ γὰρ φύλαξ, τῶν μερόπων ἄγρυπνος, καὶ θερμὴ ἀρωγὸς πέλεις πάντοτε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ποιμὴν σεπτὸς καὶ ὅσιος, καὶ Μάρτυς ἀκατάβλητος, ἐδείχθης Μίλε θεόφρον, τῆς Ἐκκλησίας φαιδρότης, καὶ θέμεθλον στερέμνιον· διό σε μακαρίζοντες, τὴν φωτοφόρον μνήμην σου, τελοῦμεν ἀναβοῶντες· φωτὸς ἡμᾶς πλῆσον θείου.
Θεοτοκίον.
Θεογεννῆτορ Ἄνασσα, εὐλογημένη Δέσποινα, ἡ τὸν Θεάνθρωπον Λόγον, Θεοῦ καὶ κόσμου Σωτῆρα, ἀφράστως σωματώσασα, βροτῶν τὴν φύσιν ὕψωσας, τῆς πάλαι καταπτώσεως, πρὸς ἀιωνίζουσαν δόξαν, τὴν ἐν σκηνώμασι θείοις.














Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βίου καθαρότητι, ἱερωσύνης λαμπρότητι, καὶ θαυμάτων τοῖς πλήθεσι, Περσίδος ἐκβλάστημα, καθωραϊσμένος, πανέντιμε Μίλε, ὥσπερ ἀστὴρ ἀειφεγγής, τῇ Ἐκκλησίᾳ Χριστοῦ ἐξέλαμψας, καὶ σκάμμασιν ἀθλήσεως, Ἱεραρχίας χιτῶνά σου, τὸν σεπτὸν κατεποίκιλας, Ἱεράρχα θεσπέσιε.

Θῦμα καθαρώτατον, καὶ ὁλοκάρπωμα τέλειον, Ἱεράρχα θεόληπτε, καὶ Μάρτυς ἀήττητε, τῷ Χριστῷ προσήχθης, ἀθλήσεως πόνοις, καὶ ἀγωνίσμασι στεῤῥοῖς, ἐξ Οὗ στεφάνους χρυσοῦς ἀπείληφας· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦμεν γηθόμενοι, Μίλε πάνσοφε, σήμερον.

Μίλε παναοίδιμε, Ἀρχιερεῦ ἱερώτατε, ὡς δοχεῖον τῆς χάριτος, νοσοῦντας ἰάτρευσας, θεϊκῇ δυνάμει, καὶ ἤλεγξας πάντας, τοὺς δυσσεβοῦντας τοῖς σοφοῖς, πνευματοφόρε καὶ θείοις ῥήμασι· διόπερ χαίρων ἔπιες, τοὺ μαρτυρίου ποτήριον, καὶ Κυρίῳ παρέδωκας, σὴν ψυχὴν τὴν πανάσπιλον.

Τρίβους τὴς ἀθλήσεως, σὺν μαθηταῖς σου διήνυσας, τοῖς δυσὶ Μίλε ἔνδοξε, μεθ’ ὧν νῦν ἐν δώμασι, θείοις συνευφραίνει, καὶ συνεπαγάλλει, ταῖς οὐρανίαις στρατιαῖς, Χριστοῦ τὸ κάλλος, ἀεὶ θεώμενος διόπερ δυσωποῦμέν σε, Αὐτὸν ἀπαύστως ἱκέτευε, δοῦναι ἄμφω ὑγείαν, τοῖς πιστῶς σε γεραίρουσι.

Δόξα. Ἦχος πλ. α΄.
Ἐν Ἱεράρχαις καὶ Μάρτυσι θαυμαστὸς ἐδείχθης, θεόφιλε Μίλε, Κυρίου τὰ στίγματα ἐν σώματι βαστάζων ἄχρι θανάτου· Εὐαγγελίου γὰρ τὸν δρόμον ἀθλητικῶς τελέσας, τὸ τῆς ἀφθαρσίας διάδημα, ἐκομίσω οὐρανόθεν γενναιότατε Πάτερ· διὸ νῦν τοῖς τελοῦσι τὴν πάνσεπτον μνήμην σου, αἴτησαι παρὰ Θεοῦ, τοῦ Σωτῆρος τοῦ κόσμου, ἱλασμὸν ἁμαρτιῶν καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Μίλον τὸν θεόπνουν, καταστέψωμεν εὐλαβῶς ἄνθεσιν ᾀσμάτων σὺν μαθητῶν δυάδι αὐτοῦ τῇ παναρίστῳ πάντες γηθόμενοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου