Πέμπτη 22 Οκτωβρίου 2026

ΔΕΚΕΜΒΡΙΟΣ 18. ΠΑΝΑΓΙΑΣ ΤΗΝΟΥ Β΄ ΕΥΡΕΣΙΣ ΕΙΚΟΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΔΕΚΕΜΒΡΙΟΣ ΙΗ

ΠΑΝΑΓΙΑΣ ΤΗΝΟΥ Β΄ ΕΥΡΕΣΙΣ ΕΙΚΟΝΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ἀγαλλιᾶται ἡ Τῆνος πανηγυρίζουσα, τῇ ἀνευρέσει Κόρη, τῆς σεπτῆς Σου Εἰκόνος, ἣν πάλαι ἐκ ναοῦ Σου τοῦ ἱεροῦ, ἀσεβῶς χεῖρες βέβηλοι, ἐπιλαβόμεναι ἔκρυψαν ἀφ’ ἡμῶν, ἐπηρείᾳ τοῦ ἀλάστορος.

 

Συνεκλονίσθη ἡ Τῆνος καὶ συντετάρακται, τῇ ἀπωλείᾳ Κόρη, τῆς σεπτῆς Σου Εἰκόνος, χαρᾶς δὲ ἐπληρώθη πᾶς ὁ λαός, ὅτε ταύτην ἀνεύραντο, καὶ ἐν ᾠδαῖς τε καὶ ὕμνοις τῷ Σῷ ναῷ, Θεοτόκε μετεκόμισαν.

 

Χαριστηρίους αἰνέσεις σήμερον ᾄδομεν, τῇ Σῇ προνοίᾳ Κόρη, ὅτι δέδωκας αὖθις, ἡμῖν τὴν Σὴν Εἰκόνα τὴν θαυμαστήν, ἥνπερ χεῖρες παράνομοι, ἐκ τοῦ ναοῦ Σου ἀνείλοντο δυσσεβῶς, καὶ τὴν χάριν Σου κηρύττομεν.

 

Μὴ καταλίπῃς Παρθένε ταύτην τὴν νῆσόν Σου, ἣν ᾑρετίσω πάλαι, ὡς οἰκείαν μερίδα, ἐν ᾗ καὶ τὴν Εἰκόνα Σου τὴν σεπτήν, θαυμαστῶς ἐφανέρωσας, ἁγιασμόν τε καὶ θαύματα δαψιλῆ, τοῖς προστρέχουσι πηγάζουσαν.

 

Δόξα. Καὶ νῦν. Ἦχος α΄.

Τὴν πρὸς ἡμᾶς κηδεμονίαν Σου, εὐχαρίστῳ στόματι κηρύττομεν, Θεοτόκε Παρθένε· πάντοτε γὰρ ἄχραντε, τὰς ἱκετηρίους ἡμῶν φωνὰς προσδέχῃ, καὶ τῶν πιστῶν ἱκετῶν Σου πληροῖς τὰ αἰτήματα· καὶ τὴν πάντιμον Εἰκόνα Σου, αὖθις ἡμῖν δέδωκας, τὴν ἀσεβῶς συληθεῖσαν· ᾗ ἐν πίστει προσπίπτοντες βοῶμεν· Μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν τὴν μητρικήν Σου προστασίαν, ἀλλὰ σκέπε ἡμᾶς ἐκ τῶν βελῶν τοῦ ἀλάστορος, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὅτε ἡ Σὴ Εἰκών, ἐκλάπη τοῦ ναοῦ Σου, πᾶσα ἡ νῆσος Τῆνος, θρηνῶν πολλῶν ἐπλήσθη, προσπίπτουσά Σοι ἄχραντε.

 

 Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἅπας ὁ Σὸς λαός, ἐξῆλθε καὶ ὑπήντα, τῇ Σῇ Εἰκόνι Κόρη, πολλῇ ἐν εὐφροσύνῃ, κηρύττων Σου τὰ θαύματα.

 

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Τῆνος χρεωστικῶς, δοξάζει Σε Παρθένε, προσπίπτουσα ἐν πίστει, τῇ θείᾳ καὶ παντίμῳ, καὶ ἱερᾷ Εἰκόνι Σου.

 

Δόξα. Τριαδικόν.

Τέτοκας ἐν Σαρκί, τὸν Ἕνα τῆς Τριάδος, Παρθένε Θεοτόκε, Χριστὸν τὸν Θεὸν Λόγον, εἰς κόσμου ἀνακαίνισιν.

 

Καὶ νῦν.

Τῆνος καὶ σὺν αὐτῇ, πᾶσα Ἑλλὰς δοξάζει, τὴν δόξαν Σου Παρθένε, καὶ πάντες τῇ ἁγίᾳ, Εἰκόνι Σου προσπίπτομεν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὴν σεπτήν Σου Εἰκόνα ὡς οὐράνιον δώρημα, κεκτημένη ἡ Τῆνος Θεοτόκε ἀγάλλεται, καὶ ταύτης τὴν δευτέραν ἐν ᾠδαῖς, γεραίρει θείαν εὕρεσιν πιστῶς· ἐξ αὐτῆς γὰρ πᾶσαν χάριν καὶ δωρεάν, καρποῦται ἀνακράζουσα· δόξα τοῖς μεγαλείοις Σου ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ ἄχραντε.

Δόξα. Καὶ νῦν. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν θείαν Εἰκόνα Σου ὡς θησαυρὸν ἀληθῆ, ἡ Τῆνος πλουτήσασα, χαριστηρίοις ᾠδαῖς, δοξάζει Σε Δέσποινα, ταύτης δὲ τὴν δευτέραν, εὕρεσιν ἀνυμνοῦσα, πόθῳ Σε μεγαλύνει, καὶ πιστῶς ἐκβοᾷ Σοι· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! Ἡ Παρθένος Κόρη, ὡς πηγὴ χρηστότητος, ἐπλήρωσε συμπαθῶς, ἡμῶν τὴν δέησιν, καὶ αὖθις τάχει πολλῷ, ἡμῖν τὴν θείαν Εἰκόνα δεδώρηται, ἣν χεῖρες αἱ δυσσεβεῖς, ἄφρονι νῷ καὶ παντόλμως ἐσύλησαν· ὅθεν ἅπασα ἡ Τῆνος, αἶνον χαριστήριον, ἐν τῇ ταύτης εὑρέσει, τῇ Παρθένε ᾄδει σήμερον.

 

Βαβαὶ τῆς Σῆς προμηθείας ἁγνή! Σὺ γὰρ τὴν ἁγίαν, καὶ σεπτὴν Εἰκόνα Σου, ἣν ἄφρων τοῦ Σου ναοῦ, πάλαι ἐσύλησε, καμφθεῖσα τοῦ Σοῦ λαοῦ, θρήνοις πολλοῖς καὶ συντόνοις δεήσεσιν, ἐπέδωκας θαυμαστῶς, καὶ χαρμονῆς ἐπληρώθησαν ἅπαντες, καὶ λαμπράν Σοι Θεομῆτορ, ἑορτὴν ἐτέλεσαν, τὴν ἀνεύρεσιν ταύτης, χαρμοσύνως ἑορτάζοντες.

 

Τὴν Σὴν πλουσίαν χρηστότητα, ἅπασα ἡ Τῆνος, μεγαλύνει Δέσποινα, τελοῦσά Σοι ἑορτάς, θείας ἑκάστοτε· καὶ ἤδη πνευματικῶς, ἀγαλλιᾶται ὑμνοῦσα τὴν εὕρεσιν, Εἰκόνος Σου τῆς σεπτῆς, ἥνπερ δευτέραν καλεῖ ἐκβοῶσά Σοι· Σκέπε πάντοτε Παρθένε, τὴν παροῦσαν νῆσόν Σου, καὶ Ἑλλάδος τὴν χώραν, ἀπὸ πάσης περιστάσεως.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς ἀνεύρατο δεύτερον, ἡ Εἰκών Σου ἡ πάντιμος, χαρμονῆς πεπλήρωται Τῆνος ἅπασα, καὶ πανδημεὶ ἐξελήλυθε, πομπήν Σοι ἑόρτιον, καὶ δοχὴν πνευματικήν, χαρμοσύνως ποιοῦσά Σοι ἀνακράζουσα· Χαῖρε Κόρη χαρᾶς ἡμῶν αἰτία, καὶ τοῦ γένους σωτηρία, καὶ θλιβομένων παράκλησις.

 

Ὅτε Κόρη σεσύληται, ἡ Εἰκών Σου ἡ πάντιμος, θρήνων ἐπληρώθησαν πάντες Τήνιοι, ὅτε δὲ αὕτη ἀνεύρατο, τῇ Σῇ ἀγαθότητι, ἐν χαρᾷ πνευματικῇ, τὴν Σὴν δόξαν ἀνύμνησαν, καὶ ἐξήλθοσαν, ὑπαντῶντες αὐτῇ ἐπανιούσῃ, τῷ ναῷ Σου τῷ ἁγίῳ, Εὐαγγελίστρια Δέσποινα.

 

Τὴν προτέραν Σου εὕρεσιν, ἑορτάσαντες Δέσποινα, δι’ ἧς ἡμῖν δέδωκας τὴν Εἰκόνα Σου, νῦν χαρμοσύνως γεραίρομεν, τὴν δευτέραν εὕρεσιν, ἑορτὴν θεοπρεπῆ, συγκροτοῦντες εἰς αἴνεσιν, τῶν θαυμάτων Σου, χαῖρε Τήνου βοῶντες θεῖον γέρας, καὶ ἁπάσης τῆς Ἑλλάδος, τὸ κραταιὸν περιτείχισμα.

 

 

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.

Σήμερον ἰδιάζουσα ἑορτήν, ἡ νῆσος Τῆνος ἄγει, ἐπὶ τῇ δευτέρα εὑρέσει, τῆς χαριτοβρύτου Εἰκόνος τῆς Θεοτόκου, καὶ τὰς κύκλῳ νήσους καλεῖται εἰς αἴνεσιν, τῶν θεομητορικῶν μεγαλείων· ἐν τῇ μεγάλῃ γὰρ αὐτῆς περὶ ἡμᾶς προνοίᾳ, θρήνων καὶ κλαυθμῶν ἡμᾶς ἐῤῥύσατο, ἀνακαλύψασα ἡμῖν τὴν θείαν αὐτῆς Εἰκόνα, περὶ ἧς κενὰ ἐμελέτησεν ἄφρων ἀνήρ, συλήσας αὐτὴν παντόλμως· ὅθεν χαριστηρίους ᾠδὰς ᾄδοντες τῇ Παρθένῳ, Δαυϊτικῶς βοήσωμεν· Δεδοξασμένα περὶ Σοῦ ἐλαλήθη, πόλις ἔμψυχε Θεοῦ, ὅτι ξένως ἐθαυμάστωσας τὴν θείαν Σου Εἰκόνα, καὶ δέδωκας ἡμῖν ταύτην παραμυθείας θησαυρόν, καὶ ἰατρεῖον ψυχῶν καὶ σωμάτων, τῇ Σῇ ἀφράστῳ χρηστότητι ἄχραντε.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. 28, 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. 

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1-4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11)

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· ὋὍς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. 

 

Λιτή. Ἦχος α΄.

Ἠγαλλιάσατο ἐνθέως, ἡ νῆσος Τῆνος Θεοτόκε, ὡς θησαυρὸν βαθυτάλαντον, τὴν Σὴν Εἰκόνα κτησαμένη, χαριτωθεῖσαν τῇ δόξῃ Σου. πᾶσι γὰρ παρέχει, πᾶσαν δόσιν ἀγαθήν, καὶ πᾶν δώρημα τέλειον, τοῖς αἰτοῦσι τὴν ἀρωγήν Σου· καὶ ἐν αὐτῇ καυχώμενοι, τὴν δευτέραν αὐτῆς εὕρεσιν ἑορτάζομεν, ἐν ἀγαλλιάσει βοῶντες· Σὺ ἡμῶν στήριγμα, καὶ μέγα καύχημα καὶ κλέος, Εὐαγγελίστρια Κόρη, καὶ μεγαλοφώνως κηρύττομεν, τὴν περὶ ἡμᾶς κηδεμονίαν σου.

 

Ἦχος β΄.

Δεῦτε ἅπαντες οἱ Τήνιοι, τὴν ἀθυμίαν ἀποθέμενοι, ἐν φωναῖς ἀλαλαγμοῦ μεγαλύνωμεν, τὴν ὑπερύμνητον Δέσποιναν, δαυϊτικῶς βοῶντες· τὸ ἑσπέρας ηὐλίσθη, κλαυθμὸς πολὺς ἄχραντε, ἐν τῷ λαῷ Σου τῷ πιστῷ, τῇ ἀπωλείᾳ τῆς Σῆς Εἰκόνος, τὸ δὲ πρωΐ ἀνέτειλεν, ἀγαλλίασις καὶ χαρά, ἐν τῇ ταύτης ἀνευρέσει· ἧς τὴν ἀνάμνησιν ἄγοντες, εὐγνωμόνως Σε γεραίρομεν.

 

 

 

 

 

 

Ἦχος γ΄.

 ᾘσχύνθη ὁ βάσκανος ἐχθρὸς καὶ ὁ πιστὸς λαός Σου, τὴν εὐφροσύνην ὡς ἱμάτιον ἐνεδύσατο, τῇ εὑρέσει ἄχραντε, τῆς ὑπερτίμου Εἰκόνος Σου· καὶ προχυθέντες πανδήμως, ἐν ταῖς ὁδοῖς καὶ ἀμφόδοις, θαυμαστὴν ὑποδοχὴν αὐτῆς ἐποιήσαντο, ἀποβαλόντες τὴν πρώην κατήφειαν, καὶ τῷ σεπτῷ σου ναῷ ταύτην ἐπανιδρύσαντες, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ἐβόων· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ Σου, ὁ παρέχων διὰ Σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος δ΄.

Χαρᾶς ἀληθοῦς ἡμῖν ὑπόθεσις πρόκειται, ἡ χαριτόβρυτος Εἰκόνα Σου Παναγία Δέσποινα· ἀσθενοῦντας γὰρ ἰᾶται, καὶ τὴν αἰώνιον ζωὴν πᾶσιν εὐαγγελίζεται, τοῖς προσκυνοῦσιν ἐν πίστει, τοῦ Σοῦ ἀφράστου τόκου τὸ μέγα μυστήριον· δι’ οὗ ἀνεπλάσθημεν τῆς φθορᾶς, καὶ πρὸς ἀφθαρσίαν μετηνέχθημεν, τῇ ἀφάτῳ ἀγαθότητι, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν.

 

Δόξα. Καὶ νῦν. Ἦχος ὁ αὐτός.

Πῶς ἐξείπωμεν Θεοτόκε, τὸ τελεσθὲν ἐν νήσῳ Τήνῳ, ἐξαίσιον ἔργον, τῆς Σῆς ταχείας ἀντιλήψεως; Θᾶττον γὰρ προφθάσασα, τὴν Σὴν Εἰκόνα πάλιν δέδωκας, τῷ θρηνοῦντι πιστῷ καὶ εὐσεβεῖ λαῷ Σου Κόρη· ὅεθν εὐγνωμόνως ἅπαντες, ἦραν φωνὴν εὐχαριστίας, καὶ πᾶσα ἡλικία καὶ τάξις ἀνύμνησαν, τὴν μητρικὴν εὐεργεσίαν Σου, δι’ ἧς σώζεις ἅπαντας, καὶ παρέχεις πᾶσι τῶν αἰτημάτων τὴν πλήρωσιν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Ἄγει, πνευματικὴν ἑορτήν, τῇ ἀνευρέσει τῆς ἁγίας Εἰκόνος Σου, ἡ νῆσος Σου Τῆνος Κόρη, ἣν ὡς οἰκεῖον σαφῶς, κλῆρον ᾑρετίσω τῇ προνοίᾳ Σου, τῷ κόσμῳ κηρύττουσα, καὶ τρανῶς ἐξαγγέλλουσα, τῆς προστασίας, τῆς θερμῆς Σου τὰς χάριτας, δι’ ὧν ἅπαντας, πάσης ῥύῃ κακώσεως, χαῖρέ Σοι ἀνακράζουσα, ἐλπὶς καὶ βοήθεια, τοῖς ἐν ἀνάγκαις καὶ πόνοις, καὶ χαλεπαῖς περιστάσεσιν, ἁγνὴ Θεοτόκε, ἡ παρέχουσα τοῖς πᾶσιν, χάριν καὶ ἔλεος.

 

 Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαίροις, Θεογεννῆτορ ἁγνή, Θεοῦ τοῦ ζῶντος φωτοφόρον παλάτιον, τοῦ κόσμου ἡ σωτηρία, τῶν θλιβομένων χαρά, τῶν ἁμαρτανόντων ἱλαστήριον· προστάτις δὲ ἔνθεος, κατ’ ἐξαίρετον πέλουσα, τῆς νήσου Τήνου, ἐν ᾗ πλοῦτον οὐράνιον, ἐθησαύρισας, τὴν ἁγίαν Εἰκόνα Σου, ἧς περ διαβεβόηνται, εἰς κόσμου τὰ πέρατα, αἱ πολλαπλαῖ ἀντιλήψεις, καὶ τῶν θαυμάτων ἡ δύναμις, ἁγνὴ Θεοτόκε, συγκινοῦσαι πᾶσαν γλῶσσαν, εἰς εὐφημίαν Σου.

 

 

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Χαίρει, ἡ νῆσος Τῆνος λαμπρῶς, ἐγκαυχωμένη τῇ ἁγίᾳ Εἰκόνι Σου, καὶ ταύτης φαιδρῶς γεραίρει, τὰς ὑπὲρ νοῦν δωρεάς, καὶ τὰς ἀντιλήψεις καὶ τὰ θαύματα, δι’ ὧν σώζεις ἅπαντας, τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥωθεν, πάσης ἀνάγκης, καὶ κινδύνων καὶ θλίψεων, ὑπερύμνητε, Θεοτόκε πανάχραντε· ὅεθν ἀγαλλιώμενοι, οἱ Τήνιοι ἅπαντες, πανηγυρίζομεν ἤδη, τὴν ἱερὰν ταύτης εὕρεσιν, δι’ ἧς εὐφροσύνης, ἐπληρώθημεν Παρθιένε, δοξολογοῦντές Σε.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Δεῦτε ἅπαντες πιστοί, τῇ Παρθένῳ Θεοτόκῳ, εὐγνωμοσύνης ᾆσμα ᾄσωμεν, ὑμνοῦντες αὐτῆς τὰ θαυμάσια. Τὴν γὰρ ἁγίαν αὐτῆς Εἰκόνα, αὖθις ἡμῖν δέδωκε, πενθοῦσιν αὐτῆς τὴν στέρησιν, ἣν βέβηλοι χεῖρες, λάθρᾳ ἐξ ἡμῶν ἐξείλοντο· ἀλλ’ ἡ πάναγνος Δέσποινα, θᾶττον προφθάσασα, ἔλυσεν ἡμῶν τὴν ὀδύνην, καὶ παρέχει δι’ αὐτῆς πᾶσι, χαρὰν καὶ θεῖον ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὴν σεπτήν Σου Εἰκόνα ὡς οὐράνιον δώρημα, κεκτημένη ἡ Τῆνος Θεοτόκε ἀγάλλεται, καὶ ταύτης τὴν δευτέραν ἐν ᾠδαῖς, γεραίρει θείαν εὕρεσιν πιστῶς· ἐξ αὐτῆς γὰρ πᾶσαν χάριν καὶ δωρεάν, καρποῦται ἀνακράζουσα· δόξα τοῖς μεγαλείοις Σου ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ ἄχραντε.

Δόξα. Καὶ νῦν. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν θείαν Εἰκόνα Σου ὡς θησαυρὸν ἀληθῆ, ἡ Τῆνος πλουτήσασα, χαριστηρίοις ᾠδαῖς, δοξάζει Σε Δέσποινα, ταύτης δὲ τὴν δευτέραν, εὕρεσιν ἀνυμνοῦσα, πόθῳ Σε μεγαλύνει, καὶ πιστῶς ἐκβοᾷ Σοι· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἡ Τῆνος πανδημεί, τῇ σεπτῇ Σου Εἰκόνι, προστρέχει εὐλαβῶς, καὶ βοᾷ Σοι Παρθένε· ἁγνὴ Εὐαγγελίστρια, εὐσεβῶν παραμύθιο, σκέπε πάντοτε, πάσης ἀνάγκης καὶ βλάβης, τοὺς ἐλπίζοντας, τῇ θαυμαστῇ Σου πρεσβείᾳ, καὶ Σὲ μεγαλύνοντας. (Δίς).

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Χεὶρ παμβέβηλος, τὴν Σὴν Εἰκόνα, ὑπεξείλατο, ἐκ τοῦ ναοῦ Σου, καὶ βαρὺ πένθος τὴν Τῆνον ἐκάλυψεν· ἀλλὰ χαρὰν ἡμῖν πάλιν ἐβράβευσας, τῇ ἀνευρέσει αὐτῆς ὡς ηὐδόκησας· διὸ ἅπαντες ὑμνοῦμεν τὴν ταύτης εὕρεσιν, δοξάζοντες ἁγνὴ τὰ μεγαλεῖά Σου. (Δίς).

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σεπτήν Σου Εἰκόνα καὶ θαυμαστήν, ὡς οὐράνιον πλοῦτον καὶ τιμαλφῆ, ἡ Τῆνος πλουτήσασα, Θεοτόκε πανύμνητε, ἀρύεται ἐκ ταύτης, τῆς Σῆς ἀγαθότητος, τὰς ζωηφόρους δόσεις, καὶ πᾶσαν ὠφέλειαν· ὅθεν κατὰ χρέος, καθ’ ἑκάστην ἡμέραν, κηρύττει τὴν χάριν Σου, καὶ τὰς θείας εὑρέσεις Σου, ἀνυμνεῖ ἀνακράζουσα· Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσι Παρθένε, τὰ θεῖά Σου θαύματα. (Δίς).

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον, κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ...

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Θεοτόκου...

Καὶ νῦν: Ταῖς τῆς Παναχράντου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Χαρᾶς ἀληθοῦς ὑπόθεσις, αἱ τῆς παντιμου Εἰκόνος Σου ἑορταί, ἡμῶν γίνονται, Θεοτόκε Παρθένε· καὶ ἐν αὐταῖς, σύμπασα ἡ νῆσος Τῆνος, ἐν εὐφροσύνῃ ἑορτάζει, καὶ εὐσήμῳ στόματι κηρύττει, τῶν εὐεργεσίων Σου τὰς διαδόσεις, δι’ ὧν σώζεις ἅπαντας, τοὺς ἐκζητοῦντας τὴν κραταιὰν προστασίαν Σου.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Ἡ Τῆνος χαίρει ἐν Σοὶ Παρθένε. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἡ νῆσός Σου Δέσποινα, Τῆνος χορεύει τῇ δόξῃ Σου, καὶ ὕμνον ἑόρτιον, ᾄδει Σοι σήμερον, τῆς Εἰκόνος Σου, ὑμνοῦσα εὐφροσύνως, τὴν δευτέραν εὕρεσιν, καὶ μεγαλύνουσα.

Τηνίων κραταίωμα, καὶ ἀγαλλίαμα πέφηνας, καὶ πάσης Ἑλλάδος δέ, θερμὸν προσφύγιον· ὅθεν ἅπαντες, τῇ θείᾳ Σου Εἰκόνι, προσπίπτομεν Δέσποινα, ἀγαλλιώμενοι.

Ἡλίου φανότερον, ἡ τῆς Εἰκόνος Σου εὕρεσις, ἡ δευτέρα ἔλαμψεν, ἐν Τήνῳ Δέσποινα, καὶ διέλυσεν, ἡμῶν τὴν ἀθυμίαν· διὸ τὴν ἀνάμνησιν, ταύτης γεραίρομεν.

Νοσοῦσιν ἰάματα, χύδην παρέχεις ἑκάστοτε, τοῖς σπεύδουσι Δέσποινα, τῷ Σῷ ἁγίῳ ναῷ, καὶ ἐνέργειαν, δαιμόνων ἀπελαύνεις, φριττόντων τὴν δύναμιν, τῆς προστασίας Σου.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ὀδύνης καὶ πένθους παραυτίκα, ἐῤῥύσθη ἡ νῆσός Σου ἁγνή, ἡνίκα τὴν ἁγίαν Σου, Εἰκόνα ἐπανεύρομεν, καὶ εὐγνωμόνως ᾖσάν Σοι, ὕμνους καὶ θεῖα ἐφύμνια.

Σύνδρομος λαὸς τῆς Τήνου ἅπας, ἐξῆλθεν ἐν ὕμνοις καὶ ᾠδαῖς, ὑποδοχὴν ποιούμενος, τῇ θαυμαστῇ Εἰκόνι Σου, ἐπανιούσῃ Δέσποινα, τῷ πανιέρῳ τεμένει Σου.

Χερσὶ ταῖς παντόλμοις ὁ παράφρων, ἀφείλετο Κόρη ἀσεβῶς, τὴν ἱερᾶν Εἰκόνα Σου, ἀλλὰ ταύτην ἀπέδωκας, ἡμῖν θρηνοῦσι πρότερον, αὐτῆς ἁγνὴ τὴν ἀπώλειαν.

Ἀγγέλων χοροὶ ἐν τοῖς ὑψίστοις, παρίστανταί Σοι δουλοπρεπῶς, ὡς βασιλίσσῃ ἄχραντε, ἡμεῖς δὲ τῇ Εἰκόνι Σου, πανευλαβῶς ἱστάμενοι, χάριτος θείας πληρούμεθα.

 

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Εὐφροσύνης ἀληθοῦς, καὶ ἑορτῆς πνευματικῆς, ὤφθης πρόξενος ἁγνή, τῇ νήσῳ Σου τῇ ἱερᾷ, ἡ τῆς Εἰκόνος Σου εὕρεσις ἡ δευτέρα· καὶ ταύτην ὁ πιστὸς λαός Σου Δέσποινα, ὕμνοις ἱεροῖς, καὶ θείοις ᾄσμασι, πανηγυρίζει χορεύων τῷ πνεύματι, καὶ ἀνυμνεῖ Σου τὰ θαύματα, δι’ ὧν τῷ κόσμῳ, τῶν Σῶν χαρίτων, προσεφαπλοῖς τὴν δαψίλειαν. (Δίς.)

 

 

 

 

 

 

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἱερεῖς σὺν τοῖς λευΐταις, καὶ λαὸν σὺν τοῖς ἄρχουσι, ἡλικία πᾶσα, νέοι καὶ πρεσβῦται ὡς γέγραπται, τὴν Σὴν ἁγίαν Εἰκόνα ὑπεδέξαντο, ἀναμέλποντες, Θεοκυῆτορ τὴν δόξαν Σου.

Ῥεῖθρα θείων ἰαμάτων, ὡς πηγὴ ἀνεξάντλητος, τῇ Σῇ ἐπομβρίᾳ, βρύει Θεοτόκε ἑκάστοτε, ἡ παναγία Εἰκών Σου θεραπεύουσα, πᾶσαν πάθησιν, ψυχῆς ὁμοῦ τε καὶ σώματος.

Ἐν ναῷ Σου τῷ ἁγίῳ, εἰσελθὼν γνώμῃ ἄφρονι, τὴν Σὴν παναγίαν, λάθρᾳ ὁ παράφρων ἐσύλησε, Θεογεννῆτορ, Εἰκόνα κὰι βεβύθισται, εἰς βαθύτατον, πένθος ἡ νῆσός Σου ἅπασα.

Ἱλαστήριον καθάπερ, Θεοτόκε ἀβέβηλον, καὶ παντοίων νόσων, θεῖον ἰατρεῖον ἐκτήσατο, ἡ νῆσος Τῆνος Εἰκόνα Σου τὴν πάντιμον, καὶ κηρύττει Σου, τὰ καθ’ ἑκάστην θαυμάσια.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ἐξέστησαν ἅπαντες, μαθόντες τῆς Εἰκόνος Σου, σύλησιν τὴν λάθρᾳ γενομένην, καὶ μετὰ θρήνων ἁγνὴ ἐβόων Σοι, ταύτην ἡμῖν δοῦναι συμπαθῶς, τῷ λαῷ Σου Δέσποινα, καὶ τοῦ θρήνου εἰσήκουσας

Ναῷ τῷ ἁγίῳ Σου, Παρθένε ἐπανέφερον, ἐν πνευματικῇ ἀγαλλιάσει, ὅτε ἀνεῦρον τὴν Σὴν Εἰκόνα ἁγνή, καὶ χαριστηρίους Σοι ᾠδάς, ᾖσαν μεγαλύνοντες, τὴν πολλήν Σου χρηστότητα.

Σκηνὴ ἀχειρότευκτε, Θεοῦ τοῦ Παντοκράτορος, κεχαριτωμένη Θεοτόκε, ταύτην τὴν νῆσόν Σου ἀεὶ φύλαττε, πάσης ἐναντίας προσβολῆς, καυχωμένην Δέσποινα, τῇ παντίμῳ Εἰκόνι Σου.

Οἱ πἀντες ἐξήλθοσαν, εἰς ῥύμας καὶ εἰς ἄμφοδα, καὶ εἰς τὰς ἐρήμους καὶ χωρία, ἀναζητοῦντες τὴν Σὴν Εἰκόνα ἁγνή, καὶ εὑρόντες ταύτην ἐν χαρᾷ, Δέσποινα ἀνύμνησαν, τὴν πολλήν Σου χρηστότητα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ἰσχὺν πολλὴν ἐνεδύσαντο, καὶ χάριν πανεξαίρετον εὕραντο, πάντες οἱ Τήνιοι, τῇ ἀνευρέσει πανάχραντε, Εἰκόνος Σου τῆς θείας, πανηγυρίζοντες.

Πᾶσα ἡ Τῆνος ἐσκίρτησεν, εὑρέσει τῆς ἁγίας Εἰκόνος Σου, καὶ συνεκρότησε, πάνδημον Κόρη πανήγυριν, αἰνέσεως θυσίαν, Σοὶ ἀναφέρουσα.

Ἀπὸ περάτων συνέδραμον, τῆς νήσου Θεοτόκε οἱ κάτοικοι, ἐν τῷ τεμένει Σου, τῇ Σῇ Εἰκόνι προσπίπτοντες, καὶ ἀνυμνοῦντες ταύτης, τὴν θείαν εὕρεσιν.

Ῥύου κινδύνων καὶ θλίψεων, καὶ πάσης χαλεπῆς περιστάσεως, ταύτην τὴν νῆσόν Σου, καὶ σὺν αὐτῇ Κόρη ἅπασαν, Ἑλλάδα ἀνυμνοῦσαν, τὰ μεγαλεῖά Σου.

 

 

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ἡ νῆσος Τῆνος πανδημεὶ ἑορτάζει, τὴν θείαν εὕρεσιν ἁγνὴ τὴν δευτέραν, τῆς ἱερᾶς καὶ θαυμαστῆς Εἰκόνος Σου· ταύτην γὰρ ἀπέδωκας, ἡμᾶς αὖθις Παρθένε, καὶ χαρᾶς ἐπλήρωσας, τὰς καρδίας ἁπάντων, τῶν ἐκβοώντων πόθῳ Σοι ἁγνή· χαῖρε ἁπάντων, ἡμῶν καταφύγιον.

Ὁ Οἶκος.

Ἡ τὸν ἀχώρητον Θεόν, γεννήσασα ἀτρέπτως, καὶ τὴν κατάραν τοῦ Ἀδάμ, τῷ ὑπερφυεῖ καὶ ἀφράστῳ ἀνατρέψασα τόκῳ Σου, εὐλογημένη πανύμνητε Θεοτόκε, σωτηρία ἡμῶν καὶ ἀντίληψις, καὶ μέγα ἱλαστήριον, πᾶσα γλῶσσα μεγαλύνομεν, τὴν Σὴν μεγαλοπρέπειαν, ὅλην τὴν ἡμέραν, κατὰ Δαβὶδ τὸν θεῖον· ἐν Τήνῳ γὰρ τῇ νήσῳ ἐθαυμάστωσας τὴν Σὴν Εἰκόνα, καὶ ταύτην κλαπεῖσαν ὑπὸ χειρῶν ἀσεβῶν, αὖθις ἡμῖν ἀπέδωκας, καὶ τὴν λύπην ἡμῶν διεσκέδασας, τῇ ταύτης ἀνακαλύψει εἰς χαρὰν τῶν ἐκβοῶντων, θεοχαρίτωτε Δέσποινα· χαῖρε ἁπάντων ἡμῶν καταφύγιον.

 

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς Δευτέρας Εὑρέσεως τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Εὐαγγελιστρίας Τήνου, γενομένης κατὰ τὴν ΙΗ΄ τοῦ Μηνὸς Δεκεμβρίου, ἐν ἔτει 1842ῳ.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Θρήνους ἔπαυσας, καὶ εἰς χαρὰν μετέβαλες, τὴν λύπην Δέσποινα, τοῦ εὐσεβοῦς Σου λαοῦ, ὡς αὖθις ἀπέδωκας, τούτῳ πανύμνητε, τὴν Εἰκόνα Σου· ἧς τὴν δευτέραν εὕρεσιν, ἑορτάζομεν ἐνθέως.

Ἐν τῇ θείᾳ Σου, ἁγνὴ Εὐαγγελίστρια, Εἰκόνι δέδοται, χάρις πλουσία ἐκ Σοῦ· διὸ βλύζει πάντοτε, χάριν καὶ ἔλεος, τοῖς κραυγάζουσι· χαῖρε Θεοχαρίτωτε, τῶν Τηνίων εὐφροσύνη.

Νὺξ ἀσέληνος, τὴν Τῆνον ἐπεκάλυψεν, ὅτι σεσύληται, ἐν τῇ νυκτὶ ἀσεβῶς, Εἰκών Σου ἡ πάντιμος Παρθένε ἄχραντε, ἀλλ’ ἀνέτειλε, χαρᾶς ὁ θεῖος ἥλιος, ἐν τῇ ταύτης ἀνευρέσει.

Ἑορτάζοντες, δευτέραν Κόρη εὕρεσιν, τῆς ὑπερτίμου Σου, Εἰκόνος καὶ θαυμαστῆς, κροτοῦμεν ἐν ᾄσμασι, τὰ μεγαλεῖά Σου, ὑπερύμνητε, εὐλογημένη Δέσποινα, τῶν Τηνίων εὐφροσύνη.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Γέγονεν αἰτία τῇ Σῇ νήσῳ, ἡ εὕρεσις τῆς δευτέρας τῆς Εἰκόνος Σου, θείας πανηγύρεως· ἐν αὐτῇ γὰρ ἅπαντες, ἁπανταχόθεν ἔσπευσαν τῷ Σῷ ἁγίῳ ναῷ, καὶ ᾔνεσαν, ἐνθέῳ καρδίᾳ, τὰς Σὰς δυναστείας, Παρθένε Θεοτόκε.

Ἔῤῥει τῇ ἁγίᾳ Σου Εἰκόνι, ὁ πλοῦτος τῶν οἰκτιρμῶν Σου δαψιλέστατα· ὅθεν βλύζει ἅπασι, χύδην τὰ ἰάματα, καὶ θεραπεύει πάναγνε ψυχὰς καὶ σώματα, τῶν πίστει, ἀκλινεῖ προσιόντων, καὶ ὑπερυψούντων, τὴν ἄφραστόν Σου δόξαν.

Ῥῦσαι τῶν σκανδάλων τοῦ Βελίαρ, Παρθένε Εὐαγγελίστρια πανύμνητε, τοὺς πιστῶς προσπίπτοντας, τῇ σεπτῇ Εἰκόνι Σου, καὶ τὴν ζωήν μου ἴθυνον πρὸς μετανοίας ὁδόν· Σὺ γάρ μου, ἡ ἐλπὶς ἡ βεβαία, καὶ ἐν Σοὶ Παρθένε, ἐλπίζω τοῦ σωθῆναι.

Ἅπασα ἡ Τῆνος ἐπευφράνθη, εὑρέσει τῆς ἱερᾶς ἁγνὴ Εἰκόνος Σου, καὶ λαμπρὰν πανήγυριν, πάντες συνεκρότησαν, ἐκ τῶν περάτων σπεύσαντες τῆς νήσουν Δέσποινα, καὶ ᾔνεσαν, τὰ Σὰ μεγαλεῖα, ὅτι ἀπαλλάττεις, ἡμᾶς πάσης ἀνάγκης.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Στόματι λαμπρῷ, τὴν δευτέραν εὕρεσιν πάντες ἀνύμνησαν, τῆς σεπτῆς Εἰκόνος Σου, εὐλογημένη θεοχαρίτωτε, ἧ τὴν σεπτὴν ἀνάμνησιν πανηγυρίζοντες, ἐκβοῶμεν· χαίροις ἀειπάρθενε, προστασία ἡμῶν καὶ ἀντίληψις.

Ἴδε συμπαθῶς, Παρθένε πανύμνητε τοὺς τῇ Εἰκόνι Σου, παρεστῶτας Δέσποινα, ἐν εὐλαβείᾳ θερμῇ καὶ πλήρωσον, ἡμῶν ἁγνὴ πᾶν αἴτημα καὶ δίδου πάντοτε, τὴν εἰρήνην, τῇ παρούσῃ νήσῳ Σου, καὶ Ἑλλάδος τῇ χώρᾳ δεόμεθα.

Μνήμην ἱεράν, τελοῦμεν πρὸς αἴνεσιν τῶν θαυμασίων Σου, τὴν δευτέραν εὕρεσιν, τῆς Σῆς Εἰκόνος πανηγυρίζοντες, δι’ ἧς ἡμᾶς ἐπλήρωσας ἀγαλλιάσεως, Θεοτόκε, καὶ τὸ νέφος ἤλασας, ἀφ’ ἡμῶν ἀθυμίας καὶ θλίψεως.

Ὄμβρησον ἡμῖν, νεφέλη ὡς ἔμψυχος θείας χρηστότητος, γλυκασμὸν σωτήριον, θείου ἐλέους καὶ ἀγαθότητος, καὶ τὰς καρδίας κάθαρον ἡμῶν πανύμνητε, ὡς ἂν θείας χάριτος δεξώμεθα, Θεοτόκε τὸ πῦρ τὸ οὐράνιον.

Ὕμνησα κἀγὼ ἀνάγνοις ἐν χείλεσι, θαῤῥήσας Δέσποινα, τῇ Σῇ ἀγαθότητι, τῆς Σῆς Εἰκόνος τὴν θείαν εὕρεσιν· διὸ δέχου τὸν ὕμνον μου συμπαθῶς ἄχραντε, καὶ τὸν νοῦν μου, φώτισον καὶ λάμπρυνον, τῷ φωτὶ τῆς πολλῆς Σου χρηστότητος.

  

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὴν εὕρεσιν γεραίροντες, τῆς ἱερᾶς Εἰκόνος Σου, Εὐαγγελίστρια Κόρη, εὐλογημένη Παρθένε, τὴν πρὸς ἡμᾶς Σου εὔνοιαν, καὶ τὴν πολλὴν χρηστότητα, οἱ Τήνιοι δοξάζομεν· ὅτι ἡμᾶς περιέπεις, οἷα φιλόστοργος Μήτηρ.

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἡ Τῆνος εὐφραινέσθω, ἐν τῇ δευτέρᾳ εὑρέσει, τῆς ὑπερτίμου Εἰκόνος, τῆς Παναγίας Παρθένου, καὶ ταύτην νῦν ἀνυμνείτω, ᾠδαῖς καὶ ὕμνοις ἀπαύστως.

 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Μνήμην τὴν πανίερον, ἡ Τῆνος ἄγουσα σήμερον, τῆς δευτέρας εὑρέσεως, τῆς Σῆς ἀειπάρθενε, θαυμαστῆς Εἰκόνος, ἐν ἀγαλλιάσει, ᾄδει Σοι ᾆσμα μυστικόν, ὅτι τὸν τύραννον ἐπαιρόμενον, κατὰ λαοῦ θεόφρονος, τῇ κραταιᾷ δυναστείᾳ Σου, καταβέβληκας ἄχραντε, καὶ ἡμᾶς χαρᾶς ἔπλησας.

 

Λύπην καὶ κατήφειαν, τοῦ Σοῦ λαοῦ τοῦ θεόφρονος, διεσκέδασας ἄχραντε, εὑρέσει Εἰκόνος Σου, τῆς θαυματοβρύτου, τῆς κλαπείσης Κόρη, ἐκ τοῦ ναοῦ Σου ἀσεβῶς, ἣν ἐφανέρωσας ὡς ηὐδόκησας, καὶ ταύτην ἐναπέδωκας, ὡς θησαυρὸν ἀναφαίρερον, ταῖς χερσὶ τῶν ὑμνούντων Σου, εὐσπλαγχνίας τὸ μέγεθος.

 

Ἅπασα συνέδραμεν, ἡ νῆσος Τῆνος πανύμνητε, ὑπαντῶσα ἐν ᾄσμασι, Εἰκόνι τῇ θείᾳ Σου, τῇ ἐπανιούσῃ, τῷ σεπτῷ ναῷ Σου· ἐξ οὗ ἀφήρεσεν αὐτήν, ὁ τολμητίας νοΐ ἀγνώμονι, καὶ ταύτην ἐπανίδρυσαν, θρόνῳ τῷ Σῷ ὡς βασίλισσαν, ἀνυμνοῦντες πανύμνητε, τὰ πολλά Σου θαυμάσια.

 

Ἔχοντες πανάμωμε, τὸν Σὸν ναὸν τὸν περίβλεπτον, ὡς λιμένα γαλήνιον, οἱ Τήνιοι ἅπαντες, προστρέχομεν τούτῳ, καὶ τῇ Σῇ Εἰκόνι, προσπίπτοντες πανευλαβῶς, ἀγριανούσης θαλάσσης κύματα, βιοτικῆς ἐκφεύγομεν, καὶ ἐξ αὐτῆς κομιζόμεθα, τὴν γαλήνην τὴν κρείττονα, ταῖς ψυχαῖς ἡμῶν πάντοτε.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Ἡ πάνσεπτος ἑορτή, τῆς Σῆς παντίμου Εἰκόνος, πάντας συναγείρει Δέσποινα, πρὸς αἶνον καὶ δόξαν τῶν μεγαλείων Σου· μεγάλα γὰρ ἐν Σοί, ὁ Θεὸς εἰργάσατο, τεχθεὶς ἐξ αἱμάτων Σου, καὶ μεγάλων πραγμάτων ἡμᾶς ἠξίωσας, ὡς τοῦ ἐλέους Μήτηρ. Μεγάλως γὰρ ἐδόξασας, τὴν Σὴν ἁγίαν Εἰκόνα, καὶ ταύτην ἡμῖν δέδωκας, ὡς θησαυρὸν οὐράνιον, καὶ πηγὴν ἀγαθῶν, εἰς περιποίησιν ἡμῶν, καὶ σωτηρίαν αἰώνιον.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Ὕμνοις ἀνυμνοῦντες πνευματικοῖς, τὴν Δευτέραν Κόρη, τῆς Εἰκόνος Σου τῆς σεπτῆς, Εὕρεσιν βοῶμεν, ψυχῆς ἐν εὐφροσύνῃ· χαῖρε Τηνίων δόξα καὶ ἀγαλλίαμα.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου