Παρασκευή 29 Ιανουαρίου 2021

ΟΚΤΩΒΡΙΟΣ 9. ΑΓΙΟΙ ΑΒΡΑΑΜ ΚΑΙ ΛΩΤ ΔΙΚΑΙΟΙ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΟΚΤΩΒΡΙΟΣ Θ!!

ΑΒΡΑΑΜ & ΛΩΤ

ΑΚΟΛΟΥΘΙΑ

(Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Προπάτορας πάντες ἐκτενῶς, Ἀβραὰμ τὸν ἔνθεον, καὶ Λὼτ τὸν πάνυ τιμήσωμεν, πιστῶς κραυγάζοντες· οἱ ἐν δόμοις θείοις, νῦν συναγαλλόμενοι, αὐτῶν καὶ τοὺς ὑμᾶς ἀναμέλποντας, καταξιώσατε, καὶ τὴν μνήμην τὴν πανέορτον, καὶ φωσφόρον, ὑμῶν ἑορτάζοντας.

 

Προπάτορ μερόπων Ἀβραάμ, ἄνερ θεοφώτιστε, τὴν παναοίδιμον μνήμην σου, πανηγυρίζομεν, ὅτι σοῦ τὴν πίστιν, δοκιμάσας Κύριος, ἐκέλευσέ σε θῦσαι ὡς πρόβατον, ὅν σοι ἐδώρησεν, ἐν βαθεῖ σου ὄντως γήρατι, τόκον πάτερ, στεῤῥὲ ἄκμων πίστεως.

 

Πανεύφημε Λὼτ τὸ τοῦ Σταυροῦ, Ξύλον τὸ τρισύνθετον, ἔφυς καὶ ὕδατι ὅσιε, Θεοῦ ἐπότισας, ὅπερ διετάξω, φέρειν ταπεινότατε, ἐκ ῥείθρων Ἰορδάνου ἑκάστοτε, θεόθεν· ὅθεν σε, μεγαλύνοντες γηθόμενοι, σοῦ τὴν μνήμην, τὴν πάνσεπτον σέβομεν.

 

Προπάτορες Λὼτ καὶ Ἀβραάμ, οἱ δεσμοῖς συνδούμενοι, τῆς συγγενείας ἐπώφθητε, ἀγάπης πρότυπα, πρὸς ἀλλήλους· ὅθεν, ἄμφω μετῳκήσατε, εἰς γῆν τὴν τῆς Χαῤῥὰν πᾶσαν φεύγοντες, εἰδώλων ζόφωσιν, εἰς ἣν πάντες περιέπεσον, οἱ οἰκεῖοι, ὑμῶν ἀξιάγαστοι.

 

Δόξα. Ἦχος β΄.

Τὴν ἐκλεκτὴν ξυνωρίδα τῶν Προπατόρων, Ἀβραὰμ καὶ Λὼτ οἱ πιστοὶ μακαρίσωμεν· οὗτοι γὰρ δεχθέντες ἐν τῇ καρδίᾳ, τὴν ὑπέρφωτον ἔλλαμψιν τῆς τοῦ Θεοῦ γνώσεως, λύχνον ἑαυτοὺς πίστεως ἀπειργάσαντο, φαίνειν τοῖς ἐν σκιᾷ καθημένοις εἰδώλων λατρείας· διὸ καὶ ἠξιώθησαν οἰκήτορες τοῦ Παραδείσου γενέσθαι, καὶ πρότυπα πίστεως ἡμῶν τῶν βοώντων ἐκθύμως· Κύριε δόξα Σοι.

 

Καὶ νῦν. Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Κόπασον σαῖς λιταῖς, τὸν τάραχόν μου πάτερ, νῦν Ἀβραὰμ βοῶ σοι, καὶ τὴν ζωήν μου πᾶσαν, πρεσβείαις σου εἰρήνευσον.

 

Στ.: Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.

Πάντας ἀποφυγεῖν, τὸ πῦρ τὸ τῆς γεέννης, ἀξίωσον ἱκέτας, σοὺς Λὼτ ὁ τῶν Σοδόμων, ἀποφυγὼν τὸν ὄλεθρον.

 

Στ.: Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.

Ὤφθητε ἀληθῶς, τῆς πίστεως κρηπῖδες, καὶ εὐσεβείας στῆλαι, τρισμάκαρ Λὼτ θεόφρον, καὶ Ἀβραὰμ θειότατε.

 

Δόξα. Τριαδικόν.

Χαῖρε Τριὰς σεπτή, τῶν προπατόρων δόξα, καὶ κλέος ἐκβοῶμεν, ἡ πᾶσι δωρουμένη, τὰ ἐν τῷ βίῳ κρείττονα.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, ὑπερευλογημένη, καταφυγὴ μερόπων, ἐν θλίψεσι τοῦ βίου, καὶ πάσαις περιστάσεσι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀβραὰμ πατριάρχην φιλοξενίσαντα, τὴν παναγίαν Τριάδα, πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, ἱλαρῶς καὶ Λὼτ ὡς δίκαιον ὃν ἔσωσεν, ἐκ τῆς Αὐτοῦ ὀργῆς Θεός, εὐφημήσωμεν λαμπρῶς, βοῶντες· ἡμᾶς ἀφθίτου, χαρᾶς μετόχους πατέρες, καὶ εὐφροσύνης ἀναδείξατε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.  Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Πάτερ ἐνθεώτατε, Ἐδὲμ οἰκῆτορ μακάριε, Ἀβραὰμ τρισμακάριστε, περίδοξον κλέϊσμα, τοῦ βροτείου γένους, ἀπαρχὴν ὡς δένδρου, Χριστοῦ γενεαλογικοῦ, εὐθαλεστάτου ἀνευφημοῦμέν σε, καὶ τὴν ἁγίαν μνήμην σου, ἐπιτελοῦντες ἐν ᾄσμασιν, τὸν Σωτῆρα καὶ Κύριον, Ἰησοῦν μακαρίζομεν.

 

Ἔρεισμα τῆς πίστεως, Λὼτ Πενταπόλεως ὄλεθρον, ὥσπερ δίκαιος ἔφυγες, ἀνόμου φιλήδονος, καὶ διεφθαρμένης, καὶ πρὸς τὰ ὀπίσω, βλέμμα οὐκ ἔστρεψας τὸν σόν, ἰδεῖν τῶν πόλεων ὁλοκαύτωμα, καὶ πῦρ ὅπερ ἀπέστειλε, Θεὸς ὑψόθεν ὁμήγυριν, καύσαι φιλαμαρτήμονα, τῶν κατοίκων καὶ ἄφρονα.

 

Γόνε θεοτίμητε, τοῦ Θάῤῥα χάριν ἀπείληφας, Σὴμ φυλῆς θεῖον βλάστημα, γενάρχης θειότατος, Ἀβραὰμ γενέσθαι, καὶ σεπτὸς προπάτωρ, τοῦ Θεανθρώπου Ἰησοῦ, τοῦ προσλαβόντος ἡμῶν τὸ φύραμα, ἵνα θεώσῃ ἅπαντας, βροτοὺς δοξάζοντας ὄνομα, τὸ Αὐτοῦ ὑπεράγιον, πατριάρχα ἑκάστοτε.

 

Σάλπιγγας συνέσεως, καταβοώσας τοῖς πέρασι, τοῦ Θεοῦ φόβον μέλψωμεν, καὶ πάντας διδάσκοντας, σωφροσύνης τρόπους, νόμους τοῦ δικαίου, φιλοξενίας ἀληθοῦς, κανόνας δεῦτε, καὶ ἀγαθότητος, πανευλαβῶς κραυγάζοντες· Λὼτ μετανοίας ὑπόδειξον, τρίβους πᾶσι καὶ πάντιμε, Ἀβραὰμ φάρε πίστεως.

 

Λάζαρον τὸν πένητα, ἐν ταῖς ἀγκάλαις βαστάζοντα, καὶ δικαίων τὸ σύστημα, ἐν πόλου σκηνώμασιν, Ἀβραὰμ τὸν θεῖον, μέλψωμεν ἐκθύμως,  ἀναβοῶντες· καὶ ἡμᾶς, τοὺς σὲ τιμῶντας, ἐν ταῖς ἀγκάλαις σου, ὑπόδεξαι ἀοίδιμε, μετὰ τὸν πότμον καὶ ποίησον, τῆς ἀγήρω λαμπρότητος, κληρονόμους σοὺς πρόσφυγας.

 

Ὤφθης ἀγαπήσεως, τοῦ Πλαστουργοῦ πάσης κτίσεως, ἱερώτατον ἔκτυπον, συνέσεως μέλαθρον, καὶ δικαιοσύνης, ἄστρον φωτοφόρον, φωταγωγοῦν γῆς Ἀβραάμ, πάσης τὰ πέρατα· ὅθεν ἄσμενοι, σὺν Λὼτ σὲ μακαρίζομεν, καὶ σὺν αὐτῷ νῦν τὴν μνήμην σου, τὴν λαμπρὰν καὶ πανεύφημον, οἱ πιστοὶ ἑορτάζομεν.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Προπατορικὴν πανήγυριν ἄγοντες σήμερον, τὸν δωρεοδότην παντὸς ἀγαθοῦ δοξάζομεν Κύριον, τὸν Παραδείσου δείξαντα οἰκήτορας, Ἀβραὰμ καὶ Λὼτ τοὺς δικαίους πρὸς οὓς κραυγάζομεν· ὁ Θεὸν ἀξιωθεὶς ἐν μορφῇ νοῶν τριῶν ξενίσαι, Ἀβραὰμ θειότατε, καὶ διδάσκαλε μετανοίας Λὼτ ἱερώτατε, ὁδοὺς μετανοίας καὶ σωτηρίας ὑποδείξατε, τοῖς ἀνυμνοῦσιν ἐκθύμως ὑμῶν μνήμην τὴν ἀεισέβαστον.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. ιη΄ 1 - 8)

Ὤφθη τῷ Ἀβραὰμ ὁ Θεὸς πρὸς τῇ δρυὶ τῇ Μαμβρῇ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ·καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον Σου, μὴ παρέλθῃς τὸν παῖδά Σου· λημφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· καὶ λάμψομαι ἄρτον καὶ φάγεσθε καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπαν· Οὕτως ποίησον, καθὼς εἴρηκας. Καὶ ἔσπευσεν Ἀβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν καὶ εἶπεν αὐτῇ· Σπεῦσον καὶ φύρασον τρία μέτρα τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας. Καὶ εἰς τὰς βόας ἔδραμεν Ἀβραὰμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκε τῷ παιδὶ καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό. Ἔλαβε δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον, ὃ ἐποίησε καὶ παρέθηκεν αὐτοῖς καὶ έφάγοσαν· αύτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.

 

 

 

 

 

 

 

 

Γενέσεως τὸ Ἀνάγνωσμα.  (Κεφ. ιη΄ 16 - 33 )

Ἐξαναστάντες οἱ Ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας, Ἀβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συμπροπέμπων αὐτούς. Ὁ δὲ Κύριος εἶπε· Μὴ κρύψω ἐγὼ ἀσπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. ᾜδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν· ὅπως ἄν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα ὅσα ἐλάλησε πρὸς αὐτόν. Εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μὴ ἵνα γνῶ. Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα, Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἐναντίον Κυρίου. Καὶ ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής ; ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖς αὐτούς ; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ ; μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀσποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. Μηδαμῶς· ὁ κρἰνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν ; Εἶπε δὲ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι’ αὐτούς. Καὶ ἀποκριθεὶς Ἀβραὰμ εἶπε· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριον, ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός· ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖν ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν ; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσαράκοντα πέντε. Καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ εἶπεν·ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα ; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. Καὶ εἶπεν· Μή τι, Κύριε, ἐὰν λαλήσω· Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα ; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τριάκοντα. Καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύριον ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι ; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. Καὶ εἶπεν· Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα ; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. Ἀπῆλθε δὲ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραὰμ καὶ Ἀβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

 

 

 

 

 

 

 

 

 

Γενέσεως τὸ Ἀνάγνωσμα.  (Κεφ. ιθ΄ 12 - 26)

Εἶπαν οἱ ἄνδρες πρὸς Λώτ· Ἔστιν υἱοί σοι ὧδε,γαμβροὶ ἤ υἱοὶ ἤ θυγατέρες ; ἤ εἴ τίς σοι ἄλλος ἔστιν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου· ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρῖψαι αὐτἠν. Ἐξῆλθεν δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αύτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αύτοῦ καὶ εἶπεν· Ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. Ἡνίκα δὲ ὄρθρος ἐγίνετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες· Ἀνασρὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας σου, ἅς ἔχεις, καὶ ἔξελθε, ἵνα μὰ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν· καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπεν· Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραλημφθῇς. Εἶπε δὲ Λὼτ πρὸς αὐτούς· Δέομαι, Κύριε· ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ’ ἐμέ, τοῦ τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω, ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἣ ἔστι μικρά, ἐκεῖ σωθήσομαι· οὐ μικρά ἐστιν ; καὶ ζήσεται ἡ ψυχή μου. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας· σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σε εἰσελθεῖν ἐκεῖ. Διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγώρ. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικοῦντας ἐνταῖς πόλεσιν καὶ πάντα τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός.

 

 

 

 

 

 

 

 

 

 

 

 

Λιτή. Ἦχος α΄.

Τὸν ἀγκάλας εὐρυχώρους ἔχοντα, χωρούσας πάντας τοὺς χοροὺς τῶν δικαίων, ἐν τῇ ἀγήρῳ μακαριότητι, Ἀβραὰμ τὸν προπάτορα ἡμῶν ἀξιοχρέως εὐφημήσωμεν· οὗτος γὰρ ἐν φόβῳ Θεοῦ πολιτευσάμενος, ἠξιώθη τὴν Τριαδικὴν Αὐτοῦ ἐπὶ γῆς ξενίσαι ὑπόστασιν· καὶ νῦν τῷ θρόνῳ τῆς δόξης παριστάμενος, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τὸν ζήλῳ πυρπολούμενον θείῳ, καὶ χάριν τῆς εὐσεβείας καταλιπόντα τὴν πάτριον αὐτοῦ χθόνα, Ἀβραὰμ τὸν δίκαιον ἐγκωμιάσωμεν· οὗτος γὰρ ἀκτῖσι ἀκραιφνοῦς πολιτείας, καὶ βολαῖς εὐσεβείας καὶ πίστεως, τὴν ζόφωσιν τῆς εἰδωλολατρείας διεσκέδασε· διὸ νῦν κληρονόμος ὑπάρχων, τῶν παμφαεστάτων τοῦ οὐρανοῦ σκηνωμάτων, ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μνημόσυνον.

 

Ἦχος γ΄.

Τὸν ὡς δίκαιον μὴ θεασάμενον Πενταπόλεως τὴν ἐρήμωσιν, καὶ μὴ γευσάμενον πυρὸς καὶ θείου καταβασίου, Λὼτ τὸν ἀεισέβαστον ἀνυμνήσωμεν ᾄσμασι· οὗτος γὰρ ἀνελθὼν ἀρετῆς τὰς βαθμίδας, καὶ ταπεινῶς ὑπὲρ τῆς εὐσεβείας ἀγωνισάμενος, χαρᾶς τῶν οὐρανῶν ἠξιώθη ἐν πόλῳ· καὶ νῦν σὺν Ἀγγέλων χορείαις εὐφραινόμενος, τοὺς ἐκτελοῦντας τὴν αὐτοῦ μνήμην ἐπισκιάζει ταῖς πτέρυξι, τῶν αὐτοῦ θερμῶν εὐχῶν πρὸς Κύριον.

 

Δόξα. Ἦχος δ΄.

Τοὺς ἐνδόξους προπάτορας Ἀβραὰμ καὶ Λὼτ ἐκθύμως, ὡς ἐν φόβῳ Θεοῦ καὶ δικαιοσύνῃ πολιτευσαμένους, τιμήσωμεν λέγοντες· μὴ παύσητε Κυρίῳ πρεσβεύοντες μακάριοι, ὑπὲρ ἡμῶν ἀναφερόντων δεήσεις, τῶν ὡς μεσίτας ὑμᾶς τιμώντων, ἵνα τύχωμεν σὺν ὑμῖν ἀναπαύσεως, ἐν τῇ ἀλήκτῳ μακαριότητι.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, πατριαρχῶν καλλονή, γενάρχα θεῖε Ἀβραὰμ τρισμακάριστε, ὁ Λάζαρον ἐν ἀγκάλαις, σαῖς θείαις καὶ τὸν χορόν, τῶν δικαίων πάντων πάτερ ἅγιε, βαστάζων ἐν δώμασιν, αἰωνίου λαμπρότητος, ὡς τῶν δικαίων, σεμνολόγημα ἔμψυχον, καὶ ἀρχέτυπον, φοβουμένων τὸν Κύριον· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες γηθόμενοι, καὶ σὰς ἀόκνους πρεσβείας, πρὸς τὸν Θεὸν ἐκδεχόμενοι, δοξάζομεν πόθῳ, τὸν σὲ δείξαντα πατέρα,  ἡμῶν θειότατον.

 

Στ.: Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.

Χαίροις, Σοδόμων ὁ οἰκιστής, ὅνπερ ὡς δίκαιον Θεὸς ἐπεσκέψατο, βιοῦντα ἐν μέσῳ πλήθους, ἀδίκων ἁμαρτωλῶν, φεῦ καὶ φιληδόνων, Λὼτ περίδοξε· γιγνώσκων γὰρ Κύριος, πολιτείαν σου σώφρονα, διέσωσέ σε, κατακαύσεως πόλεως, θυγατέρων σου, σὺν δυάδι πανόλβιε· μνήμην σου ὅθεν σήμερον, τὴν πάντιμον ἄγοντες, ἀναβοῶμεν· δυσώπει, τὸν πανοικτίρμονα Κύριον, ἡμᾶς διασῶσαι, τοῦ πυρὸς τοῦ ὀλεθρίου, καὶ αἰωνίζοντος.

 

Στ.: Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.

Μνήμην, ὑμῶν τελοῦντες λαμπρῶς, πάτερ θεόπτα Ἀβραὰμ παναοίδιμε, καὶ κλέϊσμα Λὼτ δικαίων, ἀναβοῶμεν θερμῶς, ἐκ καρδίας μέσης· ἀξιώσατε, χαρᾶς τῆς ἀτέρμονος, τοὺς ὑμᾶς ἑορτάζοντας, καὶ εὐφροσύνης, τῆς ἀγήρω ἐν δώμασιν, ἀφθαρτότητος, θεοφόροι προπάτορες, ἧσπερ νῦν ἀπολαύετε, Ἀγγέλων σὺν τάγμασιν, ὁσίων τε καὶ δικαίων, τοῖς φωτοφόροις συντάγμασι, καὶ δήμοις φωσφόροις, τῶν ἀνδρῶν τῶν φοβουμένων,  Θεὸν καὶ Κύριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν ὁσίων καὶ δικαίων προπατόρων τὴν ξυνωρίδα, Ἀβραὰμ καὶ Λὼτ οἱ πιστοὶ ἀξιοχρέως μακαρίσωμεν κράζοντες· ἀδικίας ὑπερτέρους δείξατε, καὶ ζηλωτὰς σωφροσύνης καὶ εὐσεβείας, τοὺς τιμῶντας ὑμῶν τὴν μνήμην πατέρες ἐνθεώτατοι.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀβραὰμ πατριάρχην φιλοξενίσαντα, τὴν παναγίαν Τριάδα, πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, ἱλαρῶς καὶ Λὼτ ὡς δίκαιον ὃν ἔσωσεν, ἐκ τῆς Αὐτοῦ ὀργῆς Θεός, εὐφημήσωμεν λαμπρῶς, βοῶντες· ἡμᾶς ἀφθίτου, χαρᾶς μετόχους πατέρες, καὶ εὐφροσύνης ἀναδείξατε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὴν μνήμην εὐλαβῶς, τὴν ὑμῶν ἐκτελοῦντες, προπάτορ Ἀβραάμ, καὶ σεπτὲ Λὼτ οἱ δῆμοι, πιστῶν ἀνακράζομεν· κληρονόμους φαιδρότητος, ὑπὲρ ἔννοιαν, τῆς ἐν σκηναῖς οὐρανίαις, ἀναδείξατε, ὑμᾶς τοὺς μέλποντας πόθῳ, πατέρες θειότατοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τῶν κόλπων Ἀβραάμ, τῆς τρυφῆς ἀπολαῦσαι, ἀξίωσον ἡμᾶς, Θεοτόκε Παρθένε, τοὺς σὲ μεγαλύνοντας, καθηκόντως ἀείποτε, καὶ δοξάζοντας, τὸν σὸν πανίερον Τόκον, τὸν λυτρώσαντα, ἡμᾶς ἐξ ἄγους θανάτου, Θεάνθρωπον Κύριον.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χαλδείας ἐκβλάστημα, γόνε λαμπρὲ Σὴμ φυλῆς, γενάρχα περίδοξε, τοῦ Θεανθρώπου Χριστοῦ, ἡμῶν δέξαι μέλισμα, σὲ τῶν ἀνευφημούντων, Ἀβραὰμ καὶ σὴν μνήμην, σὺν Λὼτ τοῦ συγγενοῦς σου, ἐκτελούντων ἐκθύμως· ὑπάρχεις γὰρ ἡμῶν πρὸς Θεόν, πρέσβυς θερμότατος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Σὲ βάτος πυράφλεκτος, ἣν προετύπου σαφῶς, καὶ ῥάβδος βλαστήσασα, τοῦ Ἀαρὼν ἀγαθή, ὑμνοῦμεν γηθόμενοι, κράζοντες· Θεοτόκε, σωτηρίας αἰτία, πάντων τῶν χριστωνύμων, καὶ πηγὴ ἀφθαρσίας, πιστῶν ἡμῖν πιεῖν ὕδωρ ζῶν, δὸς Μητροπάρθενε.

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σταυροῦ τὸν φύσαντα, ξύλον τρισύνθετον, Λὼτ ἀνυμνήσωμεν, τὸν θεοτίμητον, καὶ Ἀβραὰμ τὸν συγγενῆ τὸν θεῖον αὐτοῦ βοῶντες· εὐκλεεῖς προπάτορες καὶ δικαίων σεμνώματα, πάντας ἀναδείξατε κληρονόμους λαμπρότητος, ἀλήκτου τοὺς τιμῶντας ἐν ὕμνοις μνήμην ὑμῶν τὴν σεβασμίαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.

Στ.: Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.

Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. η΄ 31 -42 ): Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους...  Ζήτει τῷ Σαββάτῳ τῆς δ΄ ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τῶν Προπατόρων πρεσβείαις Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος πλ. β΄.  Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Τὸν διὰ πίστιν ἀπολαύσαντα τῆς γῆς τῆς ἐπαγγελίας, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπὸ καταβολῆς κόσμου, Ἀβραὰμ τὸν δίκαιον ἀξιοχρέως οἱ πιστοὶ εὐφημήσωμεν· οὗτος γὰρ ὡς προπάτωρ ἡμῶν ἐνθεώτατος, πρὸς βίον ἀνέγκλητον καὶ ἀνεπίληπτον, ἰθύνει ταῖς αὐτοῦ πρεσβείαις, ἡμᾶς τοὺς ἀπεγνωσμένους πλείστοις παραπτώμασι.

 

Εἶτα, οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τῶν Προπατόρων οὗ ἡ Ἀκροστιχίς: Ἀβραὰμ καὶ Λὼτ συνυμνῶ τοὺς δικαίους. Χ.  

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀξίως ὑμνήσωμεν οἱ πιστοί, προπάτορας θείους, τὸν θεόφιλον Ἀβραάμ, καὶ δίκαιον Λὼτ ὡς εὐσεβείας, πυρσοὺς καὶ λύχνους λαμπροὺς θείας πίστεως.

Βυθοῦ ἐξαρπάσατε ζοφεροῦ, ἡμᾶς ἀπωλείας, τοὺς γεραίροντας ἀκλινῶς, ὑμῶν Ἀβραὰμ καὶ Λὼτ τὴν μνήμην, τὴν φωτοφόρον μελίσμασι πρέπουσι.

Ῥευστῶν ὑπερόπτας τε καὶ φθαρτῶν, ὑμᾶς τοὺς τιμῶντας, ἀναδείξατε Ἀβραάμ, καὶ Λὼτ πατριάρχαι φωτοφόροι, Θεοῦ ἐν φόβῳ οἱ πολιτευσάμενοι.

Θεοτοκίον

Ἁγνὴ Θεοτόκε τοῦ σοῦ Υἱοῦ, κατάπεμψον πᾶσι, μεγαλύνουσι σὲ λαμπρῶς, τὸ ἔλεος τοῦ μονογενοῦς σου, Υἱοῦ καὶ Κτίστου τὸ ἄμετρον Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἀβραὰμ πατριάρχα, Ἐδὲμ σεπτὲ ἔνοικε, δέξαι τὰς ψυχὰς τῶν δικαίων, ἐν θείοις κόλποις σου, ἐν οἷς τῆς παραβολῆς, ἐπαναπαύεις ἀλήκτως, Λάζαρον τὸν πένητα, πάτερ μακάριε.

Μὴ ἐάσῃς γενέσθαι, ἡμᾶς τοὺς σὲ μέλποντας, Λὼτ πυρὸς ἀνάλωμα πάτερ, διαιωνίζοντος, καταβασίου πυρός, καὶ αἰωνίου θανάτου, ὁ φυγὼν τὸν ὄλεθρον, μόνος ὡς δίκαιος.

Κοπιάσας ποτίσαι, τὸ τοῦ Σταυροῦ ἅγιον, ξύλον ὅπερ ἔφυς τρισμάκαρ, Λὼτ ἐναπέπλυνας, τῶν σῶν ἱδρώτων ῥοαῖς, τῆς ἁμαρτίας σου ῥύπον, καὶ σοῦ παραπτώματος, πάτερ τὸν βόρβορον.

Θεοτοκίον

Ἀειπάρθενε Μῆτερ, τῶν χοϊκῶν τάγματα, σὺν τῶν Ἀσωμάτων χορείαις, ὑμνολογοῦμέν σε, ὥσπερ καθέδραν λαμπράν, τοῦ Βασιλέως τῆς δόξης, καὶ Αὐτοῦ χρυσότευκτον,  μέλαθρον Δέσποινα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Μνήμην πάμφωτον, ὑμῶν τελοῦντες, εὐσεβέστατοι, νῦν πατριάρχαι, Ἀβραὰμ κλυτὲ καὶ Λὼτ ἀξιάγαστε, ἀναβοῶμεν πιστῶς· ἱκετεύσατε, Θεὸν καὶ Κτίστην παντὸς πέμψαι ἅπασιν, ἄμφω δύναμιν καὶ ῥῶσιν πατῆσαι φρύαγμα, ἐχθροῦ τὸ ἐπηρμένον τοῦ ἀλάστορος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν θεώσασαν, βροτῶν τὸ γένος, παντευλόγητον, Θεοῦ μητέρα, ὡς πιστῶν καταφυγὴν καὶ βοήθειαν, ἀνευφημήσωμεν πάντες γηθόμενοι, θερμῶς βοῶντες· πανένδοξε Δέσποινα, ῥῦσαι ἅπαντας γεέννης πυρὸς τοὺς δούλους σου, καὶ ζόφου κατωδύνου τῆς κολάσεως.

 

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Ἰσαὰκ δι' ἀγάπησιν, θῦσαι κατεδέξω Θεοῦ τὸν τόκον σου, τὸν μονογενῆ θεόφιλε, Ἀβραὰμ πατέρων σεμνολόγημα.

Λὼτ Θεοῦ τὰ ἐντάλματα, ὁ ἀπαραβάτως τηρῶν ἐν βίῳ σου, Πενταπόλεως ἐξέφυγες, τῆς καταστροφῆς σὺν θυγατράσι σου.

Ὦ δυὰς ἀξιαγάστε, συγγενῶν Χαλδείας βλαστῶν ἐπάκουσον, Ἀβραὰμ καὶ Λὼτ τῶν σήμερον, μνήμην τὴν ὑμῶν τελούντων ᾄσμασι.

Θεοτοκίον

Τῶν εὐχῶν σου πυρσεύμασι, σκοτομήνην πάντων ἡμῶν ἐκδίωξον, καθευδόντων οἴμοι Δέσποινα, ἁμαρτάδων ἐν σκιᾷ ὁ δύστηνος.

 

 

 

 

 

 

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Σὲ ὁ Παντουργός, καὶ Θεὸς ἡμῶν ἐπέλεξεν, Ἀβραὰμ γενέσθαι γένους χοϊκῶν, πατριάρχης εὐσεβείας ὡς κρηπίδωμα.

Ὕμνον τῷ Θεῷ, πέμπων Λὼτ σεμνὲ ἑκάστοτε, ἠξιώθης ἐκφυγεῖν καταστροφῆς, τῆς Σοδόμων φιληδόνου ὁμηγύρεως.

Νόας τρεῖς λαμπρῶς, Ἀβραὰμ ἐφιλοξένησας, ὑπὸ δρῦν Μαμβρῆ ὁ νῦν ἐν ταῖς σκηναῖς, οὐρανῶν φιλοξενῶν δικαίων τάγματα.

Θεοτοκίον

Ὕμνοις Ἀγαθή, καταστέφοντές σε κράζομεν· Θεοτόκε σὺν τῷ Λὼτ καὶ Ἀβραάμ, ἐκδυσώπει σὸν Υἱὸν ὑπὲρ τῶν δούλων σου.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Μνημόνευε, τῶν πιστῶς τελούντων σου, Ἀβραὰμ τὴν πανακήρατον μνήμην, καὶ ἐν τοῖς κόλποις σου τοῖς πανιέροις, ψυχὰς ἡμῶν μετὰ πότμον ἀνάπαυσον, δένδρου γενεαλογικοῦ, Θεανθρώπου Χριστοῦ ῥίζα πάνσεμνος.

Νῦν μέλποντες, ὥσπερ θείας πίστεως, πολιτείας ἀκραιφνοῦς εὐσεβείας, καὶ τοῦ Θεοῦ φόβου στηλογραφίαν, σὲ Ἀβραὰμ ἀνυμνοῦμεν γηθόμενοι, οὗ σὴν ἀγάπην πρὸς Θεόν, ὑπὲρ πάντας Αὐτὸς ἐδοκίμασεν.

Ὡς πίστεως, καὶ δικαίου ἅπαντες, νῦν ὑμᾶς ἀνευφημοῦντες προβόλους, θεοειδὲς Ἀβραὰμ καὶ κοσμῆτορ, Λὼτ βιοτῆς καθαρᾶς ἀνακράζομεν· ἰθύνατε ὑμῶν λιταῖς, χοϊκῶν τὰς χορείας πρὸς θέωσιν.

Θεοτοκίον

Τοῦ Τόκου σου, εὔκλειαν τὴν ἄληκτον, ἀνυμνεῖν ἡμᾶς ἀξίωσον Μῆτερ, τοῦ Ἀβραὰμ καὶ τοῦ Λὼτ ἱκεσίαις, Θεογεννῆτορ ἁγνὴ Μητροπάρθενε, ἵνα δοξάζωμεν ἀεί, τὸν σεπτὸν καὶ πανάγιον Τόκον σου.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Υἱὸν τοῦ Θάῤῥα τὸν ἐν Οὔρ ἐξανατείλαντα, ἐκ τῆς φυλῆς τοῦ Σὴμ προπάτορα τὸν ἔνθεον, Ἀβραὰμ ἀνευφημήσωμεν τὸν θεόπτην, σὺν τῷ Λὼτ τῷ συγγενεῖ αὐτοῦ ἐξ αἵματος, ὡς δικαίων καὶ ὁσίων ἀκροθίνια, πόθῳ κράζοντες· Χαίροις ζεῦγος μακάριον.

Ὁ Οἶκος

Ἅγιε πατριάρχα, Ἀβραὰμ σὺν δικαίῳ, σὲ Λὼτ ἀνευφημοῦμεν ἀξίως· ἐν Ἐδὲμ γὰρ οἰκοῦντες λαμπρῶς, νῦν μετὰ δικαίων τοὺς χοροὺς Κτίσαντι, Θεῷ καθικετεύετε, ὑπὲρ ὑμῶν θερμῶς βοώντων·

Χαίρετε, σύναυλοι τῶν δικαίων·

χαίρετε, σύσκηνοι τῶν Ἀγγέλων.

Χαῖρε, Ἀβραάμ, τῆς Χαλδείας ἐκβλάστημα·

χαῖρε, τῆς Χαῤῥὰν καὶ Σοδόμων, Λώτ, σέμνωμα.

Χαῖρε, κλέος πολυτίμητον Ἀβραάμ, πιστοῦ λαοῦ·

χαῖρε, σκεῦος χρυσοποίκιλτον, Λώτ, Κυρίου σεβασμοῦ.

 

Χαῖρε, πλήθους ἐκγόνων, Ἀβραάμ, ὁ προπάτωρ·

χαῖρε, δήμου δικαίων, Λώτ, ὁ θεῖος κοσμήτωρ.

Χαίρετε, φόβου κύμινα Κτίσαντος·

χαίρετε, θεῖα ἔσοπτρα πίστεως.

Χαῖρε,πυξίς, Ἀβραάμ, τῆς ξενίας·

χαῖρε, βαλβίς, μάκαρ Λώτ, εὐσεβείας·

Χαίροις, ζεῦγος μακάριον.

 

Συναξάριον.

Τῇ Θ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Προπατόρων· Ἀβραὰμ καὶ Λώτ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οὐρανῶν ξυνωρίδα, τὴν παμφαῆ μέλψωμεν, Ἀβραὰμ προπάτορα θεῖον, καὶ Λὼτ τὸν ὅσιον, τοὺς ἐκτενῶς τὸν Θεόν, ὑπὲρ ἡμῶν δυσωποῦντας, τοὺς αὐτοὺς ἐν ᾄσμασι, νῦν μακαρίζοντας.

Ὑμνητῶν εὐλαβῶν σου, φωνὰς ταχὺ ἄκουσον, Ἀβραὰμ λαμπὰς εὐσεβείας, ἥνπερ ὁ Κύριος, ἤναψε πρὸ τῶν Ἐθνῶν, πρὸς φωτισμὸν τῶν κειμένων, ἐν σκοτείᾳ χείρονος, βίου θειότατε.

Σὲ Θεὸς Λὼτ τρισμάκαρ, Σοδομιτῶν ἔσωσεν, ἐξ ἀφανισμοῦ κατωδύνου, ὡς μόνον δίκαιον· διὸ εὐήχοις φωναῖς, σὺν Ἀβραὰμ συγγενεῖ σου, νῦν ἀνευφημοῦμέν σε, πάτερ ἀοίδιμε.

Θεοτοκίον

Δροσοβόλων λειμώνων, τῶν οὐρανῶν δεῖξόν με, Κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, ἔνοικον καὶ τῆς χαρᾶς, τῶν οὐρανῶν κληρονόμον, ἵνα μακαρίζω σε,  Νύμφη ἀνύμφευτε.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἴσχυσας πάτερ, φυγεῖν εἰδώλων τὴν πλάνην, Ἀβραὰμ καὶ λατρεῦσαι ἐν πίστει, τὸν τῆς οἰκουμένης, Δημιουργὸν καὶ Κτίστην.

Κραυγάζομέν σοι, τῶν εὐσεβῶν αἱ χορεῖαι, Λὼτ πατέρων ὁσίων λαμπρότης· πᾶσι δεῖξον τρίβους, ἡμῖν τῆς σωτηρίας.

Ἄγοντες πόθῳ, ὑμῶν τὴν πάνσεπτον μνήμην, Ἀβραάμ τε καὶ Λὼτ ἐκβοῶμεν· ῥύσασθε ταχέως, ἡμᾶς πυρὸς γεέννης.

Θεοτοκίον

Ἰδεῖν Παρθένε, Υἱοῦ σου κάλλος ἐν πόλῳ, τὸ ἀμήχανον Θεογεννῆτορ, Κεχαριτωμένη, ἀξίωσον σοὺς δούλους.

 

 

 

 

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Οἱ τῆς Ἐδὲμ πολῖται,  ῥύσασθε κινδύνων, καὶ συμφορῶν Ἀβραὰμ θεοδόξαστε, καὶ Λὼτ τοὺς ὕμνοις εὐήχοις ὑμᾶς γεραίροντας.

Ὑπνώσατε τὰ πάθη, τῶν ὑμᾶς ὑμνούντων, ἀπαύστως Λὼτ σωφροσύνης διάκοσμε, καὶ Ἀβραὰμ προσταγμάτων Θεοῦ ὑπήκοε.

Σωφρόνως καὶ δικαίως, βίον διανῦσαι, καὶ εὐσεβῶς Ἀβραὰμ ἀξιώσατε, καὶ Λὼτ ὑμᾶς τοὺς τιμῶντας ψαλμοῖς καὶ ᾄσμασι.

Θεοτοκίον

Χαρίτων μυροθήκη, κῆπε μυροβόλε, τῶν ἀρετῶν καὶ ἁγνείας μυράλειπτρον, ἡμᾶς Παρθένε λιτῶν σου, ὀδμαῖς κατεύφρανον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ὑμῶν πρεσβείαις ῥύσασθε, πυρὸς τοῦ αἰωνίζοντος, καὶ ὀλεθρίου θανάτου, πιστῶν ἁπάντων χορείας, τρισμάκαρ Λὼτ πανένδοξε, καὶ Ἀβραὰμ θεσπέσιε, σεμνῶν πατέρων πρότυπα, τῆς Παλαιᾶς Διαθήκης, καὶ φρυκτωροὶ εὐσεβείας.

Θεοτοκίον

Χειμαζομένων εὔδιος, λιμὴν καὶ ὅρμος ἄκλυστος, τῶν ποντουμένων ἐν βίου, ταῖς ζοφεραῖς τρικυμίαις, ὑπάρχεις Μητροπάρθενε, εὐλογημένη Δέσποινα, οἰακοστρόφε ἄριστε, πιστῶν πρὸς κρείττονα βίον, καὶ τῶν ψυχῶν σωτηρίαν.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ὑμῶν τὴν πάνσεπτον μνήμην, πανηγυρίζοντες, πατέρες θεοφόροι, ἀνακράζομεν πόθῳ· μετόχους εὐφροσύνης διηνεκοῦς, Ἀβραὰμ ἀναδείξατε, καὶ Λὼτ τοὺς ὕμνοις καὶ ᾄσμασι μελιχροῖς, τοὺς ὑμᾶς λαμπρῶς γεραίροντας.

 

Τὸν τὴν Ἁγίαν Τριάδα, φιλοξενήσαντα, καὶ ἐν προβεβηκυίᾳ, ἡλικίᾳ γενέσθαι, ἐκ Σάῤῥας γηραλέας ὄντως πατήρ, Ἀβραὰμ τὸν ἀοίδιμον, ἀξιωθέντα τῇ χάριτι τοῦ Θεοῦ,  ἐγκωμίοις καταστέψωμεν.

 

Καταστροφὴν τὴν ἐξ ὕψους, φιλαμαρτήμονος, Σοδομιτῶν χορείας, τὸν φυγόντα Ἀγγέλου, σεπτῇ χειραγωγίᾳ δεῦτε νῦν Λώτ, κατ' ἀξίαν τιμήσωμεν, ὡς χαμαιζήλων ἁπάντων ἁμαρτιῶν, ὑπερόπτην ὕμνοις πρέπουσι.

 

Μακροθυμίαν Κυρίου, τὴν ὑπὲρ ἔννοιαν, ἐν τῇ συνομιλίᾳ, μετὰ Λὼτ τοῦ θεόπτου, Αὐτοῦ διαπιστοῦντες πρὸ τῆς φθορᾶς, τῶν Σοδόμων κραυγάζομεν· πάριδε πάντων ὡς εὔσπλαγχνος Ποιητά, τῶν Σῶν δούλων ἀμπλακήματα.

 

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν γενάρχην Ἀβραὰμ τὸν ἐν φόβῳ Θεοῦ πολιτευσάμενον, καὶ τὸν δίκαιον καὶ σώφρονα Λὼτ ἀξιοχρέως, τοῖς ὕμνων πάντες καταστέψωμεν ᾄσμασιν, πανευλαβῶς βοῶντες καὶ κράζοντες· πατέρες θεοείκελοι οἱ τῆς τῶν οὐρανῶν εὐκλείας κληρονόμοι, τῆς σὺν ὑμῖν χαρᾶς ἀδιαλείπτου ἀξιώσατε, τοὺς ἑορτάζοντας πόθῳ ὑμῶν μνήμην τὴν πανσεβάσμιον.

 

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Τὸν ἀξιωθέντα πρὸς τῇ δρυΐ, τῇ Μαμβρῇ ξενίσαι, τὴν Τριάδα τὴν παμφαῆ, Ἀβραὰμ τὸν θεῖον, τιμήσωμεν προφρόνως, σὺν Λὼτ τῷ ἐκφυγόντι, πῦρ καταβάσιον.

ΠΑΡΑΚΛΗΣΙΣ

(Γεωργίου Γαλανόπουλου)

 



Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Πατριάρχη Ἀβραὰμ υἱὸν Θάρα, φιλοξενίας τε καὶ πίστεως ἄνδρα, Θεῷ καθυπακούσαντα θῦσαι Ἰσαάκ, μέλεσι πνευματικοῖς λαοί, μετὰ Λὼτ ἀνεψιοῦ αὐτοῦ, ἐκφυγόντος εἰς Σηγώρ, μέλψωμεν τοῦ δικαίου, ἐπεὶ ἱλάσκουσιν ὑπὲρ ἡμῶν, ἄνακτα πάντων, τὰ κρείττω δωρήσασθαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀβραὰμ καὶ Λώτ, δέξασθε ὕμνον Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀλήκτως προσηύχου ἑνὶ Θεῷ, παντάνακτι ἔχων, πίστιν ἔσωθεν Ἀβραάμ, σὺν Λὼτ τῷ Δικαίῳ τάχει δοῦναι, καρποφορίαν ἣν πᾶσι παράσχητε.

Βαδίσας ἐξῆλθες πατρῷαν γῆν, Θεοῦ τῇ προστάξει, ὑπακούσας μονογενῆ, Ἰσαὰκ τοῦ θῦσαι τῷ Κυρίῳ· διὸ πολλῶν ἀγαθῶν κατηξίωσαι.

Ῥιφθὲν οὐρανόθεν πῦρ τὸν λαόν, Σοδόμων Γομόῤῥας, πλὴν συζύγου καὶ τέκνων Λώτ, κατέκαυσε τὸν ἡμαρτηκότα, σὺ δὲ σωθεὶς εἰς Σηγὼρ ἡμῖν ἵλαθι.

Θεοτοκίον.

Ἁγνὴ εἰς βοήθειαν τῶν πιστῶν, ἐλθὲ Θεομῆτορ, ἡ σαρκὶ τέξασα Χριστόν, τὸν ἥκοντα σῶσαι τοὺς ἀνθρώπους, Ὃν παρακάλει φθορᾶς πάντας ῥύσασθαι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἀῤῥαγῆ πίστιν ἔχων τὸν Ἰσαὰκ ἔσπευσας, θῦσαι τῷ Θεῷ Πατριάρχα, ὃν ἐλυτρώσατο, εἰς δὲ Χαρὰν ἐκ τῆς Οὔρ, ἐλθὼν Αὐτῷ συνομίλεις, σπέρμα σου πληθύναντος, ἐν πᾶσιν ἔθνεσι.

Μεταγνοὺς Λὼτ ἐν τάχει ὑπακοῇ ἤστραψας, τῇ ἐπιστροφῇ ἐκ τῆς μέθης, ᾗ περιπέπτωκας· διὸ γενοῦ βοηθός, καὶ δὸς εὐχάς σου Κυρίῳ, ἵνα στήλη ἅλατος, μὴ οὖν γενώμεθα.

Κακουργίας δαιμόνων τὰς καθ’ ἡμῶν Δίκαοι, χάριτι ὑμῶν καὶ δεήσει, διασκορπίσατε, ὡς συνετοὶ καὶ πιστοί, ὄντες ἀεὶ πρὸς τὸν Κτίστην, ὑφ’ Οὗ ηὐλογήθητε, μεγαλυνόμενοι.

Θεοτοκίον.

Ἀληθῆ Θεοτόκον ὁμολογῶ Δέσποινα, Σὲ τὴν Θεὸν Λόγον ἀφράστως ἀποκύησασαν, Τοῦτον δυσώπει ἀεί, ἁμαρτιῶν ἡμῖν δοῦναι, τὴν ὀφλὴν ὡς εὔσπλαγχνος, καὶ μέγα ἔλεος.

Λυτρώσασθε, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς ἀνυμνοῦντας, Ἀβραὰμ σὺν Λὼτ ὑμῶν μνήμην λαμπρὰν ἐν μέλεσι, καὶ δότε πᾶσιν ἡμῖν θεῖα δῶρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀνθρώπων πιστῶν προσδέξασθε παράκλησιν, σὺν Λὼτ Ἀβραάμ, ψαλμοῖς ὡς προγεννήτορας, τοῦ Χριστοῦ γεραίρομεν, τὴν ὑμῶν μνήμην ἑορτάζοντες, ὅτι Δικαίων τέταχθε χοροῖς, τῷ θείῳ ὑπήκοντες θελήματι.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἰσχὺν θείαν εἰλήφατε, παρὰ τοῦ Κυρίου μακαριώτατοι, Ἀβραὰμ καὶ Λὼτ ὡς Δίκαιοι· ὅθεν ὑμᾶς πρέσβεις Τούτῳ ἔχομεν.

Λῦσον Πάτερ τὰ ἔνεδρα, τοῦ Ἀδὰμ καὶ Εὔαν δόλῳ ἐλάσαντος, ἐκ τρυφῆς τῆς ξύλου βρώσεως, καὶ Θεοῦ εὐκλείας ἐπανάγαγε.

ᾨδὰς πάντων προσδέξασθε, ὡς ὑμεῖς οἰκεῖοι Θεοῦ γενόμενοι, εὐσεβείας πλούτῳ ἕνεκεν, καὶ πιστοῖς δωρήματα βραβεύσατε.

Θεοτοκίον.

Τὴν βροτῶν γένος σώσασαν, ὡς Υἱὸν τεκοῦσαν Θεοῦ λυτήριον, ἁμαρτίας ἀειπάρθενον, γλῶσσαι καὶ φυλαὶ γῆς μακαρίζουσι.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Δότε νῦν ἡμῖν, Ἀβραὰμ καὶ Λὼτ δωρήματα, ἃ οὐρανόθεν ἐδέξασθε ὑμεῖς, ὅτι ἀπαύστως, πιστῶς τῷ Θεῷ προσηύξασθε.

Ἔλασον μακράν, ἀφ’ ἡμῶν βελῶν τοξεύματα, ὡς εἰληφὼς πολλὴν χάριν ἐκ Θεοῦ, ὅτι Ἁγίαν Τριάδα ἐφιλοξένησας.

Ξένισον ἡμᾶς, τοῖς σοῖς κόλποις ὡς τὸν Λάζαρον, οὗ κῦνες ἕλκη ἀπείληχον πολλά, Ἀβραὰμ Πάτερ, καὶ πρόσχες σὺν Λὼτ παντάπασιν.

Θεοτοκίον.

Ἄχραντε Υἱόν, τοῦ Θεοῦ γαστρὶ κυήσασα, δὸς χαρὰν ἣν ἔλαβες πᾶσιν ἡμῖν, ἰδοῦσα πρώτη, τὴν ἐκ τάφου Τούτου ἔγερσιν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Σαῤῥήφυτος, Ἰσαὰκ ἐβλάστησεν, ὥσπερ ἄνθος Ἀβραὰμ ἐξ ὀσφῦος, Πατριαρχῶν, ὁ ἀρχῆθεν γενέτης, ὑπακοῆς θεϊκῆς τὸ ὑπόδειγμα, ὃν ἀνυμνοῦμεν μετὰ Λώτ, ὡς Δικαίους καὶ ἄνδρας θεόφρονας.

Θεράπευσον, Ἀβραὰμ νοσήματα, ταῖς πρεσβείαις σου καὶ πάθη δουλείας, ὁμοῦ σὺν Λώτ, τὸν Θεὸν δυσωποῦντες, ὅτι ὡς λέων ἐχθρὸς ὠρυόμενος, σπαρᾶξαι πᾶσαν ἀπειλεῖ, λογικὴν ποίμνην ἥνπερ περίσῳζε.

Ἐκλύτρωσαι, Ἀβραὰμ τοὺς μέλποντας, τὴν σὴν μνήμην πειρασμῶν δὸς λιταῖς σου, ὅπως ἡμᾶς, ἐν σκηνώσεσι θείαις, τῶν ἐκλεκτῶν κατατάξῃ ὁ Κύριος, ἐν ὥρᾳ δίκης φοβερᾷ, καὶ δωρήσηται πᾶσι τὸ ἔλεος.

Θεοτοκίον.

Ὑπήκουσα, συμβουλῇ τοῦ ὄφεως, ὥσπερ Εὔα πάλαι Κόρη ἀλλ’ ἄφες, Σαῖς εὐπροσδέκτοις πρὸς Τόκον πρεσβείαις, τῶν ἐγκλημάτων σειρᾶς καὶ εἰσάγαγε, τρυφᾶν τῆς δόξης ἀγαθά, σὺν εὐχαῖς Ἀβραὰμ τοῦ Προπάτορος.

Λυτρώσασθε, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς ἀνυμνοῦντας, Ἀβραὰμ σὺν Λὼτ ὑμῶν μνήμην λαμπρὰν ἐν μέλεσι, καὶ δότε πᾶσιν ἡμῖν θεῖα δῶρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀβραάμ τε καὶ Λὼτ τοῦ Θεοῦ οἱ Προπάτορες, νῦν χορείαις ταῖς τῶν ἐκλεκτῶν συναυλίζεσθε· ὅθεν βοῶμεν ἐκτενῶς, δάκρυσι καὶ εὐχαῖς· ταχὺ ῥύσασθε ἐκ δυσχερῶν, τοὺς μακαρίζοντας ὑμῶν, ἀληθῶς τὸ μνημόσυνον, ὅτι λαοῦ προστᾶται ἐδείχθητε Χαναναίων, καὶ ὑπὲρ τῶν θεοσεβῶν, τὸν παντάνακτα ἱλάσκετε.

 

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθηνθύσεται.

Εὐαγγέλιον. Κατὰ Ματθαῖον (κεφ. Α’, 1-17)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.

Δόξα: Ταῖς τῶν Σῶν Δικαίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...

Μὴ οὖν ἀποῤῥίψητε, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, εἰς ὑμᾶς πρσφεύγοντα ὦ πανόλβιοι, Ἀβραὰμ μετὰ Λώτ, Δικαίων πρόκριτοι, ἐκ δεινῶν ἐλευθερώσατε, τοῦ πολεμήτορος, ἴασιν κατ’ ἄμφω δωρήσασθε, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν ἀλγεινῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν μνήμην ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃτε πάντοτε, τοῖς ψαλμοῖς γεραίρουσιν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μνήμην ὑμῶν φωσφόρον Ἀβραὰμ ἐκτελοῦντες μετ’ ἀνεψιοῦ σου τοῦ Λώτ, αἰτούμεθα πρεσβείαις, κολάσεως ῥυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοσοῦντας θεραπεύεις ὡς εἰληφὼς τὴν χάριν θεόθεν κατὰ παθῶν τῶν Λώτ, σοὶ προσιόντων καὶ πόθῳ ἐκβοώντων· μολυσμῶν τάχει ἴασαι, ἄλγους πικροῦ συμφορῶν, ἀνάγκης τε καὶ βλάβης.

Ὁ ἐξελθὼν Θεέ μου αὐτοῦ τῆς συγγενείας δείξας ὑπήκοον Σοί, ἀξίως ἐδοξάσθη, ὡς Δίκαιος ἐν πόνοις, καὶ Πατὴρ ἀναδέδεικται, λαοῦ ἀρδεύων ἡμᾶς, χαρᾶς καὶ εὐφροσύνης.

Θεοτοκίον.

Νεκρώσας ἰσχὺν ᾍδου ὁ τεχθεὶς ἐκ Σοῦ Μῆτερ ἐν τῷ σπηλαίῳ Χριστός, προσδέχεται τὰ δῶρα, τῶν Μάγων Νόων ὕμνον, καὶ Ποιμένων προσκύνησιν, τὰς δ’ ἁμαρτίας ἡμῶν, αἰτεῖ τοῦ συγχωρῆσαι.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γάννυται μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ, ταῖς Ἀβραὰμ πρεσβείαις.

Ἐλέους θείου, καὶ δωρεῶν πάντας πλῆσον, ταπεινῶν φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ Λὼτ ὡς ἐργάτην, Θεοῦ καὶ ὑπηρέτην.

Ὤφθη Ἀγγέλοις, τρισσὶ Μαμβρῇ ὑπὸ δρῦν Σοι, Ἀβραὰμ Τριὰς ἡ Παναγία· ἣν ἀεὶ δυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.

Θεοτοκίον.

Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον παράσχου, Πατριάρχα βίον, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Θεοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης κακώσεων.

Ἱλάσθητε Σωτῆρι, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς καὶ παθῶν, τοὺς Ἀβραὰμ σὺν Λὼτ μνήμην, ὑμῶν μελίζοντας.

Ὁ δοὺς λαῷ σημεῖα, ὡς Θεοῦ οἰκέτης, δὸς ἡμῖν πονηροῦ φεύγειν παγίδων δεσμά, καὶ ἔσο πρόμαχος Πάτερ, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Ὑψίστου χρυσοῦς Θρόνος, πέλεις Σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντάς Σε.

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Νόσους ἐκδιώξατε λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, Ἀβραὰμ σὺν Λὼτ ἀνεψιῷ, σαῖς θερμαῖς πρεσβείαις, Θεὸν ἐκδυσωποῦντες, τῶν θλίψεων δὲ νέφη, τάχει μακρύνατε.

Εὔξασθε πταισμάτων δοῦναι ὀφλήν, καὶ ἁμαρτημάτων, Ἀβραὰμ καὶ Δίκαιε Λώτ, σύμπαντος ὁ Κτίστης, Οὗ τοὔνομα ἐν φόβῳ, πίστει τε καὶ δεήσει, ἐμεγαλύνατε.

Δὸς ἡμῖν ἀμείνω ταῖς σαῖς εὐχαῖς, τὴν θείαν εἰρήνην, Ἀβραὰμ Πάτερ καὶ χαράν, λύσιν ἐπταικότων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, καὶ μετανοίᾳ γε.

Ποίει ποίμνης γαίας ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον ἀληθῆ, ἵν’ ἀεὶ τιμᾷ σε, ἐν ὕμνοις Πατριάρχα, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Παύσατε φρυάγματα τῶν Ἐθνῶν, ἔπαρσιν Βελίαρ, καὶ πολέμους αἱματηρούς, προσευχαῖς ἀπαύστοις, ὑμῶν θεῖοι Πατέρες, σὺν δήμοις τῶν Δικαίων, καὶ Θεοπάτορσιν.

Ἀπὸ τοῦ Δικαίου οὖν Ἀβραάμ, ἕως καὶ τοῦ θείου, Ἰωσὴφ Μνήστορος ἁγνῆς, δέξασθε τόνθ’ ὕμνον, Προπάτορες Κυρίου, τῶν πίστει ἐκτελούντων, ὑμῶν μνημόσυνον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δέξασθε ᾠδὰς Λὼτ Ἀβραάμ, ὕμνους ἱερῶν τῶν τελούντων, τὴν θείαν μνήμην ὑμῶν, σὺν λοιποῖς Προπάτορσι, τῆς θείας Γέννας Χριστοῦ, ἧς Προφῆται θεόπνευστοι, προὐδήλωσαν πάλαι, ἐν σκιαῖς αἰνίγμασι καὶ τύποις ἐμφαντικῶς, οὗς ἀνευφημοῦμεν ἐνθέως, ὅτι ἐκ φυλῆς τοῦ Ἰούσα, Τούτου προκατήγγειλαν ὴν ἔλευσιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Δικαίων τὰ τάγματα Πατριαρχῶν τοὺς χορούς, Κυρίου Προπάτορας ᾄσωμεν σὺν Ἀβραάμ, καὶ Λὼτ θείοις μέλεσιν, ἄνδρας τε καὶ γυναῖκας, Προφητῶν τὰς χορείας, ὕμνοις θεοτερπέσιν, οἱ πιστοὶ κατὰ χρέος· πρεσβεύουσιν ἀεὶ γὰρ Θεῷ, δοῦναι σωτήρια.

Ἕτερον. Ἦχος γ’. Θείας πίστεως.

Πάτερ ἔνδοξε, τῆς εὐσεβείας, Ἀβραὰμ πιστὲ Θεοῦ ἐργάτα, τρεῖς Ἀγγέλους ὑπὸ δρῦν ἐξένισας, ὁ Ἰσαὰμ σπεύσας θῦσαι Κυρίῳ σου, ὡς εὐπειθέστατος δοῦλος καὶ πάνσεπτος· ὅθεν αἴτησαι, τοῖς Πατριάρχα τιμῶσί σε, πρεσβείαις ταῖς σαῖς πρὸς Δίκαιον Κριτὴν δοῦναι ἡμῖν χάριν καὶ ἔλεος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου