Κυριακή 5 Απριλίου 2020

ΙΟΥΛΙΟΣ 15. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΒΟΥΔΙΜΟΣ ΤΕΝΕΔΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΙΕ΄!!
ΑΒΟΥΔΙΜΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
 http://users.otenet.gr/~Tened0s/image006.jpghttp://users.otenet.gr/~Tened0s/image006.jpg
ΕIΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν στιχηρὰ προσόμοια.Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὅτε τὸ σκότος εἰδώλων, ἐκράτει πᾶσαν τὴν γῆν, τότε ἐν τῇ Τενέδῳ, ὡς ἀστὴρ χριστοφόρος, Ἀβούδιμε ἐφάνης, καὶ τὴν αὐτῶν, διελέγξας προσκύνησιν, τὸν Ἰησοῦν ἀνεκήρυξας ἀληθῆ, Θεὸν ὄντα τε καὶ ἄνθρωπον.

Μὴ ὑποφέρων λατρείαν, τῶν ψευδωνύμων θεῶν, καὶ συνησιωτῶν σου, τὴν ἀπώλειαν Μάρτυς, ἐκήρυξας γενναίως τὴν τοῦ Χριστοῦ, πρὸ τυράννου θεότητα, Ὃς πιστευόντων ἁπάντων ἐστὶ Σωτήρ, καὶ ᾯ πρέπει ἡ προσκύνησις.

Τὰς ἀπειλὰς τοῦ τυράννου καὶ ὑποσχέσεις αὐτοῦ, γενναίως μυκτηρίσας, ὑπεβλήθης βασάνοις, ἐν αἷς χαίρων εἰσῆλθες, δόξαν ὁρῶν, Παραδείσου τὴν μέλλουσαν, ἣν ὁ Χριστὸς ὥσπερ δῶρον τοῖς ἑαυτοῦ, Μαθηταῖς πιστοῖς χαρίζεται.

Τοὺς σπαραγμοὺς τῆς σαρκός σου, μάρτυς Ἀβούδιμε, γενναίως ὑπομείνας, τοῦ Χριστοῦ τῇ δυνάμει, κατέπληξας ὁρῶντας ἄθλους τοὺς σούς, καὶ Δεσπότου ἀπέδειξας, οἵαν παρέχει τοῖς Μάρτυσιν ἀντοχήν, ἐναθλοῦσι δι’ ἀγάπην Αὐτοῦ.

Τῆς κεφαλῆς σου τμηθείσης, χοροὶ ηὐφράνθησαν, Ἀβούδιμε ἀγγέλων καὶ τὰ πλήθη Μαρτύρων, ἡμεῖς δὲ τοὺς ἀγῶνας ὕμνοις τοὺς σούς, ἀνυμνοῦμεν γεραίροντες, τὸν στεφοδότην καὶ Κύριον Ἰησοῦν, δι’ Ὃν ἤθλησας μακάριε.

Ἐν μεσημβρίᾳ ἐφάνης, Μάρτυς Ἀβούδιμε, μετὰ τὴν ἄθλησίν σου, σὺν Ἀγγέλων χορείαις, τῷ σὲ παραδιδόντι ἀνηλεῶς, μαρτυρίοις καὶ ἤλεγξας, τὴν ματαιόφρονα πλάνην ὃς θυμωθείς, τῷ πυρί σε παραδέδωκε.




Δόξα. Ἦχος πλ.β΄.
Τῷ ζωηφόρῳ πυρὶ τοῦ θείου ἔρωτος ὅλος καταφλεχθείς, τὴν ψυχολέτειραν πλάνην τῶν εἰδώλων σοφῶς διήλεγξας, θεομάκαρ Ἀβούδιμε, μόνον Θεὸν κηρύξας ἀληθῆ, τὸν δι’ ἡμᾶς φιλανθρώπως σαρκωθέντα Σωτῆρα Χριστόν. Ὅθεν ἀπηνῶς βασανισθείς, ὡς ἀσώματος ὑπήνεγκας τοὺς πόνους, καὶ ὡς ἀμνὸς ἀπανθρώπως ἐκδαρείς, τὴν κεφαλήν σου τὴν σεπτὴν ἀπετμήθης. Τῷ δὲ παρανόμῳ βασιλεῖ παραδόξως μετὰ ταῦτα ὀφθέντος σου, ἐν τῇ παμφάγῳ φλογὶ τὸ ἱερὸν λείψανόν σου κατεκάη. Διὸ ὡς στεφηφόρος Ἅγιε, παριστάμενος τῷ Δεσπότῃ χαρμονικῶς, ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τὴν πανέορτον μνήμην σου, ἀδιαλείπτως καθικέτευε.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρα αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ Παῖς, Ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητονὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕIΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Προθύμως ἀράμενος, τοῦ Εὐαγγελίου τὸν ψυχοσωτήριον ζυγόν, τὴν σκοτεινόμορφον πλάνην τῶν εἰδωλικῶν σεβασμάτων σοφῶς διήλεγξας, θεοφόρε Ἀβούδιμε. Καὶ τοῦ Σωτῆρος Χριστοῦ τὴν ἔνσαρκον οἰκονομίαν ἀνακηρύξας, βασάνοις ἀνυποίστοις ἐμβέβλησαι, ἐν αἷς τὸ πνεῦμά σου τὸ ἀγαθόν, τῷ στεφοδότῃ Δεσπότῃ παραδέδωκας. Ὃν καθικέτευε ὡς φιλάδελφος δεόμεθα, ὑπὲρ ἡμῶν τῶν πίστει καὶ πόθῳ τιμώντων σε.

Ἦχος β΄.
Τὸ ὄμμα τῆς ψυχῆς σου, τείνας ἀκλινῶς πρὸς τὴν μέλλουσαν ζωήν, Ἀβούδιμε μακάριε, τῶν φθειρομένων σοφῶς ἠλόγησας, ὅτε πρὸ βήματος τυραννικοῦ ὡς τοῦ Κυρίου μαθητὴς παρέστης. Καὶ τῷ Ἁγίῳ Πνεύματι φωτισθείς, τὴν πλάνην τῶν ψευδωνύμων θεῶν διήλεγξας, μόνον Θεὸν κηρύξας, τὸν σαρκωθέντα Κύριον. Διὸ βασάνοις πολυτρόποις ἀγωνισθείς, τὴν κάραν σου ξίφει ἀπετμήθης, λαβὼν τὸν στέφανον τῆς ζωῆς, παρὰ τοῦ μισθαποδότου Χριστοῦ. Ὃν μὴ παύσῃ διηνεκῶς πρεσβεύων, ὑπὲρ τῶν ἀνυμνούντων τὴν θαυμαστήν σου ἄθλησιν.

Ἦχος γ΄.
Ὡς ὁλοκαύτωμα θυσίας τῷ Θεῷ, ὑπὲρ τῶν χριστωνύμων ὁμοπατρίων σου, ἀνηνέχθης ἐν χαρᾷ, ἀθλοφόρε Ἀβούδιμε. Ὅθεν νῦν ἐν ἀσφαλείᾳ ἀσείστῳ παριστάμενος τῷ Βασιλεῖ τῶν ὅλων, μνήσθητι τῆς ἐνεγκαμένης σε καὶ ὑποδούλου Νήσου, καὶ πάντων τῶν τελούντων φιλαγίως τὴν σεπτήν σου πανήγυριν.

Ἦχος δ΄.
Ἀθόλωτον ἔχων τὸ ὄμμα τῆς ψυχῆς σου, Ἀβούδιμε μακάριε, τὰ ἐπουράνια μυστικῶς ἐθεώρεις, καὶ τῆς ἀΰλου ζωῆς τὴν μακαριότητα μανικῶς ἐπόθεις. Ὅθεν τῇ ἀθληφόρῳ μαρτυρίᾳ σου, μέτοχος τούτων ἐγένου διὰ παντός, καὶ διὰ ταύτης, ἐκδιδάσκεις τοῖς πιστεύουσιν, ὁπόσον δεῖ θυσιαστικῶς ἀγαπᾶν, ἐξ ὅλης ψυχῆς τῆς δόξης τὸν Κύριον.

Δόξα. Ἦχος πλ.α΄.
Τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τέλειος πληρωτὴς ἐγεγόνεις, θεομακάριστε Ἀβούδιμε. Καιροῦ γὰρ ὁμολογίας ἐπιστάντος, οὐκ ἐδειλίασας τὼν τυράννων τὰς ἀπειλάς, οὐκ ἐπτοήθης ἐκ τῆς δριμύτητος τῶν ἐπενεχθεισῶν σοι βασάνων. Ὅθεν ὡς κριὸς χριστόψυχος ἀποτμηθείς, συμβασιλεύεις τῷ ποθητῷ σοι Κυρίῳ, Ὃν ὑπέρ πάντων τῶν τιμώντων σε, καθικέτευε μακάριε.

Καὶ νῦν. Θεοτοκίον, ὁ αὐτός.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῆς Τενέδου ἐξήνθησας, καὶ ἐν ταύτῃ ἐνήθλησας, καρτερῶς Ἀβούδιμε θεοδόξαστε, εἰδώλων πλάνην ψυχόλεθρον, ἐλέγξας τῇ χάριτι, τοῦ Χριστοῦ δυναμωθείς, καὶ βασάνων δριμύτητα παρωσάμενος. Ὅθεν πάντας ἐξέπληξας καὶ στέφος, μαρτυρίου ἀνεδήσω, τὸ μηδαμῶς μαραινόμενον.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Τὴν ἀλήθειαν ἔγνωκας, τοῦ Κυρίου Ἀβούδιμε, ἥτις σε ἐφώτισε καὶ διήλεγξας, τυραννικὴν ἀθεότητα, καὶ πλάνην βυθίζουσαν, ἀπωλείας εἰς βυθόν, τοὺς τὰ εἴδωλα σέβοντας, ὅθεν γέγονας, θεολόγος Χριστὸν ὁμολογήσας, ᾯ λατρεία πρέπει μόνῳ, καὶ ὡς Θεῷ ἡ προσκύνησις.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὡς ἀσπίδα κωφεύουσαν, αὐτοκράτορα ἔσχηκας, ἅγιε Ἀβούδιμε διηγούμενος, τῆς ἀληθοῦς ἡμῶν Πίστεως, τὰ σῴζοντα δόγματα, καὶ τὴν δύναμιν Χριστοῦ, τοῦ τὰ πάντα ποιήσαντος, ὅθεν εἴληφας, ὡς μισθόν σου βασάνους μαρτυρίου, ὃ ἀνδρείως ὑπομείνας, στεφάνῳ νίκης κατέστεψαι.

Δόξα. Ἦχος πλ.δ΄.
Τὴν τῶν μελλόντων ἀγαθῶν, βεβαίαν ἔχων τὴν πίστιν, πρὸς τῆς ἀθλήσεως ἀγῶνας ἀνδρικῶς προσεχώρησας, Ἀβούδιμε μάρτυς μακάριε. Καὶ τῇ τοῦ Πνεύματος χάριτι ἐνδυναμωθείς, σοφῶς τὴν πλάνην τῶν εἰδώλων διήλεγξας. Ὅθεν ὡς κριὸς χριστόψυχος βασάνους ὑπομείνας, τὴν κεφαλήν σου τὴν σεπτὴν ἐν τέλει ἀποτέτμησαι. Καὶ νῦν εὐφραινόμενος σὺν τοῖς Ἁγίοις ἐν τῷ Παραδείσῳ, πρέσβευε τῷ γλυκυτάτῳ Ἰησοῦ, ὑπὲρ ἡμῶν τῶν πίστει τιμώντων τὴν ἱεράν σου ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν θείαν ἄθλησιν, τοῦ μαρτυρίου σου, καὶ τὴν ἀνδρείαν σου, μάρτυς Ἀβούδιμε, δι’ ἧς διήλεγξας σοφῶςματαίαν πίστιν εἰδώλων, ἐν χαρᾷ θαυμάζοντες, τὸν Δεσπότην δοξάζομεν, τὸν σὲ δυναμώσαντα, καὶ τὴν θείαν πρεσβείαν σου, αἰτούμεθα σεμνῶς βιοτεῦσαι, καὶ σωτηρίας ἐπιτεύξασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν, Θεοτόκε Παρθένε. Ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις






ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Σωτῆρα ἐπιγνούς, τὸν Χριστὸν παντὸς κόσμου, καὶ τούτου πυρωθείς, τῇ ἀΰλῳ ἀγάπῃ, εἰδώλων διήλεγξας, λατρευτὰς θείοις λόγοις σου· ὅθεν εἴληφας, τοῦ μαρτυρίου τὸ στέφος, καὶ συντέταξαι, χοροῖς ἁγίων ἁπάντων, Ἀβούδιμε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Εὐφραίνεται πιστῶν, ἡ πληθὺς Θεοτόκε, τὸ ὄνομα τὸ σόν, καθ’ ἑκάστην βοῶσα, καὶ πόθῳ τὰς ὑψώσεις σου, μεγαλύνουσα πάντοτε, σὺ γὰρ καύχημα, καὶ βοηθὸς καὶ προστάτις, ἀκαταίσχυντος, πάντων ὑπάρχεις Παρθένε, τῶν πίστει τιμώντων σε.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῆς Τενέδου βλάστημα, ὤφθης ὡραῖον, καὶ αὐτὴν ἡγίασας, ταῖς τῶν αἱμάτων σου ῥοαῖς, μάρτυς Κυρίου Ἀβούδιμε, Ὃν ἐκδυσώπει, ὑπὲρ ταύτης πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Μωϋσῆς ἑώρακεν, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν,τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον πλησθεῖσαν τῆς Χάριτος.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς Θεὸν ὄντα μόνον ἀληθινόν, πρὸ τυράννου κηρύξας τὸν Ἰησοῦν, Ἀβούδιμε ἔνδοξε, ταῖς βασάνοις ἐκδέδοσαι, καὶ ἀγκίστροις τὸ σῶμα, δεινῶς τετραυμάτισαι, ἀλλ’ ἀνδρείως ὑπέστης τοὺς πόνους ὡς ἄσαρκος. Ὅθεν τὴν τιμίαν κεφαλὴν ἀπετμήθης, καὶ στέφος ἀπείληφας, ἀφθαρσίας ἀμάραντον, ἱκετεύων ἀείποτε, Χριστὸν ὑπὲρ τελούντων πιστῶς, τὴν χαρμόσυνον μνήμην σου Ἅγιε, ὅπως πάντες σωθῶμεν, ταῖς θείαις πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὅταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με σύνταξον, δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου σκότους καὶ πάσης κολάσεως, τὸν σὸν ἀχρεῖον δοῦλον ἐξάρπασον Ἄχραντε. Ἵνα εὐχαρίστως, μεγαλύνω τὸν πλοῦτον, τῆς σῆς ἀγαθότητος, Θεοτόκε πανύμνητε, καὶ βοῶ σοι γηθόμενος· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου.





Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου· Ἐκ νεότητός μου.
Προκείμενον· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος· Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.
Εὐαγγέλιον, τὸ τοῦ Ὄρθρου τοῦ ἁγίου Γεωργίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Πρὸς οὐρανὸν τὸ ὄμμα τῆς ψυχῆς σου τείνας, τῶν ἐπιγείων ὡς μὴ ὄντων κατεφρόνησας, Ἀβούδιμε χριστόψυχε. Καὶ μαρτυρίου ὑποστὰς τὰς βασάνους, τὸν νοητὸν Γολιὰθ ἐνίκησας, συμμετασχὼν ἀξίως τοῦ ἁγιωνύμου χοροῦ. Ἔνθα μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῆς ἠγαπημένης σου Τενέδου, καὶ πάντων τῶν τιμώντων σε, μάρτυς Χριστοῦ θεομακάριστε.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῷ Ἀβουδίμῳ μάρτυρι ὑμνητικὴ ἡ δόσις. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τενέδου τὸ βλάστημα, καὶ τῶν Μαρτύρων ὁμόψυχον, τὸν θεῖον Ἀβούδιμον, ὕμνοις τιμήσωμεν, ὅτι ἤθλησεν νομίμως ἐν Κυρίῳ, καὶ στέφος ἀπείληφε, τὸ ἀμαράντινον.
ς κήρυξ χριστόφωνος, μάρτυς Ἀβούδιμε πέφυκας, λατρείαν ψυχόλεθρον, εἰδωλικὴν εὐθαρσῶς, θείοις λόγοις σου, ἐλέγξας πρὸ τυράννων, καὶ πίστιν ἐκήρυξας, Χριστοῦ τὴν σῴζουσαν.
γάλλονται Ἅγιε, οἱ φιλομάρτυρες σήμερον, τιμῶντες τὴν μνήμην σου, ψυχὰς εὐφραίνουσαν, ὅτι ἤθλησας, γενναίως ἐν Κυρίῳ, καὶ πλάνην διέλυσας, χάριτι Πνεύματος.
Θεοτοκίον
Βροτῶν Μῆτερ πέφυκας, πρὸς τὸν Δεσπότην μεσίτρια, πταισμάτων τὴν λύτρωσιν, αἰτοῦσα πάντοτε, καὶ ἀνοίγουσα, τὴν θύραν Παραδείσου, ὡς κλεῖδα παρέχουσα, ἡμῖν μετάνοιαν.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Οὐδόλως. ὦ Μάρτυς, ἐπτοήθης, βασάνων ἀκούων ἀπειλάς, τοῦ κρίνοντος τυράννου σε, ἀλλ’ ἔνθους ὡμολόγησας, τὴν τοῦ Χριστοῦ θεότητα, ψευδῆ κηρύξας τὰ εἴδωλα.
πέμεινας πάσας τὰς βασάνους, Ἀβούδιμε χαίρων ἐν Χριστῷ, Ὃς μυστικῶς παρίστατο, καὶ δύναμιν παρέσχέ σοι, τὴν τοῦ Ἁγίου Πνεύματος, εἰς στηριγμὸν καὶ βοήθειαν.
Δαιμόνων ᾐσχύνθη ἡ χορεία, ὁρῶσα ἀθλοῦντά σε στεῤῥῶς, Ἀβούδιμε μακάριε, ἣν ὡς αἰτίαν ἔφησας, θρησκείας ματαιόφρονος, τῆς σεβομένης τὰ εἴδωλα.
Θεοτοκίον
κέτευε Ἄχραντε Παρθένε, Υἱόν σου φιλάνθρωπον ἀεί, ὑπὲρ τῶν ὅσοι φέρομεν, Αὐτοῦ κλῆσιν σωτήριον, καὶ ἐν πολλοῖς τοῖς πταίσμασι, λυποῦμεν Τοῦτον ὡς ἄφρονες.

Κάθισμα . Ἦχος γ΄. Θείας πίστεως.
Θείαν δύναμιν ἐνδεδυμένος, πρὸς τὴν ἄθλησιν χαίρων ἐξῆλθες, καὶ διήλεγξας εἰδώλων σκοτόμαιναν. Ὑποβληθεὶς δὲ βασάνοις Ἀβούδιμε, οὐκ ἐξηρνήσω Χριστοῦ πίστιν ἄμωμον· ὅθεν κάραν σου τμηθεὶς στέφος εἴληφας, τῆς δόξης Παραδείσου τὸ ἀμάραντον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Παραμύθιον τῶν θλιβομένων, ἱλαστήριον ἁμαρτανόντων, σὺ ἀνεδείχθης, Μητροπάρθενε Δέσποινα. Τὴν γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργον ἰσχύος πιστοῖς μόνη γέγονας, ὅθεν κράζομεν· Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Μόνον τὸν Δεσπότην ἐπιποθῶν, πάντων τῶν παρόντων ἠλόγησας, καὶ ὥσπερ λέων, πνέων πῦρ τὸ θεϊκόν, πρὸς τοὺς ἀγῶνας ἔδραμες, τῆς ὁμολογίας Ἀβούδιμε.
σπερ τὸν ὑψαύχενα Γολιάθ, ὁ Δαβὶδ τὸ πάλαι ἐνίκησεν, οὕτω σὺ Μάρτυς, τὸν ἀρχαῖον πτερνιστήν, δυνάμει τῇ τοῦ Πνεύματος, ὡς στρουθὸν ἀνδρείως κατέβαλες.
Μέμνησο Ἀβούδιμε ἀθλητά, συννησιωτῶν εὐφημούντων σε, καὶ πανταχόσε, οἰκουμένης τὸν Χριστόν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ὥσπερ σὺ ἀμώμως λατρεύουσι.
Θεοτοκίον
πλωσον τὴν σκέπην σου τὴν σεπτήν, ἐπὶ τοὺς τιμῶντάς σε Πάναγνε, καὶ τούτους τήρει, ἐκ βελῶν τοῦ πονηροῦ, ἀτρώτους καὶ δοξάζοντας, τὸν γλυκὺν Υἱόν σου καὶ Κύριον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
οαῖς τῶν αἱμάτων σου, τὴν Τένεδον ἐπότισας, ὅπως εὐσεβείᾳ διαπρέψῃ, καὶ τὸν ἀρχαῖον ἐχθρὸν ἀπέπνιξας, τὸν εἰσαγωγέα τῆς ψευδοῦς, πλάνης μάρτυς ἔνδοξε, θεοφόρε Ἀβούδιμε.
Τυράννου ἀπέῤῥιψας, τὰς ὑποσχέσεις Ἅγιε, ἵνα ἀρνησάμενος Δεσπότην, θύσῃς εἰδώλοις σπονδὰς καὶ λάβῃς τιμάς, προτιμήσας πάθος τοῦ Χριστοῦ, στέφος προξενῆσάν σοι, καὶ ζωὴν τὴν αἰώνιον.
φῆξε τὸν ζῆλόν σου, τὸ πῦρ τοῦ Θείου Πνεύματος, καὶ ἀνέδειξέ σε θεολόγον, δείξαντα πλάνην εἰδωλικὴν ἀσθενῆ, καὶ οἰκονομίαν τοῦ Χριστοῦ, ζώδειρον κηρύξαντα, πρὸ τυράννου, Ἀβούδιμε.
Θεοτοκίον
υπῶσαν καρδίαν μου, Παρθένε, ἀποκάθαρον, δάκρυα διδοῦσα μετανοίας, ἵνα Κυρίῳ πάλιν ὀφθήσωμαι, ὥσπερ δεῖ παγκάθαρος ναός, καὶ Αὐτοῦ τὸ ὄνομα, μεγαλύνω τὸ πάντιμον.

ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
δόντες ἅγιοι Ἄγγελοι, Ἀβούδιμε, στεῤῥὰν καρτερίαν σου, χαίροντες ἔψαλλον, τῷ μυστικῶς ἐνισχύσαντι· Σὺ δόξα τῶν Μαρτύρων ὑπάρχεις Κύριε.
πὸ ἐννέα τὸ σῶμά σου, δημίων ἀφειδῶς ἐμαστίζετο, ὅπερ προσήνεγκας, ὡς προσφορὰν τῷ Κυρίῳ σου, Ἀβούδιμε παμμάκαρ, ὁλοκαυτώσεως.
Μεγάλως Μάρτυς ἐδόξασας, τὸν σὲ ἐνδυναμώσαντα Κύριον, καὶ προεξένησας, χαρὰν μεγίστην ἰδοῦσί σου, τὴν θείαν καρτερίαν μεθ’ ἧς ἐνήθλησας.
Θεοτοκίον
Νοὸς τὸ ὄμμα ἐκκάθαρον, Παρθένε τοῦ ὁρᾶν τὰ συντείνοντα, πρὸς εὐαρέστησιν, τοῦ σοῦ Υἱοῦ Οὗ ἀξίωσον, τῆς θείας Βασιλείας γενέσθαι μέτοχον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Φιλοθεΐας πυρπολούμενος ζήλῳ, τὴν τῶν εἰδώλων κατεμάρανας φλόγα, Ἀβούδιμε, μαρτύρια βαστάσας ἀνδρικῶς· ὅθεν τὴν θεότητα τοῦ Κυρίου κηρύξας, μαστιχθεὶς τὴν κάραν σου ἀπετμήθης παμμάκαρ, καὶ τῇ φλογὶ τὸ σῶμά σου ριφθέν, ὥσπερ θυσία Χριστῷ προσενήνεκται.
Ὁ Οἶκος
Ἐγνωκὼς τὸν Χριστὸν πάντων πλήρωμα, ὧν ἀνθρώπειος φύσις ἐφίεται, σφόδρα ἤλγεις, Ἀβούδιμε, ὁρῶν τῶν εἰδώλων τὴν δυσσέβειαν τὴν οἰκουμένην κραταιῶς κατέχουσαν. Ὅθεν προσαχθεὶς πρὸ ἀσεβοῦς τυράννου καὶ πρὸς θυσίαν ἄνομον ἀναγκαζόμενος, ὡμολόγησας μεγαλοφώνως τοῦ Κυρίου τὴν θεότητα, καταισχύνας σοφῶς τῶν ἀσεβῶν τὴν ἄνοιαν. Πολλαῖς δὲ βασάνοις ὑποβληθεὶς καὶ ἀνδρείως ἐγκαρτερήσας, τὴν τιμίαν σου κεφαλὴν ἐν τέλει ἀπετμήθης· Ἐμφανισθέντος σου δὲ τῷ τυράννω καὶ ἐνεὸν τοῦτον καταπλήξαντος, τῇ παμφάγῳ φλογὶ τὸ τίμιον λείψανόν σου πρὸς τιμωρίαν ἐναπέῤῥιπται, ὅπερ ὡς εὔοσμος ὁλοκάρπωσις τῷ Χριστῷ προσενήνεκται.








Συναξάριον
Τῇ 15ῃ τοῦ μηνὸς Ἰουλίου, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀβουδίμου τοῦ ἐν τῇ νήσῳ Τενέδῳ ἀθλήσαντος.
Ἀβουδίμῳ μάχαιρα πρόξενος τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.
Πέμπτῃ τε καὶ δεκάτῃ Ἀβούδιμος μάρτυσι συνήφθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Κηρύκου καὶ Ἰουλίττης.
Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ,
Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Λολλιανός, ὑπὸ δημίων λακτιζόμενος, τελειοῦται.
Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους.
Ὁ Λολλιανός, οὗ ποσίκρουστον τέλους,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Ἀσιγιὰ τοῦ Σύρου, τοῦ θαυματουργοῦ.
Κατὰ τὴν κλῆσιν ἰατρὸς θεῖος πέλει,
Ὁ Ἀσιγιὰ ψυχῶν τε καὶ σωμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σγουΐτθ (Swithn) τοῦ Ἄγγλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ντόναλτ καὶ τῶν ἐννέα θυγατέρων αὐτοῦ, τῶν ἐν Σκωτίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βλαδιμήρου τοῦ ἰσαποστόλου, βασιλέως τῶν Ῥώσσων.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῆς κάρας τῆς Ἁγίας Ματρώνης τῆς Χιοπολίτιδος.
Λειποῦσα κόσμον ἔμπλεων ἀκοσμίας,
Χριστῷ πρόσισι νυμφικῶς ἡ παρθένος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
πατήθησαν, οἱ ἀσεβεῖς προτείναντες, σοὶ θῦσαι Ἅγιε, θεοῖς τοῖς εἰδωλικοῖς, διὸ καὶ ὑπέβαλον, φρικταῖς κολάσεσιν, ἀρνηθέντα σε, ἐν αἷς γενναῖος ἕστηκας, καταπλήξας τοῦς ὁρῶντας.
Τανυθέντα σε, δεινῶς πασσάλοις τέτταρσι, κατεμαστίγωσαν, ἐννέα βασανισταί, Ἀβούδιμε ἔνδοξε, καὶ ὑπομείναντα, κατεπλήγωσαν, ἐν σιδηροῖς τοῖς ὄνυξι, τὸ πολύαθλόν σου σῶμα.
ερώτατον, ὡς δῶρον προσενήνοχας, τὴν σὴν σεπτὴν κεφαλήν, Ἀβούδιμε τῷ Χριστῷ, Ὃς στέφανον δέδωκε τὸν ἀμαράντινον, ὃν χαρίζεται, τοῖς νικηταῖς ἀλάστορος, ὡς ὑπέρτιμον βραβεῖον.
Θεοτοκίον
Κλίμαξ Πάναγνε, δι’ ἧς κατέβη Κύριος, ἐπὶ τῆς γῆς σαρκωθείς, ὡς εἶδέ σε Ἰακώβ, ὑπάρχεις ἀνάγουσα, φύσιν ἀνθρώπειον, εἰς οὐράνια, σκηνώματα σῇ χάριτι, ὅθεν πάντες σε τιμῶμεν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
θλησας νομίμως καὶ ἐστέφθης, Ἀβούδιμε μάρτυς ἀξιόθεε, καὶ χαρᾶς ἐνέπλησας, πάντας φιλομάρτυρας, θαυμάζοντας τὰ ἆθλά σου καὶ μεγαλύνοντας, θείοις ὕμνοις, τὸν σὲ ἐνισχύσαντα, καὶ χοροῖς τῶν Μαρτύρων σε τάξαντα.
λιοφανῶς τῷ παρανόμῳ, τυράννῳ ἐφάνης, ὦ Ἀβούδιμε, σὺν ἀγγέλων τάγματι, καὶ αὐτῷ ἐλάλησας· Ἰδοὺ ἐγὼ Ἀβούδιμος, καὶ ὁ Θεὸς ἀεὶ ζῇ, ᾯ πιστεύω, καὶ δι’ Ὃν ἠγώνισμαι, οἱ θεοὶ δὲ οἱ σοὶ ἀπολέσθωσαν.
Δέει ὁ παράνομος καὶ τρόμῳ, πυρὶ τὸ σὸν λείψανον ἀπέῤῥιψεν, θέλων ἀφανίσαι σου, Μάρτυς τὸ μνημόσυνον, ὅμως τρανῶς ἀπέτυχεν, ὅτι ἀεὶ οἱ πιστοί, θείοις ὕμνοις τὴν ἁγίαν μνήμην σου, εὐφημοῦμεν χαρᾷ καὶ γεραίρομεν.
Θεοτοκίον
τε Θεοτόκε αἱ τοῦ βίου, κυκλοῦσιν ψυχὰς ἡμῶν αἱ μέριμναι, καὶ καταβαπτίζουσι, θλίψεων τοῖς κύμασι, τότε ἡμῖν κατάπεμπε, τὴν σὴν βοήθειαν, ὅπως βίου, στάδιον περάνωμεν, καὶ Χριστοῦ Βασιλείας μετάσχωμεν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σῶμά μου σφοδρῶς, μαστίζοντες ἄνομοι, πρὸς τὸν ποθούμενον, Κύριον ταχύτερον, καθάπερ ἵππον τρέχοντα στείλατε, ἔνθα εὕρω ἀνάπαυσιν τὴν ἀκατάληκτον, σὺν Ἁγίων Πάντων τοῖς στρατεύμασιν, τοῖς δημίοις ἐβόα Ἀβούδιμος.
λεων ἡμῖν, Δεσπότην Ἀβούδιμε, δεῖξον ᾯ πταίομεν, ἔργοις καὶ νοήμασιν, ἀλλὰ καὶ Τούτου οὐκ ἀφιστάμεθα· ποῦ γὰρ ἄλλον φιλάνθρωπον, ὡς Οὗτος εὕρωμεν, ἀσθενείας ἡμῶν θεραπεύοντα, καὶ πλουσίως παρέχοντα ἔλεος
Στῆθι ὥς ποτε, Μωσῆς, ὦ Ἀβούδιμε, καὶ τὴν συγχώρησιν, τῶν ἀνομιῶν ἡμῶν, ἐκ Τούτου ζήτει, καὶ τὴν ἐνίσχυσιν, ὅπως παγίδας φεύγοντες, τοῦ πονηροῦ τὰς πικράς, σωτηρίας τύχωμεν πρεσβείαις σου, οἱ τιμῶντες τὸ θεῖόν σου ὄνομα.
Θεοτοκίον
νασσα σεμνή, Μαρτύρων τὸ καύχημα, καὶ τῶν πιστῶν χαρμονή, σὺν τῷ θείῳ Μάρτυρι, νῆσον Τενέδου σκέπε καὶ φύλαττε, τοὺς ἐν αὐτῇ οἰκήτορας, ὥστε τὴν πίστιν τηρεῖν, ὑπομένειν βίου τε ἀντίξοα, καὶ ἀεὶ μεγαλύνειν τὴν δόξαν σου.

Ἐξαποστειλάριον Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὡς λέων πνέων πῦρ Χριστοῦ, τῶν εἰδώλων τὴν πλάνην, Ἀβούδιμε διήλεγξας, πρὸ τυράννου γενναίως, μαστιγωθεὶς ἀπανθρώπως, καὶ ξεσθεὶς τὰς πλευράς σου, ἐν τέλει δὲ ἀφῄρησαι κεφαλήν σου τιμίαν καὶ τῷ πυρί, ὡς θυσία σῶμά σου ἀπεῤῥίφη, καὶ εἴληφας τὸν στέφανον, ἐκ χειρὸς τοῦ Δεσπότου.
Θεοτοκίον
Γνώμην βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἅπαν κίνημα, ἐνεργείας ἐνθέου, εἰς σὲ ἐθέμην Παρθένε, σύ με φρούρει καὶ σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὁρωμένων, τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου λύουσα χρέος· ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Μάρτυς Κυρίου Ἀβούδιμε, ὅτε ἐκάλυπτε γῆν, τῶν εἰδώλων τὸ ἔρεβος, τότε πεφανέρωσαι, ὡς χριστόφωτος ἥλιος, καὶ πρὸ τυράννου τὴν πλάνην ἤλεγξας, ὁμολογήσας Χριστοῦ θεότητα, τοῦ παρασχόντος σοι, δύναμιν οὐράνιον καὶ φωτισμόν, δι’ ὧν τὴν ψυχόλεθρον, πίστιν κατέβαλες.

Μάρτυς Χριστοῦ καρτερόψυχε, τοῦ ἡγεμόνος θυμός, καὶ ὀργὴ οὐ κατέβαλον, ὥσπερ οὗτος ᾤετο, τὸ γενναῖόν σου φρόνημα· ἀλλ’ οὐδὲ πάλιν φιλοτιμίαν σου, αἱ κολακεῖαι ποσῶς ὑπέστειλαν. Δρόμον γὰρ τῆς ἀθλήσεως, ὃν ἀπήρξω Ἅγιε θεοφιλῶς καὶ χαρᾷ τετέλεκας, τὸν Ἰησοῦν προορῶν.

Μάρτυς γενναῖε Ἀβούδιμε, ἐν τοῖς πασσάλοις δεθείς, καὶ βουνεύροις τυπτόμενος, οὐδαμῶς ἐνάρκησας, ἀλλὰ μᾶλλον τεθάῤῥηκας, ἀγγέλους ἔχων συμβοηθοῦντάς σοι, καὶ ἀοράτως σὲ ἐνισχύοντας. Πόθος γὰρ Ἅγιε, οὐρανῶν ἠφάνισε πόνους δριμεῖς, καὶ τῆς νίκης στέφανον, σοὶ προεξένησε.

Μάρτυς θεόφρον Ἀβούδιμε, τὴν ἱερὰν κεφαλήν, ἐκτμηθεὶς συνηρίθμησαι, τῶν Μαρτύρων τάγμασι, καὶ Ἁγίων συστήμασι. Ἐν μεσημβρίᾳ δὲ ἐποφθέντος σου, τῷ ἡγεμόνι τοῦτον ἐτάραξας, ὅστις τὸ σῶμά σου, τῷ πυρὶ παρέδωκε τὸ ἱερόν, ὅπερ ὁλοκαύτωμα Χριστοῦ γεγένηται.



Δόξα. Ἦχος ὁ αὐτός.
Τὴν ἱερὰν σου κλῆσιν θεόφρον Ἀβούδιμε, τὴν εὐπορίαν καὶ τὸν πλοῦτον σημαίνουσαν, ἔργον ἀπέδειξας τῷ μαρτυρίῳ. Ἔδωκας γὰρ φθειρόμενον σῶμα, καὶ ἀντείληφας ἀθανασίας τερπνὸν ἀγαλλίαμα. Χοῦς ἀπολλύμενος ταῖς βασάνοις τὸ σκῆνός σου παρεδόθη, καὶ ἐν τῷ πυρὶ ὡς ἄτιμον ἀπορριφέν, ὑπὲρ χρυσὸν ὄβρυζον πολυτιμότερον ἐδείχθη. Οὕτως οἶδε τιμᾷν ὁ μεγαλόδωρος ἀθλοθέτης Χριστός, τοὺς δι’ Αὐτὸν φιλοτίμως θυσιαζομένους. Ὃν καθικέτευε, καλλίνικε μεγαλομάρτυς, ὑπὲρ ἡμῶν τῶν πίστει καὶ πόθῳ τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις

Μεγαλυνάριον
Χαίροις τῆς Τενέδου σεπτὸς βλαστός, καὶ χριστομαρτύρων, στεφηφόρος ἐκμιμητής· χαίροις τῶν τιμώντων, τὴν θείαν ἄθλησίν σου, εὐχέτης πρὸς Δεσπότην, μάκαρ Ἀβούδιμε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου