Κυριακή 23 Νοεμβρίου 2025

ΔΕΚΕΜΒΡΙΟΣ 17!! ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΒΒΑΚΟΥΜ ΒΟΣΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΔΕΚΕΜΒΡΙΟΣ ΙΖ΄!!

ΑΒΒΑΚΟΥΜ ΝΕΟΜΑΡΤΥΣ ΒΟΣΝΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Νεομάρτυρες· Παΐσιος ὁ ἡγούμενος, καὶ Ἀββακοὺμ ὁ διάκονος, ἐν ἔτει 1814ῳ, ἐν Βελιγραδίῳ τελειοῦνται,

Ὁ Ἅγιος Παΐσιος, ἦταν ἡγούμενος τῆς Μονῆς Τρνάβα κοντὰ στὴν Τσάτσκα τῆς Σερβίας, καὶ ὁ Ἀββακοὺμ ἦταν διάκονός του. Θανατώθηκαν ἀπὸ τοὺς Τούρκους μὲ ἀνασκολοπισμό, στὸ Βελιγράδι, στὶς 17 Δεκεμβρίου τοῦ 1814. Σέρνοντας τὸ παλούκι στὸ ὁποῖο θὰ μαρτυροῦσε, ὁ Ἀββακούμ, διέσχισε τὶς ὁδοὺς τοῦ Βελιγραδίου, ψάλλοντας ὕμνους. Ὅταν ἡ μητέρα του ἔπεσε στὰ πόδια του καὶ τὸν ἐκλιπαροῦσε νὰ ἀσπασθεῖ τὸ Ἰσλάμ, ἐκεῖνος τὴν εὐχαρίστησε μὲν γιὰ τὴν μητρική της στοργή, ἀλλὰ ἀπώθησε τὴν συμβουλή της, ὑπενθυμίζοντάς της τὶς μεγάλες μορφὲς τῆς Παλαιᾶς Διαθήκης ποὺ μαρτύρησαν εἰς δόξαν Θεοῦ.


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ἐν χρόνοις ἐσχάτοις Ἀββακούμ, Μάρτυς ἱερόαθλε, ὁ ἐκ Βοσνίας ὁρμώμενος, ἤθλησας ἄριστα, ἐν Βελιγραδίῳ, καὶ χερσὶν ὡς σφάγιον, ἀπίστων ἀπεκτάνθης διάκονε, πανευσταλέστατε, δι’ ἀγάπην τοῦ Παντάνακτος, ἐκ μυχίων, ψυχῆς Ὃν ἠγάπησας.

 

Σεπτῶν διακόνων καλλονήν, καὶ Μαρτύρων σέμνωμα, Βοσνίας εὖχος ἀτίμητον, ὄντως ἰσάγγελον, μοναστὴν ἐνστάσει, τῇ αὐτοῦ αἰσχύναντα, τῆς Ἄγαρ ἀπογόνους ὑμνήσωμεν, ὡς ἱερόαθλον, Ἀββακοὺμ τὸν γενναιότατον, εὐσεβείας, νεόδρεπτον λείριον.

 

Ἰδόντες σὸν θάῤῥος Ἀββακούμ, Ἄγαρ οἱ ἀπόγονοι, καὶ σταθερότητα πίστεως, σοῦ γενναιότατε, ἔτρωσαν καρδίαν, τῇ μαχαίρᾳ πάναγνον, διάκονε Χριστοῦ εὐπειθέστατε, Βόσνιον βλάστημα, καὶ ἀνέδειξάν σε Μάρτυρα, εὐσεβείας, νεόαθλε πάντιμε.

 

Ἀγγέλων χορείας Ἀββακούμ, γεραρὲ διάκονε, ὑπάρχεις ὄντως συνόμιλλος, πόλου ἐν δώμασιν, ἐν Βελιγραδίῳ, ὁ ἀθλήσας ἄριστα, καὶ πάντας καταισχύνας ἐνστάσει σου, καὶ μαρτυρίῳ σου, ἐν καιροῖς ἐσχάτοις ἔνδοξε, ἀληθείας, νεόδρεπτον λείριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἱερομάρτυς διάκονε Ἀββακοὺμ γενναιότατε, ὁ Χριστῷ ἐκ νεότητος ἑαυτὸν ἀφιερώσας, καὶ Αὐτὸν παῤῥησίᾳ ἐνώπιον Ἀγαρηνῶν ὁμολογήσας, ἄχρι λογχεύσεως σῆς καρδίας, θεόθεν ἐδέξω τὸν τῆς ἀφθαρσίας στέφανον· Βοσνίας ἐκβλάστημα καὶ Βελιγραδίου ὀσφράδιον, ὡς πολίτης τῆς ἄνω πόλεως, ἐκτενῶς τὸν Σωτῆρα Κύριον ἱκέτευε, ὑπὲρ τῶν ἐκθύμως τιμώντων σε.

 

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔνδοξε Ἀββακούμ, καρδίαν ἐλογχεύθης, ἐν τῷ Βελιγραδίῳ, ὑπὸ χειρῶν ἀπίστων, διάκονε πανίερε.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Ἔδειξας Ἀββακούμ, τὴν πίστιν σου ἀρτίως, Ἀγαρηνοῖς ἀπίστοις, καὶ δι’ αὐτὴν βασάνους, καὶ θάνατον ὑπήνεγκας.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἄλκιμε Ἀββακούμ, πατρός σου ἀποῤῥίψας, πνευματικοῦ τὴν οἴμοι, δι’ ἄρνησιν Κυρίου, παρότρυνσιν ἐνήθλησας.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, ὁ Ἀββακοὺμ καρδίαν, ἔμπλησας θείου σθένους, Τριὰς ὑπεραγία, διὰ λαμπρὰν ἐνάθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, Μαρτύρων καὶ Ὁσίων, ἀγλάϊσμα Παρθένε, καταφυγὴ καὶ σκέπη, καὶ θεῖον παραμύθιον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀββακοὺμ νέον ὕμνοις ἱερομάρτυρα, Βοσνίας πάντιμον γόνον, Βελιγραδίου ῥοαῖς, ἁγιάσαντα εἱρκτὴν ἀνευφημήσωμεν, λόγχῃ καρδίαν ἀπηνῶς, τὸν τρωθέντα μιαρῶν, παλάμαις ἐκγόνων Ἄγαρ, ὡς πρὸς Θεὸν θεῖον πρέσβυν, ἡμῶν τὸν ἄγαν εὐσυμπάθητον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Βοσνίας πάντιμον γόνον, ἱερομάρτυρα, χερσὶν ἀποκτανθέντα, τῶν τῆς Ἄγαρ ἐκγόνων, τιμήσωμεν ἐν ὕμνοις χρεωστικῶς, Ἀββακοὺμ ἀξιάγαστον, ὡς θείας πίστεως κόσμημα τιμαλφές, καὶ Μαρτύρων νέων σέμνωμα.

 

Τὸν ἐκ νεότητος δρόμον, εὐθὺν βαδίσαντα, τῶν μοναστῶν προθύμως, Ἀββακοὺμ τὸν γενναῖον, ὡς κλέος διακόνων καὶ ἀθλητῶν, ἐγκαλλώπισμα μέλψωμεν, Βελιγραδίου αἱμάτων τὴν φυλακήν, τῶν αὐτοῦ ῥοαῖς φοινίξαντα.

 

Ἱερομάρτυρος αἴγλης, ἐν πόλῳ ἔτυχες, ὁ ἐν ἐσχάτοις χρόνοις, Ἀββακοὺμ ὑπομείνας, βασάνους καὶ καρδίας τρῶσιν δεινήν, διὰ λόγχης διάκονε, μετὰ τὴν ἄρνησιν κλήσεως τοῦ Χριστοῦ, ὑπὸ σοῦ φεῦ τοῦ ἰθύντορος.

 

Τῶν ἱερῶν μυστηρίων, σεπτὸν διάκονον, Χριστοῦ τῆς Ἐκκλησίας, Ἀββακοὺμ εὐσχημόνως, χερσὶ θανατωθέντα Ἄγαρ υἱῶν, μελῳδήσωμεν κράζοντες· Χαῖρε Βοσνίας ἐκβλάστημα καὶ τερπνόν, νεοάθλων ἴον ἥδιστον.

 

Χριστοῦ τὴν κλῆσιν προφέρων, τὴν πανσεβάσμιον, ἐν τῷ Βελιγραδίῳ, πρὸς τῆς Ἄγαρ ἐκγόνων, ἐνήθλησας γενναίως ὡς ἀληθῶς, Ἀββακοὺμ καὶ πρὸς δώματα, χαίρων μετέστης τὰ πάμφωτα οὐρανῶν, τῷ Χριστῷ συγχαίρειν πάντοτε.

 

Δεῦτε πιστοὶ συνελθόντες, σεμνῶς τιμήσωμεν, τὸν νέον ἀθλοφόρον, Ἀββακοὺμ τῆς Βοσνίας, τὸ κλέϊσμα καὶ μνήμης ὕμνοις αὐτοῦ, μελιχροῖς καταστέψωμεν, ὅτι τὸν Κτίστην ἀπαύστως ὑπὲρ ἡμῶν, δυσωπεῖ τὸν πολυεύσπλαγχνον.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν πορφυρώσαντα διακονίας ποδήρη αἱμάτων χεύμασι, νέον πίστεως Ἱερομάρτυρα Ἀββακοὺμ τιμήσωμεν, ὡς μονοτρόπων νεαρῶν ἐκσφράγισμα, ἐν κατανύξει ψάλλοντες· Βοσνίας περιφανὲς σεμνολόγημα, ὁ ἐν Βελιγραδίῳ ὁμόζηλος ἄρτι ὀφθεὶς τῶν πάλαι Μαρτύρων, καὶ αἰσχύνας ἐνστάσει σου Ἄγαρ τοὺς ἐκγόνους, μὴ παύσῃ Χριστοῦ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων τὴν μνήμην σου.

 

Καὶ νῦν... Προεόρτιον Ἦχος ὁ αὐτός.

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ τῷ Βασιλεῖ προσάξατε, σμύρναν, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἔστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοὶς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Δεῦτε πάντες οἱ τοὺς Ἁγίους Μάρτυρας εὐλαβούμενοι, ὕμνοις τιμήσωμεν Ἀββακοὺμ τὸν διάκονον, καὶ νέον ἐκ Βοσνίας Χριστοῦ ἱερόαθλον, ἐν Βελιγραδίῳ μαρτυρήσαντα, ὡς ἱερεῖον πανάμωμον πίστεως, καὶ ἐν εὐλαβείᾳ αὐτῷ εἴπωμεν· Ὁ λόγχῃ τὴν καρδίαν τρωθεὶς χερσὶν ἀπίστων, καὶ μαρτυρικῆς ἀξιωθεὶς εὐκλείας, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς ἐγκωμίοις στέφουσι τὴν πανσεβάσμιον μνήμην σου.

 

Ἦχος β΄.

Ἀσκητικῶν ἐπιδόσεων τὸν ἀριστέα, ἀθλητικῶς τὸν περατώσαντα τὸν βίον, Ἀββακοὺμ εὐφημήσωμεν, ὡς ἀγαθῶν αἰωνίων μέτοχον οὕτω λέγοντες· Ὁ μαρτυρικῆς ἀπολαύων τιμῆς καὶ δόξης, καὶ Ἀγγέλοις συναγαλλόμενος, Χριστὸν ἡμῖν ἱλέωσαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Ἦχος γ΄.

Ὑπελθόντα ἐν Βελιγραδίῳ μαρτύριον, ἐκτενῶς Ἀββακοὺμ Ἱερομάρτυρα εὐφημήσωμεν, ὡς διάκονον ἄμπεμπτον, τῶν ἱερῶν τοῦ Χριστοῦ μυστηρίων, καὶ αὐτῷ ἐν κατανύξει κραυγάσωμεν· Ὁ λόγχῃ τρωθεὶς τὴν καρδίαν, καὶ ἀξιωθεὶς αἰωνίου ζωῆς ἀπολαῦσαι, Χριστῷ ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος δ΄.

Ἰσότιμος ἐν δόξῃ τῶν ἐν σταδίῳ Μαρτύρων, πεφηνὼς Ἀββακοὺμ νέε Ἱερομάρτυς, ὁ κλεΐσας τῇ σῇ ἀθλήσει διακόνων τὰς χορείας, ἀξίως δεδόξασαι· ὅθεν ἡμεῖς τὴν ἄθλησίν σου μεγαλύνοντες, καὶ τὴν παῤῥησίαν σου ἐγκωμιάζοντες, ἐν κατανύξει ψάλλομεν· Ὁ Θεῷ εὐαρεστήσας διακονίᾳ καὶ μαρτυρίῳ, καὶ ἀξιωθεὶς Ἀγγέλοις συνεπαγάλλεσθαι, μὴ παύσῃ Αὐτῶ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων τὴν μακαρίαν σου ἄθλησιν.

Καὶ νῦν. Προεόρτιον.

Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια· ὅτι ὁ Θεός τε καὶ Κτίστης, σαρκὸς εἰσέδυ πλάσιν· καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχνον ὁρᾶται πλάσματος. Ὢ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, περικλεὲς Ἀββακούμ, Ἱερομάρτυς τῆς Βοσνίας ἐκβλάστημα, εὐπρέπειας διακόνων, ἀζύγων ὑπογραμμός, καὶ στεῤῥῶν Μαρτύρων, ἀκροθίνιον, αὐγαῖς γενναιότητος, ὁ φαιδρύνας τὰ σύμπαντα, βολαῖς ἀνδρείας, ψυχικῆς καὶ πυρσεύμασι, θείας πίστεως, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ καταυγάσας ἅπαντας, πιστοὺς φιλομάρτυρας, καὶ ἐξαιρέτως Βοσνίας, τοὺς εὐσεβεῖς καὶ οἰκήτορας, τοῦ Βελιγραδίου, ἐν ᾧ παῤῥησίᾳ κράτος, Χριστοῦ ἐδόξασας.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, Ἱερομάρτυς κλεινέ, ὁ ἀναβὰς τῆς ἀρετῆς θείαν κλίμακα, ἐκ χρόνων νεότητός σου, καὶ διακόνων ὀφθείς, θείων μυστηρίων, ὑποτύπωσις, Βοσνίας ἐκβλάστημα, ὁ τρωθεὶς τὴν καρδίαν σου, λόγχῃ παλάμαις, τῶν ἀπίστων καὶ στέφανον, ἀμαράντινον, ἐξ Ὑψίστου δεξάμενος, θείων χειρῶν νεόαθλε, ὡς Μάρτυς ἀήττητος, ὁ τὸν ποδήρη σου χρώσας, διακονίας τοῖς αἵμασι, τοῖς σοῖς πανιέροις, Ἀββακοὺμ Βελιγραδίου, Μαρτύρων ἔκτυπον.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μνήμην, ἐπιτελοῦντες λαμπρῶς, τὴν σεβασμίαν σου πιστῶν τὰ συστήματα, γενναῖε Ἱερομάρτυς, πανευσθενὲς Ἀββακούμ, εὐσεβῶν χορεῖαι, μεγαλύνομεν, γενναίαν σου ἔνστασιν, καὶ τὴν τρῶσιν καρδίας σου, τῆς ἀμωμήτου, ὑπὸ λόγχης πανίερε, ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις καὶ ψάλλομεν· Ἴον εὐτόλμου δράσεως, καὶ λείριον ἥδιστον, ψυχῆς ἀνδρείας καὶ ῥώμης, εὔφρανον πάντας τοὺς μέλποντας, τὰς σὰς ἀριστείας, εὐωδίᾳ πρεσβείων σου, πρὸς τὸν Θεάνθρωπον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἐν Βελιγραδίῳ τὸν αἰσχύναντα τῆς Ἄγαρ ἀπογόνους, παῤῥησίᾳ καὶ ἀθλήσει γενναίᾳ, Ἀββακοὺμ τὸν νέον Ἱερομάρτυρα, ἐγκωμίων καταστέψωμεν ἄνθεσι, καὶ οὕτω βοήσωμεν· Διακόνων ὡραιότης καὶ ἀθλητῶν νέων κοσμιότης, ὁ δι’ αἵματος ἀξιωθεὶς διακονεῖν ἐν τῷ Ἄνῳ Θυσιαστηρίῳ, ἐκτενῶς δυσώπει τὸν Κύριον τῆς δόξης, ὑπὲρ τῶν τιμώντων ἐκθύμως, τὴν ἀεισέβαστον μνήμην σου

 

 

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σέ, γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀββακοὺμ νέον ὕμνοις ἱερομάρτυρα, Βοσνίας πάντιμον γόνον, Βελιγραδίου ῥοαῖς, ἁγιάσαντα εἱρκτὴν ἀνευφημήσωμεν, λόγχῃ καρδίαν ἀπηνῶς, τὸν τρωθέντα μιαρῶν, παλάμαις ἐκγόνων Ἄγαρ, ὡς πρὸς Θεὸν θεῖον πρέσβυν, ἡμῶν τὸν ἄγαν εὐσυμπάθητον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἀλκίφρον Ἀββακούμ, διακόνων σεμνότης, Μαρτύρων κοινωνέ, Ἐκκλησίας λαμπρότης, τῆς Ἄγαρ κατήσχυνας, τοὺς υἱοὺς μαρτυρίῳ σου, καὶ ἡγίασας, Βελιγραδίου ῥανίσι, τῶν αἱμάτων σου, τὴν φυλακὴν καυχωμένην, τιμίᾳ ἀθλήσει σου.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Μεγάλως ὁ Θεός, ἀγαπήσας τὸν κόσμον, τὸν Ἄγγελον βουλῆς, ἑαυτοῦ τῆς μεγάλης, τῷ κόσμῳ μὲν ἀπέστειλεν, εἰς ἀγάπης ἐπίδειξιν, τὸν Υἱὸν αὐτοῦ, ἐκ τῆς Ἁγνῆς σαρκωθέντα, τεχθησόμενον, ἐν Βηθλεὲμ τῷ Σπηλαίῳ, ταχὺ ὃν δοξάσομεν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Φωστὴρ γενναιότητος, περιφανὲς Ἀββακούμ, ἀρτίως ἐφώτισας, Βελιγραδίου εἱρκτήν, αὐγαῖς μαρτυρίου σου, νέε Ἱερομάρτυς, καὶ ἐσκέδασας ζόφον, Ἄγαρ τῶν ἀπογόνων, εὐσεβεῖς τυραννούντων, στυγνῶς ἄχρι θανάτου πικροῦ, θεῖε διάκονε.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Τεχθῆναι προέρχεται, σωματικῶς δι᾿ ἡμᾶς, ἐκ κόρης θεόπαιδος, ὁ τῶν ἁπάντων Θεός, δι᾿ ἂφατον ἔλεος. Ὅθεν προεορτίους, τούτῳ ᾄσωμεν αἴνους, δόξα σοι ἐκβοῶντες, τῷ Σωτῆρι τῶν ὃλων, τῷ ἥκοντι ἐν τῷ κόσμῳ, σῶσαι τὸν ἂνθρωπον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Θεόθεν στέφανον, Ἱερομάρτυρος, λαβόντα μέλψωμεν, διπλοῦν χρυσόπλοκον, Βελιγραδίου Ἀββακοὺμ νεόαθλον τὸν γενναῖον, λόγχῃ οὕπερ ἔτρωσαν, τὴν καρδίαν οἱ ἔκγονοι, Ἄγαρ καὶ εἰς θάνατον ὃν φρικτὸν οὕτοι ἔδοσαν, ἐν χρόνοις τοῖς ἐσχάτοις βοῶντες· Χαῖρε ἱεροάθλων κλέος.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα, ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ Ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος. Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα, ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους... (Ζήτει εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου).

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Νεόδρεπτον τῆς πίστεως κιννάμωμον, καὶ ἴον εὐωδέστατον εὐτολμίας καὶ ἀριστείας, Ἀββακοὺμ παναοίδιμε, καθήδυνας εὐτόλμῳ σου μαρτυρίῳ, Βελιγραδίου πρὸς εὐσεβόφρονας· ὅθεν ἡμεῖς τῆς εὐωδίας τῶν πρεσβειῶν σου ἀπολαύοντες, πρὸς τὸν εὔσπλαγχνον ἡμῶν Δεσπότην καὶ Κύριον, ἀκλινῶς μεγαλύνομέν σε Βοσνίας καλλώπισμα, ὡς μεσίτην πρὸς Αὐτὸν ἀνύστακτον.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀββακούμ, διακόνῳ μάρτυρι, ἐγκώμιον. Χ. Μ.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ἀνδρεῖον δεῦτε νῦν ἱερομάρτυρα, πανευσταλῆ Ἀββακούμ, τῆς Βοσνίας γόνον, ὕμνοις εὐφημήσωμεν, ὡς καθελόντα φρύαγμα, τῶν τῆς Ἄγαρ ἐκγόνων, καὶ μεγαλύναντα ὄνομα, τοῦ Σωτῆρος ἄχρι  ἀθλήσεως.

Βοσνίας νέον ἀληθῶς κοσμήτορα, καὶ φρυκτωρὸν Ἀββακούμ, λάμψεσι ἀνδρείας, τὸν καταφωτίσαντα, τῆς οἰκουμένης πέρατα, καὶ σκεδάσαντα ζόφον, Ἀγαρηνῶν εὐφημήσωμεν, ὡς Νεομαρτύρων καλλώπισμα.

Βελιγραδίου χθόνα καθηγίασας, τῶν σῶν αἱμάτων ῥοαῖς, Ἀββακοὺμ τρισμάκαρ, διακόνων σέμνωμα, καὶ ἀθλητῶν ὡράϊσμα, ὁ θεόθεν στεφάνῳ, λαβὼν ἀφθίτου λαμπρότητος, ὡς Ἱερομάρτυς περίδοξος.

Θεοτοκίον.

Ἁγνείας φάρε πάντας ἐποπτεύουσα, καὶ συντηροῦσα ἐχθροῦ, ἀσινεῖς Παρθένε, μὴ ἐλλείπῃς ἄχραντε ἐν πίστει τοὺς ὑμνοῦντάς Σε, βοηθὸν ὡς ἑτοίμην, τῶν ἐν κινδύνοις στερήσεσι, πόνοις ἀσθενείας καὶ θλίψεσι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Καταπνίξας ἀπίστους, ταῖς σαῖς ῥοαῖς αἵματος, Ἀββακοὺμ ἐσχάτοις ἐν χρόνοις, δῆμον κατηύφρανας, τῶν εὐσεβῶν ἐξ αὐτῶν, τυραννουμένων στεῤῥόφρον, νεαρὲ διάκονε, πίστεως κλέϊσμα.

Ὁ ἐν Βελιγραδίῳ, ἀποκτανθεὶς στάδιον, Ἀββακοὺμ ὑπῆλθες προθύμως, τῆς ἐναθλήσεως, σὺν Παϊσίῳ σεμνῷ, καὶ κατετρώθης καρδίαν, λόγχῃ ἀξιάγαστε, Μάρτυς νεόαθλε.

Ὑμνητῶν σου προσδέχου, τόδε τερπνὸν μέλισμα, Ἀββακοὺμ διάκονε Μάρτυς, πανιερώτατε, τῶν μυστηρίων Θεοῦ, ὁ ἀπολαύων εὐκλείας, νῦν τῆς ὑπὲρ ἔννοιαν, πόλου ἐν δώμασι.

Θεοτοκίον.

Μὴ παρίδῃς δεήσεις, Μῆτερ Θεοῦ ἄχραντε, κεχαριτωμένη Παρθένε, κόσμου διάσωσμα, τῶν προσφευγόντων ἀεί, τῇ παναγίᾳ Σου σκέπῃ, βίου ἐν στενώσεσι, καὶ περιστάσεσι.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Γενναιότατε, Ἱερομάρτυς, ἐγκαλλώπισμα, Βελιγραδίου, τιμαλφὲς καὶ διακόνων εὐπρέπεια, ἐν δυσχειμέροις ἐνήθλησας ἔτεσιν, Ἄγαρ υἱῶν δυναστείας καὶ ἔχρωσας, σοῦ τοῖς αἵμασι ποδήρη διακονίας σου, ἀλκίφρον Ἀββακοὺμ περιφανέστατε.

Δόξα. Καὶ νῦν. Προεόρτιον, ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα

Ἡ κτίσις ἅπασα, προευτρεπίζεται, καθυποδέξασθαι, οἷά περ νήπιον, τὸν ἐν σπηλαίῳ Βηθλεέμ, ἐρχόμενον γεννηθῆναι, Βασιλέα Κύριον, καὶ Θεὸν πάσης κτίσεως, κόσμον ἀναπλάττοντα, ἐκ φθορᾶς ὡς ηὐδόκησε, καὶ τούτῳ προεόρτιον αἶνον, φέρει ὡς προσφορὰν ἁγίαν.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.

Δρόμον εὐθύν, πανευλαβῶς ἐκ νεότητος, γενναιόφρον, Ἀββακοὺμ ἐβάδισας, καὶ Μποστανίτσας σεπτὴν Μονήν, τὴν ἐν τῇ Βοσνίᾳ ταχὺ κατέλαβες, ἐν ᾗπερ μονοτρόπων, χοροῖς συνηριθμήθης, εὐαρέστων Θεῷ ἀσκήσει σου.

Ἰσχὺν λαβών, θεόθεν ἤσκησας ἄριστα· διὸ μάκαρ, ἔχρισε διάκονον, σὲ ὁ ἡγούμενος Ἀββακούμ, Μάνδρας μετανοίας τῆς σῆς ὁ ἔνθεος, ὁρῶν τὴν πορθυμίαν, καὶ ἔφεσίν σου τῆς καρδίας, τῆς ἀρετῆς δι’ ὁλοκλήρωσιν.

Ἀθλητικῶς, βίον τελέσαντα μέλψωμεν, φιλεόρτων, δῆμοι ἑορτάζοντες, τὴν πανακήρατον Ἀββακούμ, καὶ φωσφόρον μνήμην καὶ ὕμνοις ψάλλομεν· νεόαθλε γενναῖε, σοῖς ἄθλοις τοῖς τιμίοις, Θεοῦ Υἱῷ κατευηρέστησας.

Θεοτοκίον.

Κύριον πάντων, Σὲ τὴν ἀφράστως κυήσασαν, Θεοτόκε, πάντες οἱ χριστώνυμοι, Σὲ δυσωποῦμεν ὡς συμπαθής· Μῆτερ παντευλόγητε ῥῦσαι κακώσεων, καὶ θλίψεων τοὺς πίστει, χαρίτων ὡς χειμάῤῥουν, Σὲ καθ’ ἑκάστην μεγαλύνοντας.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Οχετοῖς σῶν αἱμάτων, διακόνων εὐτόλμων σεπτὸν καλλώπισμα, τῆς διακονίας, τῆς σεπτῆς σου στολὴν κατελάμπρυνας, Ἀββακοὺμ ἀλκίφρον, καὶ φυλακὰς Βελιγραδίου, καθηγίασας Μάρτυς πανάριστε.

Νεομάρτυς γενναῖε, Ἀββακοὺμ διακόνων σεπτὲ διάκοσμε, ἐν τοῖς δυσχειμέροις, εἰς ἀπίστους δουλώσεως ἔτεσι, λόγχῃ ἐκεντήθης, καρδίαν τὴν τὸν Ζωοδότην, ἀγαπῶσαν καὶ Κτίστην καὶ Κύριον.

Ὡραιότης ἀζύγων, διακόνων κοσμῆτορ καὶ ἐγκαλλώπισμα, τῶν νεομαρτύρων, Ἀββακοὺμ δι’ ἀρίστης ἐνστάσεως, σῆς κατηξιώθης, ὑπὲρ Χριστοῦ θανεῖν ἀπίστων, μιαιφόνοις παλάμαις νεόαθλε.

Θεοτοκίον.

Μῆτερ ὡς σωτηρίας, τῶν βροτῶν Σὲ αἰτίαν ἀπαύστως μέλπομεν, κεχαριτωμένη, μελῳδίαις εὐτάκτοις ἀείποτε, οἱ τιμῶντες μνήμην, νῦν Ἀββακοὺμ τῶν μυστηρίων, εὐσταλοῦς διακόνου τοῦ Τόκου Σου.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Αἱμάτων σου, ὀχετοῖς νεόαθλε, Ἀββακοὺμ ὁ σὸν ποδήρη φοινίξας, καὶ μεταστὰς ἐν τῶν τῇδε πρὸς πόλον, εὗρες τὴν χάριν ἡμῖν τὸν παντάνακτα, καθιλεοῦσθαι καὶ Θεόν, ὑπὲρ πάντων τιμώντων τὴν μνήμην σου.

Ῥωννύμενος, οὐρανόθεν ἤνυσας, Ἀββακοὺμ ὁδὸν καλῶς μαρτυρίου, ἀνεπηρέαστος πνευματικοῦ σου, ἐκ τῆς Χριστοῦ ἀπαρνήσεως ἔνδοξε, καὶ Μάρτυς νέος τῆς Αὐτοῦ, Ἐκκλησίας ἐδείχθης πανάριστος.

Τὰ σκάμματα, ἐν ᾀσμάτων σάλπιγγι, νῦν σαλπίσωμεν στεῤῥοῦ διακόνου, τοῦ ἁγιάσαντος ἐν Βελιγραδίου, τὰς φυλακὰς τῶν αἱμάτων ἐκχύσεσι, Νεομαρτύρων Ἀββακούμ, καλλονὴν τοῦ Χριστοῦ θείας πίστεως.

Θεοτοκίον.

Ὑπέραγνε, ὁ Χριστὸς ἡγίασε, τὴν νηδύν Σου ἣν ἐποίησε θρόνον, Αὐτοῦ χρυσόπλοκον Θεογεννῆτορ, καὶ προφυρόστρωτον κλίνην τῶν δούλων Σου, δοχεῖον καθαγιασμοῦ, τῶν σπευδόντων ἐν πίστει Σῇ χάριτι.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Ἐκ τῆς Βοσνίας τὸν ὁρμώμενον τιμήσωμεν, ἱερομάρτυρα ῥοαῖς καθαγιάσαντα, φυλακὰς Βελιγραδίου αὐτοῦ αἱμάτων, λογχευθέντα τὴν καρδίαν ἔνδον ἔχουσαν, τὸν Σωτῆρα Ἰησοῦν Χριστὸν κραυγάζοντες, μετὰ πίστεως· Χαίροις Μάρτυς διάκονε.

Ὁ Οἶκος.

Ἄγγελοι οὐρανόθεν, Ἀββακοὺμ ἄθλησίν σου, ἰδόντες ἐξεπλάγησαν Μάρτυς, ἱερόαθλε ὁ λογχευθείς, τὴν καρδίαν ἔνδον τὸν Χριστὸν ἔχουσαν, χερσὶν ἐχθρῶν τῆς πίστεως· διὸ σοὶ ἐκβοῶμεν πόθῳ·

Χαῖρε, τὸ βλάστημα τῆς Βοσνίας·

χαῖρε, τὸ κλέϊσμα τῆς ἀριστείας.

Χαῖρε, ἱερόαθλε Μάρτυς διάκονε·

χαῖρε, γενναιότατε πίστεως πρόβολε.

Χαῖρε, ὅτι σὲ ἐλόγχευσαν οἱ στυγνοὶ Ἄγαρ υἱοί·

χαῖρε, ὅτι σὲ έξύμνησαν φιλομάρτυρες χοροί.

Χαῖρε, Βελιγραδίου φυλακὴν ἁγιάσας·

χαῖρε, τοῦ Ζωοδότου οἱ πιστοὺς ἀγλαΐσας.

Χαῖρε, Μαρτύρων θεῖον ἐκσφράγισμα·

χαῖρε, ἀζύγων ἔμπνουν θησαύρισμα.

Χαῖρε, σεμνῶν διακόνων ἀκρότης·

χαῖρε, λαμπρὼν νεοάθλων φαιδρότης.

Χαίροις, Μάρτυς διάκονε.

 

Συναξάριον.

Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἀββακοὺμ τοῦ Βόσνιου, τοῦ ἐν Βελιγραδίῳ ἀθλήσαντος ἐν ἔτει 1815ῳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησόν ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραῖων.

Ῥεύμασι θείων σου αἱμάτων, καθηγίασας Βελιγραδίου ἄρτι, φυλακὰς Ἀββακούμ, καὶ τάγμασι Μαρτύρων, τῶν νέων συνηρίθμησαι, τοῦ Κυρίου Ἐκκλησίας.

Ἴασμε τῶν Νεομαρτύρων, Ἀββακοὺμ τῇ εὐωδίᾳ σῆς ἀνδρείας, καθηδύνεις ψυχάς, τῶν ἀγωνιζομένων, πιστῶν μακαριζόντων σε, ἀριστέα ὡς σταδίου.

Ἔσχες τὸ θάῤῥος ἀπειθῆσαι, Ἀββακοὺμ πνευματικῷ σου ποδηγέτῃ, πρὸ ἀπίστων κακῶς, τῷ φεῦ ἀρνησαμένῳ, Χριστὸν ὅνπερ ἐξ ὅλης σου, τῆς ψυχῆς ἠγάπας Μάρτυς.

Θεοτοκίον.

Γῆθεν πρὸς δόμους οὐρανίους, πάντας ἕλκυσον τοὺς μακαρίζοντάς Σε, Σαῖς ἀόκνοις εὐχαῖς, πρὸς τὸν Μονογενῆ Σου, Θεὸν τὸν πολυεύσπλαγχνον, Παναγία Θεοτόκε.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

Καλλονὴ Ἀββακοὺμ Νεομαρτύρων, σὲ τιμῶμεν λαμπρῶς, Χριστοῦ ἱερομάρτυς, Βελιγραδίου ἀθλητῶν ὡράϊσμα, ὡς τῆς Ἐκκλησίας, τοῦ Ὑψίστου νέον, ἀγλάϊσμα καὶ κλέος.

Ὡραιότης ἱεροάθλων τρίβον, ἀκλινῶς Ἀββακούμ, ἐβάδισας καὶ λόγχῃ, τὴν σὴν καρδίαν κατετρώθης ἔνδοξε, ταῖς χερσὶν απίστων, Ἄγαρ ἀπογόνων, ἐν τῷ Βελιγραδίῳ.

Μαρτυρίου βασάνους ὑπομείνας, ἀκλινῶς Ἀββακούμ, ἱερομάρτυς νέε, Χριστοῦ ἁγίαν πίστιν ἐμεγάλυνας, καὶ ὀφρὺν ἀπίστων, οἴμοι ἐπηρμένην, ἐπάτησας εὐτόλμως.

Θεοτοκίον.

Ἱκετῶν Σου ἰθύνουσα τοὺς δήμους, πρὸς σκηνὰς οὐρανοῦ, τοὺς μακαρίζοντάς Σε, ἀπλανεστάτην ὡς πιστῶν ἰθύντειραν, κεχαριτωμένη, ἴθυνόν με κράζω, πρὸς δόμους σωτηρίας.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Οικῆτορ οὐρανίων σκηνῶν σεπτέ, ὡς νεοάθλων σέμνωμα, σὲ Ἀββακούμ, πόθῳ μεγαλύνοντες οἱ πιστοί, ἱερομάρτυς ἄριστε, πίστεως διάκοσμε ἱερέ, αἰτούμεθα λιτάς σου, θερμὰς πρὸς τὸν Σωτῆρα, Χριστὸν Οὗ κράτος ἐμεγάλυνας.

Νικῆτορ κατ’ απίστεων περικλεές, ὁ καταισχύνας ἄθλοις σου, μαρτυρικοῖς, στῖφος τῶν ἀπίστων Ἄγαρ υἱῶν, βλέποντας ἀνδρείαν σου Ἀββακούμ, καὶ σθένος ψυχικόν σου, δι’ οὗ τοῦ μαρτυρίου, καλῶς τὴν τρίβον ἄρτι ὥδευσας.

Χριστοῦ Μαρτύρων κλέϊσμα Ἀββακούμ, ἱερόαθλε πίστεως σέμνωμα, ὡς ἀληθῶς, λόγχῃ τὴν καρδίαν σου τὴν σεπτήν, ἐτρώθης καὶ ἀνέδραμες, δόμοις ἐνοικῆσαι τῶν οὐρανῶν, καὶ ἐκ χειρῶν στεφάνους, Κυρίου χρυσοπλόκους, ἀπολαβεῖν στεῤῥὲ διάκονε.

Θεοτοκίον.

Μνημόνευε ἁπάντων Σῶν οἰκετῶν, Ἀββακοὺμ ἀνυμνούντων τὴν ἄθλησιν, Μῆτερ Θεοῦ, καὶ μακαριζόντων Σε ἀληθῶς, ὡς πρέσβειραν τῶν δούλων Σου, ἔνθερμον πρὸς Τόκον Σου τὸν σεπτόν, ἀπείρανδρε Παρθένε, ὑπερευλογημένη, καὶ ἀρωγὸν ἐν περιστάσεσι.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Διακονίας ἔνδυμα, ὁ πορφυρώσας αἵμασι, Βοσνίας βλάστημα θεῖον, ἐν πόλει Βελιγραδίου, μετέστης πρὸς τὸν Ὕψιστον, Ὃν ἀκλινῶς ἠγάπησας, καὶ ὑπὲρ Οὗ ἐνήθλησας, ὦ Ἀββακοὺμ ἀφθαρσίας, τοῦ στέψαντός σε στεφάνῳ.

Προεόρτιον. Ὅμοιον.

Ἡ οἰκουμένη χόρευε, ἀκουτισθεῖσα σύμπασα, δόξασον μετ' Ἀγγέλων, καὶ ἀγραυλούντων ποιμένων, Θεὸν τὸν τεχθησόμενον, ἐν Βηθλεὲμ ὡς νήπιον, δι' οἶκτον πρὸς τὸν ἄνθρωπον, ὂν ἐπλασε κατ' εἰκόνα, καὶ ἐγερεῖ πεπτωκότα.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Χαῖρε, Ἀββακοὺμ σεβάσμιε, Ἱερομάρτυς στεῤῥέ, δι’ οὗ ἄθλοις σεμνύνεται, ἄρτι Βελιγράδιον, μυστηρίων διάκονε, τῆς Ἐκκλησίας αἰδεσιμώτατε, ἔμπνουν Μαρτύρων, στεῤῥῶν ἀγλάϊσμα· χαῖρε θησαύρισμα, ἱερὸν τῆς πίστεως καὶ νεαυγές, ἄστρον γενναιότητος, σταδίου πρώταθλε.

 

Χαῖρε, Ἀββακοὺμ θειότατε, Ἄγαρ ἐκγόνων χερσίν, ὁ τρωθεὶς τὴν καρδίαν σου, λόγχῃ καὶ πρὸς δώματα, μεταστὰς ἐπουράνια, χοροῖς Μαρτύρων, συνεπαγάλλεσθαι, τῶν ἀπ’ αἰῶνος, ὡς ἐθελόθυτον, σφάγιον ἔνδοξε, ἐν ἐσχάτοις ἔτεσι καὶ τῆς αὐτῶν, δόξης ἰσοστάσιος, πανιερώτατε.

 

Χαῖρε, Ἀββακοὺμ ἀτίμητον, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ πολύτιμον μάργαρον, ὁ κοσμήσας ἔνδοξε, τῶν Μαρτύρων διάδημα, αὐτῆς καὶ στέμμα, αἱματοσμίλευτον, παρὰ Κυρίου, Χριστοῦ δεξάμενος· χαῖρε διάκονε, μυστηρίων Κτίσαντος ὁ ταῖς ῥοαῖς, τῶν σεπτῶν αἱμάτων σου, βάψας ποδήρη σου.

 

Χαῖρε, Ἀββακοὺμ μακάριε, ἐν δυσχειμέροις καιροῖς, χριστωνύμων δουλώσεως, εἰς ἐχθροὺς τῆς πίστεως, ὁ ἀθλήσας καὶ θάνατον, καθυπομείνας, διὰ λογχεύσεως, τῆς σῆς καρδίας, στεῤῥὲ διάκονε· χαῖρε νεόαθλε, τῆς Βοσνίας βλάστημα ὁ τοῦ Χριστοῦ, μεγαλύνας ὄνομα, ἄθλοις τὸ ἅγιον.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε τὸν νεαυγῆ Ἱερομάρτυρα εὐφημήσωμεν, διακόνων τὸ καύχημα καὶ Βοσνίας τὸ σεμνολόγημα, Ἀβακοὺμ τὸν γενναιότατον, ὡς ὁμότροπον τῶν πάλαι Μαρτύρων, καὶ ἐν εὐλαβείᾳ αὐτῷ εἴπωμεν· Ὁ διὰ λογχεύσεως τῆς καρδίας σου, μεταστὰς πρὸς ζωὴν τὴν αἰώνιον, μὴ παύσῃ δεόμενος τοῦ ἀγωνοθέτου Κυρίου, ὑπὲρ τῶν τιμώντων ἐκθύμως τὴν σεβασμίαν σου ἄθλησιν.

 

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.

Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου την νηδύν· ὄψει γὰρ τὸτικτόμενον ἐξ ἐμοΰ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην άνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ’ ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις ἱερόαθλε Ἀββακούμ, τῆς Βοσνίας γόνε, ὁ αἱμάτων σου ἐκροαῖς, τοῦ Βελιγραδίου, τὴν χθόνα πορφυρώσας, τρωθεὶς καρδίαν λόγχῃ, Μάρτυς διάκονε.

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἱερομάρτυρα διάκονον νέον, Βοσνίας γόνον παῤῥησίᾳ πρὸς Ἄγαρ, Χριστὸν ὁμολογήσαντα ἐκγόνων τρανῶς, Ἀββακοὺμ πανεύφημον ἐν τῷ Βελιγραδίῳ, λογχευθέντα μέλψωμεν εὐσεβῶν αἱ χορεῖαι, ὡς ἱερεῖον πίστεως σεπτόν, λιτὰς ἐνθέρμους αὐτοῦ ἐκδεχόμενοι

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα, ὁ Κανών, οὗ  ἡ ἀκροστιχίς: Ἱερομάρτυς Ἀββακοὺμ νέε, εὐλόγει με. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἱκέτευε Κύριον τὸν Θεόν, ὑπὲρ τῶν τιμώντων, σὴν ἐνάθλησιν τὴν στεῤῥάν, κλεινὲ Ἀββακοὺμ Ἱερομάρτυς, Βοσνίας εὖχος λαμπρὸν ἱερόαθλε.

Ἐπάκουσον πάντως ὡς συμπαθής, τῶν σοὶ προσιόντων, γέρας πίστεως Ἀββακούμ, διάκονε ὁ καθαγιάσας, τὸ Βελιγράδιον ῥείθροις αἱμάτων σου.

Ῥωννύμενος ἄνωθεν θαυμαστῶς, διήνυσας γρίβον, μαρτυρίου περιφανῶς, στεῤῥὲ Ἀββακοὺμ ὁ θείαν χάριν, λαβὼν Χριστὸν ἱλεοῦσθαι ἱκέταις σου.

Θεοτοκίον.

Ὁδήγει τοὺς δούλους Σου πρὸς σκηνάς, παμφώτου τοῦ πόλου, τοὺς καθεύδοντας ἐν σκιᾷ, παθῶν χαμαιζήλων Θεοτόκε, τοῦ Ἀββακοὺμ διαθέρμοις δεήσεσι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Μαρτυρίου τὴν τρίωον, σὺν ἱερεῖ ἤνυσας, Παϊσίῳ σῷ ἡγουμένῳ, Μάρτυς διάκονε, ἐξ οὐρανοῦ ὁ ἡμᾶς, ἐπευλογῶν τοὺς τιμῶντας, Ἀββακοὺμ ἀνδρείαν σου, καὶ σὴν ἐνάθλησιν.

Ἀνωτέρους συντήρει, δεινῶν παθῶν ἅπαντας, σὲ ὑμνολογοῦντας Σερβίας, νέον ὡς σέμνωμα, πανευσθενὲς Ἀββακούμ, τῆς εὐσεβείας καὶ θάῤῥους, ἀστραπαῖς νεόαθλε, φαίνων τοῖς πέρασι.

Ῥῦσαι θλίψεων Πάτερ, ὀδυνηρῶν ἅπαντας, Μάρτυς Ἀββακοὺμ τοὺς τελοῦντας, μνήμην σου πάμφωτον, καὶ ἐκβοῶντα τρανῶς· Χαῖρε Χριστοῦ ὁ τὴν κλῆσιν, μεγαλύνας ῥεύμασι, θείων αἱμάτων σου.

Θεοτοκίον.

Τὴν ἁγίαν Σου σκέπην, Μῆτερ Θεοῦ ἄχραντε, ἐφαπλοῦσα πᾶσι μὴ παύσῃ, Σὲ μεγαλύνουσι, καὶ ἀνυμνοῦσι πιστῶς, ἱεροάθλου γενναίου, Ἀββακοὺμ τὴν ἄθλησιν, δόξαν πρὸς Τόκου Σου.

Διάσωσον, Ἱερομάρτυς διάκονε ἐκ Βοσνίας, τοὺς ἱκέτας σου Ἀββακοὺμ ἐκ πόνων καὶ θλίψεων, κινδύνων καὶ βλάβης τοῦ ἀσμοδαίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀεὶ Ἀββακοὺμ εὐλόγει καὶ ἁγίαζε, τοὺς ὕμνοις τερπνοῖς τιμῶντας σὸν μαρτύριον, εὐσταλὲς διάκονε, ὁ τὸ πάθος Χριστοῦ μιμησάμενος, καὶ ῥεῖθρα χέας ἔνδοξε τῶν σῶν, τιμίων αἱμάτων ὑπὲρ πίστεως.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑπερεύχου πανεύφημε, Ἀββακοὺμ τῶν πίστει καταφευγόντων σοι, ἱερόαθλε διάκονε, τοῦ Χριστοῦ τῆς πίστεως ὑπέρμαχε.

Σαῖς δεήσεσι στήριζε, ἀδυνάτους πάντας ἀνευφημοῦντάς σε, Ἀββακοὺμ θεομακάριστε, αἵμασιν ὁ χρώσας Βελιγράδιον.

Ἀββακοὺμ ἀκατάβλητε, Μάρτυς νέε πίστεως τάχος ἄρδευσον, τῶν θερμῶν εὐχῶν σου νάμασι, τὰς ξηρὰς καρδίας τῶν ὑμνούντων σε.

Θεοτοκίον.

Βοηθὲ εὐσυμπάθητε, εὐσεβῶν Σοὺς δούλους συντήρει ἄχραντε, μολυσμοῦ σαρκὸς καὶ πνεύματος, Θεοτόκε ἄχραντε ἀπήμονας.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Βίον σου ἐν γῇ, κατηγλάϊσας σοῖς αἵμασιν, Ἀββακοὺμ καὶ ἀγλαΐζεις σαῖς εὐχαῖς, τοὺς ὑμνοῦντάς σου τὸ ἔνδοξον μαρτύριον.

Αἵμασι τοῖς σοῖς, Ἀββακοὺμ Μάρτυς νεόαθλε, ὁ σφραγίσας βίον διακονικόν, σφράγισόν με τῇ σφραγίδι προστασίας σου.

Κέρας τῆς Χριστοῦ, θείας πίστεως ἀξίωσον, Ἀββακοὺμ ἡμᾶς ἀνῦσαι ἀτραπόν, σωφροσύνης εὐσεβείας καὶ σεμνότητος.

Θεοτοκίον.

Ὄμβρισον ἡμῖν, ὑετὸν τῆς θείας χάριτος, Θεοτόκε ταῖς πρεσβείαις Ἀββακούμ, νέου Μάρτυρος Υἱοῦ τοῦ παναχράντου Σου.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ὑμνοῦμέν σε, Ἀββακοὺμ θεσπέσιε, ἱερόαθλε τῆς πίστεως νέε, ὁ ἀρνησάμενος πίστιν προδοῦναι, πρὸ τῶν ἀπίστων ἐχθρῶν ὡς Γεννάδοος, ὁ προεστώς σου ἀθλητά, γενναιόφρον Βοσνίας ἐκβλάστημα.

Μεγάφωνε, σάλπιγξ γενναιότητος, Ἀββακοὺμ ὁ εὐλαβῶς παιανίσας, τοῦ μαρτυρίου σου ὕμνον ἐν χρόνοις, τοῖς δυσχειμέροις δουλείας εἰς ἔκγονα, οἴμοι τῆς Ἄγαρ σαῖς εὐχαῖς, τοὺς τιμῶντας σὴν μνήμην κατεύφρανον.

Νῦν δέησιν, Ἀββακοὺμ εὐπρόσδεκτον, πάντων πρόσδεξαι ἡμῶν Νεομάρτυς, ὁ ἐν τῇ πύλῃ τοῦ Βελιγραδίου, καρδίαν σὴν λογχευθεὶς ὡς ὁ Κύριος, πρὸ σοῦ ἀνασκολοπισμοῦ, Ἐκκλησίας ἁγίας διάκονε.

Θεοτοκίον.

Εὐθύμησον, δούλους Σου Μητρόθεε, ἀθυμοῦντας καὶ ἐχθροῦ ἀντιστῆσαι, πλάνου ἱκάνωσον πάντας δυνάμει, Ἱερομάρτυρος θείων ἐντεύξεων, τοῦ Ἀββακοὺμ ῥοαῖς σεπταῖς, τῶν αἱμάτων ποδήρη φοινίξαντος.

Διάσωσον, Ἱερομάρτυς διάκονε ἐκ Βοσνίας, τοὺς ἱκέτας σου Ἀββακοὺμ ἐκ πόνων καὶ θλίψεων, κινδύνων καὶ βλάβης τοῦ ἀσμοδαίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Νέε Χριστοῦ Ἀββακοὺμ ἱερόαθλε, ὁ πορφυρώσας ῥοαῖς Βελιγράδιον, τῶν σῶν αἱμάτων Βοσνίας ἐκβλάστημα, Χριστὸν δυσώπει ἡμῖν δοῦναι δύναμιν, καταπαλαῖσαι ἐχθρὸν τὸν μισόκαλον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σκέπε καὶ ἁγίαζε, Βελιγραδίου κοσμῆτορ, φάρε γενναιότητος, Ἀββακοὺμ νεόφωτε, Μάρτυς ἔνδοξε, ἔμψυχον βλάστημα, εὐκλεοῦς Βοσνίας, τοὺς πιστῶς σοὶ καταφεύγοντας, καὶ θείαν χάριν σου, αἰτουμένους βίον πρὸς κρείττονα, διακονίας σέμνωμα, καὶ ἀνδρείας στῦλε ἀσάλευτε, ὁ τὴν σὴν καρδίαν, τῇ λόγχῃ τῶν ἀπίστων λογχευθείς, ὡς ὁ Χριστὸς Ὃν ἱλέωσαι, τοῖς ἀνευφημοῦσί σε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐπευλόγει τοὺς πίστει, Ἀββακοὺμ ἀνυμνοῦντας, τιμίους ἄθλους σου, καὶ προκοπῆς πρὸς τρίβους, ὁδήγει νεολαίαν, τὴν πιστὴν Μάρτυς ἔνδοξε, ὁ παριδὼν εὐθαρσῶς, ἀκμὴν νεότητός σου.

Εὐσταλὲς Νεομάρτυς, προστατεύων μὴ παύσῃ, τοὺς φιλομάρτυρας, στενώσεως καὶ ἄχθους, ἐξ ὀλιγοπιστίας, Ἀββακοὺμ ἱερόαθλε, ὁ δι’ εὐχῶν σου αὐτούς, ῥυόμενος κινδύνων.

Ὑπερύμνητε Μάρτυς, συνηρίθμησαι δήμοις, Χριστοῦ τῆς πίστεως, καὶ ἱερομαρτύρων, ὦ Ἀββακοὺμ χορείαις, ὁ πιστοῖς ἱλεούμενος, Αὐτὸν Θεὸν οἰκτιρμῶν, ἀπείρων καὶ ἐλέους.

Θεοτοκίον.

Λαμπηδὼν παρθενίας, σκοτασμὸν οἰκετῶν Σου, Παρθένε σκέδασον, φωτὶ δεήσεών Σου, πρὸς τὸν μονογενῆ Σου, καὶ θερμῶν παρακλήσεων, τοῦ εὐσθενοῦς Ἀββακούμ, φρουροῦ τῶν οἰκετῶν Σου.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὁδὸν μὴ παύσῃ, τῆς ἀριστείας δεικνύων, Ἀββακοὺμ εὐσεβέσι τοῖς ὕμνοις, μέλπουσιν εὐτάκτοις, σοὺς ἄθλους Νεομάρτυς.

Γέρας ἀνδρείας, τῆς ἀγνωσίας τῶν νέων, Ἀββακοὺμ διασκέδασον ζόφον, ἐναργοῦς ἀκτῖσι, τρισμάκαρ βοηθείας.

Εὐχαῖς θερμαῖς σου, πρὸς οὐρανίους ἐπάλξεις, Ἀββακοὺμ σοὺς ἱκέτας ὁδήγει, ὁ καθυπομείνας, τὴν λόγχευσιν καρδίας.

Θεοτοκίον.

Ἴθυνον πάντας, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, πρὸς σκηνὰς σωτηρίας Σοὺς δούλους, Ἀββακοὺμ νῦν ἄθλους, ὑμνοῦντας τοὺς γενναίους.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μαρτύρων ὡραιότης, Ἀββακοὺμ εὐκλείας, τῶν οὐρανῶν σοὺς ἱκέτας ἀξίωσον, ἧς ἀπολαύεις Ὑψίστου ὡς θεῖον σφάγιον.

Ἐξάρπασον γεέννης, Ἀββακοὺμ εὐχαῖς σου, Ἱερομάρτυς πυρὸς τοὺς ἱκέτας σου, πρὸς τὸν Σωτῆρα τῶν ὅλων Θεὸν καὶ Κύριον.

Χαρίτωσον  τοὺς πίστει, Ἀββακοὺμ σοὺς ἄθλους, ὑμνολογοῦντας καὶ ῥῦσαι στενώσεως, καὶ πάσης βλάβης ἐχθίστους τοὺς σοὶ προστρέχοντας.

Θεοτοκίον.

Μητράναδρε Παρθένε, ἔκβλυσον Σοῖς δούλοις, χαρίτων θείων Ὡς κρήνη δυνάμεως, καὶ ὑγιείας θεόθεν ἀφθόνως ναματα.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ἱερόαθλε Ἀββακούμ, τῆς Βοσνίας γόνε, ὁ αἱμάτων σου ἐκροαῖς, τοῦ Βελιγραδίου, τὴν χθόνα πορφυρώσας, τρωθεὶς καρδίαν λόγχῃ, Μάρτυς διάκονε.

Χαίροις διακόνων πανευλαβῶν, Ἀββακοὺμ σεμνότης, καὶ Μαρτύρων πανευσταλῶν, πίστεως τῶν νέων, ἀκρότης διὰ λόγχης, Χριστοῦ τὸ θεῖον πάθος, ὁ μιμησάμενος.

Χαίροις μαρτυρίου τὴν ἀτραπόν, ἐν Βελιγραδίῳ, ὁ ἀνύσας ἀνδροπρεπῶς, Ἀββακοὺμ γενναῖε, Χριστοῦ τῶν διακόνων, τῆς πίστεως φαιδρότης, ἀξιοθαύμαστε.

Δεῦτε μεγαλύνωμεν εὐλαβῶς, ἐν Βελιγραδίῳ, τὸν ἀθλήσαντα εὐσθενῶ, ταῖς χερσὶν ἀπίστων, διὰ Χριστοῦ τὴν πίστιν, νῦν Ἀββακοὺμ τὸν νέον, Ἱερομάρτυρα.

Ῥῦσαι τοὺς ἱκέτας σου συμφορῶν, Ἀββακοὺμ κινδύνων, κατωδύνων καὶ πειρασμῶν, ἀπεκδεχομένους, θεοπειθεῖς εὐχάς σου, Βοσνίας θεῖε γόνε, Μάρτυς πανθαύμαστε.

Ῥύπου ἀποκάθαρον τῶν παθῶν, Ἀββακοὺμ ὁ πύλην, πορφυρώσας σεπταῖς ῥοαῖς, τοῦ Βελιγραδίου, αἱμάτων σου ἀρτίως, τῇ θείᾳ χάριτί σου, πάντοτε σπεύδοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Νέε, καλλιμάρτυς Ἀββακούμ, διακόνων καύχημα μέγα, Βοσνίας θεῖε βλαστέ, ὁ τὸ Βελιγράδιον, φοινίξας αἵμασι, τοῖς ἰδίοις σου στήριζε, ἐν πίστει τοὺς νέους, καὶ εὐλόγει ἅπαντας, τοὺς ἀνυμνοῦντάς σε, σφάγιον ὡς πίστεως θεῖον, καὶ πρὸς τὸν Σωτῆρα τοῦ κόσμου, πρεσβευτὴν καὶ Κύριον θερμότατον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

                                             

Δι’ εὐχῶν.

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου