Κυριακή 14 Σεπτεμβρίου 2025

ΣΕΠΤΕΜΒΡΙΟΣ 23. ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΣΥΛΛΗΨΙΣ ΑΚΟΛΟΥΘΙΑ

 

+ ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΓ΄!!

ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΣΥΛΛΗΨΙΣ

ΑΚΟΛΟΥΘΙΑ

(Συμπλήρωσις Ἀκολουθίας ὑπὸ Ὁσίου Γερασίμου Μικραγιαννανίτου)

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια γ' τοῦ Προδρόμου, ἐκ τοῦ Μηναίου. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς

Ἱερατεύων ὁ θεῖος Ζαχαρίας, καὶ ἔνδον γενόμενος, τοῦ θειοτάτου ναοῦ, καὶ τοῦ λαοῦ τὰ αἰτήματα, προσαναφέρων, τῷ εὐεργέτῃ καὶ πανοικτίρμονι, θειότατον Ἄγγελον, εἶδε βοῶντα αὐτῷ· Ἡ προσευχὴ καὶ ἡ δέησις, σοῦ εἱσηκούσθη, θάρσει πρεσβῦτα, καὶ μὴ ἀπίστει μοι· ἕξεις γὰρ παῖδα θεῖον Πρόδρομον, γεννητοῖς γυναικῶν ὑπερέχοντα, Ἠλιοὺ ἐν δυνάμει, τοῦ Χριστοῦ προπορευσόμενον.

Ξένος μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ, ξένος καὶ τοῖς ῥήμασι, καὶ τοῖς μηνύμασιν, ὁ Ζαχαρίας ἀντέφησεν· ἐγὼ γὰρ ἦλθον, τὴν σωτηρίαν λαοῦ αἰτήσασθαι, οὐχὶ δὲ κομίσασθαι, παῖδα ὡς προσφωνεῖς, ἀπ' ἐναντίας εὑρίσκω σε, τῶν αἰτημάτων, καὶ ὑποπτεύω μὴ ἀληθεύειν σε· πῶς γὰρ ὃ λέγεις πιστωθήσεται; Ἐλισάβετ τὰ μέλη νενέκρωται, καὶ ἐμοῦ δὲ τὸ γῆρας, δυσπιστίαν νῦν τεκμαίρεται.

Τί ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ εὐαγγέλια, λέγων κομίζειν με; Θεοῦ Ἀρχάγγελος πέφυκα, ἃ προσετάχθην, ταῦτά σοι λέγω σὺν σοὶ ἱστάμενος, ἐπεὶ δὲ ἠπίστησας, καὶ οὐκ ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕως ἂν ἴδῃς, ἐμῶν ῥημάτων τὴν θείαν ἔκβασιν. Ἐπὰν δὲ τέκῃ Ἐλισάβετ σοι, τὴν τοῦ Λόγου φωνὴν μέγαν Πρόδρομον, τρανουμένης τῆς γλώττης, εὐλογήσεις τὸν Θεὸν Ἰσραήλ.

 

Καὶ γ’. Γερασίμου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! ἐξ οὐρανοῦ κατελθών, Γαβριὴλ ὁ Ἀρχάγγελος, τῇ βουλῇ τοῦ Κτίσαντος, Ζαχαρίᾳ ἐφίσταται, καὶ τοῦ Προδρόμου τὴν θείαν Σύλληψιν, τὴν παρ’ ἐλπίδα εὐηγγελίσατο· ἤνπερ γηθόμενοι, πίστει ἑορτάσωμεν, τὸν τοῦ Χριστοῦ, Βαπτιστὴν καὶ Πρόδρομον, ὕμνοις γεραίροντες.

 

Ἔνδον εἰς Ἁγίων Ἅγια, τὸν ἱερὸν Γαβριήλ, ζαχαρίας ὁ δίκαιος, θυμιῶν ἑώρακε, καὶ ἀκήκοε λέγοντα· τὴν δέησίν σου Θεὸς ἐδέξατο, καὶ τέξῃ παῖδα Χριστοῦ τὸν Πρόδρομον· ὅθεν τὴν Σύλληψιν, τούτου ἑορτάζοντες, τῆς παρ’ αὐτοῦ, χάριτος πληρούμεθα, Θεὸν δοξάζοντες.

 

Λόγοις, ἀπειθήσας πρότερον, τοῦ ἱεροῦ Γαβριήλ, Ζαχαρίας ἀφήρηται, τὸ λαλεῖν ἀλλ’ ὕστερον, στόμα ἤνοιξεν εὔλαλον, ἐπαγγελίας ἰδὼν τὴν πλήρωσιν, καὶ τὸν Δεσπότην τῶν ὅλων ᾔνεσε, καὶ προεκήρυξεν, ἐν Ἁγίῳ Πνεύματι, τὴν τοῦ παιδός, χάριν καὶ λαμπρότητα, τὴν ὑπὲρ ἔννοιαν.

 

Δόξα. Ἦχος πλ. β'.

Ἐκ στειρευούσης σήμερον νηδύος, καρπὸς προσευχῆς ἀνεβλάστησεν, Ἰωάννης ὁ Πρόδρομος. Ἀγάλλου ἡ ἔρημος, καὶ χόρευε ἡ ἀνθρωπότης, ὁ τῆς μετανοίας κήρυξ, ἰδοὺ ἄρχεται, ἐν κοιλίᾳ μητρικῇ σαρκοῦσθαι. Δεῦτε ἀγαλλόμενοι ἐν τῇ ἐνδόξῳ αὐτοῦ συλλήψει, οἱ φιλέορτοι χορεύσωμεν βοῶντες· ὁ ἐν γεννητοῖς γυναικῶν μείζων ὑπάρχων, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν θείαν σου σύλληψιν, ὅπως εὕρωμεν ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κ. ΙΖ,15-17,19 & ΙΗ,11-14 & ΚΑ,1-2,4-8)

Εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων· Εἰ τῷ ἑκατονταετεῖ γεννήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Ναί, ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον. Ἀβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα, μὴ ἀδυνατήσῃ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ ἐλάλησε, καὶ συλλαβοῦσα, ἔτεκε τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Περιέτεμε δὲ αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Καὶ Ἀβραὰμ ἦν ἐτῶν ἑκατόν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάῤῥα· Γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι. Καὶ εἶπε· Τίς ἀναγγελεῖ τῷ Ἀβραάμ, ὅτι θηλάζει παιδίον Σάῤῥα, ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου; Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρα ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. 

 

Κριτῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ΙΓ, 2-8, 13-14, 17-18, 21)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἀνὴρ ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα, καὶ οὐκ ἔτικτε. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπε πρὸς αὐτήν· Ἰδοὺ σὺ στεῖρα, καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν. Καὶ νῦν φύλαξαι δή, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον. Ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι Ναζηραῖον τῷ Θεῷ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρός. Καὶ ἦλθεν ἡ γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα· Ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρός με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις Ἀγγέλου τοῦ Θεοῦ, ἐπιφανὴς σφόδρα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ νῦν φύλαξαι, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Ναζηραῖον Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρός, ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ ἐδεήθη Μανωὲ τοῦ Κυρίου, καὶ εἶπεν· Ἐν ἐμοί, Κύριε, ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ φωτισάτω ἡμᾶς, τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ. Ἦλθε δὲ ὁ Ἄγγελος πρὸς Μανωὲ καὶ εἶπεν· Ἀπὸ πάντων ὧν εἶπον πρὸς τὴν γυναῖκά σου, φυλαξάσθω. Ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται, καὶ οἶνον καὶ σίκερα μὴ πιέτω. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου. Τί ὄνομά σοι; ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε. Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος Κυρίου· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν. Καὶ οὐ προσέθηκεν ἔτι ὁ Ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωέ, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ. 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μ,1-5, 9 & ΜΑ,17-18 & ΜΕ,8 & ΜΗ,20-21 & ΝΔ, 1)

Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ Ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ' ὅρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμούς, καὶ μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε, ὅτι ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι δι' ἐρήμου, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Γερασίμου. Ἦχος α’.

Εὐφράνθη ἐν Κυρίῳ, τὸ μακάριον ζεῦγος, Ζαχαρίας ὁ ἱερός, καὶ ἡ τούτου σύμβιος Ἐλισάβετ, ἐν τῇ παρ᾿ ἐλπίδα συλλήψει τοῦ μείζονος πάντων τῶν Ἁγίων, Ἰωάννου τοῦ πάνυ· Ἄγγελος γὰρ Θεοῦ, κατελθὼν αὐτοῖς εὐηγγελίσατο εἰπών· Εἰσηκούσθη ἡμῶν ἡ δέησις, καὶ τέξεσθε υἱόν, ὃς προπορεύσεται πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Ἦχος β’.

Τῇ νομικῇ λειτουργῶν λατρείᾳ, Ζαχαρίας ὁ ἔνδοξος, ἀγγελικῆς ὀπτασίας ἠξίωται, ἐν τῷ προσφέρειν τὸ θυμίαμα· καὶ τὸ θεῖον μήνυμα δεξάμενος, ἐν γήρᾳ τεκεῖν υἱόν, σὺν τῇ στείρᾳ Ἐλισάβετ γέγηθε, τῆς παγκοσμίου σωτηρίας, τὰς ἀπαρχάς, ἄνωθεν μυηθέντες· ταῖς αὐτῶν πρεσβείαις, Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ’.

Ἡ φωνὴ τοῦ Λόγου, Ἰωάννης ὁ Πρόδρομος, τῇ τοῦ Ἀγγέλου μηνύσει, ἀρχὴν λαμβάνει, ἐν τῇ στείρᾳ νηδύϊ, τῆς γηραιᾶς Ἐλισάβετ· ὁ τῶν ὅλων γὰρ Θεός, τῆς ἑαυτοῦ σαρκώσεως, παραδόξως προεκφαίνει τὸ μυστήριον· τῷ θείῳ γὰρ Ζαχαρίᾳ ὁ Γαβριὴλ ἐπιστάς, τῆς θείας εὐδοκίας, προαναγγέλει τὴν ἔκβασιν, εἰς ἀνάπλασιν κόσμου, καὶ σωτηρίαν αἰώνιον· ἡ τοῦ Βαπτιστοῦ γὰρ σύλληψις, προτύπωσις τούτων ὤφθη, πρὸς εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος δ’.

Τοῖς τοῦ Ἀγγέλου ἀπιστήσας ῥήμασι, σιωπὴν κατεκρίθης, Ζαχαρία μακάριε· καὶ τούτων ἰδὼν τὴν ἔκβασιν, τῇ τοῦ Υἱοῦ γεννήσει, ἤνοιξας τὸ στόμα, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴν ὕμνησας, τὸν ποιοῦντα μεγάλα καὶ παράφοξα, βοῶν τῷ τεχθέντι· Καὶ σὺ παιδίον Προφήτης Ὑψίστου κληθήση· προπορεύςῃ γὰρ πρὸ προσώπου αὐτοῦ, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Δόξα, ὁ αὐτός.

Τὴν ἱερατικὴν ἀμπεχόμενος στολήν, εἰς τὰ τῶν Ἁγίων Ἅγια εἰσῆλθε, θυμιᾶσαι Κυρίῳ Ζαχαρίας ὁ μέγας, ἐταράχθη ἰδὼν δὲ ἐκ δεξιῶν ἑστῶτα τὸν Ἄγγελον τοῦ Θεοῦ· ξένα γὰρ εὐαγγέλια ἐδέχετο, καὶ τῇ σιωπῇ, τῶν λεχθέντων ἐπιστώσατο τὴν ἀλήθειαν· ὧν τῇ ἐκπληρώσει Πνεύματος θείου ἐπλήσθη, καὶ στόμα εὔλαλον ἤνοιξε δοξάζων τὸν Θεόν, τὸν οὕτως εὐδοκήσαντα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι

Μολοῦντι εἰς Ἅγια, τὰ τῶν Ἁγίων ἁγίως, ἱερεῖ Προφήτῃ τε, καὶ ἁγίῳ ἅγιος, καθὼς γέγραπται, ἐπιστὰς Ἄγγελος, προσεφώνει λέγων· Εἱσηκούσθη σοῦ ἡ δέησις, καὶ διαλύεται, νῦν τῆς Ἐλισάβετ ἡ στείρωσις, καὶ τέξεται πρεσβῦτά σοι, υἱὸν Ἰωάννην καὶ Πρόδρομον, λύχνον τοῦ Ἡλίου, Προφήτην τοῦ Ὑψίστου καὶ φωνήν, τοῦ ἐκ Παρθένου Θεόπαιδος, Λόγου ἀνατείλαντος.

 

Στ.: Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ ἐνώπιον Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Λέγε μοι τρανότατα, κατὰ τί γνώσομαι τοῦτο; Αὖθις πρὸς τὸν Ἄγγελον, ὁ μακαριώτατος πρέσβυς ἔφησεν· ὡς ὁρᾷς πλήρης γάρ, ἡμερῶν ὑπάρχω, Ἐλισάβετ στεῖρα πέφυκε. Πῶς οὖν μοι ῥήματα, φθέγγῃ ὑπὲρ φύσιν, ἐξίσταμαι, οὐδόλως ἀληθεύοντα, νῦν ὑπονοῶ σε ὦ ἄνθρωπε. Ἄπιθι, ἐγὼ γάρ, λαοῦ τὴν σωτηρίαν ἐξαιτῶ, οὐχὶ δὲ παῖδα κομίσασθαι, πρᾶγμα δυσπαράδεκτον.

 

Στ.: Λατρεύειν αὐτῷ ἐν ὁσιότητι, καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν.

Θεοῦ Παντοκράτορος, ἐγὼ Ἀρχάγγελος πέλω, Γαβριήλ μοι ὄνομα, τῷ πρεσβύτῃ ἔφησεν ὁ Ἀσώματος, τὸ παρὸν κώφευσον, καὶ σιγὴν ἄσκησον, ἀπιστήσας ἐμοῖς ῥήμασιν. Ἐπὰν δὲ τέκῃ σοι, σάλπιγγα τοῦ Λόγου ἡ σύζυγος, τοῦ Πνεύματος τρανοῦντός σοι, γλῶτταν ἐκβοήσεις τρανότατα· Προφήτης Ὑψίστου, κληθήσῃ ὦ παιδίον τὰς αὐτοῦ, προετοίμασαι ἐν χάριτι, τρίβους ὡς ηὐδόκησεν.

Δόξα. Ἦχος πλ. β'

Ἄγγελος, ἐκ στειρωτικῶν ὠδίνων προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων, τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὃν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν υἱότητα, καὶ τὸ Πνεῦμα εἶδες, περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ καὶ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Ἡ πρώην οὐ τίκτουσα στεῖρα εὐφράνθητι· ἰδοὺ γὰρ συνέλαβες Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον

Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν Παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριήλ, γαστρὶ συνέλαβεν· ἀλλ' ἐν νηδύϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Τρύγων ἡ φιλέρημος ὁ ἱερὸς Βαπτιστής, κηρύξας μετάνοιαν καὶ φανερώσας Χριστόν, γενόμενον ἄνθρωπον, πάντων ἁμαρτανόντων, ἐγεννήθη προστάτης, πᾶσι χειμαζομένοις, βοηθῶν ἀενάως· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, σῶσον τὸν κόσμον σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον

Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσον με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐν ναῷ ὡς εἰσῆλθε τῷ νομικῷ, Ζαχαρίας ὁ μέγας ἀρχιερεύς, ὁρᾷ μετ᾿ ἐκπλήξεως, Γαβριὴλ τὸν Ἀρχάγγελον, ἐκ δεξιῶν ἑστῶτα αὐτῷ καὶ φθεγγόμενον, υἱὸν τεκεῖν ἐν γήρᾳ Θεοῦ εὐδοκήσαντος· ὅθεν Ἐλισάβετ, ἡ ὁμόζυγος τούτου, ἀξίως συνέλαβεν, Ἰωάννην τὸν Πρόδρομον· ᾧ ἐν πίστει βοήσωμεν· Πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Βαπτιστὰ καὶ Πρόδρομε, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν θείαν σου σύλληψιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον

Ἡ Πανάχραντος Κόρη τὸν Λυτρωτήν, συλλαβοῦσα καὶ φέρουσα ἐν γαστρί, ἠσπάσατο χαίρουσα, Ἐλισάβετ ἐγγάστριον, σχοῦσα τὸν Ἰωάννην, ὃς ἔνδον φερόμενος, σκιρτήμασι προσκύνησιν, αὐτῷ ἀποδίδωσιν· ὅθεν Θεοτόκε, τὰ πολλὰ μεγαλεῖα, ὑμνοῦμεν τοῦ τόκου σου, καὶ πιστῶς ἐκβοῶμέν σοι, οἱ ἱκέται σου ἄχραντε· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, σὺν τῷ θείῳ Βαπτιστῇ δεόμεθα, πάσης ῥύεσθαι βλάβης, τοὺς σὲ μεγαλύνοντας.

 

Τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ Ἤχου.

Προκείμενον. Ἦχος δ’: Καὶ σὺ παιδίον προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Στ.: Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Εὐαγγέλιον, κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, συνέλαβεν Ἐλισάβετ... (ζήτει τῇ ΚΔ’ Ἰουνίου ἐν τῷ Ὄρθρῳ).

[Ἕτερον Εὐαγγέλιον, κατὰ Λουκᾶν: Ἀναστᾶσα Μαριάμ... (ζήτει τῇ ΙΕ’ Αὐγούστου ἐν τῷ Ὄρθρῳ,].

Ὁ Ν’.

Δόξα: Ταῖς τοῦ Σοῦ Προδρόμου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β’. Στίχ.: Ἐλέησόν με ὁ Θεὸς…

Ἀρχαγγελικῇ ἐμφανείᾳ μεμύηται, Ζαχαρίας ὁ ἱερός, ὅτι ἐν γήρατι τέξεται υἱόν, καὶ Ἐλισάβετ συλλαβοῦσα τέτοκεν, ἐκ στείρας γαστρός, Ἰωάννην τὸν Πρόδρομον, κηρύττοντα τῷ κόσμῳ μετάνοιαν, καὶ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Προδρόμου δύο.

Ὁ α’ Κανὼν τοῦ Προδρόμου. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ

Τῆς στειρευούσης ψυχῆς μου τοὺς λογισμούς, τοὺς ἀκάρπους ἔκτιλον, στειρευούσης ὁ βλαστός, εὐφημεῖν ὁρμήσαντος τὴν σήν, ἐν νηδύϊ μητρικῇ, ἁγίαν Σύλληψιν.

Ὁ ἱερὸς Ζαχαρίας ἐν τῷ ναῷ, εἰσελθὼν τεθέαται, θεῖον Ἄγγελον αὐτῷ, ἐμφανῶς μηνύοντα υἱόν, μετὰ γῆρας Ἱερεῦ, ἕξεις τὸν Πρόδρομον.

Λύχνος Ἡλίου τῆς δόξης ὁ φωταυγής, ἐν νηδύϊ ἄρχεται, ἀναλάμπειν μητρικῇ, δι' οὗ σκότος λέλυται παθῶν, καὶ στειρώσεως δεσμά, ὁ μέγας Πρόδρομος.

Θεοτοκίον

Τὸν ἐν γαστρί Σου Δεσπότην ἐν μητρικῇ, Θεοτόκε πάναγνε, βασταζόμενον γαστρί, κατιδὼν ἐσκίρτησε σαφῶς, Ἰωάννης ὡς αὐτοῦ, ὑπάρχων Πρόδρομος.

 

Ὁ β’ Κανὼν τοῦ Προδρόμου, οὗ ἡ ἀκροστιχίς: Τὴν Ἰωάννου Σύλληψιν μέλπω. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τὸν λόγον μου τράνωσον δυσωπῶ, μάκαρ Ἰωάννη, καὶ καταύγασόν μου τὸν νοῦν, ὅπως ἀνυμνήσω κατὰ χρέος, τῆς σῆς Συλλήψεως μνήμην τὴν πάντιμον.

σάλπιγξ ἡ πρόδρομος τοῦ Χριστοῦ, ἐν μήτρᾳ ἀγόνῳ, Ἐλισάβετ τῆς γηραιᾶς, συνείληπται ἤδη θείᾳ νεύσει, καὶ Ζαχαρίας δοξάζει τὸν Κύριον.

Ναῷ ὡς εἰσῆλθε τῷ νομικῷ, λατρεῦσαι Κυρίῳ, Ζαχαρίας ὁ ἱερεύς, κατεῖδε τὸν Ἄγγελον Κύριου, αὐτῷ ἀγγέλοντα τόκον ἐν γήρατι.

Θεοτοκίον

άτρευσον Κόρη τὴν χαλεπῶς, νοσοῦσνα ψυχήν μου, συνηθείᾳ τῇ πονηρᾷ, καὶ δός μοι μετάνοιαν γνησίαν, ἡ τὸν Σωτῆρα τοῦ κόσμου κυήσασα.

Καταβασία

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

 

ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος

Ἡ στεῖρα σήμερον καρπόν, ἱερὸν συλλαμβάνει, τὸν μετέπειτα πᾶσαν, ἀκαρπίαν τῶν ψυχῶν, ἀξίνῃ τῇ νοητῇ, ἀποτέμνειν, μέλλοντα ἐν χάριτι.

Κωφεύσας ἔνδον τοῦ ναοῦ, Ζαχαρίας ὁ μέγας, τὴν φωνὴν τὴν τοῦ Λόγου, ἀγγελίᾳ φοβερᾷ, κομίζεται καὶ λαμπρῶς, μεγαλύνει, Κύριον τὸν εὔσπλαγχνον.

Ὁ δείξας τρίβον ἀσφαλῆ, τοῖς πιστοῖς μετανοίας, προτροπῇ τοῦ Ἀγγέλου, ἐν νηδύϊ μητρικῇ, βλαστάνει θείᾳ βουλῇ, παρ' ἐλπίδα, ὁ ἔνδοξος Πρόδρομος.

Θεοτοκίον

Γαστρὶ φερόμενον Χριστόν, τῆς Παρθένου ὡς ἔγνω, ὁ ἐκ στείρας ἐσκίρτα, προμηνύων τὴν χαράν, ἐπιδημοῦσαν ἐν γῇ, κατηφείας, πάντας ἐκλυτρώσασθαι.

 

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.

φθη ὁ Ἀρχάγγελος, τῷ Ζαχαρίᾳ δεξάμενος, τὸν τοῦ Χριστοῦ, τέτοκεν ἐν γήρᾳ, Βαπτιστήν τε καὶ Πρόδρομον.

γγελμα οὐράνιον, ὁ Ζαχαρίας δεξάμενος, τὸν τοῦ Χριστοῦ, τέτοκεν ἐν γήρᾳ, Βαπτιστήν τε καὶ Πρόδρομον.

Νόμῳ τῷ τῆς φύσεως, ἡ Ἐλισάβετ συνελαβε, νεύσει Θεοῦ, υἱὸν ἐν τῷ γήρᾳ, ἐκφυγοῦσα τὴν στείρωσιν.

Θεοτοκίον

Νέκρωσον πανάμωμε, τὸ ἐμπαθὲς τῆς καρδίας μου, καὶ πρὸς ζώην, ἴθυνόν με θείαν, ἀληθοῦς καθαρότητος.

Καταβασία

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 

Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ

Θυμιῶντι ἐν ναῷ, τῷ Ζαχαρίᾳ Ἱερεῖ, Γαβριὴλ ἐξ οὐρανοῦ, ἐπέστη λέγων πρὸς αὐτόν· Ὅτι ἐν γήρᾳ σου ἕξεις καρπὸν εὐκλεῆ. Καὶ στείρωσις ἡ πρίν, τῆς Ἐλισάβετ νυνί, λυθήσεται εὐθύς, καὶ ἀκαρπία γονῆς, καὶ συλλαβοῦσα τέξεται τὸν κήρυκα, τοῦ Ἰησοῦ τε καὶ Πρόδρομον. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

 

 

ᾨδὴ δ'. Χριστός μου δύναμις

Φωνὴ Ἀγγέλου σε, τὸν ὄντως ἄγγελον, τῆς Χριστοῦ παρουσίας τῷ ἱερεῖ, ἱερῶς προήγγειλε, στειρωτικῆς ἀπὸ γαστρός, ἐκβλαστάνειν μάκαρ Πρόδρομε.

Ἡ πρώην ἄγονος, καὶ ἡ οὐ τίκτουσα, νῦν εὐφράνθητι στεῖρα ὅτι Χριστοῦ, Βαπτιστὴν καὶ Πρόδρομον, καρπογονεῖς πανευκλεῶς, Ἐλισάβετ ἀξιάγαστε.

Ἀξίνῃ Πρόδρομε, τῆς σῆς δεήσεως, τῶν παθῶν μου ἀκάνθας καὶ λογισμῶν, ἔκτιλον προσκόμματα, καὶ καρποφόρον μου τὸν νοῦν, ἀρεταῖς παμμάκαρ ποίησον.

Θεοτοκίον

Νηδύς σε ἔφερε, τὸν πάντα φέροντα, τῆς Παρθένου ἡνίκα ὁ Βαπτιστής, ἐν γαστρὶ φερόμενος, σὲ προσεκύνησε Χριστέ, καὶ σκιρτῶν ἠγαλλιάσατο.

 

Ἕτερος. Ἐξ ὄρους κατασκίου.

θεοειδής, Ἀρχάγγελος Κυρίου, τῷ ἀρχιερεῖ, ἐβόα Ζαχαρίᾳ· Τέξεται τέκνον ἡ σύμβιος ἐν τῷ γήρᾳ, δεσμῶν λυθεῖσα τῆς στειρώσεως.

μνησε Θεόν, ὡς ἤκουσε τῶν λόγων, τῶν τοῦ Γαβριήλ, ὁ θεῖος Ζαχαρίας, καὶ σιωπὴν κατεκρίθη ὡς ἀπιστήσας, τῷ θεοσδότῳ ἐπαγγέλματι.

Σύσκηνος τελῶν, ὁ θεῖος Ἱεράρχης, νόμοις φυσικοῖς, τῇ ἑαυτοῦ συζύγῳ, τὸν Βαπτιστὴν ἐκομίσατο τοῦ Σωτῆρος, ἐπαγγελθείσης τῆς Συλλήψεως.

Θεοτοκίον

δατι ζωῆς, διψῶσαν τὴν ψυχήν μου, πότισον ἁγνή, αὐχμῷ τῆς ἁμαρτίας, καὶ αἰωνίου πυρός με ῥῦσαι Παρθένε, τὸν καθ’ ἑκάστην ἁμαρτάνοντα.

Καταβασία

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.

 

ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου

Μολοῦντι ἔνδον τοῦ Ἱεροῦ, καὶ τὰς νομικὰς τῷ Ποιητῇ, λατρείας προσαναφέροντι, ὤφθη τῷ Προφήτῃ ἅγιος Ἄγγελος, μηνύων τοῦ Προδρόμου, τὴν θείαν σύλληψιν.

Πῶς ἔσται τοῦτό μοι τηλαυγῶς; πέλω γὰρ πρεσβύτης ὡς ὁρᾷς, καὶ στεῖραν σύζυγον κέκτημαι, ἔφη Ζαχαρίας πρὸς τὸν Ἀρχάγγελον, φύσεως ἐναντία, λέγεις μοι ῥήματα.

Πρὸς Σάῤῥαν βλέψον τοῦ Ἀβραάμ, ἰδὲ πῶς ἐκείνη Ἰσαάκ, ἐν γήρᾳ τέτοκεν ἄνθρωπε, καὶ τοῖς λεγομένοις δικαίως πίστευε, πρεσβύτῃ προσεφώνει, ὁ μέγας Ἄγγελος.

Θεοτοκίον

Εὐλογημένη ἐν γυναιξί, σὺ Θεοχαρίτωτε σαφῶς, ἡ Ἐλισάβετ ἐβόα σοι, ὅτι κυοφόρον ἀνάνδρως ἔγνων σε, τὴν μόνην μετὰ τόκον, ἄφθορον μείνασαν.

 

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν Σοι.

Λαμπόμενος φωτὶ ὁ Ἀσώματος, τῷ νοητῷ, λύχνον τὸν πολύφωτον, τῆς μετανοίας προήγγειλε.

Λαμπρύνεται ἡ κτίσις τῷ τόκῳ σου, ὦ Βαπτιστά, καὶ γεραίρει χαίρουσα, τὴν παρ’ ἐλπίδα σου Σύλληψιν.

λύσις τῆς ἀρᾶς τοῦ Προπάτορος, τῇ θαυμαστῇ, Πρόδρομε Συλλήψει σου, προκαταγγέλλεται σήμερον.

Θεοτοκίον

Ψυχήν μου τὴν ἀθλίαν ἐκκάθαρον, τῆς ῥυπαρᾶς ἁμαρτίας Δέσποινα, ῥείθροις τῆς Σῆς ἀγαθότητος.

Καταβασία

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

 

ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν

Ἀμφίβολον κέκτημαι, τὴν διάνοιαν ἐγώ, καὶ ἀπιστῶ τοῖς λόγοις σου, τῷ Ἀρχαγγέλῳ ἔφη ὁ Ἱερεύς· λαοῦ σωτηρίαν γάρ, οὐκ ἐμῆς ἐξ ὀσφύος καρπὸν ᾔτησα.

Ὁ πλάστης τῆς φύσεως, τῶν Ἀγγέλων Βασιλεύς, ὁ λειτουργὸς ἀντέφησε, τῆς παρουσίας Ἄγγελον τῆς αὐτοῦ, ηὐδόκησε τίκτειν σε, τοῖς ἐμοῖς μὴ ἀπίστει λόγοις ἄνθρωπε.

Τὸ εἶδός σου πύρινον καὶ ἡ θέα σου φρικτή, καὶ θαυμαστὸς ὁ λόγος σου, ὁ Ζαχαρίας ἔφη τῷ λειτουργῷ, ἀλλ' οὖν οὐ πιστεύω σοι, ὑπὲρ φύσιν λαλοῦντι ξένα ῥήματα.

Θεοτοκίον

Ὁ λύχνος τὸν Ἥλιον, ἐν νεφέλῃ μητρικῇ, γαστρὸς κατακρυπτόμενον, ἐπεγνωκὼς ὑπάρχων ἐν ζοφερῷ, τῆς μήτρας σκηνώματι, προσεκύνησε χαίρων καὶ ἐσκίρτησε.

Ἕτερος. Τὴν δέησιν ἐκχέω.

σχύϊ σου, δυναμούμενοι Λόγε, Ζαχαρίας ὁ πιστός σου θεράπων, καὶ Ἐλισάβετ ἡ σύνευνος τούτου, ὡς εὑρεθέντες τῷ νόμῳ σου ἄμεμπτοι, συνέλαβον νεύσει τῇ σῇ, ὅνπερ ὥρισας θεῖόν σου Πρόδρμον.

Νομίμοις, τοῖς φυσικοῖς συλλαμβάνει, Ἐλισάβετ ἡ πρὶν ἄγονος οὖσα, τῆς ἡλικίας ἐκβᾶσαν τὴν ὥραν, καὶ Ζαχαρίας ὁ μέγας ἀγάλλεται, ἐν τῇ Συλλήψει τοῦ υἱοῦ, οὗ τὸ κλέος περίδοξον ἔσεται.

Μεγίστης, κατηξιώθησαν δόξης, Ζαχαρίας Ἐλισάβετ συνάμα, ὡς τὸν ὑπέρτερον πάντων Ἁγίων, θείῳ βουλήματι κόσμῳ βλαστήσαντες· ὧν ταῖς πρεσβείαις ὁ Θεός, τὰς ψυχὰς ἡμῶν σῶσον ὡς εὔσπλαγχνος.

Θεοτοκίον

τέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσας, ἀναλλοιώτως ἀτρέπτως Παρθένε, καὶ τὴν κατάραν ἡμῶν ἐξηφάνισε, καὶ ἔσωσε πάντας ἡμᾶς, τοὺς αἰνοῦντας τὸν ἄφραστον τόκον Σου.

Καταβασία

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

 

Κοντάκιον. Ἦχος α'. Χορὸς Ἀγγελικός

Εὐφραίνεται λαμπρῶς, Ζαχαρίας ὁ μέγας, καὶ ἡ πανευκλεής, Ἐλισάβετ ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον, ὃν Ἀρχάγγελος, εὐηγγελίσατο χαίρων, καὶ οἱ ἄνθρωποι, ἀξιόχρεως τιμῶμεν, ὡς μύστην τῆς χάριτος.

Ὁ Οἶκος

Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

 

Συναξάριον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ Ἁγίου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.

Ταῖς τοῦ Σου Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον

Ἀπιστήσας μου τοῖς ῥήμασι τὴν κώφευσιν, κομίζου προδηλότατα, καὶ τικτομένην ὁπηνίκα, ἴδῃς τὴν φωνήν, τοῦ Λόγου ἀνάλαβε φωνήν· Εὐλογητὸς εἶ ἐκβοών, τοῦ Ἰσραὴλ ὁ Θεός.

Τῇ σελήνῃ Ἐλισάβετ προσενούμενος, πολύφωτος ὡς ἥλιος, ὁ Ζαχαρίας σελασφόρον λύχνον τοῦ φωτός, ἐκτέτοκε φαίνοντα ἡμῖν, τοῖς ἐν τῷ σκότει τῶν παθῶν, κατασχεθεῖσι δεινῶς.

Τοῖς σκιρτήμασιν ὡς ῥήμασι χρησάμενος, Χριστοῦ ὁ μέγας Πρόδρομος, προσεκύνησεν ἐν νηδύϊ σε Παρθενικῇ, αὐτὸς βασταζόμενος γαστρί, τῆς Ἐλισάβετ Ἰησοῦ, ὁ τῶν Πατέρων Θεός.

Θεοτοκίον

Ἡ σελήνη Ἐλισάβετ ἔνδον φέρουσα, ἀστέρα θεῖον Πρόδρομον, προσεκύνησε, φωτεινὴν νεφέλην Μαριάμ, τὸν ἥλιον φέρουσαν Χριστόν, σαρκοφορούμενον ἐκ σοῦ, διὰ τὸ σῶσαι ἡμᾶς.

 

Ἕτερος. Παῖδες Ἑβραίων.

Λύτρωσιν κόσμου προμηνύει, καὶ ἀνάκλησιν πρὸς τὴν ἀρχαίαν δόξαν, Βαπτιστὰ τοῦ Χριστοῦ, ἡ θεία Σύλληψίς σου, ἣν πόθῳ ἑορτάζοντες, τὸν Σωτῆρα ἀνυμνοῦμεν.

Παῖδα κυήσεις Ζαχαρία, ἐν τῷ γήρατι ὃς ἔναντι Κυρίου, ἔσται μέγας φησίν, ὁ Ἄγγελος ὁ θεῖος, τῷ Ζαχαρίᾳ κράζοντι· Ὁ Θεὸς εὐλογητὸς εἶ.

φθη μητρὸς ἀπὸ κοιλίας, μάκαρ Πρόδρομε Θεῷ ἡγιασμένος· πρὸ προσώπου αὐτοῦ, σὺ γὰρ προπορεύθης, καὶ τὴν αὐτοῦ ἐκήρυξας, ἐν τῷ κόσμῳ παρουσίᾳ.

Θεοτοκίον

Γέγονας παίγνιον δαιμόνων, πράττων πάντοτε τὰ ἄτοπα Παρθένε· ἀλλὰ Σύ μου ἁγνή, μετάνοιαν παράσχου, καὶ σῶσόν με τὸν ἄφρονα, τῆς μανίας τοῦ Βελίαρ.

Καταβασία

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς ὁσίοις

Τοῦ νυμφίου ὁ φίλος προετοιμάζεται, ἡ φωνὴ δὲ τοῦ Λόγου ἀρχὴν εἰσδέχεται, καὶ στειρωτικαῖς, νῦν λαγόσιν ἐκτρέφεται, τοῦ παμβασιλέως, ὁ μέγας στρατιώτης.

Στειρευούσαις καρδίαις γεωργὸς ἤνθησε, τῶν παθῶν ἡ ἀξίνη ἤδη χαλκεύεται, μόσχος ὁ σεπτός, ἐγκρατείᾳ σιτεύεται, Πρόδρομος ὁ μέγας, λαοὶ ἀγαλλιᾶσθε.

Τὰ δεσμὰ ὥσπερ πάλαι τὰ τῆς στειρώσεως, τῆς ἐμῆς διανοίας, οὕτω τὴν πώρωσιν, λῦσον Βαπτιστά, καὶ καρποὺς μετανοίας με, ποίησον βλαστάνειν, καὶ ζῆν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Κυοφόρον σε Κόρη ὡς ἐθεάσατο, Ἐλισάβετ ἐνθέως ἠγαλλιάσατο, ἔνδοθεν αὐτῆς, τοῦ ἐμβρύου σκιρτήσαντος, ὡς ἐπιγνωκότος, τὸν ἑαυτοῦ Δεσπότην.

 

Ἕτερος. Οἱ θεοῤῥήμονες Παῖδες.

κ τῆς φωνῆς τοῦ Ἀγγέλου Ἰωάννη, ὁ σὸς τοκεὺς ἐμυήθη, τὴν παρ’ ἐλπίδα σου Σύλληψιν, ἣν ἡ κτίσις γεραίρει, Χριστὸν μεγαλύνουσα.

ωσθεῖσα χάριτι θείᾳ Ἐλισάβετ, δεσμὰ στειρώσεως λύει, τῇ ἐπινεύσει τοῦ κρείττονος, καὶ ἐν γήρατι τίκτει, Ἰωάννην τὸν Πρόδρομον.

πὸ Θεοῦ ἀπεστάλην χαρᾶς θείας, τὰ εὐαγγέλια φέρων, τῷ ἱερεῖ ὁ Ἀρχάγγελος, ἐν τῷ ναῷ ὡς ὤφθη, ἐνθέως ἐβόησε.

Θεοτοκίον

Σάρκα λαβὼν ἐξ αἱμάτων Σου ὁ Λόγος, τῆς τῶν παθῶν ἀλογίας, λυτροῦται Κόρη τοὺς κράζοντας· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Καταβασία

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν

Χριστοῦ ὁ μέγας καὶ θεῖος Πρόδρομος, στειρωτικὰς νῦν πύλας, διανοίξας αὐλίζεται, ὡς ἐν βασιλείοις ἐν νηδύϊ μητρός· ὅς τις ὡς στρατιώτης, προεξελεύσεται, τοῦ Παμβασιλέως τὰς ὁδοὺς ἐτοιμαζόμενος.

Θεοῦ Προφῆτα πρεσβῦτα χόρευε, ἕξεις υἱόν, οὗ μείζων ἐν βροτοῖς οὐκ ἐγήγερται, Ἰωάννην Κυρίου τὸν Πρόδρομον· Σκίρτησον Ἐλισάβετ· γῆ πᾶσα γήθησον, αἴνεσιν τῷ πάντων Ποιητῇ Θεῷ προσάγουσα.

Ἡμῶν τῶν πίστει ἀνευφημούντων σε, μέμνησο νῦν Προφῆτα τοῦ Κυρίου καὶ Πρόδρομε, ψυχικῶν ἐκ παθῶν ἐκλυτρούμενος, σῴζων ἡμᾶς κινδύνων, καὶ πρὸς οὐράνιον τρίβον ὁδηγῶν, θεοπρεπῶς ἀειμακάριστε.

Θεοτοκίον

Ἁγνὴν μητέρα σαφῶς ἐπέγνω σε, στειρωτικῶν δεσμῶν ἡ Ἐλισάβετ ὡς ᾔσθετο, ἑαυτὴν λελυμένην καὶ φέρουσαν, Πρόδρομον τοῦ ἐν μήτρᾳ, σοῦ κατοικήσαντος, ἄχραντε Παρθένε, Μαριὰμ Θεοχαρίτωτε.

 

Ἕτερος. Ὄρους παρῆλθες.

σχυσαν σθένει τοῦ Πνεύματος, ὅτε Ζαχαρίας Ἐλισάβετ ἐν γήρατι, τεκεῖν τὸν Ἰωάννην τὸν μέγαν Πρόρομον· οὗ νῦν πανευφροσύνως, πανηγυρίζομεν τὴν Σύλληψιν.

Μέγας ὡς ἔφη ὁ Ἄγγελος, καὶ προαπεστάλης Ἰωάννη ἔνδοξε, τοῦ προετοιμᾶσαι Χριστοῦ τὴν ἕλευσιν· διό Σε εὐφημοῦντες, τὴν Σύλληψίν Σου ἑορτάζομεν.

ρους παρῆλθον τῆς φύσεως, σὺν τῷ Ζαχαρίᾳ Ἐλισάβετ καὶ ἔτεκον, ἐν γήρᾳ καὶ στειρώσει τὸν μέγαν Πρόδρομον· διὸ αὐτοὺς τιμῶμεν, ὡς πρεσβευτὰς ἡμῶν πρὸς Κύριον.

Θεοτοκίον

ψιστον Λόγον ἐκύησας, κόσμον ἀνυψοῦντα φθορᾶς ἀειπάρθενε· διὸ κἀμοῦ τὸν πόθον, πρὸς θεῖον ἔρωτα, ἀνύψωσον καὶ σῶσον, Θεοκυῆτορ τὸν ἀνάξιον.

Καταβασία

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν

Ἡ τοῦ Προδρόμου ἔνδοξος, σύλληψις προμηνύει, τὸν ἐκ Παρθένου μέλλοντα, τίκτεσθαι Βασιλέα, ὡς οὗτος ἐξ Ἐλισάβετ, τῆς ἀκάρπου καὶ στείρας, πρεσβύτου Ἱερέως τε, Ζαχαρίου τοῦ πάνυ, ὧν ταῖς εὐχαῖς, καὶ τῆς Θεοτόκου καὶ Ἰωάννου, τοῦ Βαπτιστοῦ σου Κύριε, σῶσον οἴκτειρον πάντας.

Θεοτοκίον

Χαρμονικῶς τὸ Χαῖρέ σοι, τοῦ σεπτοῦ Ἀρχαγγέλου, οἱ λυτρωθέντες πάναγνε, τῆς ἀρχαίας κατάρας, διὰ τοῦ θείου σου τόκου, εὐχαρίστως βοῶμεν· Χαῖρε, Ἀδὰμ ἡ λύτρωσις, Θεοτόκε Παρθένε· χαῖρε σεμνή, δι' ἧς ἀπηλλάγημεν τοῦ θανάτου· χαῖρε, δι' ἧς ἐτύχομεν, οὐρανῶν Βασιλείας.

 

Αἶνοι. Προσόμοια τοῦ Προδρόμου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Ἀγαλλιᾶται ἡ κτίσις ἐν τῇ συλλήψει σου, Πρόδρομε καὶ Προφῆτα, Βαπτιστὰ Ἰωάννη· ὁ θεῖος γάρ σου τόκος, σημαίνει ἡμῖν, τοῦ Δεσπότου τὴν γέννησιν, καὶ διὰ τοῦτο συμφώνως οἱ ἐπὶ γῆς, ἐπαξίως εὐφημοῦμέν σε. (Δίς)

Ὡς θαυμαστὴν μαρτυρίαν εὑρὼν ὁ Ἄγγελος, τὴν σύλληψιν τῆς στείρας, τῇ Μαρίᾳ προσάγει, πρὸς πίστωσιν προσφέρων· διὸ καὶ ἡμεῖς, Ἐλισάβετ πρὶν ἄγονον, καὶ Ζαχαρίαν ὁμόζυγον τὸν αὐτῆς, καὶ Ἰωάννην εὐφημήσωμεν.

Ὁ θεοσκεύαστος λύχνος τοῦ ἀϊδίου φωτός, ὁ τοῦ νυμφίου φίλος, τοῦ Ἡλίου τῆς δόξης, ὁ μέγας Ἑωσφόρος, ἡ ζῶσα φωνή, Θεοῦ Λόγου ὁ Πρόδρομος, τῆς παρουσίας Κυρίου ἀγγελικῇ, προσφωνήσει νῦν συνείληπται.

 

Δόξα. Ἦχος πλ. β΄. Γερασίμου.

Ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ, λειτουργῶν τῷ Κυρίῳ, ἀγγελικῆς ὀπτασίας ἠξίωσαι, Ζαχαρία θεόπνευστε· ὁ γὰρ Ἄγγελος Θεοῦ εὐηγγελίσατό σοι, τὴν τῶν δεήσεων ἀποδοχήν, καὶ τὴν αὐτῶν καρποφορίαν· ἡ γὰρ σύζυξ Ἐλισάβετ, στειρωτικῶν λυτρωθεῖσα δεσμῶν, ἐν γήρᾳ συλλαβοῦσα τέτοκεν, Ἰωάννην τὸν Πρόδρομον. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Ἦχος πλ. δ'

Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης, ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον, ὁ ἔχων τὸ μέγα ἔλεος.

Μεγαλυνάριον.

Στεῖρα καὶ πρεσβῦτις θείᾳ βουλῇ, καρπὸν συλλαμβάνει, τὸν ὑπέρτερον Προφητῶν, τὸν τὴν ἀκαρπίαν, ψυχῶν μέλλοντα τέμενιν, ἀξίνῃ μετανοίας· ὃν μεγαλύνομεν

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου