ΦΕΒΡΟΥΑΡΙΟΣ Δ΄.
ΝΙΚΟΛΑΟΣ ΟΣΙΟΣ ΣΤΟΥΔΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ ἱεροῦ Νικολάου τὴν μνήμην σήμερον, οἱ τῶν Κρητῶν χορεῖαι, ἑορτάσωμεν πόθῳ· οὗτος γὰρ τῆς χάριτος τοὺς καρπούς, ὥσπερ δένδρον κατάκαρπον, ἐκ Κυδωνίας βλαστήσας καρποφορεῖ, εὐσεβῶν εἰς περιποίησιν.
Ἐν τῇ Μονῇ τοῦ Στουδίου χαίρων προσέδραμες, καὶ θείαις ὑποθήκαις, Θεοδώρου τοῦ πάνυ, εἰς μέτρον τοῦ πλρώματος τοῦ Χριστοῦ, ἡλικίας ἀνέδραμες, καὶ δωρημάτων Νικόλαε θεϊκῶν, ἀνεδείχθης ἐνδιαίτημα.
Ὁμολογίας ἀγῶσι Πάτερ διέπρεψας, ἀνενδοιάστῳ γνώμῃ, συναθλήσας νομίμως, μετὰ τοῦ Θεοδώρου τοῦ ἱεροῦ, θεοφόρε Νικόλαε, ὑπὲρ τῶν θείων Εἰκόνων καθυποστάς, πλείστους πόνους ἀνδρικώτατα.
Τοὺς διωγμοὺς καὶ τὰς θλίψεις ὑπὲρ τῆς δόξης Χριστοῦ, ἡ ἐν ὑψίστοις Πάτερ, ἀληθὴς εὐφροσύνη, καὶ ἄληκτος φαιδρότης καὶ χαρμονή, διεδέξαντο Ἅγιε, ὧν μετασχεῖν ἐκδυσώπει τοὺς εὐλαβῶς, ἀνυμνοῦντές σε Νικόλαε.
Δόξα. Ἦχος β΄.
Ἀνάθημα Θεῷ εὐάρεστον, ἐκ νεότητος γενόμενος, τῆς ἐν Χριστῷ τελειότητος, θεῖον ὄργανον ὤφθης· καὶ τὸν καλὸν ἀθλήσας ἀγῶνα, φερωνύμως νικητής, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἐδείχθης, παμμάκαρ Νικόλαε· διὸ Χριστός σε προσελάβετο, καὶ ἀιωνίως σὲ ἐδόξασεν, ἐν τῇ ἀφθόνῳ δόξῃ, τῆς Αὐτοῦ ἀγαθότητος· ᾯ πρέσβευε Πάτερ, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ Ἁγίου Συμεών, τοῦ πρεσβύτου σήμερον. Αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι, εἶδον γὰρ τὸν Σωτῆρά μου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τρίβον τῶν ἀρετῶν, ἀσκητικῶς βαδίσας, ὁμολογίας στέφος, Νικόλαε ἐδέξω, καλῶς ἀγωνισάμενος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ῥήμασιν ἱεροῖς, ὡς πίων γῆ θεόφρον, τοῦ θείου Θεοδώρου, γεωργηθεὶς τὸν στάχυν, τῆς ἀπαθείας ἤνεγκας.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κρήτη ἡ σὴ πατρίς, Νικόλαε χορεύει, τῇ θεϊκῇ σου δόξῃ, καὶ ἄγει χαρμοσύνως, τὴν φωτοφόρον μνήμην σου.
Δόξα. Τριαδικόν.
Φύσις τρισσολαμπής, ὁμόδοξε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Νικολάου, σῶζε τοὺς σὲ δοξάζοντας.
Καὶ νῦν. Θεοτοκίον.
Ἤθλησε καρτερῶς, ὑπὲρ τῆς Σῆς Εἰκόνος, Νικόλαος ὁ θεῖος, Παρθένε Θεοτόκε, αἰνῶν τὰ μεγαλεῖά Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Κυδωνίας, καὶ ὑπόδειγμα, ὁσίου βίου, ἀνεδείχθης Στουδῖτα Νικόλαε· καὶ τοῦ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος, ὁμολογίας ἀγῶσι διέπρεψας· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Θεοφανείας
ἀῤῥήτου νῦν ἑορτάζομεν, σωτηριώδη χάριν· ἐκ Παρθένου γὰρ Κόρης, ἀτρέπτως
νηπιάσας Χριστὸς ὁ Θεός, ἐν ναῷ τῷ Θεῷ καὶ Πατρί, ὑπὸ Μητρὸς νῦν προσάγεται, ὃν
λαβών, Συμεὼν ἐνηγκαλίσατο.
Ἐν
τοῖς Προφήταις ὡράθης, ὡς θέμις ἦν Ἰησοῦ, σὲ θεαθῆναι πάλαι, ἀλλὰ νῦν Θεοῦ Λόγε,
σαρκὶ παντὶ τῷ κόσμῳ, ὤφθης ἑκών, ἐκ Παρθένου Μαρίας Χριστέ, σοῦ τὸ σωτήριον πᾶσι
τοῖς ἐξ Ἀδάμ, ἐμφανίσας ὡς φιλάνθρωπος.
Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὸν νόμον τάξας ποτέ, νῦν ἐν Σιὼν τῇ πόλει, ἐκπληρῶν τὰ τοῦ νόμου, χερσὶ τῆς Θεοτόκου, βρέφος Χριστέ, σὺν τοῖς ὁλοκαυτώμασι, τοῦ Συμεών ἐν ἀγκάλαις εἰς τὸν ναόν, εἰσαχθῆναι κατεδέξω σαρκί.
Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Πάτερ Νικόλαε Χριστῷ, ἐκ παιδὸς ἀνέθηκας, τὴν σὴν ζωὴν θείῳ ἔρωτι, παιδοτριβούμενος, χερσὶ ταῖς ὁσίαις, καὶ σοφοῖς διδάγμασι, πρὸς θείας ἐπιδόσεις ἑκάστοτε, τοῦ θεοῤῥήμονος Θεοδώρου καὶ ἐκτύπωμα, τῶν ἐκείνου, δωρημάτων γέγονας.
Πάτερ Νικόλαε πολλαῖς, ὁμιλήσας θλίψεσι, καὶ διωγμοῖς καὶ κακώσεσι, στεῤῥῷ φρονήματι, ὑπὲρ τῆς Εἰκόνος, τοῦ Σωτῆρος Ἅγιε, αἱρέσεως καθεῖλες τὸ φρύαγμα, καὶ ἐννομώτατα, ἐναθλήσας στέφος ἄφθαρτον, ἐκομίσω παρὰ τοῦ Παντάνακτος.
Πάτερ Νικόλαε τῇ σῇ, τιθηνήσει γάνυται, καὶ τοῖς σπαργάνοις σου Ἅγιε, ἡ μεγαλόνησος, Κρήτη ἡ πατρίς σου· ἐξ αὐτῆς γὰρ ἤνθησας, ὡς ἄνθος ἀληθῶς εὐθαλέστατον, καὶ εὐωδίασας, ταῖς ὀσμαῖς ταῖς τῶν ἀγώνων σου, Ἐκκλησίας, πάντα τὰ πληρώματα.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὁ θεοφόρος Νικόλαος, ὁμολογίας κρατήσας πλήσας, τὸ τῆς εὐσεβείας νηφάλιον πόμα, τῇ Ἐκκλησίᾳ προτίθησιν, ἐν τῇ πανσέπτῳ αὐτοῦ μνήμῃ. Τρυφήσωμεν οὖν ἅπαντες, τοῦ μυστικοῦ νέκταρος, ἐν εὐφροσύνῃ βοῶντες· χαίροις, ὁ τῆς ἀπαθείας τὴν χάριν, δι’ ἐναρέτου ζωῆς, ὡς σωτηρίου ἐνδυσάμενος ἱμάτιον· χαίροις, ὁ κατὰ Παῦλον κακοπαθήσας, μυρίοις πόνοις καὶ θλίψεσιν, ὑπὲρ τῆς ἐν σαρκὶ μορφῆς, τοῦ ὑπὲρ ἡμῶν ἐνανθρωπήσαντος Λόγου· χαίροις, Κυδωνίας βλάστημα σεπτόν, Μονῆς Στουδίου θρέμμα ἅγιον, καὶ τῆς νήσου Κρήτης ἀγλάϊσμα. Χριστὸν τὸν Θεὸν ἱκέτευε Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ, καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ μεγαλόνησος Κρήτη, Νικόλαον τὸν ὁμολογητήν, περιφανῶς βλαστήσασα· εὐσεβείᾳ γὰρ ἀναχθείς, καὶ ἀσκητικῇ πολιτείᾳ τελεσθείς, τύπος καὶ παράδειγμα, ἐναρέτου βίου ὤφθη· καὶ ἀθλητικῶν ἀγώνων στάδιον, νομίμως ἀνύσας, τὴν ὀρθὴν τῆς Ἐκκλησίας δόξαν ἐτράνωσεν, ὡς τῶν θείων παραδόσεων, ὄργανον ἔμπνουν, ἀπαύστως πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὡς ὁλικῶς Θεῷ ἀνακείμενος, τῆς παρ’ Αὐτοῦ δεδομένης χάριτος, ἐν μυστικῇ συναφείᾳ, ἐτρύφησας Πάτερ· νικητὴς γὰρ φερωνύμως, σαρκὸς καὶ κοσμοκράτορος, ἀσκητικοῖς ἐγένου ἀγῶσι, σαὐτὸν ἀπαρνησάμενος· καὶ δυσσεβέσι δόγμασιν, εὐσεβείας δυνάμει ἀνταγωνιζόμενος, Ἐκκλησίας ἀδάμας, καὶ στῦλος ἄσειστος ὤφθης, Νικόλαε μακάριε, θριαμβεύσας τὴν πλάνην· διὸ τὸν ἀμαράντινον, ἐπαξίως ἐδέξω στέφανον.
Ἦχος γ΄.
Ὡς ἔμψυχος εἰκών, τῆς κατὰ Χριστὸν πολιτείας, τὴν τοῦ Σωτῆρος ἐν ὑλικῇ μορφῇ Εἰκόνα, τιμῶν προσεκύνεις, Πατρικοῖς ἑπόμενος δόγμασιν, Ὁμολογητὰ τῆς ἀληθείας Νικόλαε. Καὶ τὴν ζωήν σου ὑπὲρ ταύτης θείς, σὺν Θεοδώρῳ τῷ πάνυ, ὑπερορίαις καὶ θλίψεσι, τοῦ Χριστοῦ τὰ στίγματα, τῇ σαρκί σου ἐξεικόνισας. Οὐδόλως γὰρ ἐνάρκησας, ἐν εἱρκταῖς κακουχούμενος, ἀλλ’ ὑπὲρ ἥλιον ἔλαμψας, καρτερίᾳ τῶν περιστάσεων, καὶ πρεσβεύεις Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ΄.
Τὸ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, τοῦ Ἁγίου Πνεύματος σκήνωμα γέγονας, τῇ καθαρᾷ ζωῇ σου, θεοφόρε Νικόλαε. Χερσὶ γὰρ τοῦ θείου Θεοδώρου ἀναγόμενος, τῶν πόνων τὰς ἐκβάσεις, ἐν προοιμίοις ἐδέξω, περιὼν τῇ σαρκί. Καὶ συνέκδημος αὐτοῦ, καὶ συναθλητὴς ἀναδειχθείς, ἐν τῇ καλῇ τῆς ἀληθείας ὁμολογίᾳ, σὺν αὐτῷ ἀνεκλίθης, ἐν τῇ ἄνω Βασιλείᾳ· μεθ’ οὗ καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Κυδωνίας βλαστός, τῆς νήσου Κρήτης ἱερὸν ἐγκαλλώπισμα, Στουδίου Μονῆς τὸ κλέος, καὶ μυστικὴ λαμπηδών, εὐσεβείας αἴγλην διαλάμπουσα· τὸ κλῆμα τὸ εὔφορον, ἀρετῶν τῆς ἀσκήσεως· τῆς ἐγκρατείας, ἀκηλίδωτον ἔσοπτρον· ταπεινώσεως, καὶ πραότητος σκήνωμα· οἶκος τοῦ θείου Πνεύματος· ἀνδρείας ἐκτύπωμα, ὁμολογίας ἁγίας, στόμα τὸ θεῖον Νικόλαε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἀπὸ νεότητος ἀράμενος Ὅσιε, καὶ τούτῳ ἀκολουθήσας, ἐν ὁλοτρόπῳ σπουδῇ, καὶ πολλῇ ἀσκήσει βίου κρείττονος· καὶ τούτου ἐτίμησας, τὴν Εἰκόνα τὴν ἄχραντον, μυρίοις πόνοις, ὁμιλήσας Νικόλαε, καὶ κάκωσιν, ἀνενδότῳ φρονήματι· ὅθεν ἡ ἐπουράνιος, τρυφὴ σὲ ἐδέξατο, καὶ ἡ ἀνέκφραστος δόξα, καὶ ἡ ζωὴ ἡ ἀΐδιος, ἐν ᾗ σὺν Ἀγγέλοις, συγχορεύων ἡμῖν αἴτει, τὸ θεῖον ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁμολογίας πυρσός, Εἰκονομάχων καθαιρέτης ὁ κράτιστος· αὐτῶν γὰρ τὴν πλάνην Πάτερ, λόγοις καὶ ἔργοις ὁμοῦ, διλέγχων πᾶσιν ἐστηλίτευσας· ἐντεῦθεν ὑπέμεινας, ἐξορίας Νικόλαε, σὺν Θεοδώρῳ, χαλεπῶς μαστιζόμενος, διωκόμενος, καὶ εἱρκταῖς συγκλειόμενος· ὅθεν τῶν ὑπὲρ ἔννοιαν, χαρίτων ἠξίωσαι, τῶν ἀγαθῶν κληρονόμος, τῶν αἰωνίων γενόμενος. Αὐτῶν ἐκδυσώπει, καὶ ἡμᾶς ἀξιωθῆναι, τοὺς σὲ γεραίροντας.
Δόξα. Ἦχος πλ. δ΄.
Τῆς εὐσεβείας τὸ στάδιον, πρώην μὲν ἐν ἀσκήσει, καὶ εἶτα ὁμολογίας ἀθλήσει, ἠγωνίσω Νικόλαε· ἐν μονασταῖς γὰρ διαπρεπής, δι’ ἀρετῆς ἐγένου, καὶ ἐν ἄθλοις ἁγίοις, ἀκατάπληκτος ὤφθης καὶ ἀδείμαντος. Καὶ νῦν τὰ γέρα τῶν πόνων, θεουργικῶς δρεπόμενος, ἀδιαλείπτως πρέσβευε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Κυδωνίας, καὶ ὑπόδειγμα, ὁσίου βίου, ἀνεδείχθης Στουδῖτα Νικόλαε· καὶ τοῦ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος, ὁμολογίας ἀγῶσι διέπρεψας· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Θεῷ ἀνατεθείς, ἐκ νεότητος Πάτερ, ἐδούλευσας αὐτῷ, μέχρι τέλους ὁσίως, Νικόλαε μακάριε, Ἀσωμάτων συνόμιλε· μεθ’ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πανέορτον, καὶ φωτοφόρον ἡμέραν, τῆς σῆς μεταστάσεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀγκάλαις Συμεών, ὥσπερ βρέφος ἐδόθης, ὁ τέλειος Θεός, καὶ συνέχων τὰ πάντα· διὸ καὶ Ἄννα ᾔνεσε, Φανουὴλ τὴν σὴν κένωσιν, τὴν ἀπόῤῥητον, καὶ ἀνερμήνευτον Λόγε· ὧν δεήσεσιν, ἡμῖν παράσχου Οἰκτίρμον, τὰ θεῖα ἐλέη σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰκόνα τὴν ἄχραντον τοῦ Ζωοδότου Χριστοῦ, διδάσκων τοῦ σέβεσθαι καὶ προσκυνεῖν εὐσεβῶς, Νικόλαε Ὅσιε, ἤνεγκας πολλὰς θλίψεις, θεολήπτῳ καρδίᾳ, φέρων ὑπερορίας, συνεχεῖς καὶ διώξεις· διὸ τῆς οὐρανίου, χαρᾶς Πάτερ ἠξιώσαι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Χερσὶ τῆς πανάγνου καὶ ἀκηράτου Μητρός, κρατούμενος Κύριε τῷ Σῷ προσήχθης ναῷ, γενόμενος νήπιον· ὅθεν Νῦν ἀπολύεις, Συμεών σοι ἐβόα, δεθχείς σε ἐν ταῖς ἀγκάλαις, ὥσπερ ἤλπισε πάλαι· διὸ καὶ ἡμεῖς ὑμνοῦμεν, τὴν σὴν συγκατάβασιν.
Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁμολογίας τὸν ἀγῶνα ἀνύσας, Εἰκονομάχων τὴν ἀπάτην καθεῖλες, καὶ τοῦ Χριστοῦ τὰ στίγματα ἐβάστασας· ὅθεν εἰσελήλυθας, εἰς νυμφῶνα τὸν θεῖον, ἔνθα τὰ συστήματα, τῶν Ἁγίων ἁπάντων· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ὑπὲρ ἡμῶν θεοφόρε Νικόλαε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σωματωθεὶς ἐκ τῆς ἀχράντου Παρθένου, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Σωτήρ μου, οἷα Υἱὸς καὶ Λόγος ὁμοούσιος, ὑπ’ αὐτῆς προσήνεξαι, ἐν ναῷ τῷ τοῦ νόμου, τεσσαρακονθήμερος, καὶ τῷ θείῳ Πρεσβύτῃ, ὡς ἐπηγγείλω δέδοσαι Χριστέ, ἐξαιτουμένῳ, ἐκ σοῦ τὴν ἀπόλυσιν.
Εἶτα, τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, ἀθλητικῶς τὸν σὸν βίον ἐσφράγισας, θεοφόρε Νικόλαε. Καὶ τῷ τῆς νίκης διαδήματι, κοσμηθεὶς τὴν κεφαλήν, τὸν καρπὸν τῆς ζωῆς ἐτρύγησας, θεωθεὶς κατὰ μέθεξιν. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, Χριστῷ ἀεὶ πρέσβευε, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Νικολάῳ τῷ Στουδίτῃ, αἶνος. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Νόμῳ Θεοῦ, πολιτευθεὶς Πάτερ Ὅσιε, τῆς ὑπὲρ νοῦν ἐλλάμψεως, ὤφθης συμμέτοχος, δι’ ἧς δίωξον πᾶσαν, νοός μου τὴν ὁμίχλην, ἵνα ὑμνήσω σε.
Ἵνα Χριστοῦ, ἀκολουθήσῃς τοῖς ἴχνεσι, πᾶσαν γηΐνην ὕπαρξιν, Πάτερ κατέλιπες, καὶ ἰσάγγελον βίον, ὁσίως ᾑρετίσω, ἐνθέῳ ἔρωτι.
Καταλιπών, τὴν σὴν πατρίδα Νικόλαε, ὡς ἀετὸς ὑπόπτερος, χαίρων κατέλαβες, τὴν Μονὴν τοῦ Στουδίου, μονὰς πρὸς αἰωνίους, κατεπειγόμενος.
Θεοτοκίον.
Ὁ Ποιητής, καὶ Βασιλεὺς πάσης κτίσεως, ἐκ Σοῦ δι’ ἀγαθότητα, ἁγνὴ σεσάρκωται, τῆς ἀρχαίας κατάρας, Ἀδάμ τε καὶ τὴν Εὔαν, ἀνακαλούμενος.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Λαμπρότητι ζωῆς καλλωπιζόμενος, Πατέρων ὑπόδειγμα ἀνεδείχθης, ταπεινώσει καὶ πραότητι, διαπρέπων Νικόλαε μακάριε.
Ἁγίαις ὑποθήκαις παιδευόμενος, καὶ τρόπους μιμούμενος τοὺ ἐνθέους, Θεοδώρου τοῦ παμμάκαρος, ἐκμαγεῖον αὐτοῦ ὤφθης Νικόλαε.
Ὡς φοίνικά σε θεῖον καὶ κατάκαρπον, ἡ πόλις ἐβλάστησε Κυδωνίας, τοὺς καρποὺς δὲ τῶν καμάτων σου, Ἐκκλησία τρυγᾷ πᾶσα Νικόλαε.
Θεοτοκίον.
Τὴν σάρκα προσλαβὼν ἐκ τῶν αἱμάτων Σου, ὁ πάντα τῷ ῥήματι οὐσιώσας, οὐσιώθη τὸ ἡμέτερον, Θεοτόκε καὶ ἔσωσε τὸν ἄνθρωπον.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πόνοις ἀσκήσεως, καλλωπιζόμενος, ἄθλους διήνυσας, Μαρτύρων Ὅσιε, ὑπὲρ Εἰκόνος τοῦ Χριστοῦ, Νικόλαε θεοφόρε, καὶ ταῖς κακουχίαις σου, καὶ πολλαῖς ἐξορίαις σου, πᾶσαν καταβέβληκας, τῆς αἱρέσεως ἔπαρσιν· καὶ νῦν συνὼν Ἀγγέλων τοῖς δήμοις, ἐξαίτει ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν ταῖς ἀγκάλαις σε, Λόγε προάναρχε, καθάπερ νήπιον, καθυπεδέξατο, ὁ θεοφόρος Συμεών, ἐν πίονι γήρᾳ Σῶτερ, καὶ πιστῶς ἐβόα σοι· Νῦν ἀπόλυσον Δέσποτα, τῆς σαρκὸς τὸν δοῦλόν σου· ὅτι εἶδόν σε σήμερον, τὸ φῶς τὸ πρὸ αἰώνων ἐκλάμπον, εἰς ἐθνῶν φαῦσιν σωτήριον.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε τὴν ἀκοήν.
Ὡς τιμῶν τὴν ἐν σώματι, τοῦ Ἰησοῦ Εἰκόνα παναγίαν, κινδύνοις ποικίλοις, Πάτερ ὡμίλησας.
Στουδίου ἡ Μάνδρα σε, θεοειδῆ πεπλούτηκε φωστῆρα, καὶ ἡ νῆσος Κρήτη, Νικόλαε καύχημα.
Τοὺς ἀγῶνας μιμούμενους, τοῦ ἱεροῦ παμμάκαρ Θεοδώρου, συναθλητὴς τούτου, ὤφθης Νικόλαε.
Θεοτοκίον.
Οὐρανὸς ὤφθης ἔμψυχος, τὸν νοητὸν τῆς δικαιοσύνης, Ἥλιον Παρθένε, τῷ κόσμῳ ἐκλάμψασα.
ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.
Ὑψώσας τὸν νοῦν, πρὸς τὰ ὑπερκόσμια Νικόλαε, κοσμικῆς τερπνότητος, πᾶσαν περιφάνειαν κατέλιπες, καὶ ἀσκήσεως πόνοις, θεοπρεπῶς ἐξέλαμψας.
Διάρας σοφέ, στόμα σου τὸ θεῖον λόγον ἔνθεον, ἠρεύξω Νικόλαε, τῶν αἱρετικῶν λύονταν ἄνοιαν, καὶ τῆς Ὀρθοδοξίας, τὸ φῶς πᾶσιν ἐκλάμποντα.
Ἰσχύϊ Χριστοῦ, τὰς κακώσεις ἔφερες τοῦ σώματος, φυλακὰς καὶ μάστιγας, σὺν τῷ Θεοδώρῳ τῷ παμμάκαρι, καὶ τῶν Εἰκονομάχων, ἐφαύλισας τὸ φρόνημα.
Θεοτοκίον.
Τὴν φύσιν ἡμῶν, ἐκ Σοῦ ἐνδυσάμενος ὁ Κύριος, διπλοῦς κόσμῳ πέφηνε, καὶ τοὺς ἀπωσμένους ἀνεκάλεσεν, εὐσπλαγχνίᾳ Παρθένε, πρὸς τὴν ἀρχαίαν εὔκλειαν.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἡδρασμένος Πατέρων τοῖς δόγμασιν, οὐδαμῶς σεσάλευσαι ταῖς περιστάσεσιν, εἰς τέλος δὲ ἐσάλευσας, τῆς αἱρέσεως Πάτερ τὴν δόμησιν.
Ἀκλινῶς ἐπιβαίνων τοῖς ἴχνεσι, Θεοδώρου Ὅσιε τοῦ διδασκάλου σου, σὺν τούτῳ στεῤῥῶς ἤνεγκας, τὰς πυκνὰς ἐξορίας Νικόλαε.
Ἰσχυρῶς ἀντετάξω Νικόλαε, κατὰ βασιλέων ἐνθέῳ φρονήματι, τῶν ἀθετούντων Ἅγιε, τῆς Εἰκόνος Χριστοῦ τὴν προσκύνησιν.
Θεοτοκίον.
Νεκρωθεὶς ταῖς πολλαῖς παραβάσεσι, πρὸς τὴν ζωοπάρχοον σπεύδω πρεσβείαν σου, ὡς ἂν καὶ αὖθις Δέσποινα, ζωῆς τύχω ἐξ ἧς πάλαι πέπτωκα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ
Ἐκ Κυδωνίας ὡς φωστὴρ λαμπρὸς ἀνέτειλας, καὶ Ἐκκλησίας καταυγάζεις τὰ πληρώματα, τῇ στεῤῥᾷ ὁμολογίᾳ σου θεοφόρε· τῆς Εἰκόνος τοῦ Χριστοῦ γὰρ τὴν προσκύνησιν, τοῖς ἀγῶσί σου καὶ πόνοις κατετράνωσας· ὅθεν κράζομεν· χαίροις Πάτερ Νικόλαε.
Ὁ Οἶκος.
Ἄγγελος ὄντως ὤφθης, ἐν τῷ κόσμῳ θεόφρον, ἀσκήσας καὶ ἀθλήσας νομίμως· καὶ νῦν Ἀγγελικαῖς στρατιαῖς, συνὼν καὶ συναγαλλόμενος Ὅσιε, σὺν αὐτοῖς Θεῷ πρέσβευε, ὑπὲρ τῶν πίστει σοι βοώντων·
Χαῖρε, ὁ γόνος τῆς Κυδωνίας·
χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, τῆς Στουδίου Μονῆς σεμνολόγημα·
χαῖρε, τῆς Κρήτης σεπτὸν ἐγκαλλώπισμα.
Χαῖρε, νίκην ἐν τοῖς πόνοις σου φέρων τῷ πιστῷ λαῷ·
χαῖρε, στέφει ὁ κοσμούμενος ἐκ Θεοῦ νικητικῷ.
Χαῖρε, ὁμολογίας ἀκατάσειστος στῦλος·
χαῖρε, Εἰκονομάχων φλογερώτατος μύδρος.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὰ στίγματα·
χαῖρε, πιστῶν πληρῶν τὰ αἰτήματα.
Χαῖρε, δι’ οὗ κατησχύνθη ἡ πλάνη·
χαῖρε, δι’ οὗ θεία δίδοται χάρις.
Χαίροις, Πάτερ Νικόλαε.
Συναξάριον.
Τῇ Δ’ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Νικολάου Στουδίτου τοῦ Ὁμολογητοῦ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ὁ νοῦς σου λαμπόμενος φωτὶ ἀΰλῳ, φωστῆρά σε ἔδειξεν, ἐν μονασταῖς Νικόλαε· ἐντεῦθεν ποιμένα σε, καὶ θεῖον καθηγήτορα, κατέστησεν ὁ Κύριος, τῆς τοῦ Στουδίου Μάνδρας ὁ ὑπερένδοξος.
Σοφῶς καθωδήγησας λόγοις καὶ ἔργοις, πρὸς τρίβον σωτήριον, τῶν μοναστῶν τὸν σύλλογον· αὐτῶν κυβερνήτης γάρ, καὶ ὁδηγὸς ἀσφαλής, γέγονας Νικόλαε, ὡς ἱερὸν δοχεῖον Πάτερ τῆς χάριτος.
Γενναίως ἠγώνισαι κατὰ τῆς πλάνης, καὶ ταύτην κατέβαλες, τῇ σταθηρᾷ ἐνστάσει σου, Νικόλαε Ὅσιε, τῶν Στουδιτῶν χαρμονή· Εἰκόνα γὰρ ἐτίμησας, τοῦ δι’ ἡμᾶς ὀφθέντος ἐν ὕλῃ σώματος.
Θεοτοκίον.
Ἐκ μήτρας Σου πρόεισι σωματοφόρος, ὁ Λόγος ὁ σύνθρονος, Πατρί τε καὶ τῷ Πνεύματι, καὶ κόσμον διέσωσε, δι’ εὐσπλαγχνίαν πολλήν, Κόρη παναμώμητε, ἐκ τῆς πάλαι κατάρας ᾗ κατεκρίθημεν.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ῥήσεσι Πάτερ ἱεραῖς, πειθαρχῶν τοῦ θαυμαστοῦ ὑφηγητοῦ σου, ἀνενδότῳ καρδίᾳ, συστρατιώτης αὐτοῦ, καὶ σύναθλος ὤφθης Νικόλαε, ἐν τοῖς μακροτάτοις, ἀγῶσί τε καὶ πόνοις.
Ἀναδραμὼν εἰς ἀρετῶν, ἐν τῷ ὕψει τῇ συντόνῳ σου ἀσκήσει, μαρτυρίου ἀγῶσι, περιφανὴς πανταχοῦ, ἐδείχθης παμμάκαρ Νικόλαε, καὶ ὁμολογίας, τὸ φῶς ἡμῖν ἐκλάμπεις.
Συγκακουχούμενος σοφέ, σὺν τῷ θείῳ Θεοδώρῳ στεῤῥοψύχως, ἐξορίας ὑπέστης, καὶ ῥαβδισμοὺς χαλεπούς, ὑπὲρ τῆς Εἰκόνος Νικόλαε, τοῦ δι’ εὐσπλαγχνίαν, ἡμῖν ἐπιφανέντος.
Θεοτοκίον.
Ἰαματόβρυτος πηγή, ἀνεδείχθη ἡ πρεσβεία Σου Παρθένε· τῶν ψυχῶν γὰρ τὰ ἄλγη, καὶ τῶν σωμάτων πληγάς, ἰᾶται καὶ σώζει πανάμωμε, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστόν Σου Τόκον.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Μὴ δειλιάσας θεόφρον, τὸν θυμὸν βασιλέων, ἠκύρωσας τὸ πρόσταγμα αὐτῶν· τοῦ Χριστοῦ τὴν Εἰκόνα γάρ, καὶ τῆς τούτων τεκούσης, καὶ πάντων τῶν Ἁγίων εὐσεβῶς, προσκυνεῖσθαι διδάσκεις, ἀοίδιμε Νικόλαε.
Ὅλον τὸν βίον σου Πάτερ, ἐν ἀγῶσι καὶ πόνοις, διήνυσας ὡς θεῖος ἀθλητής, ὑπὲρ τῆς δόξης τοῦ Κτίσαντος, καὶ λαμπρῶς μετετέθης, πρὸς δόξαν τὴν ἀγήρω ἐν χαρᾷ, ἔνθα πάντων Ἁγίων, λαμπρότητες Νικόλαε.
Ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὴν Ἁγίαν Τριάδα, Νικόλαε δεόμεθα θερμῶς, τῶν ἐκτελούντων τὴν μνήμην σου, ὡς ἂν εὕρωμεν χάριν, καὶ ἔλεος καὶ θεῖον ἱλασμόν, ἐν ἡμέρᾳ τῆς δίκης, οἱ καταδίκης ἄξιοι.
Θεοτοκίον.
Ὑπεραστράπτει πλουσίως, ἡ Σὴ ἄῤῥητος δόξα, Παρθένε καὶ φαιδρύνει θαυμαστῶς, τὰ τῶν Ἀγγέλων στρατεύματα, καὶ πιστῶν τὰς καρδίας, πυρσεύει πρὸς ἀγάπην θεϊκήν· διὰ τοῦτο ὑμνοῦμεν, τὰ θεῖα μεγαλεῖά Σου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς τὸ πρότερον, τοῦ Παρακλήτου Ὅσιε, ὤφθης πολύτιμον σκεῦος, εἴτα Μαρτύρων ἀγῶνας, ἀνδρείως ἐκτετέλεκας, ὑπὲρ τοῦ Ἐκτυπώματος, τοῦ ἐν σαρκὶ Νικόλαε, κόσμῳ ὀφθέντος Σωτῆρος· διὸ λαμπρῶς ἐδοξάσθης.
Τῆς Ἑορτῆς, ὅμοιον.
Ὁ φύσει ἀπερίγραπτος, θέλων ὤφθης ἐν σώματι, καὶ ὥσπερ βρέφος ἐδόθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἀγκάλαις τοῦ παμμάκαρος, Πρεσβύτου ἐκβοῶντός Σοι· Νῦν ἀπολύεις Δέσποτα, τὸν δοῦλόν Σου ὅτι εἶδον, Σὲ τὸν Σωτῆρα τοῦ κόσμου.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος,
Πάτερ, θεόφρον Νικόλαε, ἀνατεθεὶς τῷ Χριστῷ, κοσμικῆς πάσης σχέσεως, ὁλικῶς ἐμάκρυνας, θεολήπτῳ φρονήματι, καὶ ἰσαγγέλως πολιτευσάμενος, ἐν τῇ Στουδίου Μάνδρᾳ θεόσοφε, Πνεύματος ὄργανον καὶ λαμπρὸν ὑπόδειγμα, πρὸς ἀρετήν, ὤφθης τοῖς μονάζουσιν, ὡς ἐνθεώτατος.
Πάτερ, ἱερὲ Νικόλαε, ταῖς ἱεραῖς διδαχαῖς, Θεοδώρου τοῦ μάκαρος, τελεσθεὶς τοῖς κρείττοσιν, ἐλαμπρύνθης τῇ χάριτι, καὶ ἀφομοίωμα τούτου πέφηνας, καὶ συνοδίτης καὶ θεῖος σύναθλος, ἐν τοῖς παλαίσμασι, καὶ ταῖς περιστάσεσι, ταῖς χαλεπαῖς· δι’ ὧν ὑπὲρ ἥλιον, τῷ κόσμῳ ἔλαμψας.
Πάτερ, παμμάκαρ Νικόλαε, ἀνδρειοτάτῃ ψυχῇ, τοὺς κινδύνους ὑπέμεινας, καὶ τὰς θλίψεις Ἅγιε, καὶ πληγάς τε καὶ μάστιγας, ὑπὲρ τῆς θείας Εἰκόνος Ὅσιε, τοὺ σαρκωθέντος δι’ ἀγαθότητα· ὢ τίς ἐξείπη σου, τῆς ψυχῆς τὸ εὔτονον! διὸ Χριστός, τῶν ὑπὲρ κατάληψιν, σὲ κατηξίωσε.
Πάτερ, τρισμάκαρ Νικόλαε, τῆς Κυδωνίας βλαστός, εὐθαλέστατος πέφηνας, καὶ θεράπων γνήσιον, τοῦ Χριστοῦ τῇ ἀσκήσει σου· ὅθεν ἡ Κρήτη ἡ ἑκατόμπολις, ἀγαλλιᾶται τοῖς σοῖς χαρίσμασιν, ᾗ δίδου πάντοτε, τῆς σῆς ἀντιλήψεως, τὰς δωρεάς, καὶ τοὺς σὲ γεραίροντας, σκέπε πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς ἐν πνεύματι ζωῆς, εἰκὼν ἔμψυχος ὤφθης, τῇ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε Νικόλαε. Τὸ γὰρ φρόνημα τῆς σαρκός, ὡς γεηρὸν ἀπεβάλου, καὶ ἐνεδύσω Χριστόν, ἐν ᾧ καὶ ἔζης μακάριε, νεκρωθεὶς τῷ κόσμῳ. Καὶ τὴν ἐν σώματι αὐτοῦ Εἰκόνα, εὐσεβῶς προσκυνῶν, ποικιλοτρόπως ἐδοκιμάσθης, ὡς χρυσὸς ἐν χωνευτηρίῳ. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, ὑπὲρ ἡμῶν ἀεὶ πρέσβευε, Ὁμολογητὰ θεσπέσιε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὁ παλαιὸς ἡμῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου, τῷ ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα· Ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ, κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν Σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν Σου Κύριε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Κυδωνίας θεῖος βλαστός, καὶ Μονῆς Στουδίου τύπος ἔμπνους πρὸς ἀρετήν· τῆς Ὁμολογίας, τὸ θεῖον χαῖρε στόμα, Νικόλαε παμμάκαρ, Κρητῶν ἀγλάϊσμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου