ΙΑΝΟΥΑΡΙΟΣ Ε
ΦΩΣΤΗΡΙΟΣ ΟΣΙΟΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Ἀρσενίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Θαλάσσης βιοτικῆς τὸ τάραχον, διαφευξάμενος, ἐν ἀταράχῳ ὅρμῳ τὴν ψυχήν, θεοφόρε προσώρμησας, τῷ πηδαλίῳ ἄριστα, τῆς ἐγκρατείας κυβερνώμενος.
Νεάζων ἐν γηραιῷ φρονήματι, ὤφθης βιῶν εὐσεβῶς, ἐξ οὗ σαυτὸν ἀνέθου τῷ Θεῷ, καὶ καλῶς εὐηρέστησας, Φωστήριε φωτώνυμε, ἐν ἀρετῶν τοῖς κατορθώμασιν.
Φωστήριος φερωνύμως κέκληται, ὡς τοῦ ἀδύτου φωτός, ἀειφανὴς φωστὴρ ἀναδειχθείς, τῇ τοῦ βίου φαιδρότητι, ὁ ἱερὸς Πατὴρ ἡμῶν, δι’ οὗ ψυχὰς φωταγωγούμεθα.
Ἐν κόρακι Ἠλιοὺ τρεφόμενος, τὸ πρὶν θαυμάζεται· ἀδυνατεῖ οὐδὲν γὰρ τῷ Θεῷ· καὶ ὁ μέγας Φωστήριος, θεόθεν ἄρτους εὕρατο, αὐτῷ σταλέντας ἐν ἐρήμῳ ποτέ.
Θεοτοκίον.
Ἀδούλωτον τῆς σαρκὸς τὸ φρόνημα, πρὸς πρᾶξιν ἔνθεον, ὁ ἀμελὴς ἐγὼ νῦν συντηρῶν, ἁμαρτίαις δεδούλωμαι, ἐξ ὧν με ἐλευθέρωσον, ἁγία Δέσποινα καὶ σῶσόν με.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί,
Ἐπ’ ὤμων τὸν τοῦ Χριστοῦ, ἀναλαβόμενος σταυρὸν Ὅσιε, ἀσκητικῶς ἔδραμες, ὁδὸν πολιτείας θεάρεστον.
Οὐ ψάμμον ἀλλὰ Χριστόν, σοῦ τὸ θεμέλιον σοφὲ θέμενος, οἰκοδομεῖς ἐν Θεῷ, ἀρετὴν χρυσίου ὑπέρτιμον.
Καθεῖρξας συμβολικῶς, τὴν σάρκα Πάτερ πρὸς Χριστοῦ ἔρωτα, καὶ τὴν ψυχὴν ἀνύψωσας, τοῖς οὐρανοφάντοις σκηνώμασιν.
Ἐν κόποις ἀσκητικοῖς, καλλιεργήσας σου θερμῶς πάνσοφε, τὸν τῆς ψυχῆς παράδεισον, νῦν Θεοῦ τρυφᾷς τὸν παράδεισον.
Θεοτοκίον.
Σὺ μόνη πρὸς τὸν Θεόν, ἐγγυητὴς ἁμαρτωλῶν πέφυκας· Σὺ οὖν με νῦν Δέσποινα, τῶν ἁμαρτιῶν ἐλευθέρωσον.
Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Φωστῆρά σε λαμπρόν, ἐξ ἑώας τῇ δύσει, ἀδύτως ἱερέ, ἀναλάμψαντα κόσμῳ, τιμῶμεν ὡς φερώνυμον, ἀξιόφρον Φωστήριε, καὶ γεραίροντες, τὴν σὴν πανέορτον μνήμην, ἑορτάζομεν, μεγαλοφρόνως τιμῶντες, Χριστὸν τὸν σὲ δοξάσαντα.
ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα ἡ Ἐκκλησία.
Συσκευάσας ἐν τοῖς χρώμασιν εὐσεβείας, τοῦ ταπεινοῦ σου ἤθους, ὤφθης ζωγραφήσας, πολιτείαν ἔνθεον, δι’ ἧς νῦν ἐμόρφωσας, ποίμνην πρὸς Θεὸν Πάτερ Ὅσιε.
Τῇ τῶν τρόπων σου ἁπλότητι προσετέθη, τὸ ἱερὸν καὶ κόσμιον, καὶ εὔψυχον Πάτερ, ὄντως καὶ μειλίχιον, ἐφ’ οἷς πᾶσι γέγονας, ποθητὸς λαοῖς καὶ ἐπέραστος.
Οὐ πρὸς αἷμα οὐ πρὸς σάρκα τὴν πάλην ἔσχες, ἀλλὰ δυνάμει Πνεύματος, ἀντιπαρετάξω, πονηρίας πνεύμασι, θεόφρον Φωστήριε, ὧν καὶ θριαμβεύεις τὸ ἄτονον.
Τῶν Ἀγγέλων ἁμιλλώμενος ἀσαρκίαν, τὴν τῆς σαρκὸς φροντίδα, οὐδόλως ἡγήσω, Πάτερ θεοδίδακτε· διὸ κατηξίωσαι, τούτων συγχορεύειν τοῖς τάγμασιν.
Θεοτοκίον.
Ἐκ πωρώσεως ἀμέτρων ἁμαρτημάτων, ἐν ἀπογνώσει γίνομαι· διό Σοι προσπίπτω, Δέσποινα δεόμενος· Σὺ δός μοι κατάνυξιν, καὶ τὸν ἱλασμὸν ταῖς πρεσβείαις Σου.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Φῶς κλήσει προσλαβών, φῶς καὶ πράξεως εἴληφας· διόπερ θεόφρον Πάτερ, ἑκατέρωθεν ὤφθης, δᾳδουχῶν σου τὸ ποίμνιον.
Συντόνῳ διδαχῇ, τοῖς τὸ πέλαγος πλέουσι, τοῦ βίου λιμὴν ἐδείχθης, σωτηρίας ἐνθέου, θαυμάσιε Φωστήριε.
Σκηνώσασα ἐν σοί, θεία χάρις τοῦ Πνεύματος, ἐπλούτησε παραδόξως, τοῦ Κυρίου θεράπον, διαφόροις χαρίσμασιν.
Σὺ Πάτερ ἐμμελῶς, κατανύξεως νάμασιν, ἀρδεύων ψυχὰς ἀκάρπους, ἐν καρποῖς μετανοίας, εὐθηνούσας ἀπέδειξας.
Θεοτοκίον.
Νοσοῦντά με ψυχῇ, τοῖς πολλοῖς παραπτώμασι, θεράπευσον Θεοτόκε, καὶ τὴν ἄφεσιν δίδου, ταῖς θείαις μεσιτείαις Σου.
ᾨδὴ στ΄. Θύσω Σοι.
Δι’ οἶκτον, συμπαθείας ἀεὶ τοὺς ἀγνώμονας, εὐεργετῶν οὐκ ἐπαύσω, ἐκ παθῶν ποικίλων λυτρούμενος, τοῦ Δεσπότου, τὸ συμπαθὲς μιμούμενος Ὅσιε.
Τῷ νόμῳ, μελετήσας νυκτὸς καὶ ἡμέρας Θεοῦ, ταῖς τῶν γραφῶν διεξόδοις, ξύλον ὤφθης Πάτερ πεφυτευμένος, τοῦ Πνεύματος, τοὺς καρποὺς εἰς καιροὺς προβαλλόμενος.
Τὸν βίον, τῇ τοῦ λόγου ῥυθμίσας στεῤῥότητι, ἀλλὰ καὶ λόγον λαμπρύνας, τῇ τοῦ βίου Πάτερ σεμνότητι, ἀνυψώθης, θεωρίᾳ καὶ πράξει τιμώμενος.
Φάρμακα, τῆς διδαχῆς τοῦ λόγου τιθέμενος, τῶν ἁμαρτίαις νοσούντων, θεραπεύεις Πάτερ, τὰς συνειδήσεις, ἰατρεῖον, τὴν μετάνοιαν τούτοις δεικνύμενος.
Θεοτοκίον.
Ἰόν μοι, δι’ ἀπάτης ὁ ὄφις ἐκέρασε, καὶ τῷ θανάτῳ δουλοῖ με· ἀλλὰ Σὺ Παρθένε ἐλευθεροῖς με, ὡς τεκοῦσα, τῆς ζωῆς τὸν δοτῆρα καὶ Κύριον.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Τὴν τῶν θαυμάτων, ἐδαψιλεύσω χάριν θεοπρεπῶς, Πάτερ, ἱερὲ καὶ ὄντως θαυματουργέ, πᾶσαν νόσον ἐξιώμενος, καὶ πᾶσαν κάκωσιν, ἐξ ἀνθρώπων διώκων δυνάμει Θεοῦ.
Οἷάπερ λοίμης, ἐπεισαχθείσης ὄντως ψυχοβλαβοῦς, πάλαι, αἱρεσιαρχίας δαιμονικῆς, ὁ θαυμάσιος Πατὴρ ἡμῶν, ταύτης κατέσπασε, τὴν ἀκέφαλον δόξαν δυνάμει Χριστοῦ.
Βαβαὶ τὸ ξένον, τοῦ παραδόξου ἔργου καὶ θαυμαστοῦ! πῶς μέν, παρὰ φύσιν πέπτωκεν ὁ τυχών, μὴ γνοὺς γέννημα βατράχιον; πῶς δὲ τῇ χάριτι, τοῦ τιμίου Πατρὸς θεραπεύεται;
Θεοτοκίον.
Οἱ τῶν κακῶν μου, συσσαπέντες προσώζεσαν μώλωπες· ὅθεν, ὡς κυήσασάν Σε τὸν ἰατρόν, τῶν ψυχῶν Παρθένε δέομαι, ταῖς ἱκεσίαις Σου, θεραπεύσασα σῶσόν με Δέσποινα.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Χεῖρας οὐκ ἐξέτεινας λαβεῖν, πλὴν τοῦ ἐργάζεσθαι, ἐν αἷς διέθρεψας, τὰ θεοσύλλεκτα ποίμνια, οἷσπερ Πάτερ καὶ ὑπέδειξας, ἐργοχειρεῖν καὶ μελῳδεῖν, ἀκαταπαύστως Θεῷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Οὐδέν σε τῆς κάτω καὶ ῥευστῆς, τέρψεως ἔθελξε, μάκαρ Φωστήριε· τῆς ἄνω δόξης γὰρ ἔσπευσας, ἀπολαῦσαι καὶ λαμπρότητος, ἧς νῦν τρυφῶν τὸν γλυκασμόν, ψάλλεις γηθόμενος· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σκληρῶς τὸ σαρκίον ἀθλητά, ὑπεξερχόμενος, τοῖς κακουχήμασιν, ὅλον ἐτρύχωσας· ὅθεν σε, ἡ τοῦ μάρτυρος προτρέπεται, ἐπιστασία τῆς νυκτός, μετριοφρόνως ἀσκεῖν, καὶ κραυγάζειν· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ἰσχὺν προνομεύομαι ψυχῆς, ταῖς ἡδοναῖς τῆς σαρκός, πολιορκούμενος, καὶ ἀπογνώσεσι βάλλομαι· διὰ τοῦτο Θεοτόκε βοῶ, οἰκτειρηθῆναι διὰ Σου, καὶ μεσιτείαις Σου, ἀνακράζειν· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Ὅλον σεαυτὸν ἐκκαθάρας, σκεῦος τοῦ Πνεύματος ἐδείχθης, τῶν προφητικῶν χαρισμάτων, ταῖς ἐνεργείαις παραπλησίως πλουτῶν, ἐν αἷς μεγαλυνόμενος, τερατουργεῖς Πάτερ Φωστήριε.
Ἄνθραξιν ἀσκήσεως Πάτερ, τῆς προσευχῆς στομώσας ὅπλα, πᾶσαν προσβολὴν ἐναντίαν, ἐξ ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν, νεανικῶς κατέβαλες, καὶ νίκης στέφος θεῖον εἴληφας.
Οὐδεὶς τὴν πληθὺν τῶν τεράτων, ἐξικανοῦται ἀριθμῆσαι· ἄρτους ἐπομβρίζων δαψιλῶς, πτωχοὺς ἐκτρέφων ὥσπερ ποτὲ Ἠλιού, μεθ’ οὗ νῦν ἀγαλλόμενος, μέμνησο Πάτερ τῶν τιμώντων σε.
Φώτισον καὶ σόφισον Πάτερ, τοὺς ἀθροισθέντας σου τῇ μνήμῃ, ταῖς θεοπειθέσι σου εὐχαῖς, καὶ ἀνυμνοῦντας ταύτην ἐν ᾄσμασι, καὶ ζηλωτὰς ἀνάδειξον, τῆς ἐναρέτου πολιτείας σου.
Θεοτοκίον.
Ὀψώνιον κάκιστον οἴμοι, τὴν ἁμαρτίαν ἐκτησάμην, καὶ τοῦ φοβεροῦ κριτηρίου, τὴν δίκην τρέμω τὴν ἀπαραίτητον, ἐξ οὗ με ῥῦσαι Δέσποινα, ταῖς ἱκεσίαις Σου καὶ σῶσόν με.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου