Τρίτη 4 Οκτωβρίου 2022

ΟΚΤΩΒΡΙΟΣ 5. ΑΓΙΑ ΜΑΡΤΥΣ ΧΑΡΙΤΙΝΗ ΑΚΟΛΟΥΘΙΑ

 



 

ΟΚΤΩΒΡΙΟΣ Ε΄!!

ΧΑΡΙΤΙΝΗ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια τῆς Μάρτυρος, δευτεροῦντες αὐτά. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσι

Τῆς χαρᾶς ὡς ἐπώνυμος, ἐν χαρᾷ προσεχώρησας, εἰς νυμφῶνα πάνσεμνε τὸν οὐράνιον, ἔνθα τὸ σὸν ἐπεπόθησας, κεκτῆσθαι πολίτευμα, ὑπομείνασα στεῤῥῶς, ἀλγεινὴν ὄντως βάσανον, τῶν ὀδόντων τε, καὶ ὀνύχων ἁπάντων ἐκριζώσεις, Ἀθληφόρε Χαριτίνη, Παρθενομάρτυς πολύαθλε.

Τῶν λεόντων συνέθλασας, σιαγόνας πολύαθλε, σιαγόνων φέρουσα τὰ συνθλάματα, τῶν δὲ ὀνύχων ἐκρίζωσιν, γενναίως ὑπήνεγκας, ἐκριζοῦσα τὰ δεινά, τῆς ἀπάτης φρυάγματα, θαλαττίοις δέ, ἐν βυθοῖς ἀπεῤῥίφης τὴν κακίαν, ὑποβρύχιον ποιοῦσα, τοῦ πονηροῦ πολεμήτορος.

Μετὰ τέλος μακάριον, ἐν θαλάσσῃ ῥιφεῖσάν σε, σὸς γεννήτωρ ἔνδοξε συνεκόμισεν, ἀναβοὼν μετ' ἐκπλήξεως· Πῶς νῦν κεχαρίτωσαι, ἱερώτατον ἐμόν, καὶ ποθούμενον γέννημα, ταῖς κολάσεσι, τοῦ σεπτοῦ μαρτυρίου, καὶ τὴν κλῆσιν, ἀληθεύουσαν εἰργάσω, προτυπωθεῖσάν σοι χάριτι!

 

Δόξα. Ἦχος δ΄.

ᾈσματικοῖς στέμμασι σήμερον πιστοί, στεφανώσωμεν ἐνθέως, Χαριτίνη τὴν παρθενομάρτυρα καὶ ἄμωμον Νύμφην τοῦ Χριστοῦ. Αὕτη γάρ, τοῦ ἀντιπάλου ἐχθροῦ, τῇ δυνάμει τοῦ Σταυροῦ κατεπάτησε, στεῤῥῶς ὑπομείνασα, τὰς τοῦ τυράννου δριμυτάτους βασάνους, καὶ τὴν νίκην ἄρασα, ἀξίως ἐστεφανώθη· διὸ δυσωπεῖ ἡ πολύαθλος, τοῦ ῥυσθῆναι κινδύνων καὶ τῆς μελλούσης κρίσεως, τοὺς ἐν πίστει τε καὶ πόθῳ, τελοῦντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ διὰ σὲ Θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. τὰ Ἀναγνώσματα

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Παροιμιῶν τὸ ἀνάγνωσμα (ἐπιλογὴ στίχων)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν σκύλων οὐκ ἀπορήσει ἡ τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη. Μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο. Ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει πρὸς τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Θύραν δὲ αὐτῆς διήνοιξε πένησι. Καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώττῃ αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, πολλαὶ εὕραντο δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται. Φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς.

 

Λιτή. Ἦχος α΄.

Παρθενομάρτυς τοῦ Χριστοῦ, Χαριτίνη παναοίδιμε, συνελθόντες σήμερον πιστῶς, μετ’ ἐγκωμίων ἐκτελοῦμεν τὴν μνήμην σου, καὶ γεραίρομεν τοὺς ἀγῶνάς σου πανεύφημε, οὗς ἠγωνίσω θαρσαλέως ὑπὲρ τῆς πίστεως. Σὺ γὰρ καρτερῶς ἐναθλήσασα, τοῦ ἀρχεκάκου ἐχθροῦ, τῇ τοῦ Χριστοῦ θείᾳ δυνάμει, εἰς τέλος κατέβαλες καὶ νῦν παρίστασαι τούτῳ ἐν οὐρανοῖς μετὰ δόξης, πρεσβεύουσα ἀεὶ τῷ κόσμῳ, δωρηθῆναι εἰρήνην,  καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Νυμφίον ποθήσασα ἐν οὐρανοῖς, Χριστοῦ τοῦ Θεοῦ, ἡ καλλιμάρτυς Χαριτίνη, τῶν ἐπὶ γῆς πάντων καταφρονήσασα, τοῦ τυράννου θωπείαις ἐμφρόνως μὴ πεισθεῖσα, μηδὲ δειλιάσασα, πυρὸς τοῦ δριμυτάτου τὴν δύναμιν, ὀνύχων τὰς ἐκριζώσεις, τὴν τῶν μελῶν ἐκκοπήν, καὶ τοῦ διὰ βασάνων πολυτρόπων αὐτῆς ἀοιδίμου θανάτου. Ταύτην καὶ ἡμεῖς σήμερον εὐφημοῦντες βοήσωμεν· Παρθενομάρτυς πολύαθλε, ὡς ἔχουσα παῤῥησίαν πρὸς Χριστόν, μὴ διαλείπῃς πρεσβεύουσα, ὑπὲρ τῶν πίστει τιμώντων τὴν ἐτήσιον μνήμην σου.

 

Τὴν πανήγυριν σήμερον τῆς Ἀθληφόρου Χαριτίνης, δεῦτε λαὸς ὑμνήσωμεν πιστῶς. Αὕτη γὰρ ἡ καρτερόψυχος, ὑπὲρ τῆς Χριστοῦ ἀγάπης ἀγωνισαμένη καρτερῶς, μὴ πτοηθεῖσα οὐδόλως τὰς ἀπειλὰς τοῦ ἀθέου τυράννου· ὑπέφερε γενναίως, τοῦ φλογίζοντος τροχοῦ τὴν κάκωσιν, τὴν τῶν ὀβελίσκων πυράκτωσιν, τῶν ὀδόντων καὶ ὀνύχων τὰς ἐκριζώσεις, καὶ τὴν εἰς βυθὸν θαλάσσης ἀπόῤῥιψιν ἡ πολύαθλος. Καὶ μετὰ τὴν ἔνθεον αὐτῆς τελείωσιν, τὸ πανέντιμον αὐτῆς σῶμα, ὁ γεννήτωρ αὐτῆς ἱερῶς ἐπὶ τῆς θαλάσσης συνεκόμισεν, ἐντρυφῶν ἐξ αὐτοῦ τῶν ἰαμάτων τὴν χάριν. Πρὸς αὐτὴν δὲ καὶ ἡμεῖς βοήσωμεν· Ἡ τῆς χαρᾶς τῆς ἐνθέου ἐπώνυμος, χαρίτωσον ἡμῶν ψυχὴν καὶ διάνοιαν, καὶ τὴν ποίμνην ταύτην, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις πρεσβείαις σου περιφρούρησον, καὶ πάντας τοὺς τιμῶντάς σε, ἐκ πάσης θλίψεως αὐτοὺς περιφύλαττε.


 

Δόξα. Ἦχος πλ. α΄

Τῇ παρθενικῇ θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητόν σε νύμφη ἑαυτῷ ἡρμόσαντο, συναφείᾳ ἀκηράτῳ. Σὺ γὰρ τῷ θελήματι αὐτοῦ, πασχόμενος τῷ κάλλει σου δύναμιν, κατ’ ἐχθρῶν τε, καὶ παθῶν ἀήττητην ἔδειξεν· ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε καὶ παρέστησεν ἐκ δεξιῶν Αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτοῦ δυσώπησον, Παρθενομάρτυς Χαριτίνη πανεύφημε, τοὺς ὑμνηταῖς σου δοθῆναί σωτηρίαν καὶ ζωὴ καὶ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος α᾿. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Ἀθληφόρου τὴν μνήμην πιστῶς τελέσωμεν, μετ’ ἐγκωμίων πάντες, εὐφημήσωμεν ταύτην, ἐν ὕμνοις ἐτησίοις καὶ πρὸς αὐτήν, ἐκ καρδίας βοήσωμεν· ταῖς πρὸς τὸν Κτίστην εὐχαῖς σου ῥῦσαι ἡμᾶς, ἐκ παντοίων περιστάσεων.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Ὡς παῤῥησίαν μεγίστην πλουτοῦσα πάνσεμνε, πρὸς τὸν Θεὸν τῶν ὅλων, ὡς παρθένος καὶ Μάρτυς, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ ἡμῶν, τῶν ἐπὶ πόθου τελούντων σου, τὴν παναοίδιμον μνήμην καὶ τῆς μορφῆς, τὴν ἐμφέρειαν τιμώντων σου.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Τοῦ μαρτυρίου τοὺς ἄθλους γενναίως ἤνεγκας, καὶ ταῖς σφοδραῖς βασάνοις, ὑποστάσα ἀνδρείως, καὶ νίκην οὐρανόθεν ἐδέξω σεμνή, καὶ τὸν στέφανον εἴληφας, ἐκ τοῦ Δεσπότου τῶν ὅλων καὶ Ποιητοῦ, Χαριτίνη καλλιπάρθενε.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ Ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη τῇ ἁγνείᾳ καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς Αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ· μὴ χωρίσῃς με Νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῆς Ἀθληφόρου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τῆς Μάρτυρος. Ἦχος γ’. Θείας πίστεως.

Θείᾳ χάριτι, κραταιωθεῖσα, κράτος ἤσχυνας, τῆς δυσσεβείας, Χαριτίνη ὑπὲρ φύσιν ἀθλήσασα· ὅθεν χαρίτων πηγὴν ἀδαπάνητον, ὡς γλυκασμὸν ἀναβλύζεις τοῖς κράζουσι· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς Μάρτυς πολύαθλος καὶ ὡς παρθένος φαιδρᾶ, ἐνδόξως παρίσταται τῷ σῷ Νυμφίῳ Χριστῷ, Χαριτίνη πανεύφημε· ὅθεν τοὺς σὲ ὑμνοῦντας, καὶ τιμῶντάς σε πόθῳ, ῥῦσαι ταῖς σαῖς πρεσβείαις, ἐκ παντοίων κινδύνων, ἵνα σὲ ἀκαταπαύστως ἀεὶ μακαρίζομεν.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῷ Χριστῷ νυμφευθεῖσα θεοπρεπῶς, ὥσπερ προῖκα τὸ αἷμα καὶ τὴν σφαγήν, αὐτῷ προσενήνοχας, Ἀθληφόρε πανεύφημε, καὶ νυμφῶνος θείου ἀξίως τετύχηκας, καὶ Μαρτύρων χορείαις ἀεὶ συνηρίθμησαι· ὅθεν τὴν ἁγίαν, ἐκτελοῦμέν σου μνήμην, ἐν πίστει τιμῶντές καὶ συμφώνως σοὶ κράζομεν· Χαριτίνη πολύαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τοὺς εὐφημοῦντάς σε, Μάρτυς πολύαθλε, τοὺς τῆς ἀθλήσεως, ἀγῶνας ᾄσμασι, καὶ ἐκτελούντων σου πιστῶς μνήμην τὴν φωτοφόρον, ἐκ κινδύνων λύτρωσαι, καὶ δεινῶν περιστάσεων, ταῖς σαῖς πρὸς τὸν Κύριον, εὐπροσδέκτοις πρεσβείαις σου· ὡς ἔχουσα πρὸς Αὐτὸν παῤῥησίαν, Παρθενομάρτυς Χαριτίνη.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α᾿. Τὸν τάφον Σου Σωτήρ.

Τὴν μνήμην τὴν φαιδράν, τῆς σεπτῆς Ἀθληφόρου, τελέσωμεν πιστῶς, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, καὶ πόθῳ βοήσωμεν πρὸς αὐτὴν καλλιπάρθενε· ῥῦσαι ἅπαντας, ἐκ πολυτρόπων κινδύνων, καὶ ἀξίωσον, τῆς οὐρανῶν Βασιλείας, ἡμᾶς ταῖς πρεσβείαις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαίου: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις… Ζήτει ἐν τῷ Σαββάτῳ ΙΖ΄ τοῦ Ματθαίου.

Ὁ Ν’ Ψαλμός.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Μετὰ Μαρτύρων καὶ παρθένων, τῷ θρόνῳ τῆς μακαρίας Τριάδος παρισταμένη χαριτώνυμε Μάρτυς, καὶ τῆς ἐκεῖθεν ἀποῤῥεούσης δόξης καὶ φωτοχυσίας ἐλλαμπομένη, καὶ τῆς ἀνεκφράστου χαρᾶς ἀπολαβοῦσα· διὸ βοῶμέν σοι, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς· πρέσβευε πρὸς Κύριον, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Τῆς Χαριτίνης τὴν χάριν μέλπω πόθῳ. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος ὁ αὐτός. Θαλάσσης τὸ ἐρυθραῖον

Ταῖς σαῖς μου, ὦ Χαριτίνη χάρισι, τὸν νοῦν χαρίτωσον, χαριτωθεῖσα ἄθλοις ἱεροῖς, ἱερῶς ἀνυμνῆσαί σε, ὡς Ἀθληφόρον Μάρτυρα, καὶ παρθενίᾳ διαλάμπουσαν.

χάρις, τοῦ Παναγίου Πνεύματος, σὲ χαριτώσασα, χαροποιαῖς ἐφαίδρυνε πλοκαῖς, καὶ χαρὰν τὴν αἰώνιον, κληρονομεῖν ἐνίσχυσεν, ἀνδρειοφρόνως ἐναθλήσασαν.

Σταυρῷ σε, ἀναρτηθέντα Δέσποτα, κατανοήσασα, ἡ εὐκλεής σου Μάρτυς αἰκισμῶν, καρτερεῖ τὸ ἐπίπονον, δυναμουμένη σθένει σου, τοῦ τὴν ἡμῶν φύσιν νευρώσαντος.

Θεοτοκίον

Χωρίον, χωρητικὸν γεγένησαι, τῆς θείας φύσεως, Θεογεννῆτορ ἄχραντε· διό, Χαριτίνη ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.

 

ᾨδὴ γ’. Τῆς Μάρτυρος. Εὐφραίνεται ἐπὶ σοί.

νάψας σου τὴν ψυχήν, ἔρως ὁ θεῖος τῆς σαρκὸς ἔρωτας, καὶ χαλεπὰ βράσματα, τὰ τῶν αἰκισμῶν ἐναπέσβεσε.

ηγνύμενον πρὸ ποδῶν, μαρτυρικῶν τὸν δυσμενῆ βλέποντες, τῇ τοῦ Χριστοῦ χάριτι, αἴνεσιν αὐτῷ προσενέγκωμεν.

σχύϊ παντουργικῇ, τὴν κεφαλὴν τοῦ δυσμενοῦς ἔθλασας, σῆς κεφαλῆς φέρουσα, Μάρτυς καρτερικῶς τὴν κατάφλεξιν.

Θεοτοκίον

Τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην σε Ἁγνὴ στέργουσα, σαῖς ἀγαθαῖς χάρισι, Μάρτυς Χαριτίνη δεδόξασται.

 

Κάθισμα.  Κάθισμα τῆς Μάρτυρος. Ἦχος δ΄. Ὁ ὑψωθείς

Τῶν νοουμένων τὸ τερπνὸν ἀγαπήσασα, τῶν ὁρωμένων τὸ ῥευστὸν καταλείψασα, ταῖς θεϊκαῖς ὠχύρωσαι ἐλπίσι τὸν νοῦν· ὅθεν πρὸς τὸ στάδιον, τῆς ἀθλήσεως Μάρτυς, χαίρουσα εἰσέδραμες, καὶ τὸν ὄφιν καθεῖλες, καὶ ἀνεπλέξω νίκης εὐπρεπῆ, στέφανον κόρη, Μαρτύρων ἀγλάϊσμα.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; ἀλλὰ τῇ σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.

 

ᾨδὴ δ’. Τῆς Μάρτυρος. Ἐπαρθέντα σε ἰδοῦσα

ερεῖον ὥσπερ ἄμωμον πρὸς σφαγήν σε, ἐκ πατρικῶν ἀφήρπασαν, Μάρτυς Ἀθληφόρε, ἀγκαλῶν οἱ τύραννοι, Πατέρα οὐράνιον, ὑπερβολικῶς ἀγαπήσασαν.

Νεάνισι ταῖς φρονίμοις ἀκολουθοῦσα, τὴν ψυχικὴν λαμπάδα σου, αἵματι πλουσίως, ἤρδευσας πανεύφημε, καὶ θεῖον κεκλήρωσαι, Μάρτυς χαριτώνυμε θάλαμον.

καρδία σου τῷ ἔρωτι τοῦ Νυμφίου, πυρπολουμένη ἄνθρακας, πλάνης γενναιόφρον, λύθρῳ ἐναπέσβεσεν, αἱμάτων καὶ θάλασσαν, τῆς πολυθεΐας ἐξήρανεν.

Θεοτοκίον

Σωματούμενον ἐκύησας Θεὸν Λόγον, Θεογεννῆτορ ἄχραντε, ὃν ἡ Χαριτίνη, στέργουσα θερμότατα, πυρὶ ἀντετάξατο, καὶ πολυειδέσι στρεβλώσεσι.

 

ᾨδὴ ε’. Τῆς Μάρτυρος. Σὺ Κύριέ μου φῶς

Τὴν κάραν ξυρισμῷ, καὶ ἀνθράκων πυρώσει, συνθλίβοντές σου θεόφρον, λογισμοῦ σου τὸν τόνον, οὐδόλως παρεσάλευσαν.

λους σου καὶ σφαγήν, εἰκονίζουσα Κύριε, τὴν ἔμπυρον ὀβελίσκων, ὑποφέρω ὀδύνην, ἡ Μάρτυς ἀνεκραύγαζεν.

Νίκαις τὴν κεφαλήν, Χαριτίνη κατέστεψαι, νικήσασα τὸν τὴν Εὔαν, ἐκνικήσαντα ὄφιν, τοῖς ἄθλοις καλλιπάρθενε.

Θεοτοκίον

Νοῦς βρότειος τὴν σήν, ὑπὲρ ἔννοιαν σύλληψιν, οὐ δύναται ἐννοῆσαι, Μητροπάρθενε Κόρη· Θεὸν γὰρ ἀπεκύησας.

ᾨδὴ στ’. Τῆς Μάρτυρος. Θύσω σοι, μετὰ φωνῆς

Χάρισι, καὶ σημείοις Χριστὸς ἐστεφάνωσε, τὴν ἱερὰν κορυφήν σου, ὑπὲρ οὗ τὸ πάσχειν προῄρησο, Ἀθληφόρε, τῆς χαρᾶς τῆς ἐνθέου ἐπώνυμε.

γιος, Ἰωνᾶν ἐκ βυθοῦ ὁ ῥυσάμενος, σὲ θαλαττίῳ πελάγει, ἐῤῥιμμένην σῴζει, ζῶσαν θεόφρον, καὶ βυθῷ σου, τῶν αἱμάτων ἐχθροὺς κατεπόντισε.

ομφαίᾳ, καρτερίας ἐχθροὺς ἐθανάτωσας, καὶ καρτεροῦσα ὀδόντων, παντελῆ ἐκρίζωσιν ἔνδοξε, τῶν λεόντων, τῶν ἀσάρκων τὰς μύλας συνέθλασας.

Θεοτοκίον

σχύν σε, εὑραμένη Παρθένε καὶ στήριγμα, ἡ Χαριτίνη αἰκίσεις, καρτερῶς ὑποφέρει· καὶ χαίρουσα, σοῦ ὀπίσω, τῷ τῶν ὅλων Δεσπότῃ προσάγεται.

 

Κοντάκιον. Τῆς Μάρτυρος. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Δι’ ἀγάπην ἔνδοξε, τὴν τοῦ Κυρίου, Χαριτίνη ἅπαντα, κολαστηρίων τὰ φρικτά, ὑπενεγκοῦσα ἀπείληφας, τοῦ μαρτυρίου, τὸν ἄφθαρτον στέφανον.

 

Συναξάριον.

Τῇ Ε΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Χαριτίνης

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μεθοδίας τῆς ἐν Κιμώλ

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ  Ἁγία Μάρτυς Μαμέλχθα, λίθοις βληθεῖσα τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Σάμου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου, ἐπισκόπου Εὐχαΐτων, τοῦ Μαυρόποδους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Εὐδοκίμου τοῦ Βατοπεδινοῦ

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Γάλλας (Galla), τῆς Ῥωμαίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρλαὰμ τοῦ Σικίζσκ Ῥωσσίας, τοῦ ἐρημίτου

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Δαμιανοῦ τοῦ ἰαματικοῦ, Ἱερεμίου καὶ Ματθαίου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Χαριτίνης τοῦ Νόβγκοροντ Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Γεωργιανοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Τῆς Μάρτυρος. Ἐν τῇ καμίνῳ

Νέους τρεῖς παῖδας, ὁ ἐκ καμίνου λυτρωσάμενος, σῴζει ἐκ τροχοῦ σε Μάρτυς πυροειδοῦς, Χαριτίνη ἀναμέλπουσαν· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης Σου Κύριε.

Μετὰ Παρθένων, λαμπαδηφόρος εἰς οὐράνια, βαίνεις τοῦ πυρὸς λαμπάδας καρτερικῶς, ἐν τῷ ψάλλειν ὑπομείνασα· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης Σου Κύριε.

ληλεγμένος, ὑπομονῇ σου ὁ παράνομος, χεῖρας συνδεσμεῖ καὶ πόδας καὶ τῷ βυθῷ, παραπέμπει σε κραυγάζουσαν· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης Σου Κύριε.

Λόγῳ σου θείῳ, τὴν ἀλογίαν στηλιτεύσασα, πάθει παθημάτων Μάρτυς ζωοποιῶν, ἀνεπλήρωσας ὑστέρημα· Εὐλογημένος εἶ ὁ Θεός μου, βοῶσα καὶ Κύριος.

Θεοτοκίον

Παρθένον μόνην, καὶ καθαράν σε καὶ ἀκήρατον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, Κόρη τὸν ἄνθρωπον, ὁ Χαριτίνην δοξάσας τοῖς θαύμασι.

 

ᾨδὴ η’. Τῆς Μάρτυρος. Χεῖρας ἐκπετάσας Δανιήλ

ραία ἐν κάλλεσι τῶν σῶν, στιγμάτων γέγονας, καὶ κατηγγύησαι, Παρθένος ἄφθορος μείνασα, τῷ ὡραίῳ Λόγῳ πάνσεμνε, τῷ ἐκ Παρθένου δι' ἡμᾶς, σεσαρκωμένῳ Χριστῷ, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Πάσαις μαχομένη προσβολαῖς, τῶν τιμωρούντων σε, γενναίως ἤνεγκας, τροχοῦ φλογίζοντος κάκωσιν, ὀβελίσκων τὴν πυράκτωσιν, τὴν εἰς βυθὸν ἀποῤῥιφήν, καὶ τῶν ὀδόντων σεμνή, καὶ ὀνύχων τὰς ἐκριζώσεις, Χριστὸν μεγαλύνουσα.

Οἱ πόδες οἱ σοί, ταῖς καλλοναῖς τῶν πόνων ἔνδοξε καθωραΐσθησαν· διὸ ἐν ὕδασι βαίνοντες, οὐκ ἑβράχησαν συνόντων σοι, Παρθενομάρτυς εὐκλεῶν Θεοῦ Ἀγγέλων· μεθ' ὧν ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θαῦμα καταπλῆττον πάντα νοῦν, μετὰ τελείωσιν, πῶς τῷ γεννήτορι, τὸ σὸν ἐκδέδωκε λείψανον, βυθὸς ὁ κολπωσάμενος, ὅπερ κηδεύσας πατρικῶς, τρυγᾷ τὴν χάριν ἐκ σοῦ Χαριτίνη, τὴν Βασιλείαν λαβὼν τὴν οὐράνιον.

Θεοτοκίον

φθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν οὐρανώσαντα πάναγνε, γηγενῶν ὅλων τὸ φύραμα, καὶ Χαριτίνης τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

ᾨδὴ θ’. Τῆς Μάρτυρος. Λίθος ἀχειρότμητος ὄρους

να τῶν στεφάνων τῆς δόξης, ὡς ἀδιάφθορος παρθένος, Μάρτυς ἐπιτύχῃς παντοίων, κολαστηρίων εἶδος ὑπήνεγκας, ἀγαλλομένη πνεύματι, καὶ διανοίας ἀναστήματι.

ς περικαλὴς ὡς ὡραία, ὡς περιδέξιος παρθένος, ὡς ἀκαταγώνιστος Μάρτυς, ὡς τοῦ Δεσπότου νύμφη πανάμωμος, χρυσοειδέσι πτέρυξι, πρὸς τὰ οὐράνια κατέπαυσας.

Σὺ φωτοειδεῖς Χαριτίνη, ἐναπαστράπτεις λαμπηδόνας, ζόφον πονηρίας δαιμόνων, καὶ παθημάτων ἀποδιώκουσα, ταῖς θεοδότοις πάντοτε, θαυματουργίαις ἀξιάγαστε.

περιχαρής σου ἡμέρα, περιχαρῶς λαοὺς ἀθροίζει, σοῦ τὰς ἀριστείας ὑμνῆσαι, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, καὶ τὴν γενναίαν ἄθλησιν, Μεγαλομάρτυς χαριτώνυμε.

Θεοτοκίον

Φῶς ἡμῖν ἀνέτειλε μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ ἀπειρόγαμε.

 

Ἐξαποστειλάριον. Τῆς Μάρτυρος. Ὅμοιον.

Ἐν οὐρανοῖς ὡς Μάρτυς, Χαριτίνη τῷ Θεῷ, παρισταμένη ἐνδόξως, πάντας ἡμᾶς τοὺς εὐσεβεῖς, μνήμην τὴν σὴν ἐκτελοῦντας, σῷζε θερμαῖς σου πρεσβείαις.

Θεοτοκίον

Τὸν σὸν Υἱὸν Παρθένε, μὴ διαλίπῃς δυσωπεῖν, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, ἵνα ῥυσθῶμεν τῆς ἐκεῖ, φρικτῆς κολάσεως πάντες, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.

 

 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῷ Χριστοῦ θείῳ ἔρωτι, τετρωμένη πανεύφημε, ἐν χαρᾷ εἰσέδραμες εἰς τὸ στάδιον, τοῦ μαρτυρίου καὶ ἤνεγκας, αἰκίαις καὶ τραύματα, ὑπομείνασα στεῤῥῶς, πειρασμοὺς καὶ κινδύνους τε· δι’ ὧν ἔτυχες, τῶν στεφάνων τῆς νίκης Χαριτίνη, παρεστῶσα τοῖς Ἀγγέλοις, τῷ Σῷ Νυμφίῳ ἀοίδιμε. (Δίς)

 

Διὰ πόνων ἀθλήσεως, τὸν Δεσπότην νενύμφευσαι, παρθενίας κάλλεσι διαλάμπουσα, καὶ ὥσπερ προῖκα προσήγαγες, Αὐτῷ παναοίδιμε, τῶν μελῶν τὴν ἐκκοπήν, καὶ τὸν θάνατον ἔνδοξε· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων Χαριτίνη, δυσωποῦσα τοῦ σωθῆναι, τοὺς σὲ πιστῶς μακαρίζοντας.

 

Τοὺς τελοῦντας τὴν μνήμην σου, καὶ πιστῶς εὐφημοῦντά σε, σκέπε φρούρει φύλαττε ταῖς πρεσβείαις σου, ταῖς εὐπροσδέκτοις πρὸς Κύριον, παρθένων τὸ καύχημα, ἀθλουσῶν ἡ καλλονή, Χαριτίνη πολύαθλε, καὶ περίδοξε, ἐκ παντοίων δεινῶν τε καὶ κινδύνων, καὶ συγχώρησιν πταισμάτων, ταῖς ἱκεσίαις σου δώρησαι.

 

Δόξα. Ἦχος δ΄.

Σταυρόν, ὡς ὅπλον κραταιόν, ταῖς χερσί σου κατέχουσα Χαριτίνη Μάρτυς· τὴν πίστιν ὡς θώρακα ἐλπίδα, θυρεὸν ἀγάπης τόξον, τῶν τυράννων τὰς τιμωρίας ἐνίκησας ἀνδρείως, τῶν δαιμόνων τὰς πανουργίας κατήργησας εὐθέως. Τελειωθεῖσα δὲ νομίμως, χορεύεις ἐν Χριστῷ ἀδιαλείπτως πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου