Τρίτη 29 Οκτωβρίου 2019

ΑΥΓΟΥΣΤΟΣ 16. ΟΣΙΟΣ ΙΩΣΗΦ ΗΣΥΧΑΣΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄.
ΙΩΣΗΦ ΗΣΥΧΑΣΤΗΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γέροντος Ἰωσὴφ Βατοπεδινού, www.pemptousia.gr)


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α´. Αὐτόμελον.
τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλίμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ Ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτη-μένοι ταξίαρχον· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Βαβαὶ τῶν σῶν μυστηρίων Ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐ-πρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάρισι. Παρθένοι σὺν τῇ Μητρί, τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύρι-ος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι Θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Xερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς, ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Τοῦ Ὁσίου τὰ ἀκόλουθα γ´. Ὅμοια.
τοῦ παραδόξου θαύματος! ἐν καιροῖς ἐσχάτοις, ὡς ἀστὴρ ἀνέτει-λας, αὐγάζων τῶν ἡμερῶν, τὴν αὐχμηρότητα, διδάσκων ὅτι Χριστός, εἰς τοὺς αἰῶνας καὶ νῦν ὁ αὐτός ἐστιν, ἐγείρεις τοὺς ἀμελεῖς, τῇ φιλοπόνῳ σπουδῇ σου προσέχοντας. Δόξα μοναστῶν ἐδείχθης Ἰωσὴφ Πατὴρ ἡ-μῶν, καὶ χοροῖς τῶν δικαίων, συναγάλλῃ εὐφραινόμενος.

τοῦ φιλοθέου πόθου σου, Ἰωσὴφ τρισμάκαρ, καὶ φιλοπονίας σου, ἀγάπης πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον σου, πτωχείας πνευματικῆς! Τῆς κατανύξεως ῥεῖθρα προχέων γάρ, διήνυσας τὴν ζωήν, ἐν ἡσυχίᾳ πολλῇ ἀγνοούμενος· καὶ νῦν τῶν πραέων τόποις ἐπαναπαυόμενος, τῶν πολλῶν σου ἀγώνων, ἀπολαύεις τὴν ἀντίδοσιν.



τῆς συμπαθοῦς προνοίας σου, Ἰησοῦ Σωτήρ μου! ὅτι οὐ κατέλι-πες, τῷ σκότει τῶν νῦν καιρῶν, τὴν κληρουχίαν σου· ἀλλ᾿ ἤγειρας ὡς τὸ πρίν, εἰλικρινῶς τοὺς σοὺς δούλους τιμῶντάς Σε, εὐγνώμονας καὶ πι-στούς, ἀκολουθοῦντας τῷ θείῳ θελήματι, καὶ διὰ τὴν σὴν ἀγάπην, πάν-τα ὑπομείναντας, καὶ ἠξίωσας τούτους, τῆς ἀφθάρτου βασιλείας Σου.

Δόξα. Ἦχος πλ. β´.
σιε Πάτερ, ἐν πάσῃ σπουδῇ, τοῦ Κυρίου σὲ καλέσαντος, ἠκολούθησας, τῆς φωνῆς γὰρ αὐτοῦ ἀκούσας, οὐ προσέκοψας τοῦ βίου ταῖς προφάσεσιν, ἀλλὰ πάντα νουνεχῶς οἰκονομήσας, τὸν Σταυ-ρὸν ῇρας ἐπ᾿ ὤμων σου, καὶ οὐδόλως τοῖς ὄπισθεν ἐστράφης· περιουσίᾳ δὲ Χάριτος θερμανθεὶς τὴν καρδίαν, φιλοπόνως τὸν βίον διήνυσας, διὸ πολλῶν ἀντιλήψεων ἀξιωθεὶς παρὰ Κυρίου, διετέλεις ἀεί-ποτε πενθῶν καὶ ἰδιάζων. Ἀλλὰ Πάτερ συμπαθέστατε, ὁ μηδὲν ἐπὶ τῆς γῆς ἐπιθυμήσας, διὰ τὴν μέλλουσαν ζωήν, μέμνησο τῶν σῶν φοιτητῶν, ὅτι ταύτην κατέχεις, καὶ ῥύου ταῖς εὐχαῖς σου, τῶν καθ᾿ ἡμῶν φρονούν-των τὰ σκάνδαλα.

Καὶ νῦν. Μεθέορτον τῆς Κοιμήσεως. Ἦχος ὁ αὐτός·
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορ-τάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετά-στασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκα-λοῦσι, τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα. Χαίροις, ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα. Χαίροις, ἡ ἐλπὶς καὶ προστασία ἡμῶν. Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας· Καὶ εἶτα τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξο-δος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶ αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέ-ξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐ-τῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ, Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐ-πρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐ-τοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πα-νοπλίαν τὸ ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπό-τομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥηφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλήσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυνα-στῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἑνωτίσασθε οἱ κρατοῦντες πλήθους, γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐ-θνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ´ 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμι-ον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστὶ φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρ-πάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μα-κρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Εἰς τὴν Λιτήν. Ἦχος α´.
Τὴν τιμίαν σου μνήμην, τὴν ἀξίαν ἐπαίνων, συνελθόντες τὰ σὰ τέ-κνα, ἐν ἐγκωμίοις γεραίρομεν. Ἔλαμψας γὰρ τῷ βίῳ σου καὶ τῇ σεμνῇ σου πολιτείᾳ, ὡς ἀστὴρ φαεινότατος, τῆς κακοπιστίας καὶ πλάνης ἐλέγ-ξας τὸ ἀσύστατον. Οὐ γὰρ τῶν καιρῶν τὰ τέλη, ἀλλὰ προθέσεως ἡ σπάνις, τῆς θείας Χάριτος διίστησι· σὺ δὲ οὐκ ἐκλάπης τῇ ῥαθυμίᾳ, τῶν Πατέρων εὐλαβέστατε. Διὸ ἀξίως τῶν καμάτων σου νῦν κατατρυφᾷς, καὶ τῶν αἰτούντων σε παρέχεις, ἐν πίστει τὰ αἰτήματα.

Τὸ θερμὸν τοῦ σοῦ ζήλου τίς διηγήσεται, Πάτερ ἱλαρώτατε; οὐκ ἔδωκας ἄνεσιν τῷ πολυμόχθῳ σου βίῳ, οὐδὲ δακρύειν ἀπέσχες, ἀπο-βλέπων πρὸς τὸ κριτήριον· διὸ ἅπας σου ὁ βίος ἡσύχιος παρῆλθεν, συμπαθείας καὶ ἀγάπης πλήρης. Τὴν καρτερίαν σου δὲ τίς ἂν εἴποι; ὅτι ἐβάστασας εἰς τέλος τὸν σταυρόν σου, ἀσθενείαις καὶ πόνοις κακου-χούμενος, ἕως δυσμῶν τοῦ βίου σου. Ἀλλά, θεοφόρε Πατὴρ ἡμῶν, τῶν ἀντιδόσεων τρυφῶν τοὺς πόνους, μέμνησο καὶ ἡμῶν, τῶν εὐφημούν-των τὴν μακαρίαν σου κοίμησιν.

τε μακάριε προσηύχου, καὶ ἠτένιζες δακρύων, τῆς Πανάγνου τὸ ναΐδριον, ὡς ἀκτὶς ἐπῆλθέ σοι τοῦ Πνεύματος ἡ Χάρις, καὶ θαυμαστῶς ἠλλοίωσε, τῆς εὐχῆς βραβεύσασα κατὰ τὸν πόθον σου τὴν Χάριν· διὸ καὶ οὐ διέλιπες ἐν πάσῃ σου τῇ ζωῇ, ἰδιάζων, ἀγρυπνῶν καὶ εὐχόμενος. Ἀλλὰ καὶ ἡμῖν μετάδος τὰ αὐτὰ ταῖς εὐχαῖς σου, Πάτερ συμπαθέστατε, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν φωτίσαντά σε Κύριον.

Ἦχος β´.
τε κοπιῶν, Πάτερ ἐτέλεις, πειρασμοῖς ποικίλοις στενούμενος, τότε τῇ Παρθένῳ προσπίπτων, μετὰ πίστεως ἠτένιζες· διὸ καὶ φωνῆς Αὐτῆς ἀκήκοας, καὶ κατὰ τὸ χωροῦν τὴν ὑπερήλιον μορφὴν αὐτῆς κατεῖδες, πρὸς αὐτὴν ἔχειν σου, λαλούσης τὴν ἐλπίδα. Αὐτὴν οὖν, Πάτερ, ἱκέτευε καὶ ἡμῶν τὴν πρόνοιαν ποιεῖσθαι, εἰς τοῦ δυστήνου τούτου βίου τὴν περίοδον· ἐν δὲ τῆς κρίσεως ἡμέρᾳ, ἐλευθερῶσαι εὐθύνης τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α´.
μέρα χαρμόσυνος, καὶ ἑορτὴ πανευφρόσυνος ἀνέτειλε σήμερον, τὸ Ὄρος τὸ Ἅγιον τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ τῶν κόλπων σου ἐβλά-στησεν, ὡς ᾀειθαλὲς φυτὸν ἀθανασίας, Ἰωσὴφ ὁ ἀοίδιμος. Μοναστῶν τὸ σύστημα σεμνύνεται, καὶ δοξάζεται ἡ Ἐκκλησία, τῶν τέκνων αὐτῆς τοῖς τροπαίοις στολιζομένη. Ὄντως γὰρ ὁ μακάριος, τῷ φόβῳ Κυρίου πυρούμενος, οὐκ ἐνέδωκε τῇ ῥαθυμίᾳ, φιλοπόνως δὲ τὸ τάλαντον αὐξήσας, τῆς εὐκταίας φωνῆς ἠξίωται, καὶ μετὰ παῤῥησίας τῷ Δεσπότῃ συνεισῆλθε, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων· καὶ πρεσβεύει τῷ Κυρίῳ, ὑπὲρ τῶν αἰτούντων αὐτοῦ τὴν σωτήριον ἀντίληψιν.

Καὶ νῦν. Μεθέορτον τῆς Κοιμήσεως. Ἦχος ὁ αὐτός.
σατε λαοὶ τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλό-φωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησι· ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον,  προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ταῖς φωτειναῖς τῶν ὁσίων, σκηναῖς αὐλίζῃ νῦν, Πατὴρ ἡμῶν θεόφρον, ἃς ἐπόθεις ἐντεῦθεν, καὶ ηὔχου ἐν δακρύοις πάσῃ σπουδῇ, καὶ σοῖς βλεφάροις οὐκ ἔδωκας, ὕπνον καθ᾿ ὅλου οὐδ᾿ ἄνεσιν τῇ σαρκί, ἕως ἔλιπες τὸν βίον σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εἰ καὶ ἀπέστης τοῦ βίου, ἀλλὰ μὴ παύσῃ οὖν, πρὸς Κύριον δεήσεις καὶ εὐχὰς ἀναφέρειν, τοῦ σῶσαι ἐκ κινδύνων ἡμῶν τὰς ψυχάς, καὶ εἰρήνην δωρήσασθαι, τῇ Ἐκκλησίᾳ καὶ σκάνδαλα τοῦ ἐχθροῦ, καταπαῦσαι τὰ πληθύναντα.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐ-τοῦ θελήσει σφόδρα.
Τῆς συμπαθοῦς σου προνοίας, Πάτερ δεόμεθα, δι᾿ ἧς ἡμᾶς ἐφρού-ρεις, τῇ θερμῇ σου ἀγάπῃ· ὑπέσχου γὰρ τοῦ εἶναι ὁμοῦ μετὰ σοῦ, τοὺς φοιτῶντάς σοι πάντοτε, ἐν τῇ μελλούσῃ σου δόξῃ παρὰ Θεοῦ, ἣν ἡτοί-μασας τοῖς πόνοις σου.

Δόξα. Ἦχος β´.
Τῆς φωτοφόρου σου μνήμης, Ἰωσὴφ Πατὴρ ἡμῶν, ἡ λαμπρὰ πανή-γυρις στολίζει, τῶν ἡμερῶν τὴν χαλεπότητα. Ὥσπερ γὰρ λύχνος ἐν αὐχμηρῷ τόπῳ φωτίζει, οὕτως ἡ διήγησις τῶν σῶν κατορθωμάτων, τὰς ψυχὰς τῶν φιλοχρίστων κατηύφρανε, καὶ τῶν φιλοπόνων τὸν τόνον ἐνεύρωσε, τῶν δὲ ῥαθύμων ἤγειρε τὴν προθυμίαν. Τοῖς πᾶσιν οὕτω γέγονεν ἀφορμὴ πρὸς σωτηρίαν, καὶ δοξολογίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ἱκέτευε δωρῆσαι τοῖς τιμῶσί σε, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Μεθέορτον τῆς Κοιμήσεως. Ἦχος ὁ αὐτός.
πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμε-ρον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται· ἣν Ἀσωμά-των δυνάμεις, θεοπρεπῶς ὑποδέχονται· καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως Μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος δ´. «Ταχὺ προκατάλαβε».
Τοῦ Ἄθωνος βλάστημα καὶ μοναστῶν καλλονή, ἀσκήσεως πρό-μαχος καὶ ἡσυχίας λιμήν, ἐδείχθης Πατὴρ ἡμῶν, ἔδειξας βιοτῇ σου, τοὺς τῆς Χάριτος τρόπους, ἔσωσας τῇ εὐχῇ σου τοὺς πιστῶς σε αἰτοῦντας· διὸ πρέσβευε τῷ Κυρίῳ, Ἰωσὴφ Πατὴρ ἡμῶν Ὅσιε.
Δόξα. Ἕτερον Ἀπολυτίκιον. Ὅμοιον.
σκήσει τὸ πρότερον καταδαμάσας σαρκός, τὸ φρόνημα ὕψωσας ἐκ τῶν γηίνων τὸν νοῦν, Πατὴρ ἡμῶν Ὅσιε. Ἔγνως τῇ θεωρίᾳ, σεσῳ-σμένων τοὺς δήμους, ἔδειξας τοῖς ποθοῦσι σωτηρίας τὴν τρίβον, διὸ καὶ τοὺς τιμῶντάς σου νῦν, τὴν μνήμην διάσῳζε.
Καὶ νῦν. Τὸ τῆς ἑορτῆς. Ἦχος α´.
ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κετέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. «Τὴν ὡραιότητα».
Ταῖς ὑπερ ἥλιον, αὐγαῖς τοῦ Πνεύματος, Πάτερ πεφώτισαι, καὶ ἀπενέκρωσας, σαρκὸς τὸ φρόνημα ὁμοῦ, καὶ πᾶσαν ἡδυπάθειαν, ἔργῳ δὲ ἠγάπησας, τὸν Θεὸν καὶ πλησίον σου, συμπαθῶς φερόμενος, τοῖς αἰτοῦσί σε πάντοτε· διὸ ἐν γῇ πραέων ἀγάλλῃ, πόνους τοὺς σοὺς ἀπο-λαμβάνων.
Δόξα. Τὸ αὐτό· Καὶ νῦν. Μεθέορτον. Ὅμοιον.
ν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος· ἐν τῇ Κοιμήσει σου, νέ-κρωσις ἄφθορος· θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν Β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Συμπαθὴς ἐλεήμων καὶ ἐγκρατής, ταπεινός τε ἀκτήμων ἡσυχαστής, τῷ βίῳ σου γέγονας Ἰωσὴφ παμμακάριστε, τῆς γὰρ πολλῆς μερίμνης τὸν νοῦν σου ἀπέστησας, καὶ τῇ εὐχῇ δι᾿ ὅλου σαυτὸν ὅλον δέδωκας· ὅθεν τοῦ σκοποῦ σου, οὐ διήμαρτες Πάτερ, καὶ δράγματα αἴρεις σου, ἃ πενθῶν ἐγκατέσπειρας, φιλοπόνως τῷ βίῳ σου. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ὁσίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό· Καὶ νῦν. Μεθέορτον. Ὅμοιον.
Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρ-θένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. «Κατεπλάγη Ἰωσήφ».
πετάγης τῷ Θεῷ, ὅλῃ καρδίᾳ καὶ σπουδῇ, καὶ ὑπέταξας ὁμοῦ, πάθη καὶ δαίμονας σοφέ, τῇ ἐκ Θεοῦ δοθείσῃ σοι ἀντιλήψει, πένθει γὰρ πολλῷ καὶ ἡσυχίᾳ τελῶν, ἐκάθηρας τὸν νοῦν, τοῦ Παρακλήτου αὐγαῖς, καὶ φωτισθεὶς τῷ Πνεύματι ἑώρακας, τῶν σωζομένων σκηνώματα. Ταῖς σαῖς πρεσβείαις, αὐτὰ οἰκῆσαι, καὶ ἡμᾶς Πάτερ ἀξίωσον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Καταπείθει μου τὸν νοῦν, ἡ τῶν παθῶν ἐπιφορά, καὶ ἐπείγομαι ποιεῖν ἐκ συνηθείας τὰ κακά, ἃ ἐκ νεότητος φεῦ μοι διεπραξάμην· ὅθεν πρὸς τὴν σήν, σκέπην πέφευγα, σῶσόν με Ἁγνὴ τὸν ταλαίπωρον, καὶ γὰρ ἰσχύεις Δέσποινά μου πάντα, τῇ Μητρικῇ παῤῥησίᾳ σου· δοξάζω ὅθεν, Σὲ ὡς αἰτίαν, τῶν σῳζομένων Πανύμνητε.

Οἱ Ἀναβαθμοί, τὸ Α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Μετὰ τὸν Ν´ Ψαλμόν.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου ...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου ...
Εἶτα τὸ Ἰδιόμελον· Ἦχος πλ. β´. Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς ...
σιε Πάτερ Ἰωσὴφ παναοίδιμε, συνελθόντες τὰ σὰ τέκνα, μετὰ πόθου τιμῶμέν σου, τὴν σεπτὴν τῆς κοιμήσεως μνήμην, καὶ ὑμνοῦμεν πιστῶς τὸν δοξάσαντά σε Κύριον.

Οἱ Κανόνες· Πρῶτος Κανὼν τῆς ἑορτῆς τῆς Κοιμήσεως εἰς ϛ´ καὶ οἱ δύο Κανόνες εἰς τὸν Ὅσιον ἀνὰ δ´.
Κανών Πρῶτος τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: ΤΗΝ ΦΩΣΦΟΡΟΝ ΣΟΥ ΓΕΡΑΙΡΩ ΠΑΤΕΡ ΜΝΗΜΗΝ, ΙΩΣΗΦ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ταῖς πρὸς Θεόν σου μεσιτείαις φώτισον, Πάτερ τὸ πνεῦμά μου, καὶ τῆς γλώσσης λῦσον, τὸ στενὸν καὶ ἄγονον, ὅπως ἰσχύσω ᾄσμασι, τὴν ὁσίαν σου μνήμην, καὶ τὰ σεπτὰ κατορθώματα, μετὰ παῤῥησίας ὑμνῆ-σαί σου.
τοῦ Ὑψίστου θεία Χάρις πρώιμα, ὅλον ἐφείλκυσε, πρὸς ἑαυτὴν ὅλως, καὶ ματαίων ἥρπασε, τὸ Ὄρος δὲ τὸ Ἅγιον, κατοικεῖν σε προθύ-μως, καὶ μοναστῶν τὴν θεόφρονα, Πάτερ, πολιτείαν ἐδίδαξε.
Νύκτα καθάπερ τὴν παροῦσαν ἔβλεπες, Πάτερ περίοδον, καὶ πεν-θῶν ἐτέλεις μηδαμῶς συλούμενος, τοῦ βίου ματαιότησιν, ἀλλὰ μᾶλλον ἑώρας, τῶν σωζομένων σκηνώματα, Πνεύματος φωτὶ αὐγαζόμενος.
Φέρειν ἐπόθεις τὸν Σταυρὸν ἐπ᾿ ὤμων σου, περιουσίᾳ πολλῇ, θείου ζήλου Πάτερ, καὶ ὀπίσω ἔτρεχες, Χριστοῦ τοῦ σὲ καλέσαντος, καὶ οὐδό-λως ἐστράφης, τῇ προαιρέσει τοῖς ὄπισθεν, εὔθετος Κυρίῳ γενόμενος.
ραῖος ὄντως καὶ καλὸς ὁ βίος σου, ὁ τρόπος ἄριστος, συμπαθεῖς αἱ πράξεις, καὶ ἁπλοῦν τὸ φρόνημα, ὅλος ἀγάπης ἔμπλεως, καθαρὸς τῇ καρδίᾳ, καὶ τῇ σπουδῇ προθυμώτατος, Πάτερ Ἰωσὴφ παμμακάριστε.
Θεοτοκίον.
Στόμα καὶ γλῶσσαν καὶ καρδίαν κάθαρον, καὶ τοῦ νοὸς τὴν ἀχλύν, ὅπως ἐξισχύσω, ἐπαξίως Δέσποινα, ὑμνῆσαι τὰ θαυμάσια, μεγαλεῖα ὡσαύτως, ἅπερ Θεός σοι ἐποίησεν, ὁ ἐκ σοῦ τεχθεὶς ὡς ηὐδόκησεν.



Κανὼν Ἕτερος τοῦ Ὁσίου, ἄνευ ἀκροστιχίδος.
ᾨδὴ α´. Ἦχος δ´. «Ἀνοίξω τὸ στόμα μου».
ρμόδιον ὕμνον σοι, πῶς περιγράψω Πατὴρ ἡμῶν, τοῦ λόγου στε-ρούμενος, καὶ φωτισμοῦ τοῦ νοός, ὅμως κράζω σοι, μετάδος μοι εὐχαῖς σου, ἀξίως ὑμνῆσαί σου τὴν θείαν κοίμησιν.
Στοιχῶν τῶν πατέρων σου, ταῖς διδαχαῖς Πάτερ Ὅσιε, τὸν κόσμον κατέλιπες, καὶ ῇρας ὤμοις σου, πόθῳ ζέοντι, Σταυρὸν τὸν τοῦ Κυρίου, καὶ τούτου τοῖς ἴχνεσι κατηκολούθησας.
Μακρύνας νῷ ἔμφρονι, τῆς τῶν αἰτίων συγχύσεως, ἐτέλεις πλανώ-μενος, τὸν μαργαρίτην ζητῶν, καὶ ἀπέκρυψας εἰς βάθος σῆς καρδίας, τρυφῶν τούτου πάντοτε θεομακάριστε.
ξίως τῆς κλήσεως, ἐπαγρυπνῶν διετέλεσας, τὴν σάρκα νεκρώσας σου, ταῖς κακουχίαις στοιχῶν, καὶ ἀνύψωσας, τὸν νοῦν τῇ θεωρίᾳ, γενόμενος μέτοχος τῆς αἰωνίου ζωῆς.
Θεοτοκίον.
Τὴν μόνην κυήσασαν, τὸν τῷ Πατρὶ ὁμοούσιον, καὶ μείνασαν ἄφθορον, πάντες τιμήσωμεν, τὴν τιμήσασαν, τὴν φύσιν τῶν ἀνθρώ-πων, καὶ Παρθένον μείνασαν μετὰ τὴν κύησιν.

ᾨδὴ γ. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Φωτὸς ἀΰλου τὰς αὐγάς, τῇ σῇ ψυχῇ δεδεγμένος, φωτεινὸς σὺ ἐχρημάτισας ὅλως, καὶ τοῦ σκότους τὰς ἀρχάς, τῇ χάριτι κατέβαλες, καὶ στεφηφόρος ὤφθης, ἐν τοῖς ὁσίων σκηνώμασι.
λως ἐτρώθης τῇ ψυχῇ, τῇ τοῦ Κυρίου ἀγάπῃ, Οὗ κατόπισθεν πιστῶς ἠκολούθεις, καὶ ὑψώσεις τὰς αὐτοῦ, ἐμμελετῶν διήνυσας, καὶ νῦν τῶν σῶν ἀγώνων, κατατρυφᾷς τὴν ἀντίδοσιν.
εόντων ἄστατον φοράν, καὶ τοῦ ἐχθροῦ τὴν μανίαν, φιλοσόφῳ διανοίᾳ συγκρίνας, διετέλεσας πενθῶν, καὶ κλαίων ἐν τῷ βίῳ σου, διὸ καὶ παρεκλήθης ἐν γῇ πραέων ἀοίδιμε.
ρμὰς δαιμόνων προσευχῇ, καὶ ἀγρυπνίᾳ συντόνῳ, ἀπεσόβεις ἀπὸ σοῦ Πάτερ ψάλλων, νικητήρια Χριστῷ, τῷ σὲ ἀμφοῖν λυτρώσαντι, παθῶν καὶ πάσης πλάνης, καὶ νικητὴν ἀναδείξαντι.
Νηστείαις Πάτερ καρτερῶν, καὶ ἀγρυπνῶν διετέλεις, κατὰ μόνας τῷ Θεῷ διατρίβων· Ὃς τοῦ κόπου σου ἰδών, τὸν πόθον σὲ ἀντήμειψεν, χειρὶ θείου Ἀγγέλου, πέμψας σοι ἄρτον οὐράνιον.
Θεοτοκίον.
Σὲ μεσιτείαν πρὸς Χριστόν, προβάλλομεν Θεοτόκε, ἐν τῇ ὥρᾳ τῆς φρικτῆς καταδίκης, ἵνα ῥύσῃ τῆς ποινῆς, καὶ δεξιὰν παράστασιν, παρά-σχῃς τοῖς ἀχρείοις, τῇ Μητρικῇ παῤῥησίᾳ σου.




Ἕτερος τοῦ Ὁσίου· Τοὺς σοὺς ὑμνολόγους.
ς φρόνιμος ὤφθης οἰκονόμος, μερίσας δικαίως ὡς σοφός, τοῦ πό-θου σου τὴν ἔφεσιν, τὰ πλεῖστα δοὺς τῷ πλάσαντι, καὶ τῇ σαρκὶ τὸ ἔλατ-τον, ὡς νουνεχὴς παρεχώρησας.
Ναῷ ἀτενίζων τῆς Δεσποίνης, καὶ πόθῳ δεόμενος Αὐτῆς, τῆς σῆς εὐχῆς ἐπήκουσε, καὶ φωτισμοῦ ἠξίωσε, καὶ τῆς εὐχῆς ἀξίωμα, σοὶ ἀδιάλειπτον ἔδωκε.
Στηρίζων ἀεὶ ταῖς διδαχαῖς σου, ἡμᾶς τοὺς ἰδίους μαθητάς, τὴν πρᾶ-ξιν ὡς ἐπίβασιν, τῆς θεωρίας ἔκρινας, τοῦτο διαπιστούμενος, τῇ ἀκριβεῖ πολιτείᾳ σου.
γγέλους εἰς τύπον τῆς Τριάδος, ὑμνοῦντας τὸ Ὅσοι εἰς Χριστόν, τεθέασαι τελῶν νυκτί, τῶν Φώτων τὴν πανήγυριν, ἀγρύπνως προ-σευχόμενος, σὺ κατὰ μόνας μακάριε.
Θεοτοκίον.
λέους τὴν ἄβυσσον τεκοῦσα, ἐλέους ἀξίωσον ἡμᾶς, κεκακωμέ-νους πάντοθεν, ἀδίκως ἐν τῇ μάνδρᾳ σου, ἀλλὰ στοργῇ σου πρόφθα-σον, καὶ τῶν θλιβόντων ἀπάλλαξον.

Κάθισμα τοῦ Ὁσίου. Ἦχος δ´. «Κατεπλάγη Ἰωσήφ».
Τῶν δακρύων σου ῥοαῖς, τὰς τῶν παθῶν ἐπιφοράς, ἀπεκρούσω τὰς δεινάς, καὶ τῶν δαιμόνων τὰς ὁρμάς, ἐπιθεμένων σοι Πάτερ ἐνα-σκουμένῳ. Φωναῖς γὰρ οἱ δεινοί, σὲ διετάρασσον, καὶ σχήμασι φρικτοῖς, τοῦ δειλιᾶσαί σε, ἀλλὰ οὐδόλως ἴσχυον φοβεῖν σε, τῇ πανοπλίᾳ φρα-ξάμενον· εὐχῇ γὰρ μόνῃ καὶ θείᾳ πίστει, ὡς καπνὸν τούτους διέλυες.
Δόξα. Τὸ αὐτό· Καὶ νῦν. Μεθέορτον. Ὅμοιον.
Καθορῶσαι ἀληθῶς, αἱ τῶν Ἀγγέλων στρατιαί, τὴν Μετάστασιν τὴν σήν, ἄχραντε Μῆτερ τοῦ Θεοῦ, εὐλογημένη πανύμνητε Παναγία, ἔχον-τες βουλὴν τοῦ τεχθέντος ἐκ σοῦ, στίφος Μαθητῶν συναθροίσασαι, ἐν εὐφροσύνῃ ἔφερον τὸ τίμιον, εἰς τὸν Παράδεισον σῶμά σου, Χριστὸν ὑμνοῦσαι, τὸν ζωοδότην, ὄντα εἰς τοὺς αἰῶνας.

ᾨδὴ δ´. Σὺ μου ἰσχύς, Κύριε.
λῃ σπουδῇ, τοῖς τοῦ Κυρίου προστάγμασι, πειθαρχήσας, Πάτερ ἐκ νεότητος, ᾗρας ἐπ᾿ ὤμων σου τὸν Σταυρόν, καὶ κατηκολούθεις, τῷ Σταυρωθέντι ἑπόμενος, νηστεύων καὶ πυκτεύων, κατέβαλες τὰ πάθη, χάριτι θείᾳ δυναμούμενος.
πὲρ Χριστοῦ, τῆς ἀγαπήσεως ἔστεργες, θεῖε Πάτερ, πάντα τὰ ἐπί-πονα, καὶ τῶν ἀνθρώπων ὀνειδισμούς, οἵ σε ἐθεώρουν, ὡς πλανηθέντα καὶ ἔσκωπτον, σὺ δὲ σοφῶς στοιχήσας, καὶ πλεῖστα καρτερήσας, τοῦ σκοποῦ σου ποσῶς οὐ διήμαρτες.
Γραπτῶς ἐν σοί, τὰ τοῦ Κυρίου ἐντάλματα, Πάτερ φέρων, ἔστενες θλιβόμενος, καὶ τῇ εὐχῇ ὅλον σεαυτόν, δέδωκας σχολάζων, ἐρήμοις τό-ποις κρυπτόμενος, διό σε ὁ Δεσπότης, πλουσίως ἀνταμείψας, τῶν ὁσίων χοροῖς σὲ κατέταξεν.
Θεοτοκίον.
ργα δεινά, πάσῃ σπουδῇ ἐκτετέλεκα, καταισχύνας τὴν ἐμὴν εὐγέ-νειαν, καὶ γυμνωθεὶς πᾶσάν μου στολήν, ξένῃ χώρᾳ οἴμοι! παραφρο-νῶν ἀπεδήμησα, τίς σώσει με ἐκ τούτων; εἰ μὴ σὺ Δέσποινά μου, ἁ-μαρτωλῶν τὸ καταφύγιον.

Ἕτερος τοῦ Ὁσίου· Τὴν ἀνεξιχνίαστον.
Φῶς τὸ ἐνοικῆσαν τῇ σῇ ψυχῇ, ὕψει θεωρίας ἀνήρπασε, καὶ παραδείσου, σὺ κατώπτευσας μονάς, ἔνθα χοροὶ ἀγάλλονται, πάντων δικαίων εὐφραινόμενοι.
ρει τῆς Παρθένου ἐκ νεαρᾶς, Πάτερ ἡλικίας ἐχώρησας, καὶ ᾑρετί-σω, κατὰ μόνας τῷ Θεῷ, ἐφησυχάζειν πάντοτε, χλεύας ἀδαῶν μὴ πτο-ούμενος.
Σοῦ τὸν θεῖον πόθον καὶ ἀρετήν, ὁ ἐχθρὸς φθονῶν ἐπετίθετο, ὥσπερ τις λέων, ἐκφοβεῖν σὲ προσδοκῶν, ἀλλ᾿ οὐδαμῶς κατίσχυσεν, Πάτερ Ἰωσὴφ παμμακάριστε.
Θεοτοκίον.
ν Σοὶ Κεχαριτωμένη φύσις βροτῶν, τῆς ἀρᾶς τῆς πρὶν ἠλευθέ-ρωται, τὴν τοῦ Ὑψίστου, ὡς κυήσασα Ἰσχύν, ἀνερμηνεύτως Δέσποινα, Μήτηρ τοῦ Θεοῦ ἐχρημάτισας.

ᾨδὴ ε. Ἵνα τί με ἀπώσω.
ήσει θείων λογίων, ἅμα καὶ Πατέρων σοφαῖς εἰσηγήσεσι, πει-θαρχήσας Πάτερ, τὸν σὸν ζῆλον καλῶς διετήρησας, καὶ καρποὺς ἀξί-ους, ἐκ τῶν σῶν πόνων ἐκομίσω, δωρεὰς τὰς ἀφθάρτους τοῦ Πνεύ-ματος.
γρυπνῶν διετέλεις, Πάτερ Ἰωσὴφ τῆς ζωῆς σου τὸ σύνολον, καὶ καρδίαν ἔσχες, καθαρὰν καὶ ἀγάπης ἀνάπλεων, τὸν Θεὸν γνησίως, καὶ τὸν πλησίον ἀγαπήσας, εὐλαβῶς τὸν σὸν βίον διήνυσας.
ωσὴφ τοῦ Παγκάλου, Πάτερ μιμητὴς σωφροσύνης γεγένησαι· καὶ ἀγρίως πνεῦμα τῆς σαρκὸς πολεμῶν οὐκ ἐνέδωσας, ἀλλ᾿ εἰς τέλος τοῦ-το, κατανικήσας σοὶ ἐδείχθη, ὥσπερ χοῖρος μορφῇ, δυσειδέστατος.
Θεοτοκίον.
υπωθεὶς ἁμαρτίαις, καὶ τῇ τῶν παθῶν συνηθείᾳ κρατούμενος, τοῖς κακοῖς ἐμβάλλω, τῇ δουλείᾳ στοιχῶν ὁ κατάκριτος. Αἰχμαλώτων ῥύστις, ἁμαρτωλῶν ἡ σωτηρία, Θεοτόκε Παρθένε βοήθει μοι.

Ἕτερος τοῦ Ὁσίου· Ἐξέστη τὰ σύμπαντα.
δύνης με λύτρωσαι, τῆς συνεχούσης πάντοθεν, παῦσον τῶν κα-κούντων ἐπινοίας, καὶ πολεμούντων τῆς βίας ῥῦσαι με, ἔχων τὴν Παρ-θένον καὶ Ἁγνήν, σοῦ καθυπακούουσαν τῶν σεπτῶν παρακλήσεων.
σχύς σοι δεδώρηται, ἐν πίστει ὑπομένοντι, Πάτερ ἀνιόντι μετὰ φόρτου, θείᾳ ῥοπῇ γὰρ σὲ ἀνεκούφισεν, ὁ ἀγαθοδότης καὶ Θεός, σπεύδων εἰς ἀντίληψιν, τῆς πολλῆς καρτερίας σου.
Πλατεῖαν ἀπέλιπες, στενῆς καὶ τεθλιμένης δέ, θείαις ἀναβάσεσιν ἐπέβης, καὶ θεωρίαις ἐμπλατυνόμενος, τὰ θεῖα θεώμενος σαφῶς, πόλιν τὴν οὐράνιον, ἀπ᾿ ἐντεῦθεν κατέλαβες.
Θεοτοκίον.
Λαβοῦσα Πανάμωμε, χειρὸς τῆς παρειμένης μου, τρίβους πρὸς εὐ-θείας εὔθυνόν με, Θεῷ ἀρέσκειν παρασκευάζουσα, ὅπως εὐχαρίστως σὲ ὑμνῶ, τὴν ᾀειμακάριστον, Θεοτόκε Παντάνασσα.

ᾨδὴ ϛ´. Ἱλάσθητί μοι Σωτήρ.
ραῖος Πάτερ ὁ σός, βίος καὶ πράξεις σου ἔνθεοι, ὁσία ἡ τελευτή, τρανῶς μαρτυροῦσα σου, ἀγάπην ἣν ἔτρεφες τῇ Ἁγνῇ Παρθένῳ, ἧς τῇ μνήμῃ σε προσέλαβεν.
Πάτερ βοῶ ἀληθῶς, καὶ τέρπομαι τῇ ἀγάπῃ σου, τὴν πατρικὴν σου στοργὴν ἡδέως φαντάζομαι, καὶ πιστεύω ἔχειν σε, τῷ Θεῷ μεσίτην, ἐν τῇ ὥρᾳ τῆς ἐτάσεως.
γρύπνως διατελῶν, ἐν κορυφῇ τῇ τοῦ Ἄθωνος, νηστεύων καὶ ἐξαι-τῶν τὴν Ἄχραντον Δέσποιναν, ἥτις ὥσπερ σύμβολον, δίδωσί σοι τρία, θεῖα μῆλα Πάτερ Ὅσιε.
Τριάδος τύπον ὁρᾷς, ἀγγελικῶς μελῳδοῦντάς σοι, τρεῖς παῖδας ὁ-λοφεγγεῖς, ψάλλοντας τὸ φώτισμα, ἀγρυπνῶν μακάριε, κατὰ μόνας Μό-νῳ, τῷ Θεῷ κατευφραινόμενος.
Θεοτοκίον.
πέθεντο ἐπ᾿ ἐμοί, οἱ κραταιοὶ ἐν τῷ νώτῳ μου, τεκταίνοντες ἑαυ-τῶν, ἀνόμως τὰ ἄθεσμα· ἡ τούτους συντρίψασα, τῷ σεπτῷ σου Τόκῳ, τῶν χειρῶν αὐτῶν με λύτρωσαι.

Ἕτερος τοῦ Ὁσίου· Τὴν θείαν ταύτην.
στῶτι Πάτερ καὶ ψάλλοντι, τῇ θείᾳ κορυφῇ τῇ τοῦ Ἄθωνος, τοῦ ναϊδρίου ἐντός, μῆλά σοι τρία κεχάρισται, προνοίᾳ θείᾳ ὅλως τῆς Θεομήτορος.
Καλῶς στοιχῶν τῷ κανόνι σου, ἐγκλείστως καρτερῶν καὶ δεόμενος, τοῦ Θείου Σώματος, μεταλαβεῖν κατηξίωσαι, θείου Ἀγγέλου Πάτερ διακονήσαντος.
ράσει Πάτερ τὸ πρότερον, τὴν δόξαν τῶν δικαίων τεθέασαι, νῦν δὲ πρὸς πρόσωπον· ὧν τοῖς χοροῖς συνταττόμενος, τῶν πόνων σου τὰ γέρα τρυγᾷς μακάριε.
Θεοτοκίον.
Πολλοῖς Παρθένε κυκλούμενοι, κινδύνοις καὶ κακῶν ἐπιτάσεσι, τοῦ πολεμήτορος, τῇ σῇ προνοία προσφεύγομεν, τῆς μάνδρας σου ἀξίους ἡμᾶς ἀνάδειξον.
Κοντάκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ταῖς τῶν δακρύων σου ῥοαῖς Πάτερ ἀπέπλυνας, καὶ ταῖς ἀγρύπνοις προσευχαῖς σου κατελάμπρυνας, Ἰωσὴφ ψυχῆς τὸ ἔνδυμα καὶ Νυμφῶνος, τοῦ ἀφθάρτου ἔνδον γέγονας γηθόμενος, σὺν ὁσίοις ὧν τὸν βίον ἠκολούθησας, μεθ᾿ ὧν πρέσβευε, τοῦ σωθῆναι τοὺς τιμῶντάς σε.
Ὁ Οἶκος.
Τὸν τοῦ Ἄθωνος θρέμμα φανέντα καὶ μοναστῶν καύχημα, ἐσχάτοις μὲν καιροῖς διαλάμψαντα, ἔνθα ἀπιστία καὶ ἀμέλεια ἐπερίσσευσεν, μηδαμῶς δὲ τῇ πλάνῃ καὶ ῥαθυμίᾳ ὑποκύψαντα, δεῦτε εὐφημήσωμεν, μιμούμενοι αὐτοῦ τὸν ζῆλον καὶ τοῦ πόθου τὸ φιλόθεον· τὸν Θεὸν γὰρ δι᾿ ὅλου ἀγαπήσας, Αὐτῷ καὶ μόνῳ ἐκολλήθη ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ. Ἀλλ᾿ ὦ Πάτερ ἡμῶν Ἰωσὴφ συμπαθέστατε, ἱκετεύομέν σε, σὺν τῇ χο-ρείᾳ τῶν ὁσίων μεθ᾿ ὦν συναγάλλῃ, πρέσβευε τυχεῖν σωτηρίας τοὺς τιμῶντάς σε.

Τὸ Συναξάριον τῆς ἡμέρας, ἤτοι τῆς ιϛ´ τοῦ Αὐγούστου, καὶ εἶτα:
Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ ἐν ἡσυχασταῖς δοκιμωτάτου, ὅστις, μαρτυρι-κὴν καρτερίαν ἐπιδειξάμενος ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ, μετέστη πρὸς Κύριον τῇ ιε´ τοῦ αὐτοῦ μηνός. Μετετέθη δὲ ἡ ἀκολουθία αὐτοῦ κατὰ τὴν σήμερον διὰ τὸ αἰδέσιμον τῆς Ἑορτῆς τῆς Θεοτόκου.
Γῆς μεταστὰς πρὸς πόλου τρέχεις πλάτος,
Ἔνθα σου καὶ ἦν τὸ πρὶν ἡ θεωρία.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων
Ῥῦπον παθῶν τῇ προσευχῇ σου, ἀπεκάθηρας πενθῶν ὅλῳ τῷ βίῳ, καὶ ἔφθασας ἰδεῖν, νοὸς τῇ θεωρίᾳ, μονὰς ἃς ἐπηγγείλατο, ὁ Σωτὴρ τοῖς σεσωσμένοις.
Μόνος τῷ Μόνῳ ἐντυγχάνων, ἐξεζήτησας τὴν τούτου Θείαν Χάριν, καὶ ἐπέτυχες οὖν, σαφῶς τοῦ ποθουμένου, ὥσπερ ἀκτίνα ἄϋλον, ἐπιλάμψασάν σοι Πάτερ.
Νόμῳ σαρκὸς μὴ ὑποκύψας, οὐδὲ πλάνῃ τοῦ ἐχθροῦ καὶ ἁμαρτίας, τῷ Δεσπότῃ Χριστῷ, ὑπήκουσας προθύμως, καὶ μελῳδῶν ἐκραύγαζες, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
λιον Κόρη ἀνατέλλεις, Ὃς ἐφώτισεν αὐγαῖς αὐτοῦ τὸν κόσμον, φωταγώγησον οὖν, κἀμοῦ τὴν σκοτομῆνιν, ἀνατολὴ ὁλόφωτε, καὶ ἐλπὶς ἀπηλπισμένων.

Ἕτερος τοῦ Ὁσίου· Οὐκ ἐλάτρευσαν.
ναλλοίωτος, τοῖς σκώμμασι βαλλόμενος, τῇ καρτερίᾳ σου, τῆς Θεοτόκου ἁγνῆς, προνοίᾳ σκεπόμενος, ἔχαιρες ψάλλων Αὐτῇ· Ἀπειρό-γαμε, εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.
Τὴν καρδίαν σου, Τριάδος οἰκητήριον, ἀπεργασάμενος, τρεῖς ἐθεά-σω μορφάς, ὁμοίας καθ᾿ ἅπαντα, ἐπευλογούσας σε, αἳ καὶ ἔψαλλον, τὸν φωτισμὸν τῆς χάριτος, ἐν ἡμέρᾳ τῇ τῶν Φώτων.
κ πταισμάτων μου, βαρούντων με Πατὴρ ἡμῶν, ὅλος ἠσθένησα· ταῖς ἱκεσίαις ταῖς σαῖς, συντόμως ἀπάλλαξον, ψάλλειν τε ποίησον· Ὑ-περύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς ὑπάρχων μόνος.
Θεοτοκίον.
υομένη με, τεκοῦσα τὸν Σωτῆρά μου, Θεοχαρίτωτε, τῇ δεξιᾷ οὖν τῇ Σῇ, Ἁγνὴ ἀλλοιῶσαί μου, τὸν νοῦν ἱκέτευε, πρὸς μετάνοιαν, δεινῶς περιπλεκόμενον, ταῖς τοῦ βίου πραγματείαις.

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.
Μεμολυσμένον πάθεσι, τὴν καρδίαν μακάριε, τῇ σῇ μεσιτείᾳ, κα-θαρόν με ποίησον, θερμὸν δὲ τὴν ἔφεσιν, οὐρανοβάμονα τὴν ψυχήν, πάντων μου κακῶν, τῶν παλαιῶν λησμονοῦντα, καὶ πράξεις μετανοίας, ἀξίους σωτηρίας, ἐμμελετᾷν καὶ πράττειν, τῇ θείᾳ σου πρεσβείᾳ.
καρτερά σου ἔνστασις, τὸ στεῤῥόν τε σου φρόνημα, τῶν σε πολε-μούντων, τὴν ὁρμὴν ἐμάρανε, οὐκ ἔκαμψας γόνυ γάρ, συμπεδηθῆναι δουλοπρεπῶς, ταῖς ἐκ τοῦ ἐχθροῦ, ποικιλομόρφοις παγίσι, δι᾿ ὧν τοὺς ἀμελοῦντας, εἰς τὴν γέενναν πέμπει, χωρίζει τοῦ Δεσπότου, στερῶν τῆς σωτηρίας.
Νενεκρωμένον φρόνημα, τῇ σπουδῇ σου ἀπέκτησας, ταῖς πρὸς τὸν Δεσπότην, ἐπαγρύπνοις στάσεσιν· διό σε ἠξίωσε, θεογνωσίᾳ θεολο-γεῖν. ᾯ ἀκαταπαύστως, σὺν πιστοῖς ἐμελῴδεις, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
ασαι μόνη σῴζουσα, τὸν ἀχρεῖον ἱκέτην σου, ταῖς πρὸς τὸν Υἱόν σου, μητρικαῖς δεήσεσι, τὴν ζάλην κατεύνασον, τῶν λογισμῶν μου τῶν πονηρῶν, καὶ ἁμαρτιῶν, τὸ χειρόγραφον ῥῆξον· ἐξάρπασον γεέννης, καὶ σκότους ἐξωτέρου, τὸν σὸν ἀχρεῖον δοῦλον, ἐν ὥρᾳ με τῆς δίκης.

Ἕτερος τοῦ Ὁσίου· Παῖδας εὐαγεῖς.
Δέχου ἱκεσίαν τε καὶ ὕμνον, ἡμῶν εὐφημούντων σε Πατήρ ἡμῶν, πάντων τῶν φοιτώντων σοι, πάλαι τε καὶ νῦν ὁμοῦ, τῷ πόθῳ προσφε-ρόμενον, καὶ ὡς ἀντίδοσιν, τῶν λόγων σου, τὸ πλήρωμα δίδου, εὐχαῖς σου σωτηρίαν, τοῖς τέκνοις σου παράσχου.
φερες γενναίως τοῖς σοῖς ὤμοις, Σταυρὸν τοῦ Κυρίου πει-ραζόμενος, ἐκ τῶν ἀγνοούντων σου, βίον τὸν θεόφρονα, καὶ Χάριν σοὶ ὡς ἔπαθλον, Αὐτὴ χαρίζεται, τοῦ Ὄρους ἡ Προστάτις καὶ Μήτηρ, Ἧς τῇ θεωρίᾳ πολλάκις ἐνετρύφας.
Χαίρεις ἐκ τῶν πόνων σου θερίζων, οὓς κλαίων ἐν τῇ πορείᾳ σου κατέβαλλες, καὶ ἀγαλλιώμενος, αἴρεις σου τὰ δράγματα· νῦν τῶν πι-στῶς τιμώντων σου, τὴν μνήμην μέμνησο, καὶ ῥύου τῶν δεινῶν συμπτωμάτων, καὶ ἐπεμβαινόντων δαιμόνων τῆς μανίας.
Θεοτοκίον.
ρος οἱ Προφῆται Σὲ Παρθένε, ὁ Λίθος ἐξ οὗ ἐτμήθη προκατήγγει-λαν, τέτοκας γὰρ Ἄναρχον, Λόγον τοῦ Γεννήτορος, Ἐμμανουὴλ καλούμενον, ᾦ καὶ κραυγάζομεν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
δαῖς σοι Πάτερ ᾄδω καὶ προσκυνῶ, καὶ τιμῶ καὶ γεραίρω τὴν μνήμην σου, τὴν ἱεράν, πάλαι μεμνημένος σου τὴν στοργήν· ἀνθ᾿ ὧν σε παρεπίκρανα, οἴκτειρόν μὲ Πάτερ παρακαλῶ, μετάδος τε συγγνώμην, καὶ σῷσον ταῖς εὐχαῖς σου, ὡς ὑπισχνεῖσο μοι ᾀείποτε.
Σεμνύνεται Παρθένου Ὄρος σεπτόν, καὶ βοᾷ γηθοσύνως καὶ τέρπεται, ὅτι ἰδού, ηὔγασεν ἀστέρα φωτολαμπῆ, ἐν τοῖς ἐσχάτοις ἔτεσι, παύοντα ἀπίστων ἰσχυρισμόν, δεικνῦντα ὅτι μένει, Χριστὸς εἰς τοὺς αἰῶνας, ἐπιβραβεύων τοὺς πιστεύοντας.
πύλη ἠνεῴχθη σοι οὐρανῶν, καὶ τῆς δόξης ἣν πρώην τεθέασαι, κατατρυφᾷς, σὺν χοροστασίαις τῶν ἐκλεκτῶν. Σὺν τούτοις οὖν μνημόνευε, καὶ ἡμῶν τῶν πόθῳ σοῦ τὴν σεπτήν, τιμώντων θείαν μνήμην, καὶ ῥῦσαι τῶν ποικίλων, ἐπαγωγῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Φωτί σου καταλάμπρυνόν μου τὸν νοῦν· καὶ τὸ σῶμα ψυχήν τε ἀ-πάλλαξον, τῶν ἐμπαθῶν, πράξεων καὶ φαύλων μου ἐννοιῶν· πρὸς δὲ θερμῆς προθέσεως, καταξίωσόν με τὰς ἀρετάς, ἐργάζεσθαι Παρθένε, ὅπως σωθεὶς ὑμνῶ σε, τῆς σωτηρίας μου τὴν πρόξενον.

Ἕτερος τοῦ Ὁσίου· Ἅπας γηγενής.
ψει νοητῷ, τὸν νοῦν σου τῆς χάριτος, ἀκτῖνες ἥρπασαν· ὅθεν σὺ ἑώρακας, ἀύλων νόων χοροὺς γεραίροντας, ὕμνοις φαιδροῖς καὶ πρέπουσι τὴν Θεομήτορα, σὲ καλοῦσαν, ἔχειν τὴν ἐλπίδα σου, πρὸς Αὐτὴν Θεοφόρε Πατὴρ ἡμῶν.
σχυσας Θεῷ, τὸν νοῦν ἀμετέωρον, κρατεῖν ἀρέμβαστον, μόνος ἀ-γρυπνῶν Αὐτῷ, καὶ φλέγειν πάθη σαρκὸς καὶ δαίμονας, θανατηφόρους Ὅσιε αὐτῶν τε πάγας περᾶν, καὶ Πατέρων, τρόπαια ἀνύψωσας· ὅθεν μνείαν ποιοῦ τῶν τιμώντων σε.
σπερ οὐρανός, τὰ ὄρη καὶ σπήλαια, σοὶ ἐγενήθησαν, ὅθεν καὶ ἐπώνυμος, τοῦ Σπηλαιώτου κλῆσις ἐδόθη σοι· ἀκτημοσύνην ἄκραν γὰρ περιδραξάμενος, τῶν δακρύων ὄμβροις σου κατήρδευσας, τὰ σὰ τέκνα φυέντα τοῖς πόνοις σου.
Σύντομον εὑρών, ὁδὸν τὴν ταπείνωσιν, πιστῶς ἐβάδισας, καὶ κατη-κολούθησας, Πατέρων βίοις ὅση σοι δύναμις, καὶ τὰ αὐτῶν ἀντέγρα-ψας, θεῖα παθήματα· ἀπολαύεις, ὅθεν νῦν τὰ ἔπαθλα, εὐλογῶν καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
δη πρὸς αὐτά, τὰ θεῖα σκηνώματα, Πάτερ γενόμενος, δόξης τε λα-βόμενος τῆς ἀϊδίου καὶ ταῖς μεθέξεσι, ταῖς ἱεραῖς θεούμενος, μέμνησο πάντων ἡμῶν, τῶν τιμώντων, πίστει τὴν ὁσίαν σου, τελευτὴν Ἰωσὴφ παμμακάριστε.
Θεοτοκίον.
Φώτισον Ἁγνή, τοὺς πόθῳ ὑμνοῦντάς Σε, καὶ μεγαλύνοντας· λῦσον τῶν παθῶν ἡμῶν, τὸ σκότος Κόρη· παῦσον τὸν κλύδωνα· τοῦ πονηροῦ τὰ σκάνδαλα ἐκ μέσου ποίησον· τοὺς τῆς πλάνης λογισμοὺς ἀπέλασον, τῶν σῶν δούλων ταῖς θείαις πρεσβείαις Σου.

Ἐξαποστειλάριον τοῦ Ὁσίου. Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Χαρμονικῶς τελοῦμέν σου, τὰ μνημόσυνα Πάτερ, καὶ πίστει ἀτενίζο-μεν, τὴν ὁσίαν μορφήν σου, αἰτοῦντές σε εὑρεθῆναι, ὡς ὑπέσχου σοῖς τέκνοις, προστάτην τε καὶ πρόμαχον, ἕως τέλους τοῦ βίου, ὅπως Θεῷ, εὐαρέστως ζήσωμεν καὶ φανῶμεν, τοῖς δεξιοῖς ἱστάμενοι, σὺν χοροῖς σῳζομένων.
Ἕτερον· Ἦχος γ´. Ὀ οὑρανὸν τοῖς ἄστροις.
ν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατῶν, ὦ Ἰωσήφ, σὺν τοῖς χοροῖς τῶν Ὁσίων, καὶ τῶν Ἀγγέλων στρατιαῖς, ὑπὲρ ἡμῶν τὴν Τριάδα, τῶν σὲ τιμώντων δυσώπει.
Καὶ τὸ τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.
Πατρικαῖς παραινέσεσι, καὶ στοργῇ τοὺς φοιτῶντάς σοι, παρηγόρεις πάντοτε ἀνεχόμενος, τὰ τούτων λάθη καὶ σφάλματα· τῷ φόβῳ Κυρίου δὲ τὴν διάνοιαν αὐτῶν, ἐστερέους καὶ ηὔθυνες, πρὸς τὸν ἔρωτα, καὶ τὸν ἔνθεον πόθον ταῖς σοφαῖς σου, διδαχαῖς καὶ ὑποθήκαις, ἐπαγρυπνῶν καὶ εὐχόμενος.

Νυσταγμὸν τοῖς βλεφάροις σου, οὐδὲ ὕπνον σοῖς ὄμμασι, τὸ καθ-όλου δέδωκας Πάτερ Ὅσιε, ἀλλ᾿ ἀγρυπνῶν διετέλεσας, τῷ βίῳ στενού-μενος ἐν πτωχείᾳ περισσῇ, μὴ ποθήσας τὴν πρόσκτησιν, τῶν συλούν-των σου, τὴν διάνοιαν ἅμα καὶ καρδίαν, ἐκ τῆς μνήμης τοῦ Κυρίου, καὶ τῆς φρικτῆς κατακρίσεως.



Τῇ πολλῇ κατανύξει σου, προσευχῇ καὶ ἀγάπῃ τε, πρὸς Θεὸν Πατὴρ ἡμῶν καὶ πλησίον σου, τῇ σῇ καρδίᾳ ἐνῴκησε, ἡ Χάρις ἡ ἔνθεος, ἀνυψοῦσά σου τὸν νοῦν, πρὸς τὰ κρείττω καὶ μένοντα, καὶ παράκλησις, ἰσχυρά σοι ἐγένετο φρουροῦσα, καὶ ποικίλως στερεοῦσα, κατὰ ἐχθρῶν πολεμούντων σε.

γκρατείᾳ στενούμενος, καὶ ἐρήμοις πλανώμενος, σιωπῶν ἐτέλε-σας καὶ εὐχόμενος, τοῖς τῶν ἀνθρώπων συστήμασι, μηδόλως τρεπό-μενος, μηδὲ φέρων κατὰ νοῦν, τὰς πικρὰς κρίσεις Ὅσιε, δι᾿ ὧν ἄπειροι, πλανηθέντα ἐκάλουν, ἀγνοοῦντες, τὸν φιλόθεόν σου βίον, καὶ τὰ κρυπτὰ τῆς καρδίας σου.

Δόξα. Ἦχος πλ. β´.
σίων δῆμοι τὸ Πνεῦμά σου ἐδέξαντο, Ἰωσὴφ Πάτερ ἡμῶν, μονα-στῶν δὲ συστήματα ηὔφρανας, τῇ σεμνῇ σου πολιτείᾳ, Θεῷ γενόμενος τίμιος· τοῦ γὰρ τῷ φόβῳ στοιχειούμενος, εὐχερῶς ἀπέστης πάντων τῶν θολούντων τὸν νοῦν, καὶ ἐντρυφῶν τῇ μονώσει, τῶν καρπῶν τοῦ Πνεύ-ματος ἐγεύσω, καὶ τὰς αὐλὰς τοῦ Κυρίου, ἔνθα αἱ πολλαὶ μοναὶ ἐναπόκεινται, καὶ τῶν σεσωσμένων ἀγάλλονται οἱ δῆμοι, κατέμαθες ἁρπαγεὶς τῇ θεωρίᾳ. Νῦν δὲ τούτοις κατατρυφῶν, καὶ ἡμῶν μνημόνευε ταῖς εὐχαῖς σου, ὡς ἔχων παῤῥησίαν, Πάτερ ἱλαρώτατε.

Καὶ νῦν. Μεθέορτον τῆς Κοιμήσεως. Ἦχος ὁ αὐτός.
Τῇ ἀθανάτῳ σου Κοιμήσει σου, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους αἰθερίους διήρπαζον· καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν, τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριὴλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε Κεχαρι-τωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ᾿ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη· μεθ᾿ ἣν τὸ Ἀπολυτίκιον τοῦ Ὁσίου. Καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Κλέος τὸ τοῦ Ἄθωνος Ἰωσήφ, γνώμων καὶ ἀκρότης τῶν τελείων ἡσυχαστῶν, χαίροις Παλαμείου τῆς χάριτος ὁ μύστης, ἀκτίστῳ ἐνεργείᾳ πάντας καταύγασον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου