ΙΟΥΝΙΟΣ Λ΄!!
ΑΠΟΣΤΟΛΟΙ ΔΩΔΕΚΑ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῶν Πρωτοκορυφαίων. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Ἔδωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους, σου ἐν ᾗ ὑπερλάμπουσι νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥς περ ἀστέρες, λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἔδωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἔδωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τοὺς διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερα Στιχηρὰ Προσόμοια τῶν ιβ'. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ὡς αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε· ὡς ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνατε, καὶ ὡς ὄρη νοητά, γλυκασμόν ἐσταλάξατε, ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε νάμασιν.
Ὡς βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ, μυστηρίων γενόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον τὸν νόμον, ἱερομύσται πανόλβιοι.
Ἁλιέων ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα, χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν.
Δόξα. Ἦχος πλ. β'
Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν δωδεκάχορδον χορείαν τῶν ἐνδόξων Ἀποστόλων, χρεωστικῶς εὐφημήσωμεν λέγοντες· χαίροις Πέτρε κορυφαίε, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχε τῆς Βασιλείας τοῦ Χριστοῦ· χαίροις, Παῦλε παγκόσμιε φωστήρ, κῆρυξ καὶ διδάσκαλε ὡς σκεῦος ἐκλογῆς· χαίροις, Ἰωάννη, φίλε στερέμνιε Χριστοῦ, καὶ θεολόγε Εὐαγγελιστά· χαίρετε, Ἀνδρέα καὶ Ἰάκωβε, Θωμᾶ Βαρθολομαῖε καὶ Ματθαῖε Εὐαγγελιστά· χαίρετε, Φίλιππε, Ἰάκωβε, Ματθία, καὶ μετὰ Σίμωνος Θαδδαῖε, σὺν τοῖς λοιποῖς Ἑβδομήκοντα Χριστοῦ Ἀπόστολοι, ὡς μὴ παύσητε πρεσβεύειν ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος· Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. 1, 12-14)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. 1, 15-17, 20-26)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν· Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καί· τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν, καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα, λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. 2, 14-21)
Ἐν ταῖς ἡμέραις ἐκείναις, σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ. καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι. καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
Λιτή. Ἦχος α’.
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ τῶν πανευφήμων Ἀποστόλων. Οὗτοι γὰρ ὡς ἀετοὶ ὑπόπτεροι, διαδραμόντες πᾶσαν τὴν ὑφήλιον, τὰ ἔθνη ἐκδιδάξαντες, εἰς ἐπίγνωσιν εἵλκυσαν Θεοῦ· ὅθεν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν κατὰ τὸν ψαλμῳδὸν εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἰησοῦς ὁ παντεπότης καὶ ἀνέσπερος Ἥλιος, ὠς ἀστέρας παμφαεῖς, ἐπαφῆκεν ὑμᾶς, Ἀπόστολοι πανένδοξοι, τοὺς ἐν σκότει τῆς ἀγνωσίας καθημένους, φωταγωγοῦντας σοῖς διδάγμασι καὶ πρὸς τὴν οὐράνιον Βασιλείαν ἐπανάγοντας· διὸ αἰτοῦμεν ὑμᾶς Δωδεκὰς θεόλεκτε, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, πρὸς Ὃν ἐν παῤῥησίᾳ νῦν παρίστασθε.
Ἦχος β΄.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, τοὺς πνευματικοὺς ἁλιεῖς καὶ μύστας τῆς χάριτος, χαρμονικῶς εὐφημήσωμεν, λέγοντες· χαίρετε, Δωδεκὰς ἁγιόλεκτε, κήρυκες τοῦ λόγου διαπρύσιοι· χαίρετε, τὰ θεῖα τοῦ Πνεύματος ὄργανα, καὶ αὐτόπται Χριστοῦ πανεύφημοι Ἀπόστολοι. Αὐτὸν ἱκετεύσατε δεόμεθα, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Σοφίαν ἑλληνικήν, τῇ ἁλιευτικῇ φθογγῇ τελείως ἀπεμωράνατε, θεηγόροι Κυρίου Ἀπόστολοι, ἰδιῶται γὰρ τῷ λόγῳ τυγχάνοντες, θείαν γνῶσιν ἐν Χριστῷ ἐπλουτήσατε, καὶ τῷ ἀγκίστρῷ τοῦ Σταυροῦ, ὡς ἐκ βυθοῦ θαλάσσης, τὰ ἔθνη πρὸς θεογνωσίαν ζωγρήσαντες, τῶν εἰδώλων τὴν πλάνην κατηργήσατε, καὶ νῦν ἐν Παραδείσῳ τῆς τρυφῆς αὐλιζόμενοι, αἰτεῖσθε σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ τοῦ Πνεύματος πυρὶ λαμπρυνθέντες Κυρίου Ἀπόστολοι, ὑπὲρ χρυσίον ὡραιώθητε, οἱ δὲ πόδες ἐν τῇ τρίβῳ τοῦ Εὐαγγελίου ὁδεύσαντες, ὑπὲρ λίθον σάπφειρον αὐγάζουσιν· ὅθεν, ὁ μὲν κόσμος φωτισμὸν ἐδέξατο, ἡ δὲ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἐνθέοις ὑμῶν ἀρδευθεῖσα δόγμασι, γηθομένη βοᾷ, λέγουσα· Κύριε, ταῖς τῶν Ἀποστόλων Σου λιταῖς, παράσχου τοῖς πιστοῖς εἰρήνην σταθηράν, κατξαιῶν αὐτοὺς τῆς Βασιλείας Σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ Δωδεκὰς τοῦ Χριστοῦ, τῶν Ἀποστόλων ἡ τερπνὴ καὶ θεόλεκτος, τοῦ κόσμου ἡ σωτηρία, οἱ ὁδηγοὶ πρὸς Θεόν, καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι, τοῦ λόγου οἱ πρόμαχοι, ἁλιεῖς ἐμπειρότατοι, οἱ ἐκ θαλάσσης, ἀπιστίας ἑλκύσαντες, ἔθνη ἅπαντα, τῇ σαγήνῃ τῆς πίστεως, πλάκαι αἱ θεοχάρακτοι, μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα, καὶ τοὺς πιστοὺς διατρέφοντες· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Χαίρετε νοητοὶ οὐρανοί, δόξαν Κυρίου τοῖς βροτοῖς διηγούμενοι, στερέωμα ἀναγγέλον, ποίησιν θείων χειρῶν, ἥλιοι φαιδροί τε καὶ ἀείφωτοι, αὐγάζοντες πέρατα, τῷ φωτὶ θείας γνώσεως, πηγαὶ γλυκεῖαι, τῶν δογμάτων τῆς χάριτος, νόμοι ἔνθεοι, ἐκ Σιὼν ἐξερχόμενοι, κήρυκες διαπρύσιοι, Χριστοῦ τῆς θεότητος, πᾶσι τοῖς πόθῳ τελοῦσι, μνήμην ὑμῶν τὴν πανσέβαστον· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε, τὸ μέγα ἔλεος.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις, ἡ ἱερὰ καὶ τερπνή, σεπτὴ χορεία Ἀποστόλων ἡ πάνσεπτος, ὁ Πέτρος ὁμοῦ καὶ Παῦλος, ἡ κορυφαία κρηπίς, Ἰωάννης ἅμα καὶ Ἰάκωβος, Ἀνδρέας καὶ Φίλιππος, καὶ ὁ θεῖος Ἰάκωβος, ὁ τοῦ Ἀλφαίου, καὶ Ἰούδας Θαδδαῖός τε, Σίμων ἔνδοξος, καὶ Θωμᾶς ὁ θεσπέσιος, θεῖος Βαρθολομαῖός τε, Ματθαῖος ὁ πάνσοφος, τῆς Ἐκκλησίας οἱ στῦλοι, οἱ τοῦ Χριστοῦ φίλοι γνήσιοι, ἡμῶν οἱ προστάται, καὶ τοῦ κόσμου εὐφροσύνη, καὶ ἀγαλλίασις.
Δόξα. Ἦχος δ΄.
Εὐφραίνεται σήμερον φαιδρῶς ὁ οὐρανός, καὶ ἡ γῆ γηθομένη ἀγάλλεται, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ, τῶν κοσμοσώστων Ἀποστόλων· ἡ γὰρ παροῦσα ἡμέρα, οὐ θύματα ἀλόγων, ἀλλὰ θυσίαν αἰνέσεως ἐξ ἀνθρών πνευματικῶν ακταστέφεται· διὸ καὶ τῷ θείῳ φωτὶ νῦν ἐν οὐρανοῖς ἐλλαμπόμενοι, δέησιν ποιοῦσιν ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην αὐτῶν ἑορταζόντων, τὴν ὄντως ἀξιογέραστον.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ'.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν, οἱ δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, Πέτρος καὶ Παῦλος σὺν Θωμᾷ, Ἀνδρέας καὶ Ἰωάννης, Ἰάκωβος καὶ Φίλιππος, καὶ Ματθαῖος σὺν Σίμωνι, Ἀλφαίου ὁ Ἰάκωβος, καὶ Ἰούδας Ναθαναήλ, καὶ ηὔγασαν τοὺς πίστει βοῶντας· χαίρετε τοῦ Λόγου οἱ αὐτόπται.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν πρώτην Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Χορὸς πνευματικός, Ἀποστόλων τῷ κόσμῳ, ἐστάλη μυστικῶς, ἐκ Θεοῦ τοῦ Ὑψίστου, καὶ φάρμακον τοῖς πάσχουσιν, οἱ ἀκέστορες ὤφθησαν, τρία Ἄναρχα, μοναδικῶς ἐκβοῶντες, θείαν σάρκωσιν, Ἐμμανουὴλ τοῦ Κυρίου, σαφῶς ἐδογμάτισαν.
Δόξα.
Φωστῆρες παμφαεῖς, ὡς ὀφθέντες τῷ κόσμῳ, φωτίζετε αὐγαῖς, τὴν ὑφήλιον πᾶσαν, Ἀπόστολοι πανένδοξοι, Πέτρε Παῦλε Ἰάκωβε, Ἰωάννη τε, Ἀνδρέα ἅμα τοῖς πᾶσιν· ὅθεν σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, ὑμῶν τὴν πανήγυριν.
Καὶ νῦν. Θεοτοκίον
Τὴν βάτον ἣν Μωσῆς, ἀκατάφλεκτον εἶδε, τὸ ὄρος τοῦ Θεοῦ, τὴν ἁγίαν νεφέλην, σκηνὴν τὴν ἀμόλυντον, τὴν θεόδεκτον τράπεζαν, τὸ παλάτιον, τοῦ ὑψηλοῦ Βασιλέως, τὴν ὁλόφωτον, καὶ ἀδιόδευτον πύλην, Παρθένε ὑμνοῦμέν Σε.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Θεῖαι σάλπιγγες, τοῦ Παρακλήτου, ἐνηχούμεναι, πνοῇ τοῦ Λόγου, τὴν σωτηρίαν τῷ κόσμῳ ἠχήσατε, καὶ τοὺς ἐν ζόφῳ τῆς πλάνης καθεύδοντας, θεογνωσίας πρὸς φῶς ἀναστήσαντες, προσηγάγετε, τῷ θείῳ φωτὶ Ἀπόστολοι· πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Θεῖοι κήρυκες, τοῦ Θεανθρώπου, δωδεκάριθμοι, Χριστοῦ καὶ μύσται, ἐκ πάσης βλάβης ἡμᾶς ἐκλυτρώσασθε, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχοντες· κηρύξαντες Αὐτὸν πᾶσιν ἔθνεσιν, πάντων ἄνακτα, καὶ Ποιητὴν Ὃν πρεσβεύσατε, δωρήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράσασα· τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασιν, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Φωτισθέντες ἔνδοξοι, φωτὶ τῷ θείῳ, ὡς Χριστοῦ Ἀπόστολοι, κατεδαφίσατε τοὺς πρίν, ἐσκοτισμένους τοῖς πάθεσι, καὶ ἀσεβείᾳ· διὸ μακαρίζεσθε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ Σέ, ἀπὸ κινδύνων με λύτρωσαι, Σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἐγὼ εἰμὶ ἡ ἄμπελος... (Ζήτει ἐν τῇ Παρασκευῇ τῆς Α’ Ἑβδομάδος τῶν Νηστειῶν.)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ἀπόστολοι τοῦ Χριστοῦ πανένδοξοι. Καὶ γεγόνατε κήρυκες, εἰς τὰ πέρατα τῆς οἰκουμένης, διδάσκοντες τὰ ἔθνη καὶ τοὺς πάντας, τοῦ πιστεύειν Θεὸν φανερωθέντα ἐν σαρκί, Ἰησοῦν Χριστὸν τὸν μόνον Κύριον.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἀποστόλων δύο.
Ὁ α’ Κανὼν τῶν ΙΒ', οὗ ἡ Ἀκροστιχίς: Χριστοῦ γεραίρω τοὺς σοφοὺς Ἀποστόλους. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου.
Ῥωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν ἐναντίων ἔθραυσαν ἐχθρῶν, οἱ σεπτοί σου, Ἀπόστολοι, θεοειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν.
Ἰάσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐθνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν.
Σοφίᾳ μαθητευθέντες ἔνδοξοι, Χριστοῦ Ἀπόστολοι, τῇ οὐρανίῳ πᾶσαν προφανῶς, τῶν σοφῶν ἐμωράνατε, πολυλογίαν ἄχρηστον, τῇ συντονίᾳ τοῦ κηρύγματος.
Θεοτοκίον
Τριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ' ἡμᾶς, εὐδοκίᾳ τοῦ φύσαντος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Μητροπάρθενε.
Ὁ β’ Κανών. ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρμαρυγαῖς τοῦ παναγίου Πνεύματος, καταλαμφθέντες σοφοί, ἐν τῷ ὑπερώῳ, πάνσοφοι Ἀπόστολοι, ὡς ἀετοὶ ὑπόπτεροι, εἰς τὸν σύμπαντα κόσμον, διαδραμόντες τὸ κήρυγμα, τοῦ Εὐαγγελίου ἐφάνατε.
Γόνε βροτῆς ἠγαπημένε πρόκριτε, ὦ Ἰωάννη σοφέ, σὺν τῷ Ἰακώβῳ, Ἀνδρέα πρωτόκλητε, Θωμᾶ Ματθαῖε Φίλιππε, καὶ Ἰάκωβε Σίμων, σὺν τοῖς λοιποῖς δυσωπήσατε, ὑπὲρ τῶν βροτῶν πρὸς τὸν Κύριον.
Ῥητοτευόντων τὰς πλοκὰς ἐλύσατε, λόγους ἁπλότητι, καὶ βωμοὺς εἰδώλων, ἄρδην ἠδαφίσατε, Ἀπόστολοι πανένδοξοι, Μᾶρκε Βαρθολομαῖε, Λουκᾶ Θαδδαῖε Ματθία τε· ὅθεν ὑμᾶς πόθῳ γεραίρομεν.
Θεοτοκίον.
Ἰδοὺ ἡ κλίνη Σολομὼν ἡ ἔνδοξος, ἡ λογικὴ κιβωτός, τοῦ παμβασιλέως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δορυφορεῖται τάξεσιν, οὐρανίων Ἀγγέλων, πάντων Ἁγίων τοῖς δήμοις τε, Μήτηρ τοῦ Θεοῦ ὡς Βασίλισσα.
ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Οὐράνια καὶ σεπτά, θεηγοροῦντες ἐπὶ γῆς δόγματα, γλώσσαις πυρὸς φθεγγόμενοι, κήρυκες Χριστοῦ παρεδώκατε.
Ὑπέδειξας οὐρανούς, τοὺς Μαθητάς σου λογικούς, Δέσποτα, δόξαν τὴν σὴν ἅπασιν, ἐκδιηγουμένους τοῖς πέρασι.
Γραφέντες ἐν οὐρανοῖς, καὶ δεδειγμένοι τοῦ Χριστοῦ σύσκηνοι, τοὺς νῦν ἡμᾶς Πάνσοφοι, σέβοντας προθύμως φρουρήσατε.
Θεοτοκίον.
Ἐσκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε· ἄνευ σπορᾶς σάρκα γάρ, ἐκ σοῦ προσλαβὼν πεφανέρωται.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐκ φωτοδότιδος πηγῆς, τῆς ἀπροσίτου Τριάδος, φωτισμὸν σωτηριώδη θεόπται, ἀνελκύσαντες σαφῶς, κόσμον καταφαιδρύνατε, Δώδεκα θεῖοι Μῦσται, Χριστοῦ τὸν ζόφον ἐλάσαντες.
Πόθῳ Ἰάκωβον πιστοί, τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ Ἰούδαν Συμεὼν καὶ τοὺς τούτων, ἀδελφοὺς χρεωστικῶς, καὶ τὸν Λουκᾶν τιμήσωμεν, Μᾶρκόν τε συγγραφέας, Εὐαγγελίου καὶ κήρυκας.
ᾨδὰς ἐπάγει σοι πιστῶν, ἡ θεοσύλλεκτος ποίμνη, γηθομένη Δωδεκάδι κηρύκων, Ἀποστόλων Σου Χριστέ, κατατρυφῶσα θαύμασιν, ἐκ τῆς αὐτῶν εἰκόνος, τῆς σεβασμίου φιλάνθρωπε.
Θεοτοκίον.
Ἀπὸ τῆς γῆς εἰς οὐρανούς, ἀνήγαγες τοὺς ἀνθρώπους, τῷ γὰρ τόκῳ Σου ἠνοίγησαν κόρη, ἡμῖν πύλαι οὐρανοῦ, ἃς ὁ Ἀδὰμ ἀπέκλεισε, καὶ Θεὸς ἐν γῇ ὤφθη, εἰς οὐρανὸν δὲ ὁ ἄνθρωπος.
Κάθισμα τῶν ΙΒ'. Ἦχος δ' . Ὁ ὑψωθείς.
Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν· ὅθεν πίστει βοῶμεν· Σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν Κτίστην Ἀπόστολοι.
Δόξα.
Τοὺς Ἀποστόλους τοῦ Χριστοῦ χαρμοσύνως, ἀνευφημήσωμεν πιστῶν αἱ χορεῖαι, ὅτι αὐτὸν ἐκήρυξαν ἐν πάσῃ τῇ γῇ, Θεόν τε καὶ ἄνθρωπον καὶ Δεσπότην τῶν ὅλων, πᾶσαν καταργήσαντες, διαβόλου τὴν πλάνην, καὶ ἐκτενῶς πρεσβεύουσιν ἀεί, ὑπὲρ ἡμῶν τῶν τιμώντων αὐτούς.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου
λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ
τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα
ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα.
Ῥημάτων θείων ὁ φθόγγος τῶν Ἀποστόλων, πυρσοφανῶς διῆλθε, τὴν οἰκουμένην πᾶσαν, πλάνης μὲν τὴν ὕλην ἐμπιπρῶν, φωτίζων δὲ χάριτι, τὰ τῶν εὐσεβούντων συστήματα.
Ἀμαυρωθέντα τῷ ζόφῳ τῆς ἀσεβείας, θεοφεγγεῖς φωστῆρες, οἱ Μαθηταὶ φανέντες, κόσμον κατελάμπρυναν, ἀκτῖσι τῆς χάριτος, καὶ μαρμαρυγαῖς τοῦ κηρύγματος.
Ἱερωτάταις λαμπάσιν ἠγλαϊσμένοι, τοῦ νοητοῦ ἡλίου, ὡς ἀστέρες τὸν κόσμον, λάμπετε Πανόλβιοι, φωτὶ τῆς Θεότητος, πλάνης τὴν ἀχλὺν ἐκδιώκοντες.
Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν ἁλμυρὰν τοῦ βίου, οἱ αὐτόπται σου Λόγε, θάλασσαν διέτεμον, ὡς ἵπποι ταράσσοντες, τῆς πολυθεΐας τὰ κύματα.
Θεοτοκίον.
Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται.
Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Ὥσπερ λαμπροί, ἀστέρες ὄντως ἀείφωτοι, θείῳ φέγγει, ἔνδοξοι ἀστράπτετε, ἐν στερεώματι νοητῷ, τῷ τῆς Ἐκκλησίας, καὶ τὰς ψυχὰς καταυγάζετε, Ἀπόστολοι Κυρίου, Δωδεκάριθμοι πάντων, τῶν ὑμᾶς εὐφημούντων μακάριοι.
ᾌσμασι νῦν, τοὺς Ἀποστόλους τιμήσωμεν, Πέτρον Παῦλον, Ἀνδρέαν Ἰάκωβον, καὶ Ἰωάννην φίλον Χριστοῦ, Σίμωνα Ματθαῖον, καὶ Φίλιππον καὶ Ἰάκωβον, Θωμᾶν καὶ τὸν Ματθίαν, θεηγόρους Κυρίου, Μαθητὰς καὶ προμάχους τῆς πίστεως.
Δεῦτε πιστοί, τοὺς Διακόνους ὑμνήσωμεν, ἑξαρίθμους, Στέφανον τὸν πρώταθλον, σὺν τῷ Προχόρῳ τοὺς ἱερούς, Φίλιππον σὺν τούτῳ, Νικάνορα καὶ τὸν Τίμωνα, καὶ Παρμενᾶν καὶ πάντας, τοὺς τοῦ Κυρίου Ἀποστόλους, καὶ συμμύστας καὶ κήρυκας σήμερον.
Θεοτοκίον.
Ὁ τοῦ Θεοῦ, λαμπρὸς καὶ ἔμψυχος θάλαμος, παρθενίας, κάλλει φαιδρυνόμενος, φαιδραῖς ἀκτῖσι τῆς παμφαοῦς, θεογενεσίας, φωταγωγεῖ τὴν ὑφήλιον, καὶ τὰς ὑπερκοσμίους, ὅλας Δυνάμεις ἀγλαΐζει, καὶ αὐγάζει τὴν κτίσιν τὴν σύμπασαν.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Τοὺς θείους σου Χριστέ, καὶ πανσόφους θεράποντας, ὡς ἔδειξας ἐν τῷ κόσμῳ, σὲ τὸ ἄδυτον φέγγος, τοῖς πᾶσι καταγγέλλοντας.
Οἱ πᾶσαν ἀρετήν, προφανῶς ἐξασκήσαντες, Ἀπόστολοι τῆς ποικίλης, τῶν δαιμονων κακίας, τοὺς βρόχους διελύσατε.
Ὑπέφηναν ἡμῖν, τῆς Τριάδος τὴν ἔλλαμψιν, Θεότητος ἐν μονάδι, οἱ πυρίναις ἐν γλώσσαις, φθεγγόμενοι Ἀπόστολοι.
Θεοτοκίον.
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Στολισθέντες ἐρίοις, ὥσπερ ἀμνοὶ ἄμωμοι τοῦ Ἀρχιποίμενος, Μαθηταὶ Κυρίου, τὸν σωτήριον λόγον ἐσπείρατε, καὶ τὰ ἔθνη πάντα, καρποδοτεῖτε τῷ Δεσπότῃ, ἀφθαρσίας καρποὺς παμμακάριστοι.
Μαθηταὶ καὶ αὐτόπται, Λόγου ἀρχιποίμενος θεομακάριστοι, δυσωποῦμεν πάντας, τοῦ πρεσβεύειν ἀπαύστως πρὸς Κύριον, ὑπὲρ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην τὴν ἁγίαν, θεηγόροι Χριστοῦ μου Ἀπόστολοι.
Ἡ παροῦσα ἡμέρα, μνείαν ἄγει εὔσημον τῶν Ἀποστόλων Χριστοῦ, τῆς δωδεκαρίθμου, θεολέκτου χορείας ἐν ᾄσμασιν, οὓς ἐν ἐφυμνίοις, ᾠδαῖς τιμῶντες ἐπαξίως, τὸν δοξάσαντα τούτους δοξάζομεν.
Θεοτοκίον.
Ὄμβρου θείου νεφέλη, γέγονας πανάμωμε οἷα βαστάζουσα, σωτηρίας ὕδωρ, καὶ τὴν γῆν χερσωθεῖσαν ἐγκλήμασι, πρὸς καρποφορίαν, μεταγαγοῦσα εὐσεβείας, διὰ τοῦτο πιστῶς σε δοξάζομεν.
ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.
Στηρίξας, τοὺς μαθητάς, σοφίᾳ καὶ χάριτι, δυνατωτέρους εἰργάσω, τῆς Ἑλλήνων Σῶτερ ἐρεσχελίας, καὶ τὰ τούτων, ἀπατηλὰ κατήργησας δόγματα.
Οἱ θεῖοι ποταμοί, τῆς σοφίας ἐπλήρωσαν,τῶν σωτηρίων ναμάτων, τὰς κοιλάδας πάσας τῆς Ἐκκλησίας, σωτηρίου, ἐκ τῶν πηγῶν τὰ ῥεῖθρα πλουτήσαντες.
Φανέντες, ζωτικοί, ὡς ἀστέρες Πανόλβιοι, διεσκεδάσατε πᾶσαν, τὴν ζοφώδη πλάνην, ταῖς φωτοβόλοις, λαμπηδόσι, θεογνωσίας φέγγος ἀστράπτοντες.
Θεοτοκίον.
Ὅλην σε, τὴν πλησίον καλήν τε καὶ ἄμωμον, καὶ καθαρὸν εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Πέτρον καὶ Παῦλον τιμῶ, τῆς δωδεκάδος ἐξάρχοντας, τῶν Ἀποστόλων Χριστοῦ, σὺν τούτοις Ἰάκωβον, καὶ τὸν τούτου σύγγονον, Ἰωάννην φίλον, τοῦ Χριστοῦ καὶ ἐπιστήθιον.
Τὸν Φίλιππον καὶ Θωμᾶν, Ἀνδρέαν Σίμωνα μέλψωμεν, Βαρθολομαῖον πιστοί, Ματθαῖον Ἰάκωβον, καὶ ἄλλον Ἰάκωβον, Ἰούδα Ματθίαν, τοὺς θεόπτας τε καὶ κήρυκας.
Θαδδαῖος σὺν τῷ Λουκᾷ, Βαρνάβας Μάρκος καὶ Στέφανος, Νικάνωρ καὶ Παρμενᾶς, καὶ Πρόχορος ᾄσμασι, τιμάσθωσαν Φίλιππος, σὺν τῷ Ἀνανίᾳ, οἱ Χριστοῦ σοφοὶ Ἀπόστολοι.
Θεοτοκίον.
Συνείληφας ἀληθῶς, τὸν θεῖον Λόγον ἐν μήτρᾳ Σου, καὶ τοῦτον ὑπερφυῶς, πανάμωμε τέτοκας, Ὃν λιταῖς ἱλέωσαι, ὑπὲρ τῶν κυρίως, Θεοτόκον ἀνυμνούντων Σε.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τοὺς Ἀποστόλους τοῦ Χριστοῦ ἀνευφημήσωμεν, Πέτρον καὶ Παῦλον Ἰωάννην καὶ τοὺς ἅπαντας, τοὺς κηρύξαντας τὸν λόγον τῆς ἀληθείας, καὶ ἑλκύσαντας τὰ ἔθνη πρὸς ἐπίγνωσιν, τῆς Χριστοῦ Θεοῦ ἡμῶν θείας σαρκώσεως, τούτοις κράζοντες· χαίρετε θεῖοι Ἀπόστολοι.
Ὁ Οἶκος
Ἄγγελοι οὐρανόθεν, κατεπλάγησαν ὄντως, τὴν τόλμαν τῶν σοφῶν Ἀποστόλων. Οὗτοι γὰρ τῇ χάριτι Χριστοῦ, ἅπαντα τὸν κόσμον κατεφώτισαν, καὶ πρὸς τὴν ἐπίγνωσιν Θεοῦ ἐχειραγώγησαν· διὸ καὶ πρὸς αὐτοὺς βοῶμεν τοιαῦτα·
Χαῖρε, τῶν Ἀποστόλων, Πέτρε, ὁ πρόκριτος·
χαῖρε, τῶν διδασκάλων, Παῦλε, ὁ μέγιστος.
Χαῖρε, Ἀνδρέα ἔνδοξε, ὁ Πρωτόκλητος ὀφθείς·
χαῖρε, Ἰωάννη πάνσοφε, θεολόγων ἡ κρηπίς.
Χαῖρε, Ζεβεδαίου Ἰάκωβε ἅγιε·
χαῖρε, Ματθαῖε, λυχνία ὁλόφωτε.
Χαῖρε, Φίλιππε μάκαρ, εὐσεβείας ἐκφάντορ·
χαῖρε, Βαρθολομαῖε, θεῖε ἱεροφάντορ.
Χαῖρε, θεῖε Σίμων, ζηλωτὰ Ἀπόστολε·
χαῖρε, τοῦ Ἀλφαίου ὁ γόνος, Ἰάκωβε.
Χαῖρε, Θωμᾶ, ὁ καλούμενος Δίδυμος·
χαῖρε, Ἰούδα, φωστὴρ ὁ πολύφωτος.
Χαίρετε, θεῖοι Ἀπόστολοι.
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Σύναξις τῶν Ἁγίων Δώδεκα Ἀποστόλων
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μελίτων ξίφει τελειοῦται
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πέτρος, ὁ ἐκ Σινώπης, κατὰ πετρῶν συρόμενος τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φυγελλοῦ ἐκ τῶν Ο', ἐπισκόπου Ἐφέσσου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωκᾶ, Κόνωνος, Συμεών, Ἰσαάκ, καὶ τῶν σὺν αὐτῶν Χιλίων Σαράντα
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας, μητρὸς τοῦ Εὐαγγελιστοῦ Μάρκου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ Πακνανάς, ὁ κηπουρός, ἐν Ἀθήναις, ἐν ἔτει 1776, ξίφει τελειοῦται
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἀγρίως σφαγιασθέντων Νεομαρτύρων ὑπὸ τῶν Κουρδικῶν ὀρδῶν ἐν τῷ νομῷ Διαρβεκίρ, τῆς Μικρᾶς Ἀσίας, ἐν ἔτει 1896
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ Πρίγκηπος τοῦ Ορντύνσκϊυ Ροστώβ, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.
Υἱοθετήσας, τοὺς μαθητάς σου πρὶν ὁ φύσει Υἱός, θέσει κληρονόμους ἔδειξας πατρικῆς, κληρουχίας Ὑπεράγαθε, καὶ συνεδρεύειν σοι, τῷ Θεῷ καὶ τῷ Δεσπότῃ εὐδόκησας.
Σοφίας χῦμα, καρδίας πλάτος, γλῶσσαν εὔλαλον, Λόγε παρασχὼν τοῖς θείοις σου Μαθηταῖς, ἐξαπέστειλας κηρύττοντας, τὸ Εὐαγγέλιον, τῆς βασιλείας πᾶσι τοῖς ἔθνεσιν.
Ἀναφανέντες, ὥσπερ νεφέλαι πλήρεις θείου φωτός, πᾶσιν ἑπομβρίζουσιν ὕδωρ ζωοποιόν, οἱ Ἀπόστολοι κραυγάζοντες· Εὐλογημένος, εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Πεποικιλμένη, τῇ θείᾳ δόξῃ ὤφθης ἄχραντε, μόνη ἐξ αἰῶνος Λόγον τὸν τοῦ Πατρός, δεξαμένη Μητροπάρθενε· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Χορὸς ὁ πανέντιμος, τῶν Ἀποστόλων ἡ Δωδεκὰς ἡ σεπτή, ἱεραῖς εὐφημίαις, ἀνευφημείσθω χρεωστικῶς παρ’ ἡμῶν, ὡς σωτηρίας πιστῶν ὄντες πρόξενοι, καὶ οἰκουμένης κριταί, καὶ πορθμευταὶ τῶν ἐθνῶν.
Ὑπόθεσις γέγονεν, ἡ ὑμῶν μνήμη πᾶσι πιστοῖς ἑορτῆς, θεηγόροι Κυρίου, θεομακάριστοι θεῖοι Ἀπόστολοι, ἣν συνελθόντες ἐκ πόθου γεραίρομεν, καὶ ἀνυμνοῦμεν ὑμᾶς, ἐν εὐφροσύνῃ ψυχῆς.
Ἀγγέλων τὰ τάγματα, καὶ τῶν Ἁγίων χοροὶ συνάχθητε, καὶ εἰς ἓν συνελθόντες, τῶν Ἀποστόλων τὴν μνήμην τὴν πάντιμον, πνευματικοῖς ἐγκωμίοις γεραίροντες, τὸν εὐεργέτην Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἁπάντων ἐπέκεινα, ὁ Υἱὸς καὶ Λόγος τοῦ προανάρχου Πατρός, Σὸς Υἱὸς καθωράθη, Θεογεννῆτορ καθὼς ηὐδόκησε, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ
Ὁ θεῖος καὶ πάνσοφος χορός, τῶν Ἀποστόλων Χριστοῦ, πυρὶ τοῦ Πνεύματος, ὡς ὕλην εὔπρηστον ἔφλεξε, τῶν δαιμόνων τὰ σεβάσματα, καὶ τὰς καρδίας τῶν πιστῶν ἐφωταγώγησε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Σύμφώνως τοὺς θείους μαθητάς, καὶ Ἀποστόλους Χριστοῦ, τοὺς τὰ οὐράνια, ἡμῖν βροντήσαντας δόγματα, τοὺς λειμῶνας τοὺς τῆς πίστεως, τοὺς εὐεργέτας τοὺς κοινούς τῆς ἀνθρωπότητος, τοῦ Σωτῆρος, τοὺς ὑπηρέτας ἐν ὕμνοις τιμήσωμεν.
Τὰ πάνσεπτα καὶ χωρητικά, δοχεῖα τοῦ φωτός, τὰς τῶν βροτῶν ἀπαρχάς, τὰς τοῦ κηρύγματος σάλπιγγας, τοὺς χειμάρρους τῆς ἀφθάρτου ζωῆς, τὰς θεοφόρους ἀστραπάς, τὰς ἰαμάτων πηγάς, τοὺς νοεροὺς πόδας τοῦ Εὐαγγελίου δοξάσωμεν.
Θεοτοκίον
Ὁ πλήρης κενοῦται δι' ἡμᾶς, ἵνα πληρώσεως, αὐτοῦ μετάσχωμεν· τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, τῶν πατρικῶν οὐκ ἀποστὰς κόλπων σεσάρκωται· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἡ Δωδεκὰς ἡ πάντιμος, Πέτρε Παῦλε Ἰάκωβε, καὶ Βαρθολομαῖε καὶ Θωμᾶ καὶ Φίλιππε, Ἀνδρέα Ἰάκωβε, καὶ Ἰωάννη φίλε Χριστοῦ, Σίμων καὶ Θαδδαῖε, παμμακάριστοι θεῖοι, καὶ μέγιστε Ματθαῖε, σὺν τοῖς Ἀδελφοθέοις, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῷ Κτίστῃ.
Οἱ τῶν Ἀγγέλων σήμερον, θεῖοι δῆμοι εὐφραίνονται, ἅμα τοῖς βροτοῖς, φαιδρῶς πανηγυρίζοντες, Ἀπόστολοι ἔνδοξοι καὶ Μαθηταὶ θεόφρονες, ἐπὶ τῇ ἐνδόξῳ καὶ σεπτῇ ὑμῶν μνήμῃ, ἣν πόθῳ εὐφημοῦμεν, μελῳδοῦντες συμφώνως, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τριαδικόν.
Μίαν ἀρχὴν θεότητος, μίαν φύσιν ἀσύγχυτον, ἐν τρισὶ προσώποις, ἐπὶ γῆς κηρύξαντες, θεόπται Ἀπόστολοι, εἰς οὐρανοὺς ἀνήλθετε, τῶν σωματικῶν, ἤδη λυθέντων ἐσόπτρων, σὺν πόθῳ καθορῶντες, τὸ ἀμήχανον κάλλος, τρισάγιόν τε ὕμνον, βοῶντες εἰς αἰῶνας.
Θεοτοκίον
Ὡς τοῦ Θεοῦ Μητέρα Σε, ὁμοφρόνως δοξάζομεν, καὶ τῶν ποιημάτων, ὑπερτέρα πάναγνε, ἐν Σοὶ γὰρ κατάκριμα, τὸ ἐξ Ἀδὰμ ἠφάνισται, καὶ ἡ ἀπωσθεῖσα, ᾠκειώθη ἀνθρώπων, οὐσία μελῳδοῦσα· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος.
Λύειν τὰς σειρὰς τῶν πταισμάτων, τὴν ἐξουσίαν εἰληφότες, παρὰ τοῦ Δεσπότου θεόπται, τὰς ἁμαρτίας τῶν ἀνυμνούντων ὑμᾶς, συμπαθῶς ἐξαλείψατε, καὶ σωτηρίας ἀξιώσατε.
Ὅλην τὴν τοῦ Πνεύματος αἴγλην, οὐσιωδῶς ὑμῖν φανεῖσαν, πάντες ὑπεδέξασθε Σοφοί, ἐν ὑπερῴῳ μυσταγωγούμενοι, τὰ ὑψηλὰ διδάγματα· καὶ νῦν ἀξίως μακαρίζεσθε.
Ὑμῖν ὁ Χριστὸς νῦν τοῖς φίλοις, ἀναπαυσαμένοις βραβεύει, τοὺς ἀμαραντίνους στεφάνους, καὶ θεωρίας θείας ἐμπίπλησιν, ὄνπερ νῦν δυσωπήσατε, τὰς Ἐκκλησίας διασώσασθαι.
Θεοτοκίον
Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ' ἀληθείας Θεονύμφευτε.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ὦ μῦσται τῶν ἀῤῥήτων καὶ ὑπουργοί, ἀναπτάντες τὸν θρόνον τὸν ἄστεκτον, ὡς καὶ ὑμεῖς, μέλλετε καθέζεσθαι ὡς κριταί, τῆς οἰκουμένης ἔνδοξοι, θρόνοις ἐπῖ δώδεκα ὡς ὑμῖν, ὑπέσχετο ὁ Λόγος, συγχώρησιν πταισμάτων, καὶ ἱλασμὸν ἡμῖν πρεσβεύσατε.
Οὐ σθένει γλῶσσα ὄντως ἀνευφημεῖν, παμμακάριστοι θεῖοι Ἀπόστολοι, ὑμᾶς ὡς δεῖ, ἀλλὰ πάλιν οἶδα πὼς ἡ ὑμῶν, φιλανθρωπία δέχεται, εἰς γυμνὴν προαίρεσιν τῆς ψυχῆς· διὸ δέξασθε ταῦτα, τὰ ᾄσματα θεόπται, καὶ σωτηρίαν μοι βραβεύσατε.
Ἡ θεία Ἀποστόλων πανευκλεής, Δωδεκὰς Πέτρε Παῦλε Ἰάκωβε, φίλε Χριστοῦ, θεῖε Ἰωάννη μάκαρ Θωμᾶ, Ἀνδρέα Σίμων Φίλιππε, Ματθαῖε Θαδδαῖε θαυματουργέ, Βαρθολομαῖε ἅμα, σὺν θείῳ Ἰακώβῳ, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύσατε.
Θεοτοκίον
Σιὼν ἁγία ἔμψυχε κιβωτέ, Θεοῦ πόλις περὶ ἧς λελάληνται θεοπρεπῆ, καὶ δεδοξασμένα καὶ θαυμαστά, τῆς ἀδοξίας ῥῦσαί με, τῶν πλημμελημάτων μου τῶν πολλῶν, καὶ σῶσόν με δι’ οἶκτον, τὸν Σὲ δοξολογοῦντα, ὡς ἐφικτὸν Θεογεννήτρια.
Ἐξαποστειλάριον τῶν ΙΒ'. Ἦχος β'. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῶν Μαθητῶν τὴν πάντιμον δωδεκάδα, χαρμονικῶς συνδράμωμεν εὐφημῆσαι· Χαίρετε τὴν σύμπασαν κυκλώσαντες, καὶ τῶν ἐθνῶν ζωγρήσαντες, τὰς κακοπίστους ἀγέλας, μαθητευθέντων τὰ θεῖα.
Θεοτοκίον
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν. Ἔκτεινόν τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.
Αἶνοι. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ· σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι, ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς προεφήτευσεν, Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν τῶν ἀρρήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς τυφλώττουσι, φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι' ἄφατον, φιλανθρωπίαν, καὶ σάρξ γενέσθαι δι' ἀγαθότητα, τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῶτερ ἀνέδειξας, οἳ καὶ πεμφθέντες κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κατηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Πέτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, Ἰάκωβε, καὶ Ἰωάννη σοφέ, Βαρθολομαῖε καὶ Φίλιππε, Θωμᾶ Ματθαῖε, Σίμων Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθητῶν δωδεκάς, οἱ ἐν τῷ κόσμῳ κηρύξαντες, τὴν παναγίαν, Τριάδα φύσει Θεὸν ἀΐδιον, τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄντως πύργοι καὶ στῦλοι ἀσάλευτοι, τῷ Δεσπότῃ τῶν ὅλων, ἱκετεύσατε σωθῆναι ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ'. Κοσμᾶ Μοναχοῦ.
Ἣν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθηταί, τὴν πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρός τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε, καὶ νῦν πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν. Θεοτοκίον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Πέτρον Παῦλον Μᾶρκον σὺν τῷ Λουκᾶ, Φίλιππον, Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμᾶν, Σίμωνα Ματθαῖον, καὶ τὸν Βαρθολομαῖον, σὺν θείῳ Ἰακώβῳ ὕμνοις τιμήσωμεν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀποστόλων τῷ ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτῶν προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτοῖς· πάσης ἡμᾶς ῥύσασθε, ἐπηρείας καὶ βλάβης, ὁρατῶν ἁπάντων τε, καὶ ἐχθρῶν ἀοράτων, τοὺς μετὰ πόθου σκέπῃ τῇ ὑμῶν, προσπεφευγότας, Ἀπόστολοι ἔνδοξοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ
Πέτρε ὁ πέτραν ἀῤῥαγῆ τῆς πίστεως, φερωνυμίαν πλουτῶν, τὴν ἐμὴν καρδίαν, κλονουμένην πάντοτε, τοῦ βίου ἀντπνεύσεσιν, ἑδρασθῆναι ἐν πέτρᾳ, ὑπομονῆς καθικέτευε, πέτραν Ἰησοῦν τὸν φιλάνθρωπον.
Παῦλε ἡ παῦλα καὶ τερπνὴ ἀνάπαυσις, τῆς Ἐκκλησίας Χριστοῦ, ἀνιέρῳ σάλῳ, κινουμένων ἵδρυσις, γενοῦ μοι καὶ ἀσφάλεια, ἱερὰ καὶ εἰς πάντων, τῶν λογισμῶν τὴν κατάπαυσιν, θείαις σου πρεσβείαις εἰσάγαγε.
Ἀνδρέα θεῖε τοῦ Χριστοῦ Ἀπόστολε, ὁ δύναμις εὐπρεπής, Ἑλληνίδι γλώσσῃ, μεθερμηνευόμενος, ἐμὲ τὸν πολλοῖς πταίσμασιν, ἀσθενῆ γεγονότα, καὶ δυσειδῆ ἐνδυνάμωσον, καὶ θείαν εὐπρέπειαν ἔνδυσον.
Θεοτοκίον
Ἄνθρακος θείου φλογοφόρον ὄχημα, ἀναδειχθεῖσα ἁγνή, ἐξ οὗ ὥσπερ ἄλλοι, ἄνθρακες ἀνήφθησαν, οἱ ἱεροὶ Ἀπόστολοι, τῆς ψυχῆς μου τὴν ὕλην, ἐν τῷ πυρὶ τῷ ἀΰλῳ Σου, φλέξον Μητροπάρθενε Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πτερνιστὴς ἀνεδείχθης σὺ τῶν παθῶν ἔνδοξε, γόνε Ζεβεδαίου βροντῆς τε, θεῖε Ἰάκωβε, κλῆσιν κατάλληλον, πεπλουτηκὼς διὸ πάντα, τῆς σαρκὸς τὰ πάθη με, νικᾶν ἐνίσχυσον.
Θείαν χάριν σημαίνει ἡ ἱερὰ κλῆσίς σου, μάκαρ Ἰωάννη Παρθένε, ἥνπερ ἀπείληφας, πλουσίαν ἄνωθεν, ὡς Θεολόγος Κυρίου· διὸ θείας χάριτος δεῖξόν με σκήνωμα.
Στόμα ὄντως λαμπάδος σὸν ἱερὸν ὄνομα, Φίλιππε τρισμάκαρ δηλοῖ μεθερμηνευόμενον· διὸ νυμφῶνα Χριστοῦ, μετὰ φαιδρᾶς τῆς λαμπάδος, κατοικεῖν με πάντοτε, πρέσβευε ἔνδοξε.
Θεοτοκίον
Τὴν Πηγὴν ἀπαθείας Σὺ μὲν ἅγνὴ ἔτεκες, μῦσται δὲ ἐκήρυξαν κόσμῳ· διὸ τοῦ σώματος, τῆς ἐμπαθείας με, ἡδυπαθείας ψυχῆς τε, νοὸς προσπαθείας τε, Κόρη ἀπάλλαξον.
Διάσωσον, ὦ ἐκλεκτὴ Δωδεκὰς Ἀποστόλων, ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν ποιήσατε πρὸς Κύριον, Χριστοῦ Μαθηταὶ καὶ ἔνδοξοι Ἀπόστολοι, οὅπως λάβωμεν ἄφεσιν, ὧνπερ ἐν βίῳ ὧδε ἡμάρτομεν, καὶ Βασιλείας τῆς ἐν οὐρανῷ, οἱ ὑμῶν δοῦλοι ἐκεῖ ἐπιτύχωμεν.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Κλῆσις ἡ σή, μεθερμηνεύεται Δίδυμος, τῇ ἐγέρσει, γὰρ Χριστοῦ ἐδίστασας Θωμᾶ ψυχήν· διὸ τὴν ἐμήν, τῇ ἐγέρσει Λόγου, τοῦ ἐν ἐμοὶ ἀμφιβάλλουσαν, ταῖς μνήμαις τῶν κακῶν μου, ἀπαθῶς τυπουμένας, ὡς ἐν τύπῳ τῶν ἥλων βεβαίωσον.
Ὄνομα σόν, υἱὸν κρεμάσαντα ὕδατα, ὑπεμφαίνει, τῆς γὰρ θείας χάριτος ῥεῖθρα σαφῶς, ἔβλυσας βροτοῖς, ἄνωθεν κρεμάσας, Βαρθολομαῖε Ἀπόστολε· διό με τὸν διψῶντα, ὑπερώων ὑδάτων, ἀτμοσφαίρᾳ σῆς χάριτος ἄρδευσον.
Παρὰ Θεοῦ, δεδωρημένον αἰνίττεται, σὲ Ματθαῖε, τὸ σεπτόν σου ὄνομα πᾶσι βροτοῖς· διὸ τῷ Χριστῷ, ἐμὲ ἀντιστρόφως ἐκ τῶν ἀνθρώπων προσάγαγε, δωδωρημένον ὅλον, ψυχὴν πνεῦμα καὶ σῶμα· ἵνα πόθῳ γεραίρω τὴν μνήμην σου.
Θεοτοκίον
Τοῦ οὐρανοῦ, τὸν Ποιητὴν ἡ γεννήσασα, τὸν ὡς ἄλλους, οὐρανοὺς ἐκτείναντι, τοὺς Μαθητάς, εἰς πᾶσαν τὴν γῆν, ποίησον τὸν νοῦν μου, παρεμφερῆ Μητροπάρθενε, χρώματι οὐρανίῳ, προσευχῆς δι’ ἀΰλου, γυμνωθέντα προσύλων ἐμφάσεων.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τῆς μαθήσεως γόνος, ἤτοι τῆς ζωῆς ἑρμηνεύῃ Ἰάκωβε, τοῦ Ἀλφαίου γόνος, χρηματίσας διὸ ἱκετεύω σε, τῆς ζωῆς τὰς θείας, καὶ ἱεράς με μαθητείας, καὶ μαθεῖν καὶ παθεῖν καταξίωσον.
Ὑπακοὴν ὦ Σίμων, ζηλωτὰ Ἀπόστολε δηλοῖ σὸν ὄνομα, καὶ γὰρ ἀδιστάκτως, τῷ Δεσπότῃ Χριστῷ καθυπήκουσας, τοῦ Κυρίου πάσαις, ταῖς ἐντολαῖς διὸ παμμάκαρ, ὑπακούειν κἀμὲ ἐνδυνάμωσον.
Ἰούδα Ἰακώβου, ὁ ἐξομολόγησις ἑρμηνευόμενος, ἐξομολογεῖσθαι, τῷ Κυρίῳ εὐχαῖς σου ἐνίσχυσον, καὶ μετανοεῖν με, ἀπὸ ψυχῆς τε καὶ καρδίας, στεναγμοῖς προσευχαῖς τε καὶ δάκρυσιν.
Θεοτοκίον
Τετραπλῆς ἀπαθεία,ς σώματι ψυχῇ τε καὶ ἐπιθυμίᾳ τε, ἐνθεωρουμένης, ὡς οἱ θεῖοι Πατέρες διδάσκουσι, καὶ τῇ διανοίᾳ, ἐμὲ ἀξίωσον Παρθένε, δραστικαῖς Ἀποστόλων ἐντεύξεσιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐφώτισας, τῷ φωτὶ τῆς πίστεως, Ἀντιόχειαν καὶ Ῥώμην ὦ Πέτρε, καὶ ἐν σταυρῷ, ἀντιστρόφως ἐπάγης, ἀλλὰ κἀμοῦ τὸ ζοφῶδες ἐκλάμπρυνον, καὶ σάρκα μετὰ τῶν παθῶν, διὰ πόνων σταυρῶσαι ἀξίωσον.
Πεπλήρωκας, Εὐαγγέλιον θεῖον, ἀπὸ Ἱερουσαλήμ τε, καὶ μέχρι Ἰλλυρικοῦ, ἐν δὲ Ῥώμῃ ὦ Παῦλε, τὴν κεφαλὴν ἀπετμήθης, ἀλλ’ ἔκτεμε, ψυχῆς μου οἴησιν δεινήν, τοῦ σατὰν κεφαλὴν τὴν ἀκέφαλον.
Διέδραμες, ὦ Ἀνδρέα ἔνδοξε, Βυζαντίδα καὶ τὴν Ἤπειρον πᾶσαν, ἕως Σκυθῶν, καὶ Ἑλλάδος κηρύττων, καὶ ἐν αὐτῇ σταυρωθεὶς τετελείωσαι· διὸ κἀμὲ τῶν σῶν παθῶν, καὶ τῆς δόξης σου μέτοχον ποίησον.
Θεοτοκίον
Ὑπέραγνε, ὑπὲρ νοῦν ἡ τέξασα, καὶ ἁγνῶς τὸν τῆς ἁγνείας σπορέα, τοῦ πονηροῦ, τῆς λαγνείας σπορέως, τοὺς λογισμοὺς τοῦ νοός μου ἐκρίζωσον, ἐμφύτευσον δὲ τοὺς ἁγνούς, ἱεραῖς Ἀποστόλων δεήσεσιν.
Διάσωσον, ὦ ἐκλεκτὴ Δωδεκὰς Ἀποστόλων, ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Φῶς τοῦ κόσμου καὶ ἅλας ἡδὺ ὡς ὑπάρχοντες, γεωργοὶ καὶ ποιμένες Κυρίου Ἀπόστολοι, ἐνεργείαις τούτων πάντων δωρήσασθε ἡμῖν, ἐκλαμπρύνοντες τὸν νοῦν, καὶ σηπεδόνας τῶν παθῶν ἀποξηραίνοντες, πρόῤῥιζον ἀνασπῶντες, ἄκανθαν ἁμαρτίας, καὶ ταῖς νομαῖς τῶν ἀρετῶν, ἡμᾶς ἀεὶ διατρέφοντες.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. 9, 1-6)
Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ράβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα: Ταῖς τῶν Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Δώδεκα Ἀπόστολοι, ὅταν ἐν δώδεκᾳ θρόνοις, καθίσητε κρίνοντες, τὰς φυλὰς τὰς δώδεκα, τότε δείξατε, οἰκιστὰς πόλεως, τῆς ἐπουρανίου, ἡμᾶς πάντας παναοίδιμοι, τῆς θεμελίους τε, δώδεκα ἐχούσης ἐκ δώδεκα, λίθων καὶ πύλας δώδεκα, ἐκ μαργαριτῶν δυοκαίδεκα, καὶ δωδεκαρίθμου, καρποῦ μεταλαβεῖν τοῦ τῆς ζωῆς, ξύλου ἡμᾶς ἀξιώσατε, ταῖς ὑμῶν δεήσεσιν.
ᾨδὴ ζ΄. Παῖδες Ἐβραίων.
Πᾶσαν διδάσκων Ἰουδαίαν, ὦ Ἰάκωβε Ζεβεδαίου μαχαίρᾳ, πίνεις τὸ τοῦ Χριστοῦ, ποτήριον διό με, τῶν πειρασμῶν ἐνίσχυσον, τὸ ποτήριον λαμβάνειν.
Σπέρματα σπείρεις εὐσεβείας, ἐν τῇ Πάτμῳ τε καὶ Ἀσίᾳ κηρύττων, καὶ κοίμησιν φρικτὴν ὑπέστης Ἰωάννη· διό μου κατακοίμησον, τῆς σαρκὸς ἄγρια πάθη.
Ἕλκεις εἰς πίστιν τῆς Τριάδος, τὰ ἀνώτερα μέρη τὰ τῆς Ἀσίας, καὶ τέλει σταυρικῷ, Φίλιππε ἐκοιμήθης· διὸ κἀμὲ ἀξίωσον, τοῖς ἐν κόσμῳ σταυρωθῆναι.
Θεοτοκίον
Φῶς ἡ τεκοῦσα Θεοτόκε, τὸ ἀπρόσιτον ὅπερ εἰς πάντα κόσμον, οἱ θεῖοι Μαθηταί, ἐκήρυξαν προθύμως, τὸν νοῦν μου φωταγώγησον, ἁμαρτίαις σκοτισθέντα.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐκκαθαίρεις βαπτίσματι τῷ θείῳ, Πάρθους Μήδους Ἰνδούς τε καὶ τοὺς Σύρους, καὶ λογχευθεὶς Θωμᾶ τὸ στέφος εἴληφας· ἀλλὰ δέομαί σου, καὶ τὴν ῥυπωθεισαν, καθάρισον ψυχήν μου.
Τοῦ Κυρίου ναοὺς σεπτοὺς δεικνύεις, Ἀρμενίους θεῖε Βαρθολομαῖε, καὶ σταυρωθεὶς τὸν δρόμον ἐκτετέλεκας· ὅθεν κἀμὲ δεῖξον, Πνεύματος τοῦ θείου, ναὸν ἡγιασμένον.
Αἰθιόπων τὰ πρόσωπα λευκαίνεις, ταῖς ἀκτῖσι τῆς πίστεως Ματθαῖε, καὶ ἐκδημεῖς διὰ πυρὸς πρὸς Κύριον· ἀλλὰ δέομαί σου, κἀμὲ πυρὶ φλέξον, τῆς τοῦ Χριστοῦ ἀγάπης.
Θεοτοκίον
Ἐκκενώθη, ὁ πλήρης ἐν γαστρί Σου, ἀκενώτως καὶ κένωσιν τὴν τούτου, οἱ Μαθηταὶ τοῖς έρασιν ἐκήρυξαν· ὅθεν κενὸν ὄντα, χάριτος τῆς τούτων, πλήρη με δεῖξον Κόρη.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱεροσολυμίτας καὶ Καισαρεῖς, τοῦ Ἀλφαίου Ἰάκωβε ἔνδοξε, υἱοὺς Θεοῦ, διὰ τοῦ βαπτίσματος ἐκτελεῖς, καὶ σταυρωθεὶς ἀνέδραμες, ἵνα βασιλεύῃς σὺν τῷ Χριστῷ· διὸ κἀμὲ δυσώπει, τὸν ἀποκηρυχθέντα, υἱὸν Θεοῦ πάλιν ὀφθήσεσθαι.
Ὡς ἅλας τὴν σοφίαν σου ἐμβαλών, Ἀφρικῇ καὶ Περσίᾳ ἐξήρανας, πλάνην αὐτῶν, Σίμων Κανανῖτα καὶ ζηλωτά, καὶ σταυρωθεὶς ἐσκήνωσας, ἔνθα τῶν Ἀγγέλων αἱ στρατιαί· διὸ ἐκδυσωπῶ σε, καὶ τῆς ψυχῆς μου πάσας, τὰς σηπεδόνας ἀποξήρανον.
Δροσίζεις Ἀραβίας αὐχμῶσαν γῆν, Ἰακώβου Ἰούδα Ἀπόστολε ζωοποιῷ, θείας ἐπιγνώσεως δροσισμῷ, καὶ τοξευθεὶς ἀνέλυσας, εἶναι σὺν Χριστῷ τῷ παμβασιλεῖ· διὸ κἀμὲ ῥανίσι, τῶν θείων πρεσβειῶν σου, αὐχμῷ τακέντα καταδρόσισον.
Χορὲ δωδεκασύνθετε Μαθητῶν, δωδεκάφωτε κύκλε οὐράνιε, ζωδιακέ, λύρα δωδεκάχορδε λιγυρά, πηγὴ ἡ δωδεκάκρουνος, ἄμπελος κυπρίζουσα εὐθαλής, δωδεκακληματοῦσα, τὸν ὕμνον τοῦτον δέχου, καὶ σωτηρίας με ἀξίωσον.
Θεοτοκίον
Πηγὴ πασῶν χαρίτων ὁ Σὸς Υἱός, Σὺ δὲ Μήτηρ Θεοῦ τούτων θάλασσα, οἱ δὲ κλεινοί, μῦσται καὶ Ἀπόστολοι ἀληθῶς, ῥύακες τούτων πέλουσι, καὶ ὥσπερ ἀένναοι ποταμοί· διὸ ὅπου πηγή τε, θάλασσα ποταμοί τε, ἐκεῖ σκηνῶσαί με ἀξίωσον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀποστόλων ἡ δωδεκάς, τῆς οἰκονομίας τοῦ Σωτῆρος μυσταγωγοί· χαίρετε φωστῆρες, ἁπάσης οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.
Πέτρον Παῦλον μέλψωμεν καὶ Θωμᾶν, Φίλιππον Ἀνδρέαν, Ἰωάννην Ἰάκωβον, Σίμωνα Ματθαῖον, Ἰούδαν Ἰακώβου, Βαρθολομαῖον ἅμα, καὶ τὸν Ἰάκωβον.
Τὰς εὐήχους σάλπιγγας τοῦ Χριστοῦ, θείους Ἀποστόλους, εὐφημήσωμεν οἱ πιστοί, τοὺς διαπρυσίως, κηρύξαντας ἐν κόσμῳ, τὴν σάρκωσιν τοῦ Λόγου, καὶ τὴν Ἀνάστασιν.
Πέτρε Ἀποστόλων ἡ κορυφή, Παῦλε θεοκῆρυξ, Ἰωάννη υἱὲ βροντῆς, Ἰάκωβε μάκαρ, σὺν τῇ λοιπῇ ὀκτάδι, ἀπαύστως δυσωπεῖτε, εἰς τὸ σωθῆναι ἡμᾶς.
Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα, τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης, ἀπολυτρώσασθε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ποίμνην, τὴν γεραίρουσαν ὑμᾶς, καὶ ἀεὶ τιμῶσαν ἐκ πόθου, θεῖοι Ἀπόστολοι, Πέτρε Παῦλε Φίλιππε, Θωμᾶ Ἀνδρέα ὁμοῦ, Ἰωάννη Ἰάκωβε, καὶ Βαρθολομαῖε, Ματθαῖε Ἰάκωβε, ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων, Ἰακώβου Ἰούδα, σὺν τῆς Θεοτόκου πρεσβείαις, θλίψεως καὶ βλάβης διεσώσατε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
ΕΤΕΡΟΣ ΚΑΝΩΝ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄ Θάλασσαν ἔπηξας.
Ἡ δωδεκάπυρσος, χορεία καὶ σύμπνοια, τῶν Ἀποστόλων τοῦ Χριστοῦ, ἄφεσίν μοι αἴτησαι πταισμάτων, καὶ λόγον ἐπάξιον, δοθῆναι ἐν ἀνοίξει τῶν χειλέων, πρεσβευτικῶς, ὅπως στέψωμαι φαιδρῶς, τὴν δοθεῖσάν σοι χάριν τοῦ Πνεύματος.
Ἡ ἀδελφότροπος, δυὰς ἡ θεόκλητος, Πέτρε ἡ πέτρα τῶν πιστῶν, τὸ ἄσειστον ἔρεισμα τοῦ κόσμου, κορυφαῖε μέγιστε, κλειδοῦχε οὐρανῶν σὺν τῷ Ἀνδρέᾳ, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, ἱκετεύσατε θεομακάριστοι.
Ἡ εὐηχέστατος, τοῦ Λόγου καὶ ἔντιμος, σάλπιγξ καὶ λύρα καὶ φωνή, Παῦλε τρισμακάριστε καὶ ῥῆτορ, τῶν ἐθνῶν διδάσκαλε, ὁ νοῦς τῆς Ὀρθοδόξου Ἐκκλησίας, τὸν Ἰησοῦν, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ὑμνούντων σε θεομακάριστε.
Ἡ θεοφίλτατος, σφραγὶς ἡ θεόληπτος, ἠγαπημένε καὶ σοφέ, Ἰωάννη κράτιστε παρθένε, καὶ σεπτὲ Ἰάκωβε, υἱοὶ τοῦ θεοφόρου Ζεβεδαίου, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, δυσωπήσατε εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡ ἀδιάστροφος, ἐλπὶς καὶ πεποίθησις, τὴν εἰς Θεὸν εἰσαγωγῆς, Φίλιππε θεόκλητε φωσφόρε, τοῦ λόγου κοινωνίας καὶ ἀξίας, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, καθικέτευε εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡ οὐρανόδρομος, ὁδὸς εὐεπίβατος, Βαρθολομαῖε τῶν πιστῶν, ὁ φθόγγος τοῦ Πνεύματος τοῦ θείου, ἡ ἀγγελοσύνθετος, διὰ τῆς προμηθείας ἁρμονία, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, καθικέτευε εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡ πνευματέμφορος, καρδία ἡ ἄδυτος, τῆς οἰκουμένης λαμπηδών, Ματθαῖε σεβάσμιε τελώνη, συγγραφεῦ ἀκρότατε, ἀῤῥήτων μυστηρίων καὶ δογμάτων, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, καθικέτευε εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡ θεοπόθητος, σκηνὴ καὶ ζωήῤῥυτος, καὶ ἀδιάσπαστος βουλή, Θωμᾶ θεῖε Δίδυμε θεόφρον, μαθητὰ φιλέρευνε, Χριστοῦ συζητητὰ τοῦ θείου πάθους, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, καθικέτευε εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡ εὐσεβόγνωμος, ζυγὴ καὶ χριστόλεκτος, Ἰάκωβε ἀειλαμπῆ, καὶ πανευκλεέστατε Ἰούδα, τῆς Τριάδος κήρυκες, θεάδελφοι ἄμφω θεομύσται, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, ἱκετεύσατε εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡ χριστομίμητος, ἐν γνώσει προαίρεσις, καὶ χριστοκήρυκτος βοή, Σίμων μύστα πάνσοφε τοῦ Λόγου, εὐσεβείας πρόμαχε, ἐκφάντορ τῆς καλῆς ὁμολογίας, τὸν Ἰησοῦν, ἐκτενῶς ὑπὲρ ἡμῶν, καθικέτευε εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἥπλωται ἅπασιν, ἡ χάρις ἡ ἄφθονος, τῶν Ἀποστόλων τοῖς ἐν γῇ, οὓς ἐγκωμιάσωμεν βοῶντες· ταῖς αὐτῶν δεήσεσι, παράσχου εὐεργέτα τῷ λαῷ σου, τὸν ἱλασμόν, ὡς φιλάνθρωπος Θεός, καὶ ἀξίωσον τῆς Βασιλείας Σου.
Τριαδικόν.
Ἡ ἀδιαίρετος, τῇ φύσει καὶ σύνθρονος, καὶ παμβασίλειος Τριάς, ἡ ἀπερινόητος οὐσία, ἡ ἀπειροδύναμος, θεότης καὶ ἰσχὺς καὶ ἐξουσία, Πάτερ Υἱέ, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐν τῇ δόξῃ Σου μνήσθητι πάντων ἡμῶν.
Θεοτοκίον.
Ἡ ἀπειρόγαμος, τοῦ Λόγου γεννήτρια, ἡ ζωοπάροχος πηγή, Θεοτόκε πρέσβευε ῥυσθῆναι, τὸν λαὸν τοῦ Τόκου Σου, ἐχθρῶν ἐπιδρομῆς τῶν πολεμίων· χριστιανῶν, Σὺ γὰρ εἶ καταφυγή, καὶ ἀντίληψις τῶν προσκυνούντων Σε.
ᾨδὴ β΄. Ἴδετε ἴδετε.
Λόγῳ ἐπίστευσε, τοῦ ἀδελφοῦ Κηφᾶς καὶ ὑπήκουσε, καὶ καταλείψας ἅπαντα, ἐπηκολούθησε Χριστῷ, καὶ ἐγένοντο βροτῶν, ὁ Πέτρος καὶ Ἀνδρέας ἁλιεῖς θαυμαστοί.
Λύρα τοῦ Πνεύματος, τῆς Ἐκκλησίας πρὶν ὁ διώκτης δειχθείς, σκεῦος ὁ Παῦλος εὔχρηστον, δι’ Ἀνανίου τοῦ σοφοῦ, ἀποκαλύψαντος αὐτῷ, ἐξ ὕψους τοῦ Κυρίου νυνὶ δέδεικται.
Λίαν ποθήσαντες, τὸν ἐν σαρκὶ αὐτοῖς ὁραθέντα Θεόν, τὴν πατρικὴν ἀγάπησιν, ἐπιλαθόμενοι καλῶς, ἔδραμον χαίροντες αὐτοῦ, ὀπίσω Ἰωάννης καὶ Ἰάκωβος.
Λάμψαν ἀπρόσιτον, ἐπὶ τῆς γῆς ἰδὼν φῶς ὁ Φίλιππος, τὴν τῶν ἰχθύων ἔλιπεν, ἄγραν καὶ ἔφθασεν αὐτό, δι’ ἐπιγνώσεως Θεοῦ, τὰ ἔθνη ὁδηγῶν πρὸς τὴν εὐσέβειαν.
Λαίλαπα οἷάπερ, ταῖς τῶν βροτῶν ψυχαῖς ἐμφωλεύοντα, Βαρθολομαῖος ἤλασε, τὸν πολεμήτορα ἐχθρόν, καὶ ἐνεφύτευσεν αὐτοῖς, τὴν χάριν τοῦ Κυρίου διὰ πίστεως.
Λύμην ἀνίατον, Θεοῦ καλέσαντος ἐπακούσας εὐθύς, ἔλιπε τὸ τελώνιον, Ματθαῖος ὁ Εὐαγγελιστής, θεοῤῥήμων γεγονώς, ἐν πίστει τε καὶ πόθῳ τῆς ἀγάπης Αὐτοῦ.
Λαῦρον ψηλάφημα, καταμαθὼν Θωμᾶς παρευθὺς πιστωθείς, τῆς ἀπιστίας λέλυται, κηρύττων πᾶσι τηλαυγῶς, Θεὸν εἶναι καὶ βροτόν, τῷ ξύλῳ σταυρωθέντα ἐν σαρκὶ δι’ ἡμᾶς.
Λώβην δυσκάθεκτον, τῆς ἀγνωσίας πρὶν διεξέφυγον, οἱ Ἰωσὴφ μνήστορος γόνοι, Ἰάκωβος ὁ παγκλεής, θεάδελφος καὶ σοφός, Ἰούδας προσδραμόντες τῇ ἀγήρῳ ζωῇ.
Λύσιν χειρώσεως, ψυχοβλαβοῦς πιστῶς Σίμων εὕρατο, ὁ Κανανίτης· ἔγνω γάρ, τὸν παντοκράτορα Θεόν, καὶ συνεκράθη τῷ Αὐτοῦ, συνδέσμῳ τῆς ἀγάπης καὶ χάριτος.
Λύτρον τῶν πράξεων, καταπεμφθῆναι νῦν ἱκετεύσατε, αἰσχρῶν Χριστοῦ Ἀπόστολοι, τοῖς εὐφημοῦσι μυστικῶς, τὰ ὀνόματα ὑμῶν, τὴν χάριν τὴν στροφίαν καὶ τὰ θαύματα.
Τριαδικήν.
Λαμποφεγγής ἐστιν, ἡ πανστενὴς Τριὰς καὶ ὑπέρθεος, συνεκτικὴ ἀπρόσιτος, ζωαρχικὴ ζωοποιός· εἷς Θεὸς γὰρ ἡ αὐτή, τῇ φύσει ἀναλλοίωτος ἀΐδιος.
Θεοτοκίον.
Λέγε πῶς τέτοκας, τὸν πλαστουργὸν Χριστὸν ἀδιάφθορε, Ὃν οὐρανοὶ οὐ σθένουσιν, ὡς ἀκατάληπτον χωρεῖν, τὸ θαῦμα ξένον καὶ φρικτόν· Θεὸς ὢν πάντα δρᾷ ὅσα καὶ βούλεται.
ᾨδὴ γ΄. Ἐστερεώθη, ἡ καρδία μου ἐν Κυρίῳ.
Ἵνωται Πέτρος, τῷ Ἀνδρέᾳ καὶ κατὰ σάρκα, τῇ πίστει, Πνεύματος παραδόξως, καὶ τὰ ἔθνη, ομαδὸν ἐσαγήνευσαν, τοῦ Λόγου πρὸς τὴν ἐπίγνωσιν.
Ἴδεν ὁ Παῦλος, καὶ ἐπέγνου Θεοῦ τὴν δόξαν, καὶ ῥήτωρ, γίνεται δοώκτης· ὢ σοφίας, ὢ Θεοῦ ἀγαπήσεως, τὸν βλάσφημον θεολόγον ποιεῖ.
Ἵνα κερδάνῃ, Ἰωάννης σὺν Ἰακώβῳ, τὴν χάριν, Πνεύματος τοῦ Ἁγίου, τῆς ἁγνείας, ἐρασταὶ ἀνεδεἰχθησαν, ὡς ὄντες καὶ θαυμαστότατοι.
Ἱδρῶτι θείῳ, τὴν ἰχθύαγρον μοχθηρίαν, ἐν πίστει, Φίλιππος καταλείψας, τῇ δυνάμει, τοῦ Σταυροῦ βεβαιούμενος, ἐδείχθη σαγηνευτὴς τῶν βροτῶν.
Ἱλαστηρίῳ, ψυχοσώστῳ προσπλησιάσας, τοῦ Λόγου, ἔλιπε τὰ τοῦ νόμου, καὶ τῆς νέας, ἐμυήθη τὰ ἄῤῥητα, ποθήσας Βαρθολομαῖος Χριστόν.
Ἱλὺν κακίστην, ἀδικίας ἐγκαταλείψας, Ματθαῖε, δίκαιος ἀνεφάνης, τῷ τιμίῳ, διδασκάλῳ ἑπόμενος, σοφώτατα ἀξιέπαινε.
Ἰὸν ζοφώδη, ἀπιστίας Θωμᾶ ἐκρύψας, χιτῶνα, πίστεως ἐνεδύσω, τὸν ποικίλον, καταγγέλλων τοῖς πέρασι, τὸν Κύριον ἀξιάγαστε.
Ἰταμῷ πλάνῃ, ἀγνωσίας καὶ ἀπειθείας, τῇ πίστει, ἀντεπανασταθέντες, ὁ Ἰούδας, καὶ Ἰάκωβος εἵλκυσαν, τὸ Πνεῦμα Χριστοῦ τὸ ἅγιον.
Ἰουδαΐζειν, πρὸς τὴν πρόσταξιν τοῦ Μωσέως, ἐάσας, Σίμων ὁ Κανανίτης, χριστοκῆρυξ, διαπρύσιος γέγονεν, τῆς χάριτος τῷ φωτὶ καθαρθείς.
Ἰδοὺ ἐπλήσθη, τῶν σεπτῶν ὑμῶν διδαγμάτων, ὁ Κύριος, χάριτι τοῦ Κυρίου, καὶ χορεύει, θεοφόροι Ἀπόστολοι, καὶ σύνθρονοι τοῦ παντάνακτος.
Τριαδικόν.
Ἰσότιμόν σε, Πάτερ Λόγε καὶ θεῖον Πνεῦμα, δοξάζω, σέβω καὶ μεγαλύνω, ὀρθοδόξως, ἐν Τριάδι Μονάδα Σε, Θεέ μου καὶ Βασιλεῦ καὶ Κριτά.
Θεοτοκίον.
Θεοτοκίον.
Ἴθυνον πάντων, καὶ καρδίας καὶ τὰς αἰσθήσεις, τῶν πόθῳ, ἄχραντε Θεοτόκε, προσκυνούντων, τὸν πανάγιον Τόκον Σου, ἐκ θλίψεως λυτρουμένη ἡμᾶς.
ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.
Οἱ ἄνθρακες τοῦ Χριστοῦ, Πέτρος πιστῶν τὸ καύχημα, καὶ Ἀνδρέας ὁ σοφός, ἐν ᾠδαῖς ὑμνείσθωσαν θείαις.
Ὁ τίμιος τῶν ἐθνῶν, ποιμήν τε καὶ διδάσκαλος, ὁ παγκόσμιος φωστήρ, δοξαζέσθω Παῦλος ἀξίως.
Οἱ σύγγονοι καὶ υἱοί, τοῦ Ζεβεδαίου ᾄσμασιν, Ἰωάννη εὐκλεῶς, καὶ Ἰάκωβος δοξαζέσθω.
Ὁ μέγιστος καὶ θερμός, καὶ θεοῤῥήμων Φίλιππος, ἐν ᾠδαῖς πνευματικαῖς, ἐγκωμιαζέσθω συμφώνως.
Ὁ ἄριστος μελῳδός, Βαρθολομαῖος Πνεύματος, τοῦ ἁγίου καὶ Θεοῦ, θεοπλόκοις ὕμνοις τιμάσθω.
Ὁ τελώνης καὶ θερμός, Ματθαῖος διαπρύσιος, Χριστοῦ εὐαγγελιστής, ἐπαινέσεσι δοξαζέσθω.
Οἱ σύμφωνες ἀδελφοί, Ἰούδας καὶ Ἰάκωβος, ἡ χριστόκλητος δυάς, ψαλμικῶς νυνὶ γεραιρέσθω.
Ὁ εὔστοχος ὑπουργός, τοῦ Λόγου καὶ ὑπήκοος, Σίμων ὁ πανευκλεής, Κανανίτης μεγαλυνέσθω.
Οἱ ἔνδοξοι μαθηταί, Κυρίου καὶ διδάσκαλοι, ἱκετεύσατε Αὐτόν, τοῦ σωθῆναι τὴν οἰκουμένην.
Τριαδικόν.
Ὁμόθρονον τῷ Πατρί, Υἱὸν καὶ Πνεῦμα ἅγιον, προσκυνήσωμεν πιστοί, τὴν πανσθενουργόφωτον φύσιν.
Θεοτοκίον.
Ὃν ἔτεκες ἀπαθῶς, ἱκέτευε Θεόνυμφε, τοῦ συντρῖψαι τὴν ἰσχύν, τῶν ἀθεωτάτων βαρβάρων.
ᾨδὴ ε΄. Κύριε, ὁ Θεὸς ἡμῶν εἰρήνην δὸς ἡμῖν.
Ὕψιστον, διὰ πίστεως Πέτρος γνωρίσας σε, ἔδειξεν, εἰς τὰ πέρατα σοῦ τὴν ἰσχύν, καὶ Ἀνδρέας ἅμα, οἱ ἀδελφόφρονες, φωτοβολοῦντες τὰς ψυχὰς ἡμῶν.
Ὑψόθεν, ἐπακούσας σου Παῦλος ἐπίστευσεν, Κύριε, καὶ ἐκήρυξε πάσῃ τῇ γῇ, σοῦ τὴν δυναστείαν, καὶ τὰ θαυμάσια, τὸ όνομά Σου καὶ τὴν δόξαν Σου.
Ὕψωσας, ὡς ἀμίαντον τὸν Θεολόγον Σου, Κύριε, καὶ ἐδόξασας ἐπὶ τῆς γῆς, Ἰωάννην δόξῃ, καὶ τὸν Ἰάκωβον, καὶ συγκαθέδρους σου ἀπέδειξας.
Ὕλην σε, χρυσοθέατον καὶ πολυτίμητον, Φίλιππε, ἐν τοῖς ἔθνεσιν ὁ Ἰησοῦς, ἔδειξεν ἀφθλόνως, νέμουσαν ἄφθαρτον, τιμὴν καὶ δόξαν τοῖς πιστεύουσιν.
Ὕψωσιν, τὴν ταπεινώσιν ὡς ὁ διδάσκαλος, ἔνδοξε, ἐγκολπούμενος τοῖς θαυμαστοῖς, ὦ Βαρθολομαῖε, ἔργοις ἐξέλαμψας, Χριστὸν κηρύττων ἐν τοῖς ἔθνεσιν.
Ὕπουλον, ματαιότητα Ματθαῖε ἔφυγες, χάριτα, ἀσπασάμενος ψυχωφελῆ, πίστιν καὶ λατρείαν· ὅθεν καὶ γέγονας, τοῦ Λόγου κῆρυξ διαπρύσιος.
Ὕμνησεν, προσεκύνησεν Ὃν ἐψηλάφησε, Κύριον, καὶ ἐκήρυξε πᾶσι Θωμᾶς, ἐκ τῆς ἀπιστίας, τοὺς μὴ πιστεύοντας, διὰ τῆς πίστεως πιστούμενος.
Ὕπερθεν, ἐπεγνώκατε τῷ διὰ πίστεως, ἔρωτι, τὸν διδάσκαλον καὶ φωταυγῶς, τούτῳ συγκραθέντες, φῶς ἀνεδείχθητε, σεπτοὶ Ἰούδα καὶ Ἰάκωβε.
Ὕστατον, καταλάμψαντα τὸ φῶς τὸ ἄδυτον, χάριτι, θεασάμενος τοῖς ἐπὶ γῆς, ἔθνη τὰ Μωσέως, ἐνεκατέλειπες, καὶ τούτῳ Σίμων συνεξέλαμψας.
Ὕψωσον, τὴν εὐπρόσδεκτον φωνήν σου ὕψωσον, ἔνδοξε, δωδεκὰς ἐκτενῶς πρὸς Θεόν, ἵνα λυτρωθῶμεν, πάσης κακώσεως, οἱ εὐσεβῶς σε μακαρίζοντες.
Τριαδικόν.
Ὕψιστε, ἀκατάληπτε ἀπερινόητε, ἄναρχε, παντοδύναμε Πάτερ Υἱέ, καὶ τὸ θεῖον Πνεῦμα, σῶζε τοὺς ἕνα Σε, ὁμολογοῦντας ἐν Τριάδι Θεόν.
Θεοτοκίον.
Ὕμνον Σοι, ἱκετήριον πάντες προσφέρομεν, Δέσποινα, καὶ κραυγάζομεν ῥῦσαι ἡμᾶς, τῆς ἐπικειμένης, πάναγνε θλίψεως, τοὺς πολεμίους ἐδαφίζουσα.
ᾨδὴ στ΄. Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε.
Πέτρος τῶν Ἀποστόλων ὁ πρόκριτος, τὰς κλεῖς τῶν οὐρανῶν ἐμπιστεύεται, καὶ γὰρ ἐπὶ σταυροῦ κρεμνᾶται ἀσέμνως, σὺν τῷ κλεινῷ καὶ συγγόνῳ Ἀνδρέᾳ διὰ τὸ κήρυγμα.
Παῦλος ὁ τῶν ἀνθρώπων διδάσκαλος, εἰς τρίτον οὐρανὸν ἀνελήλυθεν, καὶ γὰρ τὴν κεφαλὴν τῷ ξίφει ἐτμήθη, τῆς ἐκλογῆς τὸ θεόκλητον σκεῦος διὰ τὸ κήρυγμα.
Ἰάκωβος σοφὸς πρωτεπίσκοπος, ὁ δίκαιος τὴν πίστιν ἐτράνωσεν, καὶ γὰρ ὑπὲρ αὐτῆς κρημνῷ κατηνέχθη, ὁ ἀδελφὸς Ἰωάννης δὲ τούτου ζῶν μετατίθεται.
Φίλιππος ὁ πολὺς καὶ ἐξαίρετος, ἰᾶσθαι τοὺς νοσοῦντας κεκλήρωται, καὶ γὰρ ἐπὶ Σταυροῦ κρεμνᾶται ὡς Πέτρος, ἐφύπερθε πρὸς τὸ ὕψος τοὺς πόδας διὰ τὸ κήρυγμα.
Βαρθολομαῖος νοῦς ὁ οὐράνιος, ναυσὶν ἐν τοῖς κινδύνοις προΐσταται, καὶ γὰρ ὡς Παῦλος καρατομεῖται, πρὸ τῆς σφαγῆς ἐκδαρθεὶς ὥσπερ θύλαξ διὰ τὸ κήρυγμα.
Ματθαῖος ὡς εἰς τύπον τοῦ ἄνακτος, Χριστοῦ τῆς παρουσίας γενόμενος, σοφὸς εὐαγγελιστὴς πυρὶ τελειοῦται, τῶν τελώνων ἡ σωτήριος στήλη διὰ τὸ κήρυγμα.
Θωμᾶς ὁ τῶν ἀπίστων κατήγορος, τὰ ἔθνη πιστευθεὶς εἰσοικίζεται, καὶ γὰρ ὡς μιμητὴς λογχεύεται πίστει, τοῦ Ἰησοῦ ἐξ ἀνδρῶν παρανόμων διὰ τὸ κήρυγμα.
Ἰούδας ὁ διττὸς τὴν επίκλησιν, καὶ τούτου ὁ συμμύστης Ἰάκωβος, πιστὸς ἀδελφὸς παρὰ Ἰουδαίων, τῶν δυσσεβῶν ἀναιροῦνται πόθῳ διὰ τὸ κήρυγμα.
Σίμων ὁ Κανανίτης δεδόξασται, ὑψόθεν ἐν τοῖς θαύμασι· πίστει γάρ, καὐτὸς ἐπὶ σταυροῦ ὑψώθη γνησίως, μιμούμενοι τὸν διδάσκαλον ὄντως διὰ τὸ κήρυγμα.
Τριαδικόν.
Μονάδα τρισυπόστατον ἄναρχον, Τριάδα χαρακτῆρσι μονόθεον, ὑμνῶ θεοπρεπῶς τὴν ἄτμητον φύσιν· Θεὸς γὰρ ἦν ὁ Πατὴρ καὶ ὁ Λόγος καὶ Πνεῦμα ἅγιον.
Θεοτοκίον.
Ἐπίβλεψον καὶ ἴδε πανύμνητε, τὴν κάκωσιν ἁγνὴ καὶ τὴν ἅλωσιν, ἡμῶν τῶν ταπεινῶν καὶ ὄλεσον τάχος, τοῦ Ἰσμαὴλ τὸ ἀνήμερον θράσος ταῖς ἱκεσίαις Σου.
ᾨδὴ ζ΄. Τῶν Χαλδαίων ἡ κάμινος.
Πέτρον Ρώμη κατέχουσα, ἐν σώματι γεραίρει, καὶ αἱ Πάτραι τὸν σύγγονον, καὶ σύμφωνον Ἀνδρέαν, σὺν ἡμῖν κραυγάζουσαι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Παῦλον Ῥώμη κατέχουσα, ἐν σώματι γεραίρει, καὶ ὁ κόσμος τὰ δόγματα, αὐτοῦ καὶ τὰς ἰάσεις· διὸ πίστει κράζομεν· εὐλογητὸς ὁ Θεός, ὁ ὑπ’ αὐτοῦ κηρυχθείς.
Ἰωάννην ἡ Ἔφεσσος, ἐν πνεύματι λαχοῦσα, μυστικῶς ἐναβρύνεται· Ἰάκωβον δοξάζει, τὰ Ἱεροσόλυμα· εὐλογητὸς ὁ Θεός, ὁ ὑπ’ αὐτῶν κηρυχθείς.
Φῶς τὸν Φίλιππον ἄδυτον, Βησθαϊδὰ ἐν πίστει, κεκτημένη λαμπρύνεται, καὶ Ἱερὰ ἡ πόλις, ὁμαδὸν κραυγάζουσα· εὐλογητὸς ὁ Θεός, ὁ ὑπ’ αὐτοῦ κηρυχθείς.
Βοηθὸς μὲν ἡ Λίπαρις, Ἀρμενία δὲ κλέος, ἐφευράμεναι γήθονται, Βαρθολομαῖον ἅμα, σὺν ἡμῖν κραυγάζουσαι· εὐλόγητὸς ὁ Θεός, ὁ ὑπ’ αὐτοῦ κηρυχθείς.
Μέγαν πρόμαχον κέκτηται, ἡ Σιὼν τὸν Ματθαῖον, τὸ σεπτὸν εὐαγγέλιον, ἐκ τούτου δεξαμένη, σὺν ἡμῖν κραυγάζουσα· εὐλογητὸς ὁ Θεός, ὁ ὑπ’ αὐτοῦ κηρυχθείς.
Θωμᾶν ἔχουσα σύμμαχον, ἡ Ἰνδία χορεύει, σὺν τοῖς Πάρθοις σοφώτατα, ἐν τούτῳ καυχωμένη, σὺν ἡμῖν κραυγάζουσα· εὐλογητὸς ὁ Θεός, ὁ ὑπ’ αὐτοῦ κηρυχθείς.
Ἰακώβου τὰ θαύματα, Ἱερουσαλὴμ ᾄδει, καὶ Ἰούδα τὰ τέρατα, ἡ Μεσοποταμία, σὺν ἡμῖν κραυγάζουσαι· εὐλογητὸς ὁ Θεός, ὁ ὑπ’ αὐτῶν κηρυχθείς.
Σωτηρίας ὑπέρμαχον, καὶ ἄῤῥηκτον προστάτην, ἡ Κανὰ τὸν θεόφρονα, Σίμωνα κεκτημένη, ὃς σὺν Ματθίᾳ ᾄδει νῦν· εὐλογητὸς ὁ Θεός, ὁ ὑφ’ ἡμῶν κηρυχθείς.
Ἀποστόλων ἡ πάνσεπτος, δωδεκὰς ἡ ἁγία, τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τοὺς βοῶντας, σὺν ὑμῖν σοφώτατα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικόν.
Λειτουργοῦσιν οἱ Ἄγγελοι, παριστάμενοι φόβῳ, τὸν τρισάγιον ὕμνον Σοι, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἐκβοῶντες· ἅγιος, ἅγιος ἅγιος, ὁ ἐν Τριάδι Θεός.
Θεοτοκίον.
Ὅπλον ἄῤῥηκτον ἔχοντες, τὸν Σταυρὸν τοῦ Υἱοῦ Σου, Θεοτόκε πρεσβείαις Σου, τοὺς ἡμᾶς πολεμοῦντας, ὑπὸ πόδα σχοίημεν, εὐλογημένη ἁγνή, χριστιανῶν ἡ ἐλπίς.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Πέτρε κορυφαιότατε, μαθητῶν ἡ ἀκράδαντος, πέτρα Ὀρθοδόξων, καὶ πιστῶν τὸ στήριγμα, Ἀνδρέα θεόκλητε, δυὰς ἡ κοσμοπόθητος, πρέσβευε σωθῆναι, τοὺς βοῶντας ἀπαύστως· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Παῦλε ὁ ἐν ταῖς λέξεσι, περιβόητος ἄνθρωπος, καὶ τῆς Ἐκκλησίας, ὀφθαλμὲ ἀείφωτε, ἐθνῶν τε διδάσκαλε, καὶ τῶν περάτων πάντων ποιμήν, πρέσβευε σωθῆναι, διὰ σοῦ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱεραρχῶν τὸ καύχημα, μυστολέκτα Ἰάκωβε, θεῖε Θεολόγε, Ἰωάννη πάνσοφε, δυὰς θεοπλούτιστε, ἡ βροντόφωνος καὶ θαυμαστή, πρέσβευε σωθῆναι, διὰ σοῦ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φίλιππε ὡραιόψυχε, τῶν πιστῶν ὁ ὑπέρμαχος, καὶ τῶν ἀπειθῶν, κατατομεῦ πανάριστε, δαιμόνων κατάπτωσις, καὶ ἐχιδνῶν ἀναίρεσις, πρέσβευε σωθῆναι, τοὺς βοῶντας ἀπαύστως· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Βαρθολομαῖε ἔνδοξε, Μαριάμνης τὸ καύχημα, ὑπερασπιστά, τῆς τοῦ Φιλίππου συναγωγῆς, ὁμότροπε σύσκηνε, συγκοινωνὲ τῆς τούτου χαρᾶς, πρέσβευε σωθῆναι, διὰ σοῦ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ματθαῖε ἀγγελόμορφε, τελωνῶν ἡ μετάνοια, εὐαγγελιστά, τῆς παρουσίας τῆς τοῦ Χριστοῦ, ἁγίων ὁ ἔπαινος, ἁμαρτωλῶν η μίμησις, πρέσβευε σωθῆναι, διὰ σοῦ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θωμᾶ θεομακάριστε, τῶν ἀπίστων ὁ ἔλεγχος, ὁ ψηλαφήτης, τῆς τοῦ Χριστοῦ ἁγίας πλευρᾶς, τῆς πίστεως ἥλιε, καὶ ὀλετὴρ ἀνδρῶν ἀπειθῶν, πρέσβευε σωθῆναι, διὰ σοῦ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰούδα καὶ Ἰάκωβε, ζυγὴ θεοεπίλεκτε, τῆς πνευματικῆς, καὶ ἱερᾶς ἀρόσεως, τοῦ σπόρου τῆς γνώσεως, τῆς παγκοσμίου θείας τρυφῆς, πρέσβευε σωθῆναι, διὰ σοῦ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σίμων τὸ παγγλυκύτατον, καὶ ἡδύφθογγον στόμα Χριστοῦ, ἡ εὐφραντική, τῆς οἰκουμένης ἄμπελος, Ἑβραίων ἡ δίωξις, χριστιανῶν ὁ πρόμαχος, πρέσβευε σωθῆναι, διὰ σοῦ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀποσταλεῖσα χάριτι, τῶν Ἀποστόλων ἡ δωδεκάς, παρὰ τοῦ Σωτῆρος, εἰς τὸν κόσμον ἅπαντα, Τριάδα ἐκήρυξεν, πολυθεΐαν ἔσβεσε, καὶ ἐφωταγώγησεν, ἡμᾶς τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Δόξα τιμὴ καὶ αἴνεσις, καὶ προσκύνησις πρέπει Σοι, ἄτμητε Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα εὐθές, Θεὲ θεῶν Κύριε, ἄναξ ἀνάκτων ἄναρχε, Σὲ ἡ κτίσις πᾶσα, ἀνυμνεῖ ἐκβοῶσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ ἀρχηγὸς καὶ πρόξενος, τῆς χαρᾶς ἡμῶν Δέσποινα, Μῆτερ τοῦ Θεοῦ, πρεσβευτικῶς συμμάχησον, τὴν νίκην βραβεύουσα, τῷ φιλοχρίστῳ ἄνακτι, ἵνα ἐν εἰρήνῃ, τῷ Υἱῷ Σου βοῶμεν· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἀπόστολοι Κύριου Πέτρε σοφέ, καὶ Ἀνδρέα καὶ Παῦλε Ἰάκωβε, καὶ Ἰωάννη, σὺν τῷ Φιλίππῳ τῷ θαυμαστῷ, Βαρθολομαίῳ ἅμα τε, Ματθαίῳ τῷ ἐνδόξῳ καὶ τῷ Θωμᾷ, Ἰούδᾳ Ἰακώβῳ, σὺν Σίμωνι τῷ θείῳ, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.
Ἀπόστολοι Κυρίου καὶ κοινωνοί, τῶν Αὐτοῦ παθημάτων καὶ κήρυκες, τῆς πατρικῆς, δόξης καὶ τοῦ Πνεύματος λειτουργοί, οἱ οὐρανοπολῖται, κόσμου τῶν περάτων φωταγωγοί, πρεσβεύσατε ἀπαύστως, ῥυσθῆναι τῶν παγίδων, τοῦ ἀλλοτρίου τὰς ψυχὰς ἡμῶν.
Ἀπόστολοι Κυρίου καὶ μιμηταί, τῆς αὐτοῦ παρουσίας καὶ μάρτυρες, τῆς ἀκραιφνοῦς, πίστεως οἱ ἔνδοξοι μελουργοί, τῆς παμφαοῦς Τριάδος, ἄσειστοι θεμέλιοι τῶν πιστῶν, πρεσβεύσατε ἀπαύστως, φρουρεῖσθαι ἀπημάντους, τῆς Ἐκκλησίας ἐν τοῖς δόγμασιν.
Ἀπόστολοι Κυρίου καὶ ὑπουργοί, κοινωνοὶ τῶν θαυμάτων καὶ φύλακες, τῶν ἐντολῶν, καὶ εὐαγγελίων τοῦ Ἰησοῦ, ἐκλελεγμένοι πρόμαχοι, σύμπνοια θεάρεστος καὶ φαιδρά, πρεσβεύσατε ἀπαύστως, τὴν πίστιν στηριχθῆναι, ταῖς ὑμῶν θείαις διατάξεσιν.
Ἀπόστολοι αὐτόπται τοῦ Ἰησοῦ, τῶν ἐθνῶν παιδευταὶ καὶ διδάσκαλοι, τῶν ζωηρῶν, ἔμπνεοι χαρίτων καὶ χορηγοί, νοσοῦντες ἰατῆρες, πάντων οἱ σωτήριοι ὁδηγοί, πρεσβεύσατε δοθῆναι, τῷ κόσμῳ τὴν εἰρήνην, καὶ κατ’ ἐχθρῶν ἰσχὺν τῷ ἄνακτι.
Τριαδικόν.
Μερίς μου καὶ βοήθεια ἡ Τριάς, φωταυγὸς καὶ σφραγὶς ἱλασμὸς καὶ Θεός, ο παντουργός, καὶ δεδοξασμένος καὶ ἰσχυρός, Πατὴρ ὁ παντοκράτωρ, Λόγος ὁ συνάναρχος τοῦ Πατρός, καὶ Πνεῦμα συνεκλάμπον, Πατρί τε καὶ τῷ Λόγῳ, δι’ ἧς τὰ πάντα ζῇ καὶ σώζεται.
Θεοτοκίον.
Ἀκούτισον φωνήν Σου Μήτηρ Χριστοῦ, τοῖς προσφύγοις καὶ δούλοις Σου ἐξ οὐρανοῦ, ἵνα πτωθῇ, ἄρδην ὁ παγκάκιστος Ἰσμαήλ, καὶ διασκορπισθείῃ, ὥσπερ ὁ Δαθάν τε καὶ Ἀβειρών, ἐν ᾍδῃ κατωτάτῳ· τὴν πόλιν Σου γὰρ ταύτην, πορθῆσαι ἄσεμνα φρυάττεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου