Κυριακή 15 Σεπτεμβρίου 2019

ΑΠΡΙΛΙΟΣ 24. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ ΜΑΓΝΗΣΙΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ ΚΔ΄!!
ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΑΓΝΗΣΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Νεομαρτύρων σφραγῖδα καὶ ἐγκαλλώπισμα, τιμήσωμεν ἐν ὕμνοις, τὸν Νικόλαον κλέος, πάσης Μαγνησίας καὶ γὰρ λαμπρῶς, τὸν Χριστὸν ὡμολόγησε· διὸ ὑπέστη μαρτύρια ὁ κλεινός, δοξασθεὶς ὡς Μάρτυς ἔνθεος.

Τὸν Νεομάρτυρα ὕμνοις ἐγκωμιάσωμεν, Νικόλαον τὸν πάνυ, θαυμαστὸν Ἀθλοφόρον, πρότυπον Μαρτύρων καὶ Ἀθλητῶν, τὸ λαμπρὸν ἐγκαλλώπισμα, ὁμολογούντων ὑπόδειγμα καὶ φρουρόν, Ὀρθοδόξων μέγα καύχημα.

Τῆς Κωμοπόλεως κόσμος χαίρει καὶ γάνυται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ κλεινοῦ Νικολάου· γόνος γὰρ ὑπάρχων οὗτος αὐτῆς, τὸν Χριστὸν ὡμολόγησεν, ἀναδειχθεὶς Νεομάρτυς τοῦ Ἰησοῦ, ἀναπτὰς εἰς τὸν Παράδεισον.

Ἐν εὐφροσύνῃ ὑμνήσωμεν Νεομάρτυρα, Νικόλαον τὸν θεῖον, Ἐκκλησίας τὸν θεῖον, πάντων ἀθλουμένων τὸν βοηθόν, καὶ πιστῶν ἀντιλήπτορα, ὁμολογούντων πανθαύμαστον ἀρωγόν, καὶ Μαρτύρων θεῖον πρόμαχον.

Δόξα. Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες, ἐν ἐγκωμίων ἄνθεσι, τὸν τοῦ Κυρίου καλλίνικον Νεομάρτυρα Νικόλαον, εὐφραινόμενοι εὐφημήσωμεν. ὗτος γάρ, Ἀγαρηνῶν ἀθέων τὴν ἄθεσμον βουλήν, δι’ ὁμολογίας ἐνθέου, καὶ ἐμμονῆς τῇ πίστει στεῤῥᾶς, ἀνδρικῶς κατέβαλεν· ὅθεν διὰ μαρτυρίου ἐδόξασεν τὸν αὐτὸν ἀντιδοξάσαντα, Χριστὸν  τὸν Θεάνθρωπον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε περιχαρῶς, Νικόλαον ἐν ὕμνοις, δοξάσωμεν προφρόνως, καὶ θείοις ἐγκωμίοις, σεπτὸν αὐτοῦ μαρτύριον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαῖρε Μάρτυς Χριστοῦ, Νικόλαε τρισμάκαρ, Χριστὸν ὁμολογήσας, ἐν παῤῥησίᾳ θείᾳ, ὡς Κύριον τῆς κτίσεως.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε πανευλαβῶς, τὸν Μάρτυρα Κυρίου, τῆς Μαγνησίας κλέος, ᾠδαῖς καὶ εὐφημίαις, αὐτὸν ἐγκωμιάσωμεν.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, ἡ μόνη Μοναρχία, ἡ κτίσασα τὸν κόσμον, κραταίωσον τοὺς πίστει, ὡς Κύριον τιμῶντάς Σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Νικόλαον ὕμνοις ἀνευφημήσωμεν, Νεομαρτύρων σφραγῖδα καὶ Μαγνησίας σεπτόν, ἐγκαλλώπισμα καὶ θεῖον ἀκροθίνιον· ὅτι ἐνήθλησε λαμπρῶς, ἐν ἐσχάτοις τοῖς καιροῖς, ὡς Μάρτυς πιστὸς Κυρίου· διὸ δόξης κατηξιώθη, καὶ μακαρίας ἐν Παραδείσῳ ζωῆς.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’, καὶ τοῦ Ἁγίου δύο. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε τὸν Νικόλαον, τὸν θαυμαστὸν Νεομάρτυρα, ἐγκωμίοις τιμήσωμεν, πιστῶν τὸ ἐντρύφημα, τῶν Μαρτύρων δόξαν, ἀγωνιζομένων, στῦλον καὶ ἔρεισμα στεῤῥόν, ὁμολογούντων φρουρὸν πανάριστον, Ἁγίων ἐγκαλλώπισμα, καὶ Ἐκκλησίας τὸ καύχημα, τὸ Χριστοῦ ἀφομοίωμα, οὐρανῶν τὸν οἰκήτορα.

Μάρτυρα Νικόλαον, τῆς Μαγνησίας τὸ καύχημα, εὐφροσύνης ὑμνήσωμεν, λαμπρῶς ἐκνικήσαντα, ἀσεβῶν τὴν πλάνην, καὶ τῆς δυσσεβείας, Ἀγαρηνῶν τὰς ἀπειλάς, βασανιστῶν τε σκληρὰν ὠμότητα· αὐτὸν ὡς Νεομάρτυρα, Χριστὸς ἐνδόξως ἐτίμησε, οὐρανοῖς δωρησάμενος, Βασιλείαν αἰώνιον.

Ὕμνοις τὸν Νικόλαον, πανευκλεῶς εὐφημήσωμεν, τῶν Μαρτύρων τὸ πρότυπον, πιστῶς ἐγκαλλώπισμα, Ἀθλητῶν τὸ κλέος, τῶν ἐναθλουμένων, τὸν ἀκραιφνῆ ὑπογραμμόν, καὶ μαρτυρίας λαμπρὸν ὑπόδειγμα, τῆς πίστεως τὸ στήριγμα, τῶν Ὀρθοδόξων τὸ ἔρεισμα, τῶν πιστῶν καταφύγιον, Ἐκκλησίας τὸ κόσμημα.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον οἱ πιστοὶ συνελθόντες, ἐν χαρᾷ ἀνεκλαλήτῳ, ὕμνοις ἐνθεαστικοῖς, τὴν τοῦ Νεομάρτυρος Νικολάου, μαρτυρικὴν τελείωσιν, πανηγυρικῶς ἐπιτελοῦντες, βοῶμεν πρὸς αὐτόν· χαίροις, ὁ τῆς ταπεινῆς κώμης Κωμοπόλεως ἔνδοξος γόνος, καὶ τῆς Μαγνησίας ἱερὸν καύχημα· χαίροις, τῆς ὁμολογίας ἀληθὴς ὑπογραμμός, καὶ τῆς ἀληθοῦς πίστεως ὁ πανένδοξος Μάρτυς· χαίροις, τῶν Μαρτύρων τὸ ἐγκαλλώπισμα, καὶ θυσίας ὑπὲρ Χριστοῦ τὸ εὐκλεὲς πρότυπον. Νεομάρτυς τοῦ Χριστοῦ, Ἅγιε Νικόλαε, Αὐτὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.









Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Πνευματικὴν πανήγυριν, καὶ ἑορτὴν πανευφρόσυνον, ἐπὶ τῇ μνήμῃ τοῦ Νεομάρτυρος Νικολάου, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, σήμερον λαμπρῶς ἐπιτελεῖ. Οὗτος γὰρ ἐκ τῆς Κωμοπόλεως ὁρμώμενος, ἐν τῇ Μαγνησίᾳ, διὰ τὴν Χριστοῦ πίστιν καὶ ὁμολογίαν, τὴν ζωὴν αὐτοῦ ὡς θυσίαν εὐπρόσδεκτον Αὐτῷ προσήνεγκεν· ὅθεν στεφηφορῶν, ἐν τοῖς οὐρανίοις δώμασι κατέπαυσεν, ἐν σαββατισμῷ παναληθεῖ, αἰωνίως συναγαλλόμενος, τοῖς Πρωτοτόκοις Μάρτυσιν.

Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς πανηγυρίσωμεν, τὴν τοῦ πανενδόξου Νεομάρτυρος Νικολάου μαρτυρικὴν τελευτὴν ἑορτάζοντες. Οὗτος γὰρ τὸν Θεάνθρωπον Χριστὸν ἀγαπῶν, ἐνώπιον τῶν ἀθέων Ἀγαρηνῶν, ἀρνηθεὶς τὰς τούτου εἰσηγήσεις, πρὸς ἀπόπτυσιν τῆς Ὀρθοδόξου αὐτοῦ πίστεως, Αὐτὸν ὡμολόγησεν· ὅθεν τελειωθεὶς μαρτυρικῶς ἐν τῇ ἄνῳ Σιὼν μετὰ τῶν Ἀσωμάτων Δυνάμεων καὶ πάντων τῶν Ἁγίων ἀεὶ συνευφραίνεται.

Ἦχος γ΄.
Ἐν ἀγαλλιάσει ἀδελφοί, δεῦτε λαμπρῶς τὴν μνήμην τοῦ Νεομάρτυρος Νικολάου ἑορτάσωμεν. Οὗτος γὰρ ἐν Μαγνησίᾳ, ὑπὸ τῶν Ἀγαρηνῶν συλληφθείς, ὑπόδειγμα ὁμολογίας ἡμῖν δέδωκε, διὰ θαυμαστῆς ἐμμονῆς τῇ Ἁγίᾳ ἡμῶν πίστει· διὸ καὶ μαρτυρίου θεοτιμήτου κατηξιώθη. Αὐτοῦ τὴν πίστιν, τὴν εὐλάβειαν καὶ τὴν μανικὴν πρὸς Χριστὸν ἀγάπην μιμησώμεθα, ἵνα σὺν αὐτῷ, τῆς οὐρανίου Βασιλείας καταξιωθῶμεν.

Ἦχος δ΄.
Ἡ ταπεινὴ Κωμόπολις, ἡ τοῦ Νεομάρτυρος Νικολάου ἐπίγειος πατρίς, συναγάλλεται σήμερον τῇ ἐπουρανίῳ, πάντων τῶν πιστῶν πατρίδι· ἡ μέν, ὡς ἐξ αὐτῆς τεχθέντος, ἡ δὲ ὡς ἐν αὐτῇ οἰκοῦντος. Συγχαίρει δὲ αὐταῖς καὶ ἡ Μαγνησία, ὅτι ἡγιάσθη τῇ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἐν ταύτῃ, ἱερωτάτῃ σπονδῇ τοῦ αἵματος αὐτοῦ· ὅθεν καὶ ἡμεῖς συνευφραινόμεθα, τοιοῦτον προστάτην ἔχοντες, καὶ πρεσβευτὴν ἀκοίμητον πρὸς τὸν Σωτῆρα Κύριον.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πιστοί, νοερῶς ἐν τοῖς οὐρανίοις σκηνώμασιν ἀναβῶμεν καὶ κατίδωμεν θαῦμα μέγα καὶ ἐξαίσιον· ὁ γὰρ ἐκ τῆς ταπεινῆς Κωμοπόλεως γόνος, καὶ τῆς Μαγνησίας καύχημα, Νεομάρτυς Νικόλαος, ἐν λευκοῖς ἐνδεδυμένος, μετὰ τῶν πρωτοτόκων Μαρτύρων συγχορεύων, καὶ τὴν μαρτυρικὴν αὐτοῦ φέρων κιθάραν, τὴν καινὴν ᾠδὴν τῷ Ἐσφαγμένῳ Ἀρνίῳ ψάλλει, λαμπρῶς εὐφραινόμενος. Αὐτοῦ τὴν ἐν οὐρανοῖς κατάπαυσιν, καὶ τὴν ἄληκτον μακαριότητα, ἐν σαββατισμῷ ζηλώσωμεν, αἰτούμενοι τὰς ὑπὲρ ἡμῶν αὐτοῦ πρεσβείας πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικοῖς
Χαίροις, Νεομαρτύρων σφραγίς, καὶ Μαγνησίας θεοδώρητον κόσμημα, Μαρτύρων Χριστοῦ ὁ στῦλος, ὁμολογούντων κανών, καὶ τῶν ἀθλουμένων ἐγκαλλώπισμα, πιστῶν τὸ ἐντρύφημα, Ὀρθοδόξων τὸ ἔρεισμα, Νεομαρτύρων, θαυμαστὸν ἀκροθίνιον, καὶ πανάριστον, μαρτυρίας ἀγλάϊσμα· πάντες σεπτὲ Νικόλαε, τελοῦντες τὴν μνήμην σου, ἐν ἐγκωμίοις τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Νεομαρτύρων φωστήρ, Ἀγαρηνῶν ἀθεωτάτων ἀντίπαλος, τῆς πλάνης ὁ καθαιρέτης, καὶ ἀσεβούντων πρηστήρ, καὶ τῶν Ὀρθοδόξων ἡ κατίσχυσις· τῆς πλάνης ἀναίρεσις, ἀσεβείας κατάπτωσις, τῆς ἀνομίας, ἀρνητὴς θεοδόξαστος, καὶ ἀρνήσεως, τοῦ Χριστοῦ ὁ πολέμιος· πάντες σεπτὲ Νικόλαε, τελοῦντες τὴν μνήμην σου, ἐν ἐγκωμίοις τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Νεομαρτύρων φρουρός, τῆς εὐσεβείας τὸ λαμπρὸν καταγώγιον, ἀγάπης Χριστοῦ ὁ τύπος, τῆς εὐλαβείας κανών, καὶ ὁμολογίας τὸ ἀγλάϊσμα, τοῦ κόσμου ἐνίκησας, ματαιότητος φρόνημα, τὸ μαρτύριον, ἐκ ψυχῆς ἐπεπόθησας, καὶ πρὸς Κύριον, ἐπορεύθης πανόλβιε· ὅθεν σεπτὲ Νικόλαε, τελοῦντες τὴν μνήμην σου, ἐν ἐγκωμίοις τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, Νικόλαον τὸν Νεομάρτυρα, τὸν διὰ τῆς πρὸς Κύριον θείας ἀγάπης, θαυμαστῆς εὐλαβείας, καὶ ὑπερλόγου ἁγίας ὁμολογίας κεκοσμημένον, εὐφήμοις ᾠδαῖς ἑορτίως ἐγκωμιάζει λέγουσα· χαίροις, τῆς πίστεως ἔρεισμα, καὶ τῆς δυσσεβείας πολέμιε· χαίροις, τοῦ μαρτυρίου ἐραστά, καὶ τῆς ὁμολογίας ὑπόδειγμα· ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Κύριον, Αὐτὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Νικόλαον ὕμνοις ἀνευφημήσωμεν, Νεομαρτύρων σφραγῖδα καὶ Μαγνησίας σεπτόν, ἐγκαλλώπισμα καὶ θεῖον ἀκροθίνιον· ὅτι ἐνήθλησε λαμπρῶς, ἐν ἐσχάτοις τοῖς καιροῖς, ὡς Μάρτυς πιστὸς Κυρίου· διὸ δόξης κατηξιώθη, καὶ μακαρίας ἐν Παραδείσῳ ζωῆς.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νεομάρτυρα θεῖον πιστῶν τὸ καύχημα, τὸν Νικόλαον κλέος τῆς Ἐκκλησίας Χριστοῦ, ἐγκωμίοις ἀδελφοί, λαμπρῶς τιμήσωμεν· ὅτι ἐνήθλησε στεῤῥῶς καὶ κατήσχυνε σατᾶν, καὶ πλάνην τῶν ἀλλοθρήσκων, συναγείρων τοὺς Ὀρθοδόξους, τοῦ ἀνυμνεῖν τὸν ἐν Τριάδι Θεόν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νικόλαον πιστοί, Νεομάρτυρα θεῖον, ὑμνήσωμεν πιστῶς, ἐν ᾠδαῖς ἐγκωμίων· Χριστὸν γὰρ ἐκήρυξεν, ὡς Δεσπότην καὶ Κύριον, καὶ ὑπέμεινεν, τοὺς αἰκισμοὺς μαρτυρίου· ὅθεν ἔλαβε, παρὰ Χριστοῦ Ἀθλοθέτου, τὸ στέφος τὸ ἄφθιτον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, τῆς Μαγνησίας ὁ λαός, κατιδὼν πίστιν στεῤῥάν, τοῦ Νικολάου πρὸς Χριστόν, ὁμολογίαν εὐσέβειαν καὶ θυσίαν, ζῆλον ἀρετὰς καὶ προαίρεσιν, πόθον ἀληθῆ πρὸς μαρτύριον. Ὃς Μαρτύρων τοῖς πέρασιν ἐκήρυξε, τὰ μεγαλεῖα τῆς πίστεως, καὶ μαρτυρίου ἔλαβε χάριν, καὶ στέφος οὐράνιον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον ὁ φιλόχριστος λαός, πανευφροσύνως πανηγυρίζει. Σήμερον, ἡ ἐν οὐρανοῖς θριαμβεύουσα Ἐκκλησία, σὺν τῷ ἐνδόξῳ Νεομάρτυρι Νικολάῳ, γηθοσύνως τὸν Τρισυπόστατον Θεὸν προσκυνοῦσα, σὺν τοῖς Ἀγγέλοις ἀνυμνεῖ. Δεῦτε οὖν καὶ ἡμεῖς, σὺν πάσῃ τῇ τοῦ Χριστοῦ ποίμνῃ Ἀυτῷ βοήσωμεν· Κύριε, πρεσβείαις τοῦ Μάρτυρός Σου, σῶσον τὰς ψυχὰς ἡμῶν.




Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Νικόλαον Μαγνησίας, κλέος τιμῶ. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νικόλαον Μάρτυρα τοῦ Χριστοῦ, ποθῶν ἀνυμνῆσαι, ἱκετεύω Σε παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχήν, καὶ τὸν λόγον μου.
Ἰσχὺν δώρησαί μοι Μάρτυς Θεοῦ, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίαν ἀθλήσεως τελείας, καὶ τελευτὴν μαρτυρίου πανθαύμαστον.
Κυρίου τοὺς λόγους ἐνωτισθείς, βίῳ ἠκολούθεις, τῶν Μαρτύρων καὶ Ἀθλητῶν· διὸ ἠξιώθης μαρτυρῆσαι, καὶ ἀνελθεῖν εἰς οὐράνια δώματα.
Θεοτοκίον.
Οὐράνιον δός μοι Μῆτερ Θεοῦ, πόθον εὐσεβείας, καὶ εἰρήνην τοῦ Σοῦ Υἱοῦ, πρὸς δόξαμ Τριάδος τῆς ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Λυτρωτὴν ὡμολόγεις πρὸ ἀσεβῶν ἔνδοξε, καὶ σκληροὺς δαρμοὺς καθυπέστης, χαίρων ἐν χάριτι· διὸ ἐστέφθης κλεινέ, ὡς Νεομάρτυς Κυρίου, καὶ ζωὴν αἰώνιον, ἐκληρονόμησας.
Ἀξιώσεις ἀνόμων τῇ τοῦ Χριστοῦ χάριτι, πάσας ἀπηρνήθης θεόφρον, μένων στεῤῥότατος, ἐν τῇ ἀγάπῃ Χριστοῦ, Ὃν ὡς Θεὸν ὡμολόγεις, καὶ Μαρτύρων στέφανον, ἐδέξω πάντιμε.
Ὁμοφώνως τιμῶντες, μαρτυρικὴν ἄθλησιν, τὰς τοῦ Νικολάου πρεσβείας, πάντες αἰτούμεθα, πρὸς τὸν Νυμφίον Χριστόν, ὅπως ἡμᾶς ἀξιώσῃ, τοῦ ποθεῖν τὰ κρείττονα, καὶ ἐπουράνια.
Θεοτοκίον.
Νεανίδων προστάτις καὶ μοναχῶν πρότυπον, καὶ τῶν ἀθλουμένων ἀλείπτης, καὶ ἡ ἀντίληψις, ὄντως ὑπάρχει ἁγνή, καὶ τῶν πιστῶν παρακλήρωρ, πάντων ἡ βοήθεια, Κόρη ἀκήρατε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τιμῶμεν Νικόλαον τὸν Ἀθλητὴν τοῦ Χριστοῦ, Μαρτύρων τὸ κλέϊσμα καὶ Μαγνησίας σεπτόν, καὶ ἔνδοξον ἔφορον. Οὗτος γὰρ παῤῥησία, τὸν Χριστὸν ἀσεβέσι, Κύριον ὡμολόγει, ἐν ἀγάπῃ ἁγίᾳ. Λιταῖς αὐτοῦ Θεοῦ Λόγε, σῶσον τὸν κόσμον Σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.






ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Μακαρίζομεν Κύριε, τὸν Σὸν Ἀθλητὴν θαυμαστὸν Νικόλαον, μαρτυρίῳ τὸν κηρύξαντα, τὰς Σὰς ἀληθείας παντοδύναμε.
Ἀρετὰς ὦ Νικόλαε, δός μοι Νεομάρτυς τῇ μεσιτείᾳ σου, μετανοίας δὲ κατάνυξιν, καὶ ὁμολογίας θεῖον δώρημα.
Γεηρὰ ὁ Νικόλαος, πάντα ἀπηρνήθη ὁ τρισμάκαριος, καὶ ἐκτήσατο οὐράνια, ἀγαθὰ καὶ στέφος ἀμαράντινον.
Θεοτοκίον.
Νεανίδων ὑπάρχουσα, καὶ παρθένων κλέος καὶ θεῖον πρότυπον, Θεοτόκε ἀειπάρθενε, τὴν ἁγνείαν πᾶσιν ἡμῖν δώρησαι.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ἥλιος Χριστός, σὲ ἐκάλεσε Νικόλαε, τοῦ δωρήσασθαι τοῦ Μάρτυρος τιμήν· σὺ δὲ ἐτύθης, ὡς σφάγιον ἱερώτατον.
Στέφανον φωτός, ἐδωρήσατό σοι Κύριος, καὶ τὴν χάριν τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν· διὸ προστρέχω, εἰρήνην αἰτῶν καὶ λύτρωσιν.
Ἵνα τοῦ ἐχθροῦ, ἐκνικήσω τὰ φρυάγματα, τὰς σὰς λιτὰς Νικόλαε ἐκζητῶ, πρὸς τὸν Σωτῆρα, τὸν ἡμῖν διδόντα ἄφεσιν.
Θεοτοκίον.
Ἄνασσα ἁγνή, ἐκ κινδύνων σῶσον ἅπαντας, ταῖς μητρικαῖς πρεσβείαις Σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν, ζωὴν πιστοὺς καθοδήγησον.

ᾨδὴ στ’. Τὴν δέησιν.
Στερεώσον, τῶν πιστῶν τὸ φρόνημα, σαῖς πρεσβείαις Νεομάρτυς πρὸς Λόγον, καὶ πρὸς Χριστοῦ, ἐντολὰς καθοδήγει, τῶν Ὀρθοδόξων λαὸν ὦ Νικόλαε· καὶ στήριξον πάντας ἡμᾶς, ἐν ἀσκήσει καὶ βίᾳ πανένδοξε.
Κραταίωσον, τὴν ψυχήν μου ἔνδοξε, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πρὸς σέ, ὦ Νικόλαε κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος δέομαι, καὶ δέομαι ἐκ πειρασμῶν, καὶ παθῶν σαῖς λιταῖς διαφύλαξον.
Λιτάζομεν, εὐλαβῶς Νικόλαον, Νεομάρτυρα Χριστοῦ Μαγνησίας· ἵνα αὐτοῦ, μιμησάμενοι πόθῳ, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, θείας δόξης Αὐτοῦ ἀπολαύσωμεν.
Θεοτοκίον.
Ἐῤῥύσθημεν, ἁμαρτίας ἅπαντες, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, διὰ Σταυροῦ δὲ ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχῆς ἀναφαίρετον.







Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Νεομάρτυρα Νικόλαον τιμήσωμεν, τῆς Κωμοπόλεως τὸ τέκνον τὸ ἐξαίσιον, μαρτυρήσαντα ἐνδόξως ἐν Μαγνησίᾳ. Δυσσεβεῖς γὰρ ἐταπείνωσεν ἐν χάριτι, καὶ Χριστῶ τυθεὶς λαὸν πιστὸν ἐστήριξεν· ὅθεν ἔλαβε, στέφος δόξης ἀμάραντον.
Ὁ Οἶκος.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, εὐφροσύνως συνελθοῦσα, τὴν τοῦ ἐκ Κωμοπόλεως Νεομάρτυρος Νικολάου μνήμην, πανηγυρικῶς καὶ ἑορτίως ἐπιτελεῖ. Οὗτος γὰρ εἰς Μαγνησίαν πορευθείς, καὶ ὑπὸ τῶν Ἀγαρηνῶν συλληφθείς, παῤῥησίᾳ τὸν Χριστὸν ἀληθῆ Θεὸν καὶ Κύριον ὡμολόγησε. Πολυειδεῖς δὲ αἰκισμοὺς ὑποστάς, καὶ τῇ πρὸς τὸν Θεάνθρωπον πίστει, στεῤῥῶς ἐμμείνας, μαρτυρικοῦ θανάτου κατηξιώθη· ὅθεν ἔλαβε, στέφος δόξης ἀμάραντον.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐκ Κωμοπόλεως Γιαγιάκιοϊ καταγομένου, καὶ ἐν Μαγνησίᾳ μαρτυρήσας ἐν ἔτει 1776, σφοδρῶς τυφθεὶς τελειοῦται.
Ζητῶν ὁ Nικόλαος εὑρέσθαι γάμον,
ἄφθαρτον εὗρε διὰ πληγῶν ἐν πόλῳ.
Τετάρτῃ εἰκάδι θάνεν Νικόλαος Νεομάρτυς.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ τῆς Θαυματουργοῦ
Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.
Ἥτις ἐν ἀπαλῷ τῷ σώματι ἀσκητικοὺς πόνους ὑπελθοῦσα, χάριν ἰαμάτων παρὰ Χριστοῦ ἐκομίσατο, ὅθεν παντοῖα νοσήματα ἰάσατο. Ταύτης ἡ γέννησις διὰ θείας ἀποκαλύψεως ἐδηλώθη, καὶ σκεῦος ἐκλογῆς ἔσεσθαι προηγγέλθη. Μονοχίτων δὲ οὖσα τῷ κρύει καὶ τῷ παγετῷ διεπήγνυτο, ὕδατι τὸ σῶμα διὰ βίου παντὸς οὐκ ἀπέπλυνε. Τεσσαράκοντα ἡμέρας νῆστις διετέλεσεν, ἐπὶ τρισὶν ἔτεσιν ἔσχε μὲν τὴν διάνοιαν πρὸς τὸν Θεόν, τοῖς δὲ σωματικοῖς ὀφθαλμοῖς οὐδόλως εἶδεν Οὐρανοῦ κάλλος ἤ μέγεθος, ὄφιν μέγιστον δεινόν, εὐχῇ ἐθαμάτωσεν, ἐπὶ πλείστους χρόνους οὐ μετέλαβεν ἐλαίου, ὑποδήματα τοῖς ποσὶν οὐκ ἐκτήσατο, ἐν τούτοις οὖν τοῖς κατορθώμασι θεαρέστως διαλάμπουσα, ἀνεπαύσατο ἐκ Κυρίῳ πολλῶν θαυμάτων μέχρι τῆς σήμερον.

Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.
Οὗτος κατὰ τοὺς χρόνους ἦν Αὐρηλιανοῦ τοῦ βασιλέως ἐν Ῥώμῃ, τὴν τοῦ στρατηλάτου διέπων ἀρχήν, ἦν δὲ τὸ γένος Γότθος. Ἔχων δὲ τὴν εἰς Χριστὸν πίστιν, τῶν ἐν ταῖς εἱρκταῖς Ἁγίων ἐπεμελεῖτο. Διὰ δὲ βίου καθαρότητι, καὶ ἀρετῶν ἄσκησιν, τὰ πονηρὰ ἀπὸ τῶν ἀνθρώπων ἐφυγάδευε πνεύματα. Διαβληθεὶς δὲ ὡς χριστιανός, ἤχθη πρὸς τὸν βασιλέα, καὶ ῥίψας τὴν ζώνην, ὡμολόγησε τὸν Χριστόν. Κρεμασθεὶς οὖν καίεται ταῖς λακᾶσι καὶ ἐν λέβητι πίσσης μεστῷ πυρωθέντι ἐμβάλλεται. Καὶ παραδόξως σωθείς, ἄνδρας ἑβδομήκοντα πρὸς τὴν εις Χριστὸν πίστιν μετεκαλέσατο, οἱ καὶ τὰς κεφαλὰς διὰ Χριστὸν τμηθέντες ἐστεφανώθησαν. Εἰς δὲ ἕτέραν ἐξέτασιν ὁ Ἅγιον εἰσαχθείς, ἐνισχύσαντος αὐτὸν διὰ ἐπιφανείας τοῦ Χριστοῦ πρότερον ἐν τῇ φρουρᾷ, καὶ θαρσοποιήσαντος τῷ ποταμῷ ἀπεῤῥίφη, καὶ τὸν τοῦ μαρτυρίου στέφανο ἐκομίσατο. Ἐπέπρεπε δὲ αὐτῷ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ, λευκότης σώματος, καὶ παρειῶν ἐρύθημα, καὶ τῇ κεφαλῇ καὶ τῷ πώγωνι, οἱονεὶ χρυσίζουσαι τρίχες καὶ διαλάμπουσαι. Αἱ δὲ τῶν ὀφθαλμῶν βολαί, βλοσσυρὸν καὶ ἀκατάπληκτον ἔχουσαι, τὸν ἀνδρεῖον καὶ στρατιώτην ἄκρως ὑπέφαινον.

Τῇ αὐτῇ ἡμέρα, οἱ διὰ τοῦ Ἁγίου Σάββα Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες Στρατιῶται, ξίφει τελειοῦνται.
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.
Οὗτοι ὑπῆρχον ἐκ Ῥοδοστόλου τῆς Μυσίας, ἐν λεγεῶνι τινὶ στρατευόμενοι, Αὐλοζάνου ἐπαρχοῦντος. Τὴν δὲ περὶ τὰ εἴδωλα πλάνην τῶν ἀνθρώπων βλέποντες καὶ πάντας ἐπεπτηχότας καὶ ὑποκρύπτοντας τοῖς τῶν κρατούντων θεσπίσμασι παῤῥησίᾳ χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν. Οὗς περιέχοντες οἱ τοῖς εἰδώλοις προσκείμενοι, ἄγουσι πρὸς τὸν ἡγεμόνα. Παρ’ οὗ θύσαι τοῖς εἰδώλοις καταναγκαζόμενοι τοῦτο μὲν οὐ κατεδέξαντο, ὁ δὲ ἅγιος μᾶλλον Πασικράτης ἀποδειχθέντος αὐτῷ τοῦ Ἀπόλλωνος, προσεγγίσας τοῦτον κατέπτυσε, προσειπών, ταύτην μᾶλλον προσήκειν αὐτῷ τὴν τιμήν. Προσδεθέντες οὖν ἀλύσεσι τίθενται ἐν φρουρᾷ, δῆλος δὲ ἦν ὁ ἅγιος Πασικράτης, ἐπαγαλλόμενος τῷ δεσμῷ, καὶ οἷον ὁρμίσκον χρυσοῦν περιφέρων τὴν ἅλυσιν, ὡς ὄργανον οὖσαν τῶν ὑπὲρ Χριστοῦ παθημάτων, δι’ ὧν σῳθήσεσθαι οἴετο. Αὖθις δὲ παραστάντων αὐτῶν τῷ ἡγεμόνι, προσῆλθε τῷ ἁγίῳ Πασικράτει Παππιανός, ὁ ἀδελφὸς αὐτοῦ κλαίων ἅμα καὶ συμβουλεύων ἐπιβαλεῖν λιβανωτὸν τῷ βωμῷ καὶ τῆς ἐπικειμένης ἀνάγκης ῥυσθῆναι τῷ κατ’ αὐτὸν ὑποδείγματι. Καὶ γὰρ ἔτυχεν αὐτὸς ὑπεροψίᾳ τῶν κρειττόνων, καὶ πόθῳ τῶν παρόντων δέει τῶν ἀλγεινῶν τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάς. Ὁ Ἅγιος Πασικράτης ἀπώσατω αὐτόν, ἀνάξιον τῆς συγγενείας εἰπών, καὶ μηδὲ ἱκανόν, κρῖναι πρὸς συμβουλήν, τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάντα. Ἐγγίσας δὲ τῷ βωμῷ προὔτεινε τὴν ἑαυτοῦ χεῖρα καὶ ἔσθε καὶ πρὸς τὸν ἄρχοντα ἔλεγεν: ὡς ἡ μὲν σάρξ, ἡ δημιουργηθεῖσα θνητή, εἴκει τῷ πυρί, καὶ ὡς ὁρᾷς καταπονεῖται καὶ καταῤῥεῖ, ἡ δὲ ψυχὴ ὡς ἄϋλος καὶ ἀθάνατός τις οὖσα καὶ μὴ πεφυκυῖα τοῖς ὁρωμένοις κάπτεσθαι πάθεσιν, ἀκλινὴς καὶ ἀνένδοτος ἔστηκεν, εἰς ζωὴν αἰώνιον συντηρουμένη. Ἐρωτηθέντος δὲ τοῦ Ἁγίου Οὐαλεντίωνος καὶ συμφρονεῖν τῷ Ἁγίῳ Πασικράτει εἰπόντος, τὴν διὰ ξίφους ἀπόφασιν δέχονται ἀμφότεροι, ἔνθα συμπροπέμψασθαί φασι τὴν μητέρα τὸν ἅγιον Πασικράτην, καταθαῤῥύνουσαν, καὶ ὑποσχεῖν τὸν αὐχένα τῷ ξίφει κελεύουσαν, ὁ μὲν ἅγιος Πασικράτης ἐτῶν δύω καὶ εἴκοσι, ὁ δὲ ἅγιος Οὐαλεντίων τριάκοντα.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δανάβου, Δημητρίου, Εὐσεβίου, Λεοντίου, Λογγίνου, Νεστάβου, Νέωνος καὶ Χριστοφόρου, τῶν διὰ τοῦ Ἁγίου Γεωργίου πιστευστάντων
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.
Μετὰ τὴν τελείωσιν τοῦ Ἁγίου Γεωργίου, προσέταξεν ὁ Διοκλητιανός, τοὺς πανταχοῦ εὑρισκομένους χριστιανούς, καὶ μάλιστα τοὺς διὰ τὸν Ἅγιον Γεώργιον ἀποκλεισθέντας εἰς φυλακήν, ἤ θύοντας τοῖς θεοῖς ἀπολύεσθαι καὶ διατρίβειν ἐν ζῶσιν ἤ μὴ τοῦτο ποιοῦντας ἰσχυρῶς βασανίζεσθαι καὶ τελευταῖον τῇ τοῦ θανάτου παραπέμπεσθαι ψήφῳ, ἐπεὶ δὲ καὶ οὗτοι οἱ ἅγιοι παρὰ τοῦ Γεωργίου διδαχθέντες καὶ πιστεύσαντες εἰς φυλακὴν ἐβλήθησαν καὶ παραστάντες τῷ τυράννῳ ἠναγκάζοντο ἀρνήσασθαι τὸν Χριστόν, καὶ θῦσαι τοῖς εἰδώλοις, ὡς οὖν οὐκ ἐπείσθησαν πρῶτον μὲν γυμνωθέντες, ἐτύφθησαν ἐκ τεσσάρων, ἔπειτα κρεμασθέντες ἐξέσθησαν ἕως αἱ σάρκες αὐτῶν ἐπὶ γῆν κατέπεσον, καὶ τὰ σπλάγχνα αὐτῶν ἔνδον ἐφάνησαν. Καὶ τέλος ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Φήλικου πρεσβυτέρου, Φουρτουνάτου καὶ Ἀχιλλέος τῶν διακόνων
Φῆλιξ Ἀχιλλεὺς ἀλλα καὶ Φουρτουνάτος,
Τριάδος εὐσθενεῖς ὤφθησαν ὁπλῖται.

Κτήτωρ συ Μονῆς τοῦ κλεινοῦ Ἀθλοφόρου
δειχθεὶς αὐλίζῃ ἐν μοναῖς οὐρανίαις
Οὗτος ὁ θαυμάσιος, συνεστήσατο τὴν Μονὴν αὐτοῦ περὶ τὰ τέλη τοῦ Ι’ αἰῶνος. Ἐφάνη δίκαιος καὶ εἰρηνοποιὸς εἰς κρισίμους περιστάσεις, καθὼς καὶ ὅτι ἀπέλαυεν ἀναγνωρίσεως παρὰ τῶν Ἀθωνιτῶν πατέρων· ταπεινὸς δὲ καὶ ἐλεήμων, ἐπὶ τῆς ἡγουμενίας αὐτοῦ, ἅπαντες οἱ ἐν τῷ Ἄθῳ Πατέρες, ἤλεθον ἐν τῷ μυλῶνι τῆς Μονῆς δωρεάν. Ὑπῆρξε δὲ καλλιγράφος, εὐγενὴς καὶ πολλὰ ἐνάρετος. Ὁσίως τε καὶ θεαρέστως πολιτευσάμενος, ἐκοιμήθη ἐν εἰρήνῃ, ἐν σιγῇ καὶ ἀφανείᾳ, ὀλιγὸν μετὰ τὸ ἔτος 1018.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Πολυχρονίας, τῆς μητρὸς τοῦ Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.
Θήλεος φύσιν Πολυχρονία μῆτερ,
Γεωργίου θείου ἀνδρικῶς παρεῖδες.
Ἡ ἔνδοξος καὶ καλλίνικος ἀθληφόρος Πολυχρονία ἀνέτειλεν ὡς ἀστὴρ πίστεως, εὐτεκνίας καὶ εὐψυχίας ἐν Παλαιστίνῃ καὶ κατηύγασε τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα ἀκτῖσιν ἄμφω τῶν αὐτῆς κατορθωμάτων ὡς καὶ τοῦ υἱοῦ αὐτῆς Μεγαλομάρτυρος Γεωργίου. Ἀκολουθοῦσα τῷ υἱῷ της ἐν τῶ σταδίῳ τῆς αὐτοῦ ἀθλήσεως, καὶ ἐνθαῤῥύνουσα αὐτὸν καλῶς τὸν ἀγῶνα τελέσαι, συνελήφθη καὶ ὡδηγήθη εἰς τὸν μαρτύριον. Εὐθαρσῶς ὁμολογήσασα τὸν Χριστόν, πρὸ βήματος δυσσεβοῦντων καὶ παριδοῦσα τὴν ἀσθένειαν τῆς φύσεως ἀνδρικῶς καθυπέμεινεν αἰκισμοὺς καὶ μάστιγας. Ποικιλοτρόπως ἐβασανίσθη καὶ ἀρνηθεῖσα θῦσαι τοῖς ἀψύχοις εἰδώλοις, ἐξέσθη, ἐπὶ ξύλου ἐκρεμάσθη, καὶ λαμπάδων φλογὶ κατεκαύθη. Πάντα ὑπομένουσα ὡσανεὶ ἄλλου πάσχοντος ἐπὶ τοῦ πυρός, παρέδωκεν τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρα,ὁ Ἅγιος Νεομάρτυς Δούκας ὁ ῥάπτης ὁ Μυτιληναῖος, ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1564, ζῶν ἀποδερματισθείς, τελειοῦται.
Δούκας ὁ ῥάπτης ἐκδαρεὶς δορὰν ὅλην,
ἔῤῥαψεν αὐτῷ ἱμάτιον φωσφόρον.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Κιέβου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θαυμαστοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ διὰ Χριστὸν σαλοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀλεξίου τοῦ Ἐγκλείστου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἠλία τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Ὁμολογητοῦ τοῦ Ῥουμάνου

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανός σε ἐδέξω ὦ Νικόλαε Μάρτυς καὶ τῶν Μαρτύρων χορός· μεθ’ ὧν συνεορτάζεις, ὑμνῶν τὸν ἐν Τριάδι, ὁμοούσιον Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὺ σεπτὲ Νεομάρτυς τὸν Χριστὸν Θεὸν Λόγον καθωμολόγεις στεῤῥῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νικηφόρως ὁ Μάρτυς ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, συνήγειρε τὸν κόσμον, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱλασμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ Σὸς Υἱὸς καὶ θεός, πρεσβείαις Σου ἀπαύστοις, πρὸς Ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.







ᾨδὴ η’. Τὸν Βασιλέα.
Κατανικῶνται, Ἀγαρηνοὶ καὶ βελίαρ, ὑπὸ σοῦ Νεομάρτυς ὑμνοῦντος, καὶ ὑπερυψοῦντος, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμος, ὦ Νεομάρτυς ἐδείχθης, μιμηθεὶς τῶν Μαρτύρων τὰ πάθη, ἀνυμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Διακηρύττεις, ὦ Νεομάρτυς τὴν πίστιν, τοῦ Χριστοῦ καὶ τὴν ἄῤῥητον χάριν, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Ἠγαπημένη, παρὰ Θεοῦ Σὺ ὑπάρχεις, Θεοτόκε ὡς τέξασα Λόγον, Ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ τῆς θυσίας σου μάρτυς πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Κύριον τὸν Θεάνθρωπον.
Ὁρῶμεν ἐν Ἁγίοις, Μάρτυρα Κυρίου, κατατρυφῶντα τῆς θείας χαρᾶς καὶ ζωῆς, σὺν πρωτοτόκοις καὶ πᾶσι τοῖς ἐναθλήσασιν.
Ὑμνοῦμεν εὐφροσύνως, Μάρτυρος ἀγάπην, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως αὐτοῦ τελείωσιν.
Θεοτοκίον.
Ἀξίως τὸν Υἱόν Σου, ἁγνὴ εὐφημοῦμεν, τὸν γεννηθέντα ἀφράτως ἐκ Σοῦ ὡς βροτόν, πρὸς σωτηρίαν τοῦ κόσμου καὶ ἀπολύτρωσιν.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Νικόλαον τιμήσωμεν, Κυρίου Νεομάρτυρα, τῆς Μαγνησίας τὸ κλέος, Χριστιανῶν δὲ προστάτην· οὗτος γὰρ τὴν ἀσέβειαν, Ἀγαρηνῶν κατέβαλε, καὶ τὸν Χριστὸν ἐκήρυξε, Θεὸν τῶν πάντων Δεσπότην, καὶ λυτρωτὴν τῶν ἀνθρώπων.
Καὶ τὸ τῆς Ἑορτῆς.















Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Νικόλαον, ὡς Νεομάρτυρα θεῖον, ἐν ψαλμοῖς ὑμνήσωμεν, φιλαγίων σύλλογος καὶ τιμήσωμεν· τὸν Χριστὸν οὗτος γάρ, ἐν τῇ Μαγνησίᾳ, ὡς Θεὸν καθωμολόγησε, Σωτῆρα Κύριον, καὶ ὑπὲρ Αὐτοῦ ἐμαρτύρησε· διὸ καὶ εἰσελήλυθεν, εἰς σκηνὰς Μαρτύρων ὁ ἔνθεος· ἔνθα ἱκετεύει, τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν αὐτοῦ ἄθλησιν, πόθῳ ἑορτάζοντας. (Δίς)

Ὕμνοις τὸν Νικόλαον, Νεομαρτύρων σφραγῖδα, Ἀθλητῶν τὸ καύχημα, οἱ πιστοὶ ὑμνήσωμεν καὶ τιμήσωμεν· ἐν χαρᾷ ἤθλησεν, ὑπὲρ ἀληθείας, αἰκισμοὺς φαιδρῶς ὑπέμεινε, καὶ ἀπεδέξατο, τέλος μαρτυρίου ὁ ἔνδοξος· διὸ καὶ ὁ Θεάνθρωπος, ἔστεψεν ἐν δόξῃ τὸν Μάρτυρα· ἵνα αἰωνίως, συγχαίρῃ τοῖς Ἁγίοις τοῦ Θεοῦ, ἐν οὐρανίοι σκηνώμασιν, ὡς Μάρτυς καλλίνικος.

Ἅπαντες Νικόλαον, τῆς Μαγνησίας τὸ κλέος, καὶ πιστῶν ἀγλάϊσμα, ἐγκωμίοις ᾄσμασιν εὐφημήσωμεν· τὸν Χριστὸν ἔχων γάρ, σταθερῶς ἐν στέρνοις, καὶ τὴν πίστιν τὴν ἀκήρατον, λαμπρῶς ἐτράνωσε, καὶ μαρτυρικῶς κατεκύρωσε· διὸ καὶ εἰσελήλυθεν, εἰς τὰ ἐπουράνια δώματα, μετὰ τῶν Μαρτύρων, τῷ θρόνῳ παριστάμενος Θεοῦ, καὶ μεσιτεύων πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, ἐν ἐγκωμίων ὕμνοις, τὸν τοῦ Χριστοῦ Νεομάρτυρα Νικόλαον ἐπευφημοῦντες, αὐτῷ εἴπωμεν· χαίροις, ὁ τὸν Θεάνθρωπον Χριστὸν ὁλοκαρδίως ἀγαπήσας, καὶ ὑπὲρ Αὐτοῦ διὰ πολλῶν αἰκισμῶν καὶ βασάνων τελειωθείς· χαίροις, ὁ τοὺς δυσσεβεῖς Ἀγαρηνῶν ταπεινώσας, καὶ τὴν ἀληθῆ πίστιν εὐθαρσῶς ὁμολογήσας· χαίροις, Κωμοπόλεως Γιαγιάκιοϊ τὸ βλάστημα, καὶ τῆς Μαγνησίας τὸ καύχημα. Πρέσβευε δεόμεθα, Νεομάρτυς Ἅγιε Νικόλαε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Ἐκκλησίας κλέος, Μαγνησίας ὁ φρυκτωρος, σφραγὶς τῶν Μαρτύρων, ὁμολογίας τύπος, καὶ τῆς Ὀρθοδοξίας τὸ ἐγκαλλώπισμα.




ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Νικολάου Νεομάρτυρος πάντες, ἐν ἐγκωμίων καταστέψωμεν ὕμνοις, ὁμολογίαν ἄθλησιν σεπτὴν τελευτήν· Κύριον γὰρ τὸν Θεάνθρωπον, εὐθαρσῶς ὡμολόγησεν, ὡς ἀμνὸς ἐτύθη δὲ ὑπ’ ἀθέων τυράννων· αὐτοῦ πρεσβείαις Κύριε ἡμῖν, χάριν παράσχου, καὶ ἄφεσιν δώρησαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νικόλαον Μαγνησίας, κλέος τιμῶ. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νικόλαον Μάρτυρα τοῦ Χριστοῦ, ποθῶν ἀνυμνῆσαι, ἱκετεύω Σε παντουργέ, κατάπεμψον Πνεῦμα τοῦ σοφίσαι, τὴν ταπεινήν μου ψυχήν, καὶ τὸν λόγον μου.
Ἰσχὺν δώρησαί μοι Μάρτυς Θεοῦ, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίαν ἀθλήσεως τελείας, καὶ τελευτὴν μαρτυρίου πανθαύμαστον.
Κυρίου τοὺς λόγους ἐνωτισθείς, βίῳ ἠκολούθεις, τῶν Μαρτύρων καὶ Ἀθλητῶν· διὸ ἠξιώθης μαρτυρῆσαι, καὶ ἀνελθεῖν εἰς οὐράνια δώματα.
Θεοτοκίον.
Οὐράνιον δός μοι Μῆτερ Θεοῦ, πόθον εὐσεβείας, καὶ εἰρήνην τοῦ Σοῦ Υἱοῦ, πρὸς δόξαμ Τριάδος τῆς ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου πανάμωμε.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Λυτρωτὴν ὡμολόγεις πρὸ ἀσεβῶν ἔνδοξε, καὶ σκληροὺς δαρμοὺς καθυπέστης, χαίρων ἐν χάριτι· διὸ ἐστέφθης κλεινέ, ὡς Νεομάρτυς Κυρίου, καὶ ζωὴν αἰώνιον, ἐκληρονόμησας.
Ἀξιώσεις ἀνόμων τῇ τοῦ Χριστοῦ χάριτι, πάσας ἀπηρνήθης θεόφρον, μένων στεῤῥότατος, ἐν τῇ ἀγάπῃ Χριστοῦ, Ὃν ὡς Θεὸν ὡμολόγεις, καὶ Μαρτύρων στέφανον, ἐδέξω πάντιμε.
Ὁμοφώνως τιμῶντες, μαρτυρικὴν ἄθλησιν, τὰς τοῦ Νικολάου πρεσβείας, πάντες αἰτούμεθα, πρὸς τὸν Νυμφίον Χριστόν, ὅπως ἡμᾶς ἀξιώσῃ, τοῦ ποθεῖν τὰ κρείττονα, καὶ ἐπουράνια.
Θεοτοκίον.
Νεανίδων προστάτις καὶ μοναχῶν πρότυπον, καὶ τῶν ἀθλουμένων ἀλείπτης, καὶ ἡ ἀντίληψις, ὄντως ὑπάρχει ἁγνή, καὶ τῶν πιστῶν παρακλήρωρ, πάντων ἡ βοήθεια, Κόρη ἀκήρατε.
Ἐνίσχυσον, ὦ Νεομάρτυς Νικόλαε τοὺς σοὺς δούλους, ἵνα πίστιν ὀρθὴν καὶ βίον ποθήσωμεν, καὶ λάβωμεν χάριν τῆς σωτηρίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Χριστὸν τὸν Θεόν, ποθῶν καὶ τὸν Παράδεισον, προσκαίρου ζωῆς, ἐνθέως κατεφρόνησας, Νεομάρτυς ἔνδοξε, Μαγνησίας κλέος καὶ καύχημα· καθορῶν οὖν Αὐτὸν ἐκτενῶς, ἱκέτευε Μάρτυς, ὑπὲρ πάντων ἡμῶν.



ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Μακαρίζομεν Κύριε, τὸν Σὸν Ἀθλητὴν θαυμαστὸν Νικόλαον, μαρτυρίῳ τὸν κηρύξαντα, τὰς Σὰς ἀληθείας παντοδύναμε.
Ἀρετὰς ὦ Νικόλαε, δός μοι Νεομάρτυς τῇ μεσιτείᾳ σου, μετανοίας δὲ κατάνυξιν, καὶ ὁμολογίας θεῖον δώρημα.
Γεηρὰ ὁ Νικόλαος, πάντα ἀπηρνήθη ὁ τρισμάκαριος, καὶ ἐκτήσατο οὐράνια, ἀγαθὰ καὶ στέφος ἀμαράντινον.
Θεοτοκίον.
Νεανίδων ὑπάρχουσα, καὶ παρθένων κλέος καὶ θεῖον πρότυπον, Θεοτόκε ἀειπάρθενε, τὴν ἁγνείαν πᾶσιν ἡμῖν δώρησαι.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ἥλιος Χριστός, σὲ ἐκάλεσε Νικόλαε, τοῦ δωρήσασθαι τοῦ Μάρτυρος τιμήν· σὺ δὲ ἐτύθης, ὡς σφάγιον ἱερώτατον.
Στέφανον φωτός, ἐδωρήσατό σοι Κύριος, καὶ τὴν χάριν τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν· διὸ προστρέχω, εἰρήνην αἰτῶν καὶ λύτρωσιν.
Ἵνα τοῦ ἐχθροῦ, ἐκνικήσω τὰ φρυάγματα, τὰς σὰς λιτὰς Νικόλαε ἐκζητῶ, πρὸς τὸν Σωτῆρα, τὸν ἡμῖν διδόντα ἄφεσιν.
Θεοτοκίον.
Ἄνασσα ἁγνή, ἐκ κινδύνων σῶσον ἅπαντας, ταῖς μητρικαῖς πρεσβείαις Σου πρὸς Χριστόν, καὶ πρὸς ἁγίαν, ζωὴν πιστοὺς καθοδήγησον.

ᾨδὴ στ’. Τὴν δέησιν.
Στερεώσον, τῶν πιστῶν τὸ φρόνημα, σαῖς πρεσβείαις Νεομάρτυς πρὸς Λόγον, καὶ πρὸς Χριστοῦ, ἐντολὰς καθοδήγει, τῶν Ὀρθοδόξων λαὸν ὦ Νικόλαε· καὶ στήριξον πάντας ἡμᾶς, ἐν ἀσκήσει καὶ βίᾳ πανένδοξε.
Κραταίωσον, τὴν ψυχήν μου ἔνδοξε, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πρὸς σέ, ὦ Νικόλαε κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος δέομαι, καὶ δέομαι ἐκ πειρασμῶν, καὶ παθῶν σαῖς λιταῖς διαφύλαξον.
Λιτάζομεν, εὐλαβῶς Νικόλαον, Νεομάρτυρα Χριστοῦ Μαγνησίας· ἵνα αὐτοῦ, μιμησάμενοι πόθῳ, τὴν προθυμίαν καὶ ζῆλον τὸν ἔνθεον, ὁμολογίαν τε Χριστοῦ, θείας δόξης Αὐτοῦ ἀπολαύσωμεν.
Θεοτοκίον.
Ἐῤῥύσθημεν, ἁμαρτίας ἅπαντες, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, διὰ Σταυροῦ δὲ ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχῆς ἀναφαίρετον.
Ἐνίσχυσον, ὦ Νεομάρτυς Νικόλαε τοὺς σοὺς δούλους, ἵνα πίστιν ὀρθὴν καὶ βίον ποθήσωμεν, καὶ λάβωμεν χάριν τῆς σωτηρίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν πιστῶν κλέος πέλεις Νεομάρτυς Νικόλαε, καὶ Μαρτύρων ὑπάρχεις σφραγὶς θεοδώρητος, τῇ ἐκχύσει ὑπὲρ Χριστοῦ σοῦ αἵματος στεῤῥέ· διὸ ἔλαβες παρὰ Θεοῦ, σαββατισμὸν ἐν οὐρανοῖς, καὶ χαρὰν ἀνεκλάλητον· σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ εὐφημούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, τὸν μόνον πολυέλεον.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε τὸν Νικόλαον, ὡς Νεομάρτυρα θεῖον, ἐν ψαλμοῖς ὑμνήσωμεν, φιλαγίων σύλλογος καὶ τιμήσωμεν· τὸν Χριστὸν οὗτος γάρ, ἐν τῇ Μαγνησίᾳ, ὡς Θεὸν καθωμολόγησε, Σωτῆρα Κύριον, καὶ ὑπὲρ Αὐτοῦ ἐμαρτύρησε· διὸ καὶ εἰσελήλυθεν, εἰς σκηνὰς Μαρτύρων ὁ ἔνθεος· ἔνθα ἱκετεύει τὸν Κύριον λυτρώσασθαι ἡμᾶς, τοὺς τὴν σεπτὴν αὐτοῦ ἄθλησιν, πόθῳ ἑορτάζοντας.












ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανός σε ἐδέξω ὦ Νικόλαε Μάρτυς καὶ τῶν Μαρτύρων χορός· μεθ’ ὧν συνεορτάζεις, ὑμνῶν τὸν ἐν Τριάδι, ὁμοούσιον Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὺ σεπτὲ Νεομάρτυς τὸν Χριστὸν Θεὸν Λόγον καθωμολόγεις στεῤῥῶς, καλῶν τοὺς Ὀρθοδόξους, συμψάλλειν ὁμοφρόνως, καὶ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νικηφόρως ὁ Μάρτυς ἐναθλῶν ἐν σταδίῳ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, συνήγειρε τὸν κόσμον, γεραίρειν τὸν Σωτῆρα, καὶ συμψάλλειν ἐν χάριτι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱλασμὸν καταπέμπει τοῖς βροτοῖς Θεοτόκε ὁ Σὸς Υἱὸς καὶ θεός, πρεσβείαις Σου ἀπαύστοις, πρὸς Ὃν πανευγνωμόνως, ἐν ᾠδαῖς πάντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η’. Τὸν Βασιλέα.
Κατανικῶνται, Ἀγαρηνοὶ καὶ βελίαρ, ὑπὸ σοῦ Νεομάρτυς ὑμνοῦντος, καὶ ὑπερυψοῦντος, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐρανοδρόμος, ὦ Νεομάρτυς ἐδείχθης, μιμηθεὶς τῶν Μαρτύρων τὰ πάθη, ἀνυμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Διακηρύττεις, ὦ Νεομάρτυς τὴν πίστιν, τοῦ Χριστοῦ καὶ τὴν ἄῤῥητον χάριν, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Ἠγαπημένη, παρὰ Θεοῦ Σὺ ὑπάρχεις, Θεοτόκε ὡς τέξασα Λόγον, Ὃν σὺν Ἀσωμάτοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ τῆς θυσίας σου μάρτυς πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Κύριον τὸν Θεάνθρωπον.
Ὁρῶμεν ἐν Ἁγίοις, Μάρτυρα Κυρίου, κατατρυφῶντα τῆς θείας χαρᾶς καὶ ζωῆς, σὺν πρωτοτόκοις καὶ πᾶσι τοῖς ἐναθλήσασιν.
Ὑμνοῦμεν εὐφροσύνως, Μάρτυρος ἀγάπην, ὁμολογίαν θυσίαν καὶ πάθος σεπτόν, καὶ εὐφημοῦμεν ἐνθέως αὐτοῦ τελείωσιν.
Θεοτοκίον.
Ἀξίως τὸν Υἱόν Σου, ἁγνὴ εὐφημοῦμεν, τὸν γεννηθέντα ἀφράτως ἐκ Σοῦ ὡς βροτόν, πρὸς σωτηρίαν τοῦ κόσμου καὶ ἀπολύτρωσιν.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Ἐκκλησίας κλέος, Μαγνησίας ὁ φρυκτωρός, σφραγὶς τῶν Μαρτύρων, ὁμολογίας τύπος, καὶ τῆς Ὀρθοδοξίας, τὸ ἐγκαλλώπισμα.
Τὸν ἐν Νεομάρτυσιν θαυμαστόν, Νικόλαον ὕμνοις, εὐφημήσωμεν εὐλαβῶς, ὡς ἀμνὸν τυθέντα, πρὸς δόξαν τοῦ Κυρίου, νικήσαντα δὲ πίστει, δεινὴν ἀσέβειαν.
Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Νικόλαον νέον, τὸν θεόφρονα καὶ στεῤῥόν, Μάρτυρα Κυρίου, ἀθλήσαντα γενναίως, ἐν πόλει Μαγνησίας, ὑπὲρ τῆς πίστεως.
Φύλαττε Νικόλαε τοὺς πιστούς, τοὺς ἐμμελετῶντας, τὴν σὴν ἄθλησιν καὶ ζωήν, ἐκ παθῶν ποικίλων, καὶ πάσης ἁμαρτίας, ἀνάγκης ἀσθενείας, καὶ περιστάσεως.
Τὸν ἀναιρεθέντα διὰ Χριστόν, Νικόλαον θεῖον, Ἐκκλησίας πιστὸν βλαστόν, ἐν ὕμνοις τιμῶμεν, καὶ λόγοις εὐφημοῦμεν, ὡς Μάρτυρα Κυρίου, περιφανέστατον.
Δίδαξόν με Μάρτυς ὁμολογεῖν, Τριάδα Ἁγίαν, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ θεῖον, Μονάδα κατ’ οὐσίαν, τὸν μόνον Ζωοδότην, Θεὸν καὶ Κύριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Νεομάρτυρα Χριστοῦ, ἔνθεον Νικόλαον ὕμνοις, πιστοὶ τιμήσωμεν, Κύριον Θεάνθρωπον, ὁμολογήσαντα, ὡς οἱ Μάρτυρες ἅπαντες, μεθ’ ὧν σαββατίζει, ἐν τοῖς θείοις δώμασιν τῆς οὐρανίου Σιών· ἔνθα ἱκετεύει ἀπαύστως, Λόγον τὸν φιλάνθρωπον δοῦναι, τοῖς αὐτὸν τιμῶσιν ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


                                  




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου