Τετάρτη 18 Σεπτεμβρίου 2019

ΙΟΥΝΙΟΣ 21. ΠΑΝΑΓΙΑ ΞΥΝΙΑΔΑ ΦΘΙΩΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ ΚΑ΄!!
ΠΑΝΑΓΙΑ ΞΥΝΙΑΔΑ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα. ἱστώμεν στίχους στ᾿ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Θεοτόκου. Ἦχος α´. Ὦ τοῦ παραδόξου θαύματος!
Ὦ τοῦ παραδόξου θαύματος! ἡ Παρθένος Ἁγνή, ὡς λυχνίαν πάμφωτον, Εἰκόνα τὴν ἑαυτῆς, ἡμῖν ἀνέδειξεν τὴν πάλαι ὑπὸ τὴν γῆν, κεκαλυμμένην καὶ ἄγνωστον πέλουσαν, πηγάζουσαν μυστικῶς, ἁγιασμὸν τοῖς ἐν πίστει κραυγάζουσι. Κεχαριτωμένη χαῖρε, Ἐλεοῦσα Ἄχραντε ἡ παρέχουσα πᾶσιν, ἀγαλλίασιν καὶ ἴασιν.

Βαβαὶ τῆς σῆς προμηθείας Ἁγνή! ἧς πρὸς τὸ χωρίον Ξυνιὰς ἀνέδειξας· ὡς δῶρον ·γὰρ θαυμαστόν, τούτῳ δεδώρησαι, καὶ στήλην περιφανῆ, τῆς πρὸς αὐτὸ προστασίας σου Δέσποινα, Εἰκόνα σου τὴν σεπτήν, ἣν ἐμφανεία τῇ σῇ ἐφανέρωσας, διὰ τοῦ παιδὸς Παρθένε, βλύζουσαν ἑκάστοτε τοῖς πιστῶς προσιούσιν, Ἐλεοῦσα θεῖον ἔλεος.

Τῆς σῆς Εἰκόνος τὴν εὕρεσιν, Κεχαριτωμένη, Κόρη ἑορτάζοντες, πανήγυριν ἱεράν, νῦν συγκροτοῦμεν σοι ἐπλήρωσας γὰρ ἡμᾶς, πνευματικῆς εὐφροσύνης καὶ χάριτος, ἡνίκα ταύτην ἡμῖν, τῇ εὐδοκία τῇ σῇ απεκάλυψας. Ὅθεν δίδου Θεοτόκε, ἄνωθεν τὴν χάριν σου, τοῖς οἰκοῦσιν ἐν τούτῳ, τῷ χωρίῳ καὶ ὑμνοῦσι σε.

Προσόμοια ἕτερα. Ἦχος δ´ Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς εὑρέσεως Δέσποινα, τῆς ἁγίας Εἰκόνος σου, μνείαν ἑορτάζοντες εὐφραινόμεθα· ὅτι αὐτὴν ἡμῖν δέδωκας, ὡς θεῖον θησαύρισμα, τῶν πολλῶν σου οἰκτιρμῶν, καὶ τῆς σῆς ἀγαθότητος, ὄλβον ἄσυλον, Ἐλεοῦσα Παρθένε· διὰ τοῦτο, τὰ πολλὰ σου μεγαλεῖα μεγαλόφωνως δοξάζομεν.

Ἐπαλλήλως τεθέασαι, ἐν μορφῇ μελανείμονος, γυναικὸς Θεονυμφε ὡς ηὐδόκησας, τῷ νεανίσκῳ καὶ εἴρηκας, αὐτῷ τὴν Εἰκόνα σου, ἐκβαλεῖν ἀπὸ τῆς γῆς, ἢν εὑρόντες ἐπλήσθησαν, θείας χάριτος, τῆς Ξυνιάδος οἱ κάτοικοι Παρθένε, ἀνυμνοῦντες τὴν σὴν δόξαν, καὶ τῶν θαυμάτων τὸ μέγεθος.
         
Τοὺς ἐν πίστει προστρέχοντας, τῇ ἁγίᾳ Εἰκόνι σου, καὶ τὴν σὴν ἀντίληψιν καὶ βοήθειαν, ἐπιζητοῦντας ἑκάστοτε, κινδύνων καὶ θλίψεων, καὶ παντοίων πειρασμῶν ἀνωτέρους διάσωζε, ταῖς πρεσβείαις σου, Ἐλεοῦσα Παρθένε Θεοτόκε, ἡ ἑτοίμη προστασία ἡμῶν καὶ μέγα προσφύγιον.

Δόξα, καί. νῦν. Ἦχος πλ. δ´
Τὴν ἐν ἀνθρώποις ἆραν, ἐξ ἧς ὁ θάνατος προῆλθε, τῷ σῷ τόκῳ ἀνέτρεψας, τὴν αἰώνιον ζωὴν βλαστήσασα, Χριστὸν τὸν Θεὸν ἡμῶν ἀγαθῶν γὰρ πηγή, καὶ εὐλογίας πέλαγος ὤφθης, ὡς Μήτηρ πανάφθορος, τοῦ προελθόντος ἐκ λαγόνων σου ἀφράστως, Θεοτόκε Ἀειπάρθενε. Καὶ νῦν σπλάχνοις μητρικοῖς, ἡμῶν προνοουμένη, τὴν σὴν ἁγίαν Εἰκόνα δέδωκας, τὴν ὑπὸ γῆν τελοῦσαν πλείστοις ἔτεσιν. Ἀλλ᾿ ὢ Δέσποινα Πανύμνητε, καὶ Ἐλεοῦσα Κόρη, μὴ παύσῃ ἰλεουμένη, τὸν ἐν ἐλέει πλούσιον Κύριον, τοῖς ἀεὶ προσιούσι τῇ σκέπῃ σου.

Εἴσοδος, Φῶς Ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Γενέσεως τὸ Ἀνάγνωσμα. (Κβ. κη᾿ 10)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ᾿ ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῆ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτὴν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματι σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματι σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὑ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὑ μὴ σὲ ἐγκαταλίπω, ἕως τοῦ ποίησαι με πάντα ὅσα ἐλάλησα σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἐστὶ τοῦτο, ἀλλ᾿ ἡ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27-μδ᾿ 1)
Ἕσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ αὕτη ἢν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλησμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὑ μὴ διέλθῃ δι᾿ αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. Θ-1)
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα. Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσετε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἐλέγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἐλέγχε κακούς, ἵνα μὴ μισήσωσε σε· ἐλέγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ Ἁγίων σύνεσις τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεται σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἐπιφανεῖσα Παρθένε, ᾧ ἠθέλησας σχήματι, τῆς σῆς εὐνοίας τὰς δωρεάς, ἡμῖν πλουσίως ἐξέφηνας· καὶ τῇ ἐκφάνσει τούτων, τῆς σῆς Εἰκόνος τῇ εὑρέσει, τῶν πιστῶν τὰς ψυχὰς ἐπτέρωσας, τὰ ἄνω ποθεῖν καὶ ζητεῖν καὶ μὴ πτοείσθαι τὰ βέλεμνα, τοῦ ἀοράτου ἐχθροῦ· τῇ γὰρ χάριτι σου σπεύδομεν, ἐν εὐκαιρίαις καὶ θλίψεσι καὶ πόνων ῥυόμενοι, καὶ τῷ Υἱῷ σου οἰκειούμενοι, ἀεὶ ἐκβοῶμεν σοι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β´.
Ἡ τὸν Θεὸν ἀφράστως τεκοῦσα, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἡ τῶν ἀνθρώπων τὸ γένος, πολλαχὼς εὐεργετοῦσα, ὡς τοῦ ἐλέους χορηγός, καὶ τῶν Ἀγγέλων Βασιλίς, ἐν τῷ χωρίῳ Ξυνιάδι, τὴν ἱερὰν αὐτῆς Εἰκόνα, ἔναγχος ἡμῖν ἐφανερωσε· δεῦτε πάντες οἱ περίοικοι, καὶ εὐσεβείας οἱ τρόφιμοι, ταύτην μεγαλύνωμεν ὅτι ηὐδόκησεν ἡμῖν τοῖς ταπεινοῖς, ἐνεργεστέραν ποιήσαι, τὴν παρουσίαν αὐτῆς διὰ τῆς σεπτῆς αὐτῆς Εἰκόνος· καὶ ταύτῃ ἐκβοήσωμεν. Πανύμνητε Δέσποινα, ὡς ἐλεούσα ἅπαντας, δέχου τὰς φωνὰς ἡμῶν, καὶ δίδου ἡμῖν ἄνωθεν, τὴν ταχυτάτην σου βοήθειαν.




Ἦχος γ´.
Ὡς κρίνον Γραφικῶς τοῦ ἀγροῦ, καὶ πανευῶδες ἄνθος, ἡ σὴ πάντιμος Εἰκών, ἐκ τῶν λαγόνων τῆς γῆς ἀνέτειλε, Παναγία Μητροπάρθενε· καὶ τῇ ὀσμὴ τῆς σῆς συμπαθείας καὶ τῇ εὐωδίᾳ τοῦ ἐξ αὐτῆς προϊόντος ἁγιασμοῦ, τὰς ψυχὰς ἡμῶν ἁγιάζει, καὶ σωμάτων ὀξύνας ἰᾶται, καὶ πᾶσι παρέχει, τὰ πρὸς σωτηρίαν αἰτήματα· ἡ γὰρ αὕτη χάρις σου, ἀφθόνως ἐκκέχυται διὸ οἱ τοῦ χωρίου τούτου κάτοικοι, ἐν σοὶ ἀγαλλιώνται, καὶ τῇ εὑρέσει ταύτης, ἑορτὴν λαμπρὰν ἄγουσι, καὶ εὐφήμοις χείλεσι, τὰ μεγαλεία σου κηρύττουσι· μεθ᾿ ὧν καὶ ἡμεῖς βοῶμέν σοι· χαῖρε μόνη Ἀειπάρθενε, ἡ ἐλεούσα ἅπαντας καὶ πᾶσιν αἰτουμένη, ζωὴν τὴν αἰώνιον.

Δόξα. Καὶ νῦν. Ἦχος δ´.
Τῶν Χριστονύμων τὰ στίφη, δεῦτε μεγαλύνωμεν, τήν τῳ ἀσπόρῳ αὐτῆς τόκῳ, μεγαλύνασαν τὸ γένος ἡμῶν, Θεοτόκον τὴν Ἄχραντον μεγάλων δωρεῶν γὰρ ἡμᾶς ἠξίωσε, τεκοῦσα ἐν σαρκί, τὸν λύσαντα θανάτου τὸ κράτος, καὶ τῆς αἰωνίου ζωῆς, τὰς πύλας πᾶσιν ἀνοίξαντα, καὶ ἄρτι δεδωκυῖαν ἡμῖν, τὸ ἱερὸν αὐτῆς Ἐκτύπωμα, φανερώσασα αὐτό, ὢ οἶδε τρόπῳ· καὶ ἐν εὐλαβείᾳ καὶ πίστει, πρὸς αὐτὴν βοήσωμεν· χαῖρε Κόρη Ἀειπάρθενε, πολύφωτον ὄχημα τῆς εὐδοκίας τοῦ Πατρὸς ἐξ ἧς ὁ Υἱὸς καὶ Λόγος σὰρξ ἐγένετο, συνεργεῖᾳ τοῦ Πνεύματος, καὶ πρὸς τὴν ἀρχαίαν εὔκλειαν ἀνεκαλέσατο, τοὺς πιστῶς προσκυνοῦντας τὸν ἄσπορον τόκον σου.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις Θεογεννῆτορ Ἁγνή, ἡ κιβωτὸς τοῦ νοητοῦ ἁγιάσματος, ἡ φέρουσα ἐν ἀγκάλαις, τὸν νομοδότην Θεόν, τὸν τὴν ἁμαρτίαν ἀφανίσαντα· ὁ θρόνος ὁ πάγχρυσος, τοῦ τῶν ὅλων Δεσπόζοντος· ὄρος τὸ μέγα, τὸ δασὺ καὶ κατάσκιον, ταῖς τοῦ Πνεύματος, δωρεαῖς τε καὶ χάρισι στάμνος ζωῆς ἡ φέρουσα, τὸ μάννα τὸ ἄϋλον, τὸ τὰς ψυχὰς διατρέφον, τῶν μετεχόντων ἐκ πίστεως, Χριστὸν τὸν Σωτῆρα, τὸν παρέχοντα τοῖς πᾶσι, τὸ μέγα ἔλεος.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Ὤφθης, ὡς μελαμφόρος γυνή, τῷ νεανίσκῳ ἐπαλλήλως Πανάχραντε, καὶ τούτῳ ἀποκαλύπτεις τὴν κεκρυμμένην ἐν γῇ, θείαν σου Εἰκόνα Παντευλόγητε ἢν πόθῳ εὑράμενοι, χαρμονῆς ἐπληρώθησαν, οἱ ἐν Ξυνιάδι, τῷ χωρίῳ γεραῖροντες, τῶν θαυμάτων σου, Θεοτόκε τὰς χάριτας θείαν γὰρ ὡς ἐπίσκεψιν, τῆς σῆς ἀγαθότητος, τὴν εὕρεσιν τῆς Εἰκόνος, τῆς ἱερᾶς σου ἡγήσαντο, ἢν πίστει τιμῶντες, ἀνυμνοῦμεν σε ἀπαύστως, καὶ μεγαλύνομεν.



Στίχ. Τὸ πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίροις τῶν θλιβομένων χαρά, τῶν ἐν ὀδύναις καὶ ἀνάγκαις ἡ λύτρωσις, τοῦ κόσμου ἡ σωτηρία, ἁμαρτωλῶν προσφυγή, καταπεπτωκότων ἐπανόρθωσις· Ξυνιάδος βοήθεια, καὶ βεβαία ἀντίληψις· ἡμᾶς γὰρ Κόρη, ἐπεσκέψω καὶ ἔπλησας, πολλῆς χάριτος, τῇ πανσέπτῳ Εἰκόνι σου. Ὅθεν ταύτης τὴν εὕρεσιν, πιστῶς ἑορτάζοντες, χαριστηρίους ᾠδὰς σοι, ἀπὸ ψυχῆς ἀναμέλπομεν. Ἀλλ᾿ ὦ Θεοτόκε, τὸ χωρίον τοῦτο σκέπε, πάσης κακώσεως.

Δόξα, καὶ νῦν. Ἦχος πλ. β´.
Σήμερον ἡ Πάναγνος Παρθένος, πρὸς πανδαισίαν, μυστικὴν ἡμᾶς συγκαλεῖται, ἐν τῇ εὑρέσει τῆς ἱερᾶς αὐτῆς Εἰκόνος, ὡς ἂν τῶν ἀφθόνων δωρεῶν αὐτῆς τρυφήσωμεν· δεῦτε οὖν, ἐν συνειδότι καθαρῶ, τῇ τοῦ Θεοῦ Μητρὶ προσέλθωμεν, καὶ σέβας καὶ τιμὴν καὶ προσκύνησιν, ταύτῃ ἀπονείμωμεν, .διὰ τῆς σεπτῆς αὐτῆς Εἰκόνος ὁ γὰρ τὸν τύπον τιμῶν, τὸ πρωτοτύπον δοξάζει, καὶ λαμβάνει παρ’ αὐτοῦ ἱλασμὸ ἁμαρτιῶν, καὶ τὸ θεῖον ἔλεος.

Νῦν ἀπολύεις, τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὴν θείαν σου Εἰκόνα Ἐλεοῦσα Πανάχραντε, ὑπὸ τὴν γῆν κεκρυμμένην, θαυμαστῶς ἐφανέρωσας· διὸ οἱ ἐν Ξυνιάδι εὐσεβεῖς, προσπίπτοντες αὐτῇ πανευλαβῶς, τῆς σῆς χάριτος τρυγῶμεν τὰς δωρεᾶς, καὶ πόθῳ ἐκβοῶμεν σοι· δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τῇ σῇ χρηστότητι, δόξᾳ τῇ πρὸς ἡμᾶς σου προμήθειᾳ Δέσποινα, ἐκ γ

Καὶ Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´. Στιχολογίαν. Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι ὁρῶντες, πληρούμεθα χαρᾶς, Ἐλεοῦσα Παρθένε, καὶ χάριν λαμβάνομεν, καὶ παθῶν ἀπολύτρωσιν, ταύτῃ σπεύδοντες, καὶ εὐλαβῶς προσκυνοῦντες, ὡς Μητέρα σε, τοῦ τῶν ἁπάντων Δεσπότου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. (δίς)

Μετὰ τὴν β´. Στιχολογίαν. Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα.
Τὴν σὴν ὑπέρτιμον, Εἰκόνα Δέσποινα, ὡς ἱλαστήριον, θεῖον πλουτήσαντες, πίστει προσπίπτοντες θερμή, λαμβάνομεν τὰς ἰάσεις, καὶ ψυχῆς καὶ σώματος, ἐνεργεῖᾳ τῇ κρείττονι, καὶ τὴν ταύτης εὕρεσιν, ἱερῶς ἑορτάζοντες, βοῶμεν σοι Παρθένε προθύμως· χαῖρε ἡ Κεχαριτωμένη. (δίς)

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ´ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ τὴν σεπτὴν σου καὶ ἁγίαν Εἰκόνα, ἀποκαλύψασα ἡμῖν Θεοτόκε, ὡς θησαυρὸν τῆς πρὸς ἡμᾶς ἀγάπης σου, σκέπε καὶ διάσῳζε, ἀπὸ πάσης ἀνάγκης, τοὺς τὴν ταύτης εὕρεσιν, ἑορτάζοντας πόθῳ καὶ ἐκβοῶντας πίστει ἀληθεῖ· χαῖρε Παρθένε, Ξυνιάδος ἀντίληψις. (δίς)

Τὸ α΄ ἀντίφωνον τοῦ δ´ Ἤχου
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Στίχ. Τὸ πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον κατὰ Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...
Ὁ Ν´ Ψαλμὸς
Δόξα. Ταῖς τῆς Θεοτόκου.
Καὶ νῦν. Ταῖς τῆς Παναχράντου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με ὁ Θεὸς …
Προνοουμένη μητρικως, τῆς τῶν πιστῶν σωτηρίας, ποικίλοις τρόποις ἐκφαίνεις, τὴν πρὸς ἡμᾶς κηδεμονίαν σου, Θεοτόκε Παρθένε ἔνθεν πᾶσαν γλῶσσαν κινεῖς, πρὸς δοξολογίαν τῶν πρὸς ἡμᾶς σου δωρεῶν, καὶ τῆς πολλῆς συμπαθείας, καὶ τῆς ὀξυτάτης προστασίας. Ἀλλ᾿ ὢ φιλάγαθε Δέσποινα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.






Εἶτα ὁ κανὼν οὑ ἡ ἀκροστιχίς: Σὺ εἰ Ἐλεοῦσα ἡμῶν σκέπη. Γερασίμου. Μ. Μ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Σοφίας θησαύρισμα θεϊκῆς, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, σοφίαν παράσχου μοι τῷ λόγῳ, χαριστηρίους ᾠδάς σοι προσάδοντι.
ψόθεν ἐπέστης ξένη μορφή, καὶ εἴρηκας Κόρη, νεανίσκῳ τῷ εὐσεβεῖ, τὴν σὴν ἐξαρεῖν σεπτὴν Εἰκόνα, τὴν κεκρυμμένην ἐν γῇ πλείστοις ἔτεσι.
ξέστησαν Κόρη οἱ εὐσεβεῖς, ἐν τῇ Ξυνιάδι, ἐφευρόντες ὑπὸ τὴν γῆν, Εἰκόνα σου ἤδη τὴν ἁγίαν, καὶ τὴν πολλὴν σου χρηστότητα ὕμνησαν.
λέῳ σου ὄμματι μητρικώς, ἐπιβλέψον Κόρη, τοὺς ἑστῶτας πανευλαβῶς, πρὸ τῆς Παναγίας σου Εἰκόνος, καὶ πᾶσι δίδου τὴν χάριν σου Ἄχραντε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
παλλήλως ἐπώφθης, μελεμβαφὲς φέρουσα, σχῆμα τῷ πιστῷ νεανίσκῳ, ᾧ καὶ ἐγνώρισας, τὴν εὐδοκίαν σου, περὶ τῆς σῆς ἐν εἰκόνι, ἐμφερείας Δέσποινα, Θεοχαρίτωτε.
Λύτρον ἔτεκες κόσμου, ἐκ τῆς ἀρᾶς Ἄχραντε, τὸν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, ἑξαφανίσαντα, νῦν δὲ δεδώρησαι, ἡμῖν προσφύγιον μέγα, τὴν σεπτὴν εἰκόνα σου, καὶ χαριτόβρυτον.
κ τῆς σῆς ἀγλαΐας, τῆς μυστικῆς Ἄχραντε, καταυγαζομένη ἀΰλως, ἡ σὴ ἐμφέρεια, ἀκτῖνας χάριτος, ἐν ἐνεργεῖᾳ ἀΰλῳ, πᾶσιν ἐπαφίησι, τοῖς σὲ γεραίρουσι.
Οἱ χωρίου Ξυνιάδος, θεοσεβεῖς κάτοικοι, ᾄσατε ἐόρτιον ὕμνον, τῇ Θεομήτορι, ὅτι δεδώρηται, ἡμῖν αὐτῆς τὴν εἰκόνα, ὑπὸ γῆν τὸ πρότερον, τελοῦσαν ἄγνωστον.

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἡλίου λαμπρότερον, ἡ προστασία ἡ σή, ἐκλάμπει Πανάμωμε, ἐν τῷ χωρίῳ ἡμῶν, καὶ πᾶσαν σκοτόμαιναν, λύει παθῶν ποικίλων, καὶ δαιμόνων μανίαν, τάχιστα ἀφανίζει, καθ᾿ ἡμῶν κινουμένην διὸ Θεοχαρίτωτε, χρεωστικῶς σὲ δοξάζομεν. (δίς)

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
δωρ θείας χρηστότητος, ὡς πηγὴ ἐλέους καὶ ἀγαθότητος, Ἐλεοῦσα βλύσον Δέσποινα, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.
Συνελθόντες ἀρύσασθε, ἔλεος καὶ χάριν καὶ ἀγαλλίασιν, ἐκ τοῦ Θείου κτυπώματος, τῆς σωματωσάσης τὸν Θεὸν ἡμῶν.
Ἀπειρόγαμε Δέσποινα, ἐκ πικρῶν σκανδάλων καὶ πάσης θλίψεως, ἀνωτέρους διαφυλάττε, τοὺς ὑπὸ τὴν σκέπην σου προστρέχοντας.
θερμή σου βοήθεια, τοὺς ἐν Ξυνιάδι ἐξαίρει Ἄχραντε, πειρασμῶν καὶ περιστάσεων, πίστει προσιόντας τῇ Εἰκόνι σου.
ᾨδή ε´. Φώτισον ἡμᾶς.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, ἐκδυσώπει τὸν Υἱόν σου ἐκτενῶς, τοῦ δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.
φθη ἐκ τῆς γῆς, ὡς χρυσίον πολυτίμητον, Ἐλεοῦσα ἡ ἁγία σου Εἰκών, καὶ πλουτίζει τὰς ψυχὰς ἡμῶν ἐν χάριτι.
Νέαν ἑορτήν, συγκροτοῦμεν σοι Πανύμνητε, τῆς Εἰκόνος σου τὴν εὕρεσιν ᾠδαῖς, μεγαλύνοντες καὶ πόθῳ σε δοξάζοντες.
Στήριγμα γενοῦ, τῆς Ξυνιάδος καὶ ἑδραίωμα, τοῖς τιμῶσι Ἐλεοῦσα εὐλαβῶς, τῆς Εἰκόνος σου τὴν εὕρεσιν Πανύμνητε.

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Κατεῖδέ σε, ὁ παῖς ὁ ἄκακος Κόρη, μελανείμονα καθ᾿ ὕπαρ Παρθένε, καὶ ἀναγγείλας πιστοῖς τὴν σὴν ὄψιν, τῆς ἀληθείας οὐδόλως διήμαρτον, Εἰκόνα σου γὰρ τὴν σεπτήν, ὑπὸ γῆν κεκρυμμένην ἀνεύραντο.
πήρθη, τῆς σῆς Εἰκόνος ἡ χάρις, ὑπεράνω νεφελῶν Θεοτόκε, καὶ τῆς ἀφέσεως ὕδωρ ὀμβρίζει, καὶ γλυκασμὸν οὐρανίου χρηστότητος, τοῖς ἀνυμνούσιν εὐσεβῶς, τὸ τοῦ τόκου σου μέγα μυστήριον.
Παρέχει, ἁγιασμὸν τοῖς αἰτοῦσι, καὶ δεινῶν ἀπαλλαγὴν πολυτρόπων, ἡ τῇ σεπτῇ σου Εἰκόνι συνοῦσα, ἰσχὺς καὶ χάρις Παρθένε σωτήριος· διὸ ὁ θετός σου ναός, ἰατρεῖον πιστοῖς ὤφθη ἄμισθον.
πάντων, καταφυγὴ καὶ προστάτις, Ἐλεοῦσα Θεοτόκε Παρθένε, τῶν ἐν χωρίῳ Ξυνιάδι οἰκούντων, μὴ διαλίπῃς ἀεὶ προστατεύουσα, τῶν καταφύγιον θερμόν, κεκτημένων τὴν θείαν Εἰκόνα σου.

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῆς θείας Εἰκόνος σου, πνευματικὴν ἑορτὴν συστησάμενοι, ὑμνοῦμεν Παρθένε τὴν χάριν σου, καὶ ἐκ ψυχῆς Θεοτόκε βοῶμεν σοι· Σὺ εἰ τῶν πιστῶν καταφύγιον.
Ὁ Οἶκος.
Ἡ Θεὸν μετὰ σώματος τέξασα, τῷ ἀκάκῳ παιδὶ ὤφθης Ἄχραντε, ὀρατῶς ἐπαλλήλῳ θεάματι, ἐν μελαίνῃ στολῇ ὡς ηὐδόκησας, καὶ δι᾿ αὐτοῦ πᾶσιν ἡμῖν, τὴν κεκρυμμένην ὑπὸ γῆν, ἐγνώρισας Εἰκόνα· ἢν ἰδίῳ εὐρόντες καιρῷ, τῆς σῆς ἀγάπης τοὺς οἰκτιρμούς, καὶ τὴν περὶ ἡμᾶς σου προμήθειαν πολλήν, ὑμνήσαμεν Παρθένε, καὶ ἐτι ὑμνοῦμεν, καὶ οὑ παυσόμεθα ὑμνεῖν ἐν στόματι εὐφήμῳ· καὶ τῇ ἁγίᾳ σου προσπίπτοντες Εἰκόνι, βοῶμεν ἐν κατανύξει ψυχῆς. Τόδε τὸ χωρίον, ὁ τῇ εὑρέσει τῆς σῆς ἐλάμπρυνας καὶ ἡγίασας μορφῆς, σκέπε καὶ διάσῳζε καὶ φύλαττε ἀσινές, ἐκ πάσης ἀνάγκης, παρέχουσα αὐτῷ ἀεί, τῆς σῆς προστασίας τὰς δωρεάς, ὅτι σὺ εἰ τῶν πιστῶν καταφύγιον.




Συναξάριον.
Τῇ ΚΑ´ τοῦ αὐτοῦ μηνός, ἑορτάζομεν τὴν εὕρεσιν τῆς ἁγίας Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου τῆς Ἐλεούσης», εὑρεθείσης ἐν ἔτει σωτηρίῳ 1962 ἐν τῷ χωρίῳ Ξυνιάδι τῆς ἐπαρχίας Δομοκού.
Ἔλεος πηγάζουσα ὦ Ἐλεοῦσα
Ἡ Εἰκών σου δέδοται ἡμῖν ἐκ γαίης.
Εἰκάδι γῆθεν Εἰκὼν Θεοκύμονος πρώτη φαάνθη.
Ἡ ἁγία καὶ πάνσεπτος αὔτη εἰκὼν τῆς Πανάγνου Θεομήτορος, εὕρηται τῷδε τρόπῳ ἐν τῷ χωρίῳ, οὑ ἡ κλῆσις Ξυνιάς, κειμένῳ ἐν τῇ ἐπαρχία Δομοκοὺ᾿ ἐμφανισθεῖσα γὰρ ἡ τῶν Ἀγγέλων βασιλὶς νεανίσκῳ τινὶ ὀκταετεῖ, Ἀθανασίω Σύρῳ καλουμένῳ ἐν σχήματι μελανείμονος γυναικός, ἐν ὀρατῇ καθ᾿ ὕπαρ ἐμφανεία, εἴρηκεν αὐτῷ ὅτι ἐκεῖ ποῦ κέκρυπται ὑπὸ γῆν ἡ τῆς ἐμφερείας αὐτῆς ἁγία εἰκὼν καὶ δεῖ ἑξαγορεῖν αὐτὴν ἐκ σκότους εἰς φῶς. Τοῦτο ἐπαλλήλως γέγονεν ἀπὸ ἔτους ἀ^νδ´. (1954) Ἀπριλίου α´. (1), καὶ ἐν ἔτει σωτηρίῳ, ἀ^ξβ´. (1962), ἀνασκαφῆς γενομένης ἀνευρέθη τῇ κα´. (21) Ἰουνίου μηνὸς ἡ τῆς Θεομήτορος εἰκὼν ὑπὸ γῆν οὖσα κεκαλυμμένη καὶ κεχωρισμένη, καὶ ἐπλήρωσε χαρᾶς καὶ θείας εὐφροσύνης τῶν εὐσεβῶν τὰς καρδίας. Ἢν ἐν αὕτη γεγραμμένη ἡ Θεοτόκος, φέρουσα ἐν ἀγκάλαις ὡς νήπιον τὸν Κύριον τῆς δόξης, καὶ τὰς ῥήσεις ΜΗΤΗΡ ΘΕΟΥ ΕΛΕΟΥΣΑ, καὶ αἰτετέθη ἐν πολλὴ εὐλάβεια ἐν τῷ ἐκεῖσε ναῷ, χάριν πολλὴν παρέχουσα τοῖς πιστῶς προσιούσι.

Τῇ αυτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ.
Φέρων τι χρῆμα σάκκος ἄξιον πόλου,
Ἰουλιανόν, βάλλεται πόντου μέσον.
Σάκκῳ Ἰουλιανὸς βυθὸν εἰσέδυ εἰκάδι πρώτῃ.
Οὗτος ἧν ἐκ τῆς Ἀναζαρβέων πόλεως, τῆς δευτέρας τῶν Κιλίκων Ἐπαρχίας, υἱός τινος βουλευτοῦ, μητρὸς δὲ χριστιανῆς. Παρ’ ἧς τὴν κατὰ Χριστὸν εὐσέβειαν μεμαθηκὼς, καὶ τῇ μελέτῃ τῶν θείων γραφῶν σχολάσας ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἡλικίας, διαβληθεὶς προσήχθη Μαρκιανῷ τῷ Ἡγεμόνι· καὶ μὴ καταδεξάμενος θύσαι τοῖς εἰδώλοις, ἐν διαφόροις μέρεσι τοῦ σώματος αἰκίζεται. Εἶτα ἐν τη φρουρᾷ τεθεὶς, καὶ τῇ ξητρὶ συμβούλῳ χρησάμενος, ἐμμένειν εἰπούσῃ αὐτῷ, καὶ ἐναποθνήσκειν τῇ εἰς Χριστὸν πίστει, ἐν σάκκῳ βληθεὶς, μεστῷ ψάμμου, καὶ ἑρπετῶν ἰοβόλων, καὶ λοιπῶν ὄφεων, μέσον τοῦ πελάγους ἀφίεται, καὶ οὕτω τὸν τοῦ Μαρτυρίου στέφανον δέχεται. Τοῦτον καὶ ὁ μέγας Χρυσόστομος ἐγκωμίοις ἐτίμησεν.

Τῇ αυτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ τοῦ Αἰγυπτίου, Βασιλίσσης, Κελσίου, Ἀναστασίου, Ἀντωνίου πρεσβυτέρου, 27 δεσμοφυλάκων, καὶ 7 αὐταδέλφων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀφροδισίου.
Οὗτος ἦν ἐκ τῆς Κιλίκων χώρας, τὸν Χριστὸν ἄνωθεν σεβόμενος καὶ προσκυνῶν. συσχεθεὶς δὲ, καὶ Διονυσίῳ τῶ Ἄρχοντι προσαχθεὶς, καὶ τὸν Χριστὸν εἶναι Θεὸν ἀληθινὸν ὁμολογήσας, πεπυρωμένοις σιδήροις τὰ νῶτα καταφλέγεται, καὶ εἰς λέβητα μολύβδου πλήρη κοχλάζοντα ἐμβάλλεται, καὶ κατὰ κεφαλῆς κρεμᾶται. Καὶ παραδόξως ἐκ πάντων ῥυσθέντι, ἐπιφανεῖσα ἐν τῷ θεάτρῷ λέαινα, αὐτῷ ἀπολύεται, καὶ ἀνθρωπίνῃ μορφῇ φθεγξαμένη, πολλὺς τῶν Ἐλλήνων πρὸς εἰς τὴν Χριστὸν πίστιν ἐπεσπάσατο. Οἱ καὶ τὸν Χριστὸν παῤῥησίᾳ κηρύξαντες, τὰς κεφαλὰς ἀπετμήθησαν. Τοῦτο δὲ ὁ τύραννος θεασάμενος, κελεύει πέτραν μέσον διαιρεθῆναι, καὶ ἅμα τῇ διαιρέσει τὸν Ἅγιον ἁπλωθῆναι. Ἄνωθεν δὲ τοῦ τμήματος ἐπιτιθέντος παρὰ πέντε καὶ πεντήκοντα στρατιωτῶν, παρευθὺς ὁ Ἅγιος τὴν ψυχὴν ἀφεὶς, τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τερεντίου, Ἐπισκόπου Ἰκονίου.

Τῇ αυτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Νικήτα τοῦ νέου τοῦ Νισυρίου, τοῦ ἐν Χίῳ ἀθλήσαντος.
Τιμηθεὶς Νικήτα τὸν σὸν αὐχένα ξίφει
Τέτμηκας ἐχθροῦ τὰς πανουργίας πάσας.
Ταῖς τῆς Παναγνοῦ σου Μητρὸς πρεσβείαις καὶ τῶν σῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μας. Ἀμήν.

ᾨδὴ ζ´. Οἷ ἐκ τῆς Ἰουδαίας.
Γνόντες οἱ ἐν Ξυνιάδι, τὴν σεπτὴν εὐδοκίαν σου Θεονύμφευτε, καὶ σκάψαντες ἀνεῦρον, τὴν θείαν σου Εἰκόνα, εὐλαβῶς ἐκβοῶντές σοι· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
ν ἀγκάλαις κρατοῦσαν, καθορῶντες σε Κόρη ἐν τῇ Εἰκόνι σου, ὡς βρέφος τὸν Σωτῆρα, πιστῶς ἐκβοῶμεν· Ἀγαθὰ αὐτῷ λάλησον, οἷάπερ Μήτηρ αὐτοῦ, ὑπὲρ ἡμῶν Παρθένε.
έει ἄφθονος χάρις, ὡς γλυκύῤῥοον νᾶμα ἐκ τῆς Εἰκόνος σου, καὶ ἅπασαν πικρίαν, παθῶν τῶν ἀκαθάρτων, ἐκκαθαίρει ἑκάστοτε, τῶν προσιόντων αὐτῇ, ἐν πίστει Θεοτόκε.
νωτέρους συντήρει, τῶν σκανδάλων Παρθένε τοῦ παναλάστορος, καὶ πάσης δυσπραγίας, καὶ βλάβης καὶ κακίας, τοὺς πιστῶς καταφεύγοντας, Θεογεννῆτορ Ἁγνή, τῇ θείᾳ σου Εἰκόνι.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Σκέπε ἀπαύστως, τὴν Ξυνιάδα Παρθένε, τὴν πλουτήσασαν τὴν θείαν σου Εἰκόνα, τεῖχος ἀσφαλείας καὶ γέρας ἀφθαρσίας.
να ῥυσθῶμεν, ἐπηρειῶν τοῦ Βελίαρ, καταφεύγομεν Παρθένε, τῇ σκέπῃ, καὶ ὑπερυψοῦμεν, τὸν ἄφραστον σου τόκον.
Μεγαλοφώνως, ὑμνολογοῦμεν σε Κόρη· ἐπεσκέψω γὰρ ἡμᾶς τοὺς σοὺς ἱκέτας, διὰ τῆς ἁγίας, Εἰκόνος σου Παρθένε.
Οἱ τῷ ναῷ σου, τῷ ἱερῷ προσιόντες, ἀπαλλάττονται δεινῶν ἀῤῥωστημάτων, καὶ τῶν ἐν τῷ βίῳ δυσχερειῶν Παρθένε.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
μνοῦμεν Θεοτόκε, τὰ σὰ μεγαλεῖα, καὶ τῇ σεπτῇ σου Εἰκόνι προσπίπτοντες, ἀεὶ ἀντλοῦμεν ἐκ ταύτης χάριν καὶ ἔλεος.
Μεγίστης εὐκληρίας ὄντως ἠξιώθη, ἡ Ξυνιὰς τῇ εὑρέσει Πανάχραντε, τῆς σῆς Εἰκόνος καὶ ὕμνον σοι ἄδει ἄπαυστον.
Μανίας τοῦ Βελίαρ, λύτρωσαι Παρθένε, τοὺς τῇ σεπτῇ σου Εἰκόνι προστρέχοντας, καὶ τὰ αἰτήματα πλήρου ἡμῶν ἑκάστοτε.
Μαρία Θεοτόκε, Κόρη Ἐλεοῦσα, τὸν ταπεινόν σου ἱκέτην ἐλέησον, καὶ τὸν παρόντα ὕμνον δέξαι καὶ σῶσον με.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Τὴν θείαν σου Εἰκόνα, τὴν κεκρυμμένην ὑπὸ ·ὡς θησαυρὸν εὑρόντες, χαρᾶς ἐπλήσθημεν πολλῆς, Θεογεννῆτορ Παρθένε, τῶν εὐσεβῶν προστασία.
Ἕτερον, ὅμοιον.
Ἀνάμνησιν τελοῦντες, εὑρέσεως τῆς ἱερᾶς, τῆς σῆς Εἰκόνος Παρθένε, πανηγυρίζομεν, φαιδρῶς, καὶ πόθῳ σοι ἐκβοῶμεν χαῖρε ἡ Μήτηρ Κυρίου.

Αἶνοι. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὴν Ἀειπάρθενον Κόρη καὶ Θεομήτορα, τὴν ἐπισκεψαμένην, ὡς ἠθέλησε τρόπῳ, διὰ τῆς ἐν εἰκόνι ταύτης μορφῆς, μητρικῇ ἀγαθότητι, τοὺς ταπεινοὺς ἡμᾶς δεῦτε ἀσματικώς, ἀνυμνήσωμεν γηθόμενοι.

Τῷ νεανίσκῳ Παρθένε ὀφθεῖσα πρότερον, ἀποκαλύπτεις τούτῳ, τὴν σεπτὴν σου Εἰκόνα, ἣν ὕστερον εὑρόντες ὑπὸ τὴν γῆν, Ξυνιάδος οἱ κάτοικοι, χαριστηρίους ᾠδὰς σοι χρεωστικώς, εὐφραινόμενοι προσήγαγον.

Ἡ πρῴην ἄγνωστος κώμη νῦν περιώνυμος, τῆς Ξυνιάδος Κόρη, ἀληθῶς ἀνεδείχθη, Εἰκόνος σου εὑρέσει τῆς θαυμαστῆς· ταύτῃ γὰρ ἤδη σπεύδουσιν, οἱ εὐσεβεῖς πανταχόθεν χάριν λαβεῖν, ἐξ αὐτῆς καὶ θεῖον ἔλεος.

Τῆς ἐμφερείας σου Κόρη τὸν τύπον σέβοντες, ἐκ τῶν χαμαὶ κειμένων, πρὸς οὐράνιον πόθον, ὑψούμεθα ὑμνοῦντες τὴν πρὸς ἡ μας, προστασίαν σου Δέσποινα, ἢν ἐν νυκτὶ καὶ ἡμέρα καὶ ἐν παντί, ἡμῖν δίδου τοῖς ἱκέταις σου.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α´.
Ἆσμα καινόν, Δαβιτικὼς σοι ᾄδομεν, Θεοτόκε Παρθένε, ἐπὶ τοῖς ἄρτι γενομένοις θαυμασίοις σου, δι᾿ ὧν ἐξέχεας ἡμῖν, ἐξαιρέτῳ τρόπῳ, τὸν πλοῦτον τῆς χάριτος σου τὴν γὰρ ὑπὸ τὴν ἀφανῆ Εἰκόνα σου, ἐμφανῆ ἡμῖν πεποίηκας, καὶ ὡς δῶρον θεῖον, καὶ ἐχέγγυον δέδωκας, τῆς πρὸς ἡμᾶς ἀρωγῆς σου. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τὰς εὐεργεσίας κηρύττοντες, ἐκτενῶς βοῶμεν Τὸν λαὸν σου ῥύου πάσης περιστάσεως, καὶ πρέσβευε Ἄχραντε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίρει τῇ Εἰκόνι σου τῇ σεπτή, Ξυνιάδος Κόρῃ, τὸ χωρίον ὡς ἀληθῶς, καὶ ταύτῃ προστρέχον, ἰσχὺν ἀεὶ λαμβάνει, καὶ ἔλεος καὶ χάριν, πιστῶς δοξάζον σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου