Δευτέρα 16 Σεπτεμβρίου 2019

ΜΑΪΟΣ 18. ΑΓΙΑ ΜΑΡΤΥΣ ΚΛΑΥΔΙΑ & ΣΥΝ ΑΥΤῌ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ



ΜΑΪΟΣ ΙΗ΄!!
ΑΓΙΑ ΜΑΡΤΥΣ ΚΛΑΥΔΙΑ & ΤΩΝ ΣΥΝ ΑΥΤῌ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου μοναχοῦ Σιμωνοπετρίτου)

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, και ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν τῶν παρθένων πλειάδα ἀνευφημήσωμεν, τὴν ἐν Ἀγκύρᾳ ἄθλοις, συναφθεῖσα Κυρίῳ, εἰδώλων γὰρ τὸ σκότος ἐλεγκτικῶς, μυκτηρίσασα ἔτυχε, πνιγμοῦ δι’ οὗπερ λιμένι τοῦ οὐρανοῦ, ἐν χαρᾷ ἠγκυροβόλησεν.

Τῶν χαρισμάτων ἑπτάδα κληρονομήσασαι, κατὰ τὸν μέγαν Παῦλον, αἱ παρθένοι Ἀγκύρας, ἐστέγασαν τὸν οἶκον ἀριπρεπῶς, τῇ ἀγάπῃ τοῦ Κτίσαντος· διὸ ἀπάτην τοῦ κόσμου καὶ τὰ τερπνά, μαρτυρίῳ κατενίκησαν.

Τὸν ἐκ Παρθένου τεχθέντα Υἱὸν καὶ Λόγον Θεοῦ, πάσῃ ψυχῆς δυνάμει, ὁ χορὸς τῶν παρθένων, ἐνώπιον τυράννων μόνον Θεόν, καὶ Σωτῆρα κηρύξασαι, νῦν συνευφραίνονται Τούτῳ ἐν τῇ Σιών, τῇ ἀφθάρτῳ αἱ μακάριαι.

Ὥσπερ ἀμνὰς Ἰουλία Ἀμνὸν ἠγάπησας, τὸν αἴροντα τοῦ κόσμου, ἁμαρτίας καὶ ἄχθη· διὸ ὀπίσω Τούτου ᾀσματικῶς, ἠκολούθησας κράζουσα· ἔνθα Νυμφίε μου μένεις λάβε κἀμέ, καὶ θεώσεως ἀξίωσον.

Ὁ Ἰσραὴλ μὲν τὸ πάλαι ἐκ πέτρας ἤρδευται, ὑμεῖς δὲ Ἀθληφόροι, κατεσβέσατε δίψαν, ψυχῶν τῷ μαρτυρίῳ, πέτραν Χριστόν, ἐφευροῦσαι τὴν ἄϋλον, ἐξ ἧς ναμάτων ἀφθάρτων τὸν πλουτισμόν, καὶ ἡμῖν ὑδροδοτήσατε,

Ὡς ἀγαθὴ Ἰουλία ἡ συνοδία ἡμῶν! ἅμα γὰρ τῇ Τεκούσῃ, Φαεινῇ Εὐφρασίᾳ, Κλαυδίᾳ τε Ματρώνῃ καὶ τῇ σεμνῇ, Ἀλεξανδρίᾳ ᾠκήσατε, σὺν ταῖς φρονίμοις παρθένοις, καὶ τῷ σεπτῷ, Θεοδότῳ τὸν Παράδεισον.







Δόξα. Ἦχος β΄.
Ἀδελφικῶς συνδεθεῖσαι, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, γενναιοψύχως ἐκηρύξατε τὴν θεότητα Αὐτοῦ, πρὸ δυσσεβούντων τυράννων, παρθένοι ἑπτάριθμοι· ὅθεν ἐν τῇ λίμνῃ συῤῥιφθεῖσαι, τῷ ἐπὶ ὑδάτων περιπατήσαντι Κυρίῳ ἡνώθητε, ἐν δὲ πυρὶ τὰ λείψανα ὑμῶν ἀποτεφρωθεῖσαι, παράσχοιτε δεόμεθα, καὶ ἡμῶν ταῖς ψυχαῖς ἀειφλεγέςμ τὸ ἄϋλον πῦρ τοῦ θείου ἔρωτος.

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.




Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


















Λιτή. Ἦχος α΄.
Ἀνδρείως τῶν γηΐνων ὑπεραρθεῖσαι, γενναίως κατενικήσατε, τὸν μισόψυχον ἐχθρόν, διὰ τοῦ διπλοῦ ἀγῶνος, τῆς παρθενίας καὶ τοῦ μαρτυρίου· ὅθεν συνιστάμεναι νῦν, τῷ πεποθημένῳ Χριστῷ, ὑπὲρ ἡμῶν Αὐτὸν καθικετεύσατε, Ἀγκύρας σεπταὶ Παρθενομάρτυρες.

Ἦχος β΄.
Πίστει ἐλπίδι τε καὶ ἀγάπῃ, τὴν θάλασσαν τοῦ βίου διεπλεύσατε, Παρθενομάρτυρες Χριστοῦ, καὶ νῦν ὡς πολύφοροι νῆες καθορμισθεῖσαι, ἐν τῷ λιμένι τῆς ἀφθάρτου Βασιλείας, Χριστῷ ἀδιαλείπτως πρεσβεύετε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Διὰ πνιγμοῦ καὶ πυρὸς δοκιμασθεῖσαι, χρυσοῦ ὀβρυζότεραι ἐδείχθητε, ἑπτάριθμοι Παρθενομάρτυρες, λῆξιν εὑράμεναι τοῦ θείου ἔρωτος ὑμῶν, ὡς ἔλαφοι χριστοδίψαστοι, παρὰ τὰς πηγὰς τοῦ ζῶντος ὕδατος, τοῦ Ἰησοῦ τοῦ ἀρχιμάρτυρος.

Ἦχος δ΄.
Τὴν ἐν Χριστῷ φιλαδελφίαν, ἄῤῥηκτον διαφυλάξασαι, καὶ ζῶσαι καὶ μετὰ θάνατον, ὁμοῦ καὶ τοὺς στεφάνους ἀπελάβετε, Ἅγιαι Παρθενομάρτυρες· τρυφῶσαι δὲ σὺν τῷ συνάθλῳ Θεοδότῳ, ἐν τῇ ἀΰλῳ τραπέζῃ, τῆς Βασιλείας τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητε, τῶν φαιδρῶς ἐπιτελούντων, τὸ ἱερὸν ὑμῶν μνημόσυνον.

Δόξα. Ἦχος πλ. α΄.
Τὸ Πνεῦμα ἀληθείας τὸ ἑπτάδωρον, καλῶς ὑμᾶς συνήρμοσεν Αὐτῷ, ἐν ἀφθάρτῳ γάμῳ, ἑπτάριθμοι ἀμνάδες τοῦ Χριστοῦ· ὅτι ὡς φρόνιμοι παρθένοι, τὸν λύχνον τῆς ἁγνείας, ἀειλάμποντα τηρήσασαι, διὰ τοῦ μαρτυρίου τῆς κληρουχίας, τοῦ Νυμφῶνος μετέσχετε, ἔνθα ὁρῶσαι τηλαυγῶς Ὃν ἐποθήσατε, δότε καὶ ἡμῖν τοῖς αἰτουμένοις, τὴν ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.









Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ χριστοφόρος ἑπτάς, Παρθενομάρτυρες Ἀγκύρας αἱ ἔνδοξοι, ὑμεῖς γὰρ τῷ θείῳ βέλει, κατατρωθεῖσαι Χριστοῦ, ὡς ποιμένι ἄρνες ἐκολλήθητε, ἁγνείαν τηρήσασαι, θεοδώρητον χάρισμα, καὶ πρὸ τυράννων, εὐθαρσῶς τὸν Θεάνθρωπον, μόνον Κύριον, καὶ Σωτῆρα κηρύξασαι, ἄμωμοι ἐφυλάχθητε, καὶ λίμνῃ ἐῤῥίφθητε, εἶτα πυρὶ ἐκδοθεῖσαι, Μαρτύρων στέφος ἐλάβετε· διὸ παῤῥησίαν, κεκτημέναι τῶν τιμώντων, πάντοτε μνήσθητε.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Δόσις, ὡς ἀληθῶς τοῦ Θεοῦ, χορῷ παρθένων ἀνεδείχθης Θεόδοτε, πρὸς ἄθλησιν ὑπαλείφων, καὶ ὑποκαίων τὸ πῦρ, τῆς Χριστοῦ ἀγάπης σοφαῖς ῥήσεσι, μετὰ δὲ τὴν ἄθλησιν, τὰ ἁγνὰ τούτων λείψανα, σεμνῶς ἐνθάψας, μαρτυρίων μετέσχηκας, καὶ συμμέτοχος, Βασιλείας γεγένησαι· ἔνθα Χριστὸν ἱκέτευε, φιλάδελφε Ἅγιε, ὅπως ἡμῶν ταῖς καρδίαις, καίῃ τὸ πῦρ θείου ἔρωτος, τὸ φλέγον ἀπάτην, ἡδονῶν τῶν φθειρομένων, ἀΰλοις καύσεσι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Χαίροις, σεμνῶν παρθένων χορός, ἡ τὸν σατὰν γενναιοφρόνως πατήσασα, χριστόψυχε Ἰουλία, Τεκοῦσα σὺν Φαεινῇ, καὶ ἈΛεξανδρίᾳ σὺν Κλαυδίᾳ τε, Ματρῶνα φιλόθεε, Εὐφρασία ἡ πάγκαλος, αἱ διπλοῦν στέφος ἐκ Χριστοῦ κομισάμεναι, παρθενίας τε, καὶ Μαρτύρων τὸ ἄφθαρτον, ὕδωρ καὶ πῦρ γὰρ ἔσχετε, ἀθλήματα ζώπυρα, δι’ ὧν ὑμῶν τῷ Δεσπότῃ, συνεσταυρώθητε τέλεον, καὶ νῦν σὺν Ἁγίων, τοῖς χοροῖς Πάντων ἑστῶσαι, ἡμᾶς στηρίξατε.

Δόξα. Ἦχος πλ. δ΄.
Τοῖς μαρτυρικοῖς αἵμασιν ὑμῶν ποτίσασαι, τὸ ἀειθαλὲς καὶ ἄχραντον ἄνθος τῆς ἁγνείας, ἐν Παραδείσῳ τῆς ζωῆς, μετεφυτεύθητε ἀφθάρτως, ἑπτάριθμοι Παρθενομάρτυρες Ἀγκύρας. Καὶ σὺν τῷ φιλομάρτυρι Θεοδότῳ μελῳδικῶς, ἐν τῇ Ἐδὲμ ᾄδουσαι τὰ χριστυμέναια, μνήσθητε καὶ ἡμῶν δεόμεθα, ὅπως μέτοχοι γενώμεθα, τῆς ἐν Χριστῷ καταπαύσεως,

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῶν Ἁγίων. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης,
Τῇ ἀγκύρᾳ ἀγάπης τῷ Χριστῷ συνηνώθητε, αἱ ἐν τῇ Ἀγκύρᾳ Παρθένοι, καρτερῶς ἐναθλήσασαι, εἰδώλων γὰρ ἐλέγξασαι ἀχλύν, ἀγῶσιν ἐδοξάσατε Θεόν, κοινωνήσασαι δὲ ὕδατος καὶ πυρός, Παράδεισον ἐλάβετε· ἔνθα Νυμφίον νοητόν, πᾶσαι καθικετεύετε, ὅπως τὸν ἔρωτα Αὐτοῦ, ψυχαῖς ἡμῶν χαρίσηται.
Δόξα. Τῆς Ἁγίας Ἰουλίας. Ὅμοιον.
Χριστομύριστον ἴον Ἰουλία γεγένησαι, κατευωδιάζουσα ἄθλοις, Ἐκκλησίας τὸ σύστημα, τρωθεῖσα γὰρ τῷ ἔρωτι Θεοῦ, ἀχλὺν εἰδώλων διεσκέδασας, καὶ ἐν λίμνῃ ἀπεπνίγης σὺν ταῖς λοιπαῖς, παρθένοις ὁμοψύχοις σου· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, καὶ ταῖς ἁγίαις σου εὐχαῖς, ἡμᾶς καθαγιάζοντι.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.

Ἀπόλυσις.


























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ζωῆς τῆς ἀληθοῦς, κληρουχίαν ποθοῦσαι, ἁπάντων τῶν φθατῶν, παριδοῦσαι συμφώνως, Χριστῷ ἐκολλήθητε, καὶ Αὐτὸν συγκηρύξασαι, πάντων Κύριον, πρὸ δυσσεβούντων τυράννων, ἀπεπνίγητε, ἀπολαβοῦσαι τὸ στέφος, παρθένοι ἑπτάριθμοι.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Καθυποτάξασαι, Χριστοῦ τῇ χάριτι, σῶμα δυσήνιον, οἶκοι ἐπώφθητε, εὐωδιάζουσαι σεμναί, ὡς κρῖνα θεομύριστα· ὅτε δὲ ἠθλήσατε, ἐν πυρί τε καὶ ὕδατι, δόξης συμμετέσχετε, ἧς μετέχουσι Μάρτυρες· διὸ Παρθενομάρτυρες θεῖαι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν ψυχῶν ἁγνότητι, ὡραϊσμέναι, τῷ Χριστῷ ἡνώθητε, ἐν μαρτυρίῳ θαυμαστῷ, σὺν Θεοδότῳ μακάριαι, ἑπτὰ Παρθένοι, Ἀγκύρας καυχήματα.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκου (Κεφ. ε΄, 24-34)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθληφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῷ ἐκ Παρθένου τεχθέντι Ἰησοῦ, τὴν παρθενίαν ἄσπιλον τηρήσασαι, ἑπτὰ Παρθένοι τῆς Ἀγκύρας, καὶ τὴν θεότητα Αὐτοῦ, μαρτυρικῶς ὁμολογήσασαι, τὴν ἄφθαρτον δόξαν, τοῦ Νυμφῶνος ἀπειλήφατε· διὸ αἰτούμεθα, χαρίσασθαι καὶ ἡμῖν ἄσβεστον τὴν φλόγαν, τοῦ θείου ἔρωτος.








Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ὡς πολυχριστόχρωμα ἴα, ᾄσω παρθένους. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ὡς φαιδρόψυχος ἡμέρα τῶν παρθένων Χριστοῦ, μνήμη ἡμῖν ἐπέστη, πανηγυρίσωμεν λαμπρῶς, καὶ ἐν ὕμνοις χαρμονῆς, τὰς κάρας αὐτῶν, λαμπρῶς στεφανώσωμεν, ἀδελφοὶ φιλομάρτυρες.
Συμψυχίᾳ παναρίστῃ συνδεθεῖσαι στεῤῥῶς, τῷ ἐκ Παρθένου φύντι, ἀφιερώθητε Χριστῷ, καὶ ὡς ἄγκυραν ὑμῶν, παρθένοι ἑπτά, μαρτύριον ῥίψασαι, Βασιλείαν ἐφθάσατε.
Πειρασμῶν τῶν γηΐνων, τὸ ἀκάματον πῦρ, φλογὶ Χριστοῦ ἀγάπης, ἀπομαράνασαι σοφῶς, ἡδονῶν πνευματικῶν, δοχεῖα σεπτά, παρθένοι ἐπώφθητε, τοὺς πιστοὺς κατοσμίζουσαι.
Θεοτοκίον.
Ὁ Υἱός Σου Παρθένε, γλυκασμὸς τῶν ψυχῶν, πέφυκε χριστωνύμων, καὶ ὡς δεινὸς τοξευτής, ἐν τοῖς βέλεσιν Αὐτοῦ, παρθένους ἁγνάς, καιρίως κατέτρωσεν, ὡς Νυμφίος τοῦ ᾄσματος.

ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Λύχνον τῆς ἀγάπης Ἰησοῦ, Ἰουλία ἐτήρησας ἀεὶ ζώπυρον· ὅθεν νυμφῶνα Αὐτοῦ, ἐναθλήσασα καλῶς τὰ νῦν κατοικεῖς, τὴν χάριν παρέχουσα, τοῖς τιμῶσι τὴν μνήμην σου.
Ὑπὲρ τὰ ὁρώμενα τὸν νοῦν, Εὐφρασία ἐπάρασα καὶ ποθήσασα, τὸν ἐκ Παρθένου μητρός, γεννηθέντα σεαυτὴν δοχεῖον σεπτόν, ἐν βίῳ ἀνέδειξας, παρθενίαν ἀσκήσασα.
Χοῦν Ἀλεξανδρίᾳ καὶ χοός, τὰ μετέχοντα πάντα σοφῶς κατέπτυσας, ἐπιποθοῦσα ζωήν, ἣν παρέχει ὁ ζωῆς Χριστὸς χορηγός· διὸ ταύτην εὕρηκας, παρθενίᾳ καὶ αἵματι.
Θεοτοκίον.
Ῥῦσαι Θεοτόκε τῆς φθορᾶς, τοὺς ποθοῦντας Υἱόν Σου, τὸν ὑπερφίλτατον, καὶ πολεμοῦντα ἀεί, πρὸς ἀόρατον ἐχθρὸν τοῦ γένους ἡμῶν, ὃν αἵματι ἔπνιξαν, αἱ ἑπτὰ Παρθενομάρτυρες.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ὡς ἀμνάδες Κυρίου ὀπίσω τρέχουσαι, παρθενίᾳ συμμείξασαι τὸ μαρτύριον, ἐν τῇ ὑδάτων πνιγμονῇ Αὐτὸν νῦν ἔχετε, πηγὴν ζωῆς ἀληθινῆς, σὺν Θεοδότῳ τῷ σεπτῷ, παρθένοι ἑπτὰ Ἀγκύρας, καὶ τοῖς πιστοῖς χορηγεῖτε, τὰ σωτηρίᾳ συντείνοντα.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.





ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἵνα κερδήσῃς τὸν Χριστόν, Τεκοῦσα πάντα τὰ τερπνά, βίου ἀπηρνήσω παρόντος, ἐπιπνοίᾳ ἄνωθεν, καὶ τὸν σταυρὸν ἐπάρασα, διὰ τοῦ σεπτοῦ μαρτυρίου, στέφει ἀφθάρτῳ δικαίως κατέστεψαι.
Συσταυρωθεῖσα τῷ Χριστῷ, ὥσπερ ὁ Παῦλος ἐκβοᾷ, ἐν ἐπιστολῇ πρὸς Γαλάτας, ὦ Ματρῶνα πάνσεμνε, γενναιοφρόνως ἔδραμες, εἰς ὑπαπαντὴν μαρτυρίου, σὺν ὁμοψύχοις παρθένοις ὡς ἔλαφος.
Τέμουσα πάντα γεηρά, ἐκ τοῦ φρονήματος τοῦ σοῦ, δέδειξαι Κλαυδία ὡς κλῆμα, σταφυλὴν περκάσασα, παρθένου τε καὶ Μάρτυρος· ὅθεν νοητῶς νῦν εὐφραίνῃ, οἶνον Χριστὸν ἐν Σιὼν τὴν ἄνω πίνουσα.
Θεοτοκίον.
Οὐδὲν γλυκύτερον Χριστοῦ, τοῖς πεποιθόσιν ἐπ’ Αὐτῷ, πέφυκεν ἁγνὴ Θεομῆτορ· ὅθεν θεῖος σύλλογος, παρθένων ἐσκιρτοβάτησε, πρὸς γενναιοψύχους ἀγῶνας, δι’ ὧν Ἀγγέλων τὰ στίφη κατέπληξεν.
ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Χριστὸν Φαεινὴ ἐπιποθοῦσα, τὸ φῶς φωτίζον ἀνθρώπων ψυχὰς ἁπλέτως, τῶν εἰδώλων ἔπτυσας, τὴν πλάνην τὴν δυσείμονα, καὶ μαρτυρίου τῆς δόξης ἠξίωσαι.
Ῥημάτων ἀκούσασα τοῦ Σωτῆρος, προσκαλουμένων εἰς αἰώνιον εὐφροσύνην, Εὐφρασία πάντιμε, τὴν παρθενίαν ἔστεψας, ἀποπνιγεῖσα τῆς λίμνης τοῖς ὕδασι.
Ὡς γνήσιος ὑπαλείπτης ἐδείχθης, ἑπτὰ παρθένων Θεόδοτε καὶ Μαρτύρων, καὶ μισθὸν ἀπέλαβες, οὐράνιον μαρτύριον, κατατρυφῶν τοῦ προσώπου Δεσπότου σου.
Θεοτοκίον.
Μὴ λείπῃς παρισταμένη καθ’ ἑκάστην, ἡμῖν Παρθένε σφοδρῶς πολεμουμένοις, ἀλλ’ ἀεὶ ἐνίσχυε, ἀγῶνας τῆς ἀθλήσεως, οὓς δι’ ἀγάπην Υἱοῦ Σου ἀνελάβομεν.

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ἀνῆλθες, ἐν τοῖς οὐρανοῖς θαυμαστῶς, ἐναθλήσασα σοφῶς Ἰουλία, ὀχήματι ἄθλων σου σεπτῶν, δι’ ὧν ἔδειξας, τῆς ἀγάπης πλησμονήν, πρὸς Νυμφίον ψυχῆς σου.
Ἰδού σοι, κληρουχία λαμπρά, ἣν ἐπόθησας σεμνὴ Ἀλεξανδρία, χορὸς γὰρ Ἁγίων τοῦ Χριστοῦ, ὑπεδέξατο, σὲ κρατοῦσαν διπλοῦν, τὸ ἀμάραντον στέφος.
Ἀφθάρτως, προσηνέχθης Χριστῷ, ὦ Κλαυδία καὶ συνήφθης ὡς νύμφη, ὡς προῖκα δεικνύουσα σεμνήν, παρθενίαν σου, καὶ αἱμάτων ἁγνῶν, τὴν ὁλόθυμον χύσιν.
Θεοτοκίον.
Ἀψεύστως, ἐπιτυχοῦσα τοῦ Σοῦ, ὦ Τεκοῦσα ἐφετοῦ ἐκδυσώπει, τὴν πάναγνον ἔχουσα θερμήν, συνευχέτριαν, ὑπὲρ κόσμου παντός, καὶ ἡμῶν Σε τιμώντων.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Πνευματικῶς συνδεδεμέναι παρθένοι, τοῦ Ἰησοῦ τῇ ἀκηράτῳ ἀγάπῃ, Αὐτὸν ἀνεκηρύξατε γενναίᾳ φωνῇ, πρὸ τυράννων Κύριον, καὶ Θεὸν ὄντως ὄντα· ὅθεν ἐν τοῖς ὕδασι, καὶ πυρὶ ἐκδοθεῖσαι, χαρμονικῶς ὁρᾶτε τὸ γλυκύ, κάλλος Νυμφίου, δι’ Ὃν ἐνηθλήσατε.
Ὁ Οἶκος.
Παρθενίας ὁδὸν ἐκλεξάμεναι, καὶ Χριστοῦ τῇ ἀγάπῃ δεσμούμεναι, Ἐκκλησίαν τρανῶς ἐδοξάσατε, ὡς ἀμνάδες Θεοῦ θαυμαστῶς βιώσασαι. Πρὸ τυράννων γὰρ τὴν τῆς πλάνης, σκοτομήνην σοφῶς καταισχύνασαι, ἐν τῇ λίμνῃ ὡς θεόπνοοι νῆες ἐῤῥίφθητε, καὶ μετὰ ταῦτα θυμῷ θηριώδει, πυρὸς ὑλαίου ἐκοινωνήσατε· ὅθεν ἐξαχθεῖσαι, σὺν Θεοδότῳ εἰς ἀναψυχήν, ὑπὲρ ἡμῶν ἱκετεύσατε, τὸν Φιλάνθρωπον Δεσπότην, δι’ Ὃν ἐνηθλήσατε.

Συναξάριον.
Τη ΙΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ Παρθενομαρτύρων τῶν ἐν Ἀγκύρᾳ· Κλαυδίας, Τεκούσης, Φαεινῆς, Εὐφρασίας, Ἰουλίας, Ματρώνης καὶ Ἀλεξάνδρας ὡς καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοδότου.
Λίμνῃ γυναικῶν ἑπτὰς ἐμβεβλημένη,
χαίρει βίου ῥέοντος ἐκβεβλημένη.
Λίθον φέρουσα ἐπὶ τραχήλου λίμνῃ,
ἐνεβλήθης, Κλαυδία παρθενομάρτυς.
Eὐφρασίαν πεσοῦσαν εἰς βυθοῦ δίνας,
εὔφραινε Σῶτερ σοῦ παράστασις θρόνου.
Εὔοσμον ἴον έφάνης Ἰουλία,
ἐν Ἐδὲμ μυρίζουσα τῷ μαρτυρίῳ.
Ὀγδόῃ δεκάτῃ τε Χριστῷ, ἐστέφθη Ἰουλία.
Ἡ Ἁγία παρθενομάρτυς Ἰουλία, ἤθλησεν ἐν τῇ Ἀγκύρᾳ τῆς Γαλατίας ἐν τοῖς χρόνοις τοῦ μεγάλου ἐν αὐτῇ διωγμοῦ (περὶ τῷ 303) διοικοῦντος τὴν πόλιν αἱμοδιψοῦς καὶ σκληροκαρδίου ἀνδρός, εἰδωλόφρονος, οὗ ἡ κλήσις Θεότεκνος. Οὗτος διέταξε συλλαβεῖν τὰς παιδιόθεν ἀφιερωθείσας τῷ Θεῷ ἑπτὰ παρθένους, Τεκούσαν, Εὐφρασίαν, Ἰουλίαν, Ματρώναν, Ἀλεξάνδραν, Φαεινήν, καὶ Κλαυδίαν, καὶ εἱρκτῇ διὰ τὴν πίστιν μονῶσαι. Τὸ ἀκατάβλητον αὐτῶν τῆς πίστεως κατιδών, παρέδωκεν αὐτὰς ἐκλύτοις νέοις ἀτιμάσαι αὐτῶν τὰ σώματα. Θείᾳ ὅμως χάριτι αἱ τοῦ Χριστοῦ ἀμνάδες διετήρησαν τὴν παρθενίαν ἀμόλυντον, ὅθεν αἰσχυνόμενος ὁ τύραννος ἐγύμνωσε τὰς παρθένους καὶ ἐφ᾿ ἅρματος περιέφερεν αὐτάς, ἀνὰ τὰς ῥύμας τῆς πόλεως ἄχρι τῆς παρακειμένης λίμνης. Ἐκεῖ θεὶς λίθους βαρυτάτους ἐπὶ τῶν αὐτῶν τραχήλων ἐβύθισεν αὐτὰς εἰς τὸ ὕδωρ καὶ οὕτως ἔλαβον αἱ μακάριαι τὸν τῆς νίκης στέφανον. Ἀλιεύσας τὰ σώματα τῶν παρθενομαρτύρων Θεόδοτος, ὁ τῆς Τεκούσης ἀνεψιός, εὐλαβῶς καὶ ἐντίμως ἐνεταφίασε. Μαθὼν αὐτὸ ὁ ἀπάνθρωπος τύραννος διέταξε τὴν ἐκταφὴν τῶν ἁγίων σκηνωμάτων καὶ τὴν εἰς τὸ πῦρ αὐτῶν παράδοσιν, ἵνα μὴ οἱ Χριστιανοὶ αὐτὰς καθηκόντως τιμῶσι.




Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου, Διονυσίου, Χριστίνης τῆς παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου, καὶ Ἡρακλείου.
Eἷς ἄθλος Ἡράκλειε σὸς πρὸς τὸ ξίφος,
ἄθλους καλύπτει τοὺς ὅλους Ἡρακλέους.
Bληθεὶς ὁ Πέτρος τῶν τροχαντήρων μέσον,
ζωῆς παρήκε τοὺς τροχοὺς τῆς ἀστάτου.
Tρεῖς συντρίβουσι πίστεως στεῤῥους λίθους,
Παῦλον Διονύσιον Ἀνδρέαν λίθοις.
Ὁρῶν με Bενέδιμε τὸν σὸν Παυλῖνον,
τμηθέντα συντμήθητι φησὶ Παυλῖνος.
Xριστῷ παρέστης ἠγλαϊσμένη ὅλη,
αἵμασι τοῖς σοῖς παρθενικὴ Χριστίνα.
Ὧν ὁ μὲν Ἅγιος Πέτρος ἦν ἐκ Λαμψάκου τῆς πόλεως. Ἀχθεὶς δὲ Δάκνῳ ἄρχοντι τῆς Εὐριδινῶν πόλεως (ἤ Δεκίῳ τῆς Ἀβυδηνῶν), καὶ θῦσαι προσταχθεὶς τῇ Ἀφροδίτῃ, καὶ μὴ πεισθείς, ἀλλὰ τὸν Χριστὸν Θεὸν ὁμολογήσας, δεσμοῖς καὶ ξύλοις καὶ τροχαντῆρσι ὅλον τὸν σῶμα συντρίβεται καὶ τὸ πνεῦμα παραδίδωσι. Παῦλος δὲ καὶ Ἀνδρέας ἐκ Μεσοποταμίας ὄντες, ἅμα τῷ ἄρχοντι Δάκνῳ ὑφ’ ὅν ἐστρατεύοντο τὰς Ἀθήνας καταλαμβάνουσι. Συλληφθέντων δὲ ἐν αὐταῖς Διονυσίου καὶ Χριστίνης, τὴν αὐτῶν πιστεύονται φυλακήν. Τὴν δὲ Ἁγίαν Χριστίναν, παρθένον οὖσαν καὶ εὐπρεπῆ καὶ γάμου ἔχουσαν ὥραν, ἐκκαλοῦνται πρὸς μίξιν. Τῆς δὲ μὴ πεισθείσης ἀντὶ τοῦ ταύτην βιάσασθαι μεταβληθέντες ταῖς παραινέσεσιν αὐτῆς, ἐπίστευσαν τῷ Χριστῷ, ὅθεν αὐτοὶ μὲν καὶ ὁ Διονύσιος νιφάσι τῶν λίθων κατεχώσθησαν· ἡ δὲ Ἁγία Χριστίνα ἐπιπεσοῦσα αὐτοῖς τὴν κεφαλὴν ἀπετμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου Πατριάρχου Κωνσταντινουπόλεως.
Ἐκ τοῦ διαῤῥέοντος ἐξέβη βίου,
Στέφανος οὐ στέφανος οὐ διαῤῥέει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἰουλιανός (ἤ Ἰούλιος), συρόμενος ἐν ἀκανθαῖς βάτου, τελειοῦται.
Ἰουλιανὸς ἆθλον εὗρε τὴν βάτον,
Tιμῶν Θεοῦ σάρκωσιν, ἧς τύπος βάτος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Θεόδωρος, Πάπας Ῥώμης, ξεώμενος τελειοῦται.
Ἀνθρωποτρῶκται δημίους λέγω λύκοι,
Θεοδώρου τρώγουσι τὰς σάρκας ξέσει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ἀναστασῶ, τῆς ἐν τοῖς Λευκαδίου.
Ἀναστασὼ ζῇ κἂν μύη κοινῷ νόμῳ,
Ἀνάστασιν μένουσα κοινὴν τοῦ γένους.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρτινιανοῦ, τοῦ ἐν τοῖς Ἀρεοβίνθου.
Mαρτινιανὸς ἐξέδυ ἐκ τῶν κάτω,
Kαὶ εἰσέδυ νῦν εἰς τὰ τοῦ πόλου πλάτη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Γαλακτίας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες κληρικοί, καὶ λαϊκοί, ἐν πλοίῳ καιόμενοι τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους τοῦ νέου, ἐπισκόπου Σολέας τῆς Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Δαβίδ, καὶ Ταριχάνι οἱ αὐτάδελφοι, ἐν Περσίᾳ ἐν ἔτει 693 τελειοῦνται

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ποταμώνος, ἐπισκόπου Ἡρακλείας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βεναντίου, ἐν Καμερίνῳ Ἀγκώνας Ἰταλίας. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Φήλιξ, ἐπίσκοπος Σπολέτο τῆς Οὐμβρίας Ἰταλίας, ἐν ἔτει 304, τελειοῦται

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διόσκορος, ἐν Κυνοπόλει τῆς Αἰγύπτου, ἐν ἔτει 305 τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου, τοῦ Ἱεραποστόλου τῶν Ἀλταΐων τῆς Ῥωσσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.












ᾨδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου.
Σωτῆρα ἐκ ψυχῆς ἀγαπήσασα, Ματρῶνα τούτῳ ἔθυσας, σῶμά σου ἁγνόν· διὸ χαρᾶς τοῦ οὐρανοῦ, σὺν συνάθλοις ἑπτά σου μετέχουσα, ὑμνεῖς αἰωνίως τὸν Νυμφίον, Μαρτύρων τὸ στεφάνωμα.
Ὡραῖος ὑπὲρ πάντα καὶ ἅπαντας, ὁ Λόγος Θεοῦ πέφυκεν, ᾯ πνευματικῶς, συναρμοσθεῖσα τὸ διπλοῦν, Εὐφρασία ἀπέλαβες ἔπαθλον, τὸ αἷμά σου χύσασα ὡς μύρον, Παρθενομάρτυς ἔνδοξε.
Προστάτης τῶν παρθένων γεγένησαι, Θεόδοτε φιλόχριστε, καὶ Χριστιανούς, ἐκ μιασμοῦ εἰδωλικοῦ, ἐπιπνοίᾳ σοφῇ διεφύλαξας· διὸ νῦν τρυφᾶς τοῦ θείου Ἄρτου, δι’ Ὃν γενναίως ἤθλησας.
Θεοτοκίον.
Αἰσθήσεις καθαρὰς Σὺ παρέστησας, Ἀλεξανδρία πάντιμε, τῷ σῷ Νυμφίῳ καὶ Θεῷ, τὴν καθαρότητα ψυχῆς, ἀγαπῶντι καὶ ταύτην τιμήσαντι, Παρθένου γὰρ μήτραν ἐνοίκησας, ἁγνότητα ἐδίδαξεν.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Ῥήματα ζωῆς θεωροῦσα τοὺς λόγους, Κυρίου Ἰουλία, αὐτοὺς πρᾶξιν ἐποίεις· ὅθεν ἄρσιν σταυροῦ, εἰς μαρτύριον γλυκὺ μετεποίησας, τῆς δόξης τυχοῦσα, ζωῆς τῆς αἰωνίου.
Θρόνος τοῦ Χριστοῦ γενομένη Κλαυδία, σεραφικῶς ἐβίους, ἁγνότητα τηροῦσα, καὶ ἀθέων δεινῶν, μὴ πεισθεῖσα ἐντολαῖς ἐμαρτύρησας, ἐν Ἀγκύρας λίμνῃ, καὶ τῷ πυρὶ ῥιφθεῖσα.
Ἔσπειρες ψυχῇ τὴν ἀγάπην Δεσπότου, Τεκοῦσα ἐγκρυφίως, αὐξηθεῖσαν ὡς δένδρον, καὶ καρπὸν ἐν καιρῷ, ἀποδοῦσαν τὴν θείαν σου ἄθλησιν, δι’ ἧς τῶν Ἁγίων, συμμέτοχος ἐδείχθης.
Θεοτοκίον.
Νοῦν σου φαεινὸν τὸ Χριστοῦ φῶς οἰκῆσαν, ὦ Φαεινὴ ὡδήγει, εἰς ὁδοὺς σωτηρίας· ὅθεν ἄθλους σεπτούς, ὑπελθοῦσα τῷ Κυρίῳ συνήνωσαι, καὶ σὺν Θεοτόκῳ, Αὐτοῦ ὁρᾷς τὴν ὄψιν.














ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Οὐράνιαι τάξεις, καὶ τῶν Μαρτύρων οἱ χοροί, νοερῶς χεῖρας τούτων, χαίροντες ἐκρότησαν, ὑποδεχθέντες ὑμᾶς τὰς σεμνάς, Κόρας ἑπτάς, τὰς γενναιοφρόνως, καταργησάσας τὸν ἀλάστορα.
Ὑπὲρ ἃ νοοῦμεν, Παρθενομάρτυρες Χριστοῦ, νῦν ὁρᾶτε ἀλήκτως, εἰς τερπνὸν Παράδεισον, ἀντὶ ἀγώνων λαβοῦσαι μισθόν, θέαν λαμπράν, ὄψιν γλυκυτάτην, τοῦ Ἰησοῦ ὡς ἐποθήσατε.
Στολὴν ἐνδυθεῖσαι, τὴν νυμφικὴν μαρτυρικῶς, καὶ ἐντὸς Παραδείσου, οἰκισθεῖσαι πάνσεμνοι, σὺν Θεοδότῳ σεπτῷ Ἀθλητῇ, χάριν ἡμῖν, Πνεύματος αἰτεῖσθε, καὶ πῦρ ἀγάπης θεόφλεκτον.
Θεοτοκίον.
Ἀνύμφευτε Μῆτερ, παρθενευόντων ἡ χαρά, τὸν ἁγνείας δοτῆρα, Ἰησοῦν τὸν πάγκαλλον, σὺν ἑπταρίθμοις παρθένοις ὁμοῦ, ὑπὲρ ἡμῶν, τῶν τὴν παρθενίαν, ἐκλεξαμένων ἱκετεύσατε.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Φθορᾶς ἀπεξεδύθητε, τὸν σπιλώδη χιτῶνα, καὶ νυμφικὸν ἱμάτιον, ἐνεδύθητε πᾶσαι, διὰ σεπτοῦ μαρτυρίου, ἐν τῇ λίμνῃ ῥιφεῖσαι, ἑπτὰ παρθένοι τίμιαι, σὺν κλεινῷ Θεοδότῳ· ὅθεν ἡμῖν, δότε οὐρανόθεν χάριν τὴν θείαν, Νυμφίον ἱκετεύουσαι, ἄφθαρτον Ἀθληφόροι.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Παρθενικὴ εὐωδία ἡμῖν ἐκκέχυται, ἑπτὰ γὰρ Ἀθληφόροι, σὺν κλεινῷ Θεοδότῳ, ὡς θείαν ἀνθοδέσμην μαρτυρικά, κατορθώματα τίθενται, πρὸ ὀφθαλμῶν χριστωνύμων, καὶ τὰς ψυχάς, πρὸς Θεοῦ ἀγάπην αἴρουσιν.

Ἀδελφικῶς συνδεθεῖσαι, ἐν τῇ ἀγάπῃ Χριστοῦ, καὶ μίαν γνώμην σχοῦσαι, Ἀθληφόροι γενναίως, τὴν πλάνην τῶν εἰδώλων, πρὸ δυσσεβῶν, ὁμοφώνως ἠλέγξατε, τὸν Ἰησοῦν μόνον γνοῦσαι, ὄντως Θεόν, καὶ Νυμφίον περιπόθητον.

Ἐν τῇ ἀφθάρτῳ ἁγνείᾳ, ναοὶ γεγένησθε, τοῦ ἐκ Παρθένου φύντος, δι’ Ὃν κόσμου ἡδέα, ἠρνήσασθε Παρθένοι, καὶ τῷ Αὐτοῦ, ἐκκαιόμεναι ἔρωτι, τῷ μαρτυρίῳ συνήφθητε μυστικῶς, εἰς παστάδα τὴν οὐράνιον.

Σῖτον ὠνούμενος ὧδε, φθαρτὸν Θεόδοτε, Ἄρτον ζωῆς ἀφθάρτου, ἑστιᾶσαι νῦν ἄνω, παρθένοις ἑπταρίθμοις, φανεὶς συνεργός, εἰς μαρτύριον ἔνθεον, μεθ’ ὧν ἀπαύστως πρεσβεύετε Ἰησοῦ, ὑπὲρ πάντων τῶν τιμώντων ὑμᾶς.



Δόξα. Ἦχος πλ. α΄.
Ἐκ τῆς ἑβδοματικῆς φθορᾶς τοῦ παρόντος, εἰς τὴν ἀφθαρσίαν, τῆς ὀγδόης εἰσεληλύθατε, ἑπτάριθμοι Παρθενομάρτυρες Χριστοῦ, διὰ τῆς ἰσαγγέλου μεταστοιχειώσεως τῶν σωμάτων, ὡς τὴν ἁγνείαν ἄμωμον τηρήσασαι, καὶ τοῦ μαρτυρίου γενναιοψύχως κοινωνήσασαι· ὅθεν δεόμεθα μακάριαι, μνήσθητ εὡς φιλάδελφοι, τῶν μετὰ πόθου εὐλαβῶς τελούντων, τὸ πανίερον ἡμῶν μνημόσυνον.

Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίρετε παρθένοι ἑπτὰ σεμναί, Κλαυδία Τεκοῦσα, Εὐφρασία καὶ Φαεινή, σὺν Ἀλεξανδρίᾳ, Ματρώνῃ Ἰουλίᾳ, καὶ θείῳ Θεοδότῳ, Ἀγκύρας Μάρτυρες.
Ὅνπερ ἔσχες ἔρωτα θεϊκόν, Μάρτυς Ἰουλία, δὸς καρδίᾳ μου ταπεινῇ, ὡς συνωνυμούσῃ, καὶ πόθῳ ἐκζητούσῃ, τὸν νοητὸν Νυμφίον, ᾯπερ συνήρμοσαι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου